Χριστιανικοί ύμνπο

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

ἦχος β’ Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου΄ Ἄρτον οὐράνιον, καὶ

ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος΄ Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

Κοντάκιον τῶν Ἐγκαινίων, Ἦχος δ', Ἐπεφάνης σήμερον Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας,

φωταγωγοῦσα τοὺς πιστούς· ἐν ᾧ ἑστῶτες κραυγάζομεν· Τοῦτον τὸν οἶκον, στερέωσον Κύριε.

Ἦχος δ’, Ἀνοίξω τὸ στόμα μου Παράσχου μοι Κύριε, τοῦ παναγίου σου Πνεύματος, σταγόνα χαρίσματος, λόγον τὸν εὔσημον, καὶ τερφθήσομαι, πιστῶς ἐγκωμιάζων, τῶν πρωταποστόλων σου τὰ κατορθώματα.

ᾠδὴ α’, Ἦχος δ’, Θαλάσσης τὸ ἐρυθραῖον Χορείαν τῶν Ἀποστόλων μέλπειν μοι, προθυμουμένῳ Χριστέ, ταῖς ἱκεσίαις τούτων ὡς Θεός, τὴν ἀκτῖνα τοῦ Πνεύματος, τοῦ Παναγίου δώρησαι, καὶ τὴν λαμπάδα τῆς σοφίας σου.

Τῶν ΙΒ', Ἐν τῇ καμίνω Ἀναφανέντες, ὥσπερ νεφέλαι πλήρεις θείου φωτός, πᾶσιν ἑπομβρίζουσιν ὕδωρ ζωοποιόν, οἱ Ἀπόστολοι κραυγάζοντες· Εὐλογημενος, εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

You might also like