Download as doc, pdf, or txt
Download as doc, pdf, or txt
You are on page 1of 63

1ΣΤΡΕΨΙΑΔΗΣ See end for line numbers

2Ἰοὺ ἰού·
3ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον·
4ἀπέραντον. Οὐδέποθ᾿ ἡμέρα γενήσεται ;
5Καὶ μὴν πάλαι γ᾿ ἀλεκτρυόνος ἤκουσ᾿ ἐγώ.
6Οἱ δ᾿ οἰκέται ῥέγκουσιν. Ἀλλ᾿ οὐκ ἂν πρὸ τοῦ.
7Ἁπόλοιο δῆτ᾿, ὦ πόλεμε, πολλῶν οὕνεκα,
8ὅτ᾿ οὐδὲ κολάσ᾿ ἔξεστί μοι τοὺς οἰκέτας.
9Ἀλλ᾿ οὐδ᾿ ὁ χρηστὸς οὑτοσὶ νεανίας
10ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
11ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
12Ἀλλ᾿ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.
13Ἀλλ᾿ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος
14ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν
15διὰ τουτονὶ τὸν υἱόν δὲ κόμην ἔχων
16ἱππάζεταί τε καὶ ξυνωρικεύεται
17ὀνειροπολεῖ θ᾿ ἵππους. Ἐγὼ δ᾿ ἀπόλλυμαι
18ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·
19οἱ γὰρ τόκοι χωροῦσιν. Ἅπτε παῖ λύχνον
20κἄκφερε τὸ γραμματεῖον, ἵν᾿ ἀναγνῶ λαβὼν
21ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.
22Φέρ᾿ ἴδω, τί ὀφείλω ; Δώδεκα μνᾶς Πασίᾳ.
23Τοῦ δώδεκα μνᾶς Πασίᾳ ; Τί ἐχρησάμην ;
24Ὅτ᾿ ἐπριάμην τὸν κοππατίαν. Οἴμοι τάλας,
25εἴθ᾿ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.
26
27ΦΕΙΔΙΠΠΙΔΗΣ.
28Φίλων, ἀδικεῖς. Ἔλαυνε τὸν σαυτοῦ δρόμον.
29
30Στ. Τοῦτ᾿ ἐστὶ τουτὶ τὸ κακὸν ὅ μ᾿ ἀπολώλεκεν·
31ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.
32
33Φε. Πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια ;
34
35Στ. Ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ᾿ ἐλαύνεις δρόμους.
36Ατὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν ;
37Τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμεινίᾳ.
38
39Φε. Ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
40
41Στ. Ἀλλ᾿ ὦ μέλ᾿ ἐξήλικας ἐμέ γ᾿ ἐκ τῶν ἐμῶν,
42ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
43ἐνεχυράσεσθαί φασιν.
44
45Φε. Ἐτεόν, ὦ πάτερ,
46τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ᾿ ὅλην ;
47
48Στ. Δάκνει μέ τις δήμαρχος ἐκ τῶν στρωμάτων.
49
50Φε. Ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.
51
52Στ. Σὺ δ᾿ οὖν κάθευδε. Τὰ δὲ χρέα ταῦτ᾿ ἴσθ᾿ ὅτι
53εἰς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.
54Φεῦ.
55Εἴθ᾿ ὤφελ᾿ ἡ προμνήστρι᾿ ἀπολέσθαι κακῶς
56ἥτις με γῆμ᾿ ἐπῆρε τὴν σὴν μητέρα·
57ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος,
58εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
59βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
60Ἔπειτ᾿ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
61ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
62σεμνήν, τρυφῶσαν, ἐγκεκοισυρωμένην.
63Ταύτην ὅτ᾿ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
64ὄζων τρυγός, τρασιᾶς, ἐρίων, περιουσίας,
65ἡ δ᾿ αὖ μύρου, κρόκου, καταγλωττισμάτων,
66δαπάνης, λαφυγμοῦ, Κωλιάδος, Γενετυλλίδος.
67Οὐ μὴν ἐρῶ γ᾿ ὡς ἀργὸς ἦν, ἀλλ᾿ ἐσπάθα,
68ἐγὼ δ᾿ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
69πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς.
70
71ΟΙΚΕΤΗΣ
72Ἔλαιον ἡμῖν οὐκ ἔνεστ᾿ ἐν τῷ λύχνῳ.
73
74Στ. Οἴμοι. Τί γάρ μοι τὸν πότην ἧπτες λύχνον ;
75Δεῦρ᾿ ἔλθ᾿ ἵνα κλάῃς.
76Οἰ. Διὰ τί δῆτα κλαύσομαι ;
77
78Στ. Ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
79Μετὰ ταῦθ᾿, ὅπως νῷν ἐγένεθ᾿ υἱὸς οὑτοσί,
80ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,
81περὶ τοὐνόματος δὴ ᾿ντεῦθεν ἐλοιδορούμεθα.
82ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,
83Ξάνθιππον ἢ Χάριππον ἢ Καλλιππίδην,
84ἐγὼ δὲ τοῦ πάππου ᾿τιθέμην Φειδωνίδην.
85Τέως μὲν οὖν ἐκρινόμεθ᾿· εἶτα τῷ χρόνῳ
86κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.
87Τοῦτον τὸν υἱὸν λαμβάνουσ᾿ ἐκορίζετο·
88ὅταν σὺ μέγας ὢν ἅρμ᾿ ἐλαύνῃς πρὸς πόλιν,
89ὥσπερ Μεγακλέης, ξυστίδ᾿ ἔχων ἐγὼ δ᾿ ἔφην·
90ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,
91ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.
92Ἀλλ᾿ οὐκ ἐπείθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,
93ἀλλ᾿ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
94Νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ
95μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,
96ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.
97Ἀλλ᾿ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
98Πῶς δῆτ᾿ ἂν ἥδιστ᾿ αὐτὸν ἐπεγείραιμι ; Πῶς ;
99Φειδιππίδη, Φειδιππίδιον.
100
101Φε. Τί, ὦ πάτερ ;
102
103Στ. Κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.
104
105Φε. ἰδού. Τί ἐστιν ;
106
107Στ. Εἰπέ μοι, φιλεῖς ἐμέ ;
108
109Φε. Νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.
110
111Στ. Μή μοι γε τοῦτον μηδαμῶς τὸν ἵππιον·
112οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.
113Ἀλλ᾿ εἴπερ ἐκ τῆς καρδίας μ᾿ ὄντως φιλεῖς,
114ὦ παῖ, πιθοῦ.
115
116Φε. Τί οὖν πίθωμαι δῆτά σοι ;
117
118Στ. Ἔκτρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους
119καὶ μάνθαν᾿ ἐλθὼν ἃν ἐγὼ παραινέσω.
120
121Φε. Λέγε δή, τί κελεύεις ;
122
123Στ. Καί τι πείσει ;
124
125Φε. Πείσομαι,
126νὴ τὸν Διόνυσον.
127
128Στ. Δεῦρό νυν ἀπόβλεπε.
129Ὁρᾷς τὸ θύριον τοῦτο καὶ τοἰκίδιον ;
130
131Φε. Ὁρῶ. Τί οὖν τοῦτ᾿ ἐστὶν ἐτεόν, ὦ πάτερ ;
132
133Στ. Ψυχῶν σοφῶν τοῦτ᾿ ἐστὶ φροντιστήριον.
134Ἐνταῦθ᾿ ἐνοικοῦσ᾿ ἄνδρες οἳ τὸν οὐρανὸν
135λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,
136κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ᾿ ἅνθρακες.
137Οὗτοι διδάσκουσ᾿, ἀργύριον ἤν τις διδῷ,
138λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
139
140Φε. Εἰσὶν δὲ τίνες ;
141
142Στ. Οὐκ οἶδ᾿ ἀκριβῶς τοὔνομα.
143Μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.
144
145Φε. Αἰβοῖ, πονηροί γ᾿, οἶδα. Τοὺς ἀλαζόνας,
146τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις,
147ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
148
149Στ. Ἤ ἤ, σιώπα. Μηδὲν εἴπῃς νήπιον.
150Ἀλλ᾿ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,
151τούτων γενοῦ μοι, σχασάμενος τὴν ἱππικήν.
152
153Φε. Οὐκ ἂν μὰ τὸν Διόνυσον εἰ δοίης γέ μοι
154τοὺς Φασιανοὺς οὓς τρέφει Λεωγόρας.
155
156Στ. Ἴθ᾿, ἀντιβολῶ σ᾿, ὦ φίλτατ᾿ ἀνθρώπων ἐμοί,
157ἐλθὼν διδάσκου.
158Φε. Καὶ τί σοι μαθήσομαι ;
159
160Στ. Εἶναι παρ᾿ αὐτοῖς φασὶν ἄμφω τὼ λόγω,
161τὸν κρείττον᾿, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
162Τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,
163νικᾶν λέγοντά φασι τἀδικώτερα.
164Ἤν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,
165ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν
166οὐκ ἂν ἀποδοίην οὐδ᾿ ἂν ὀβολὸν οὐδενί.
167
168Φε. Οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν
169τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.
170
171Στ. Οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ᾿ ἐμῶν ἔδει
172οὔτ᾿ αὐτὸς οὔθ᾿ ὁ ζύγιος οὔθ᾿ ὁ σαμφόρας,
173ἀλλ᾿ ἐξελῶ σ᾿ εἰς κόρακας ἐκ τῆς οἰκίας.
174
175Φε. Ἀλλ᾿ οὐ περιόψεταί μ᾿ ὁ θεῖος Μεγακλέης
176ἄνιππον. Ἀλλ᾿ εἴσειμι, σοῦ δ᾿ οὐ φροντιῶ.
177
178Στ. Ἀλλ᾿ οὐδ᾿ ἐγὼ μέντοι πεσών γε κείσομαι,
179ἀλλ᾿ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι
180αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον.
181Πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς
182λόγων ἀκριβῶν σκινδαλάμους μαθήσομαι ;
183Ἰτητέον. Τί ταῦτ᾿ ἔχων στραγγεύομαι
184ἀλλ᾿ οὐχὶ κόπτω τὴν θύραν ; Παῖ, παιδίον.
185
186ΜΑΘΗΤΗΣ.
187Βάλλ᾿ εἰς κόρακας. Τίς ἐσθ᾿ ὁ κόψας τὴν θύραν ;
188
189Στ. Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
190
191Μα. Ἀμαθής γε νὴ Δί᾿, ὅστις οὑτωσὶ σφόδρα
192ἀπεριμερίμνως τὴν θύραν λελάκτικας
193καὶ φροντίδ᾿ ἐξήμβλωκας ἐξηυρημένην.
194
195Στ. Σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶν τῶν ἀγρῶν.
196Ἀλλ᾿ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.
197
198Μα. Ἀλλ᾿ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.
199
200Στ. Λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ
201ἥκω μαθητὴς εἰς τὸ φροντιστήριον.
202
203Μα. Λέξω, νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
204Ἀνήρετ᾿ ἄρτι Χαιρεφῶντα Σωκράτης
205ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας.
206Δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν
207ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
208
209Στ. Πῶς δῆτα διεμέτρησε ;
210῎
211Μα. Δεξιώτατα.
212Κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν
213ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
214κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
215Ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
216
217Στ. Ὦ Ζεῦ βασιλεῦ, τῆς λεπτότητος τῶν φρενῶν.
218
219Μα. Τί δῆτ᾿ ἄν, ἕτερον εἰ πύθοιο Σωκράτους
220φρόντισμα ;
221
222Στ. Ποῖον ; Ἀντιβολῶ, κάτειπέ μοι.
223
224Μα. Ἀνήρετ᾿ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος
225ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας
226κατὰ τὸ στόμ᾿ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.
227
228Στ. Τί δῆτ᾿ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος ;
229
230Μα. Ἐφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος
231στενόν, διὰ λεπτοῦ δ᾿ ὄντος αὐτοῦ τὴν πνοὴν
232βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·
233ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
234τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
235
236Στ. Σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
237Ὦ τρισμακάριος τοῦ διεντερεύματος.
238Ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην
239ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
240
241Μα. Πρῴην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
242ὑπ᾿ ἀσκαλαβώτου.
243
244Στ. Τίνα τρόπον ; Κάτειπέ μοι.
245
246Μα. Ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς
247καὶ τὰς περιφοράς, εἶτ᾿ ἄνω κεχηνότος
248ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
249
250Στ. Ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
251
252Μα. Ἐχθὲς δέ γ᾿ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
253
254Στ. Εἶἑν. Τί οὖν πρὸς τἄλφιτ᾿ ἐπαλαμήσατο ;
255
256Μα. Κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν,
257κάμψας ὀβελίσκον, εἶτα διαβήτην λαβών,
258ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
259
260Στ. Τί δῆτ᾿ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν ;
261Ἄνοιγ᾿ ἄνοιγ᾿ ἁνύσας τὸ φροντιστήριον
262καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.
263Μαθητιῶ γάρ. Ἀλλ᾿ ἄνοιγε τὴν θύραν.
264Ὦ Ἡράκλεις, ταυτὶ ποδαπὰ τὰ θηρία ;
265
266Μα. Τί ἐθαύμασας ; Τῷ σοι δοκοῦσιν εἰκέναι ;
267
268Στ. Τοῖς ἐκ Πύλου ληφθεῖσι, τοῖς Λακωνικοῖς.
269Ἀτὰρ τί ποτ᾿ εἰς τὴν γῆν βλέπουσιν οὑτοι ;
270
271Μα. Ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.
272
273Στ. Βολβοὺς ἄρα
274ζητοῦσι. Μή νυν τοῦτό γ᾿ ἔτι φροντίζετε·
275ἐγὼ γὰρ οἶδ᾿ ἵν᾿ εἰσὶ μεγάλοι καὶ καλοί.
276Τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ᾿ ἐγκεκυφότες ;
277
278Μα. Οὗτοι δ᾿ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
279
280Στ. Τί δῆθ᾿ ὁ πρωκτὸς εἰς τὸν οὐρανὸν βλέπει ;
281
282Μα. Αὐτὸς καθ᾿ αὑτὸν ἀστρονομεῖν διδάσκεται.
283Ἀλλ᾿ εἴσιθ᾿, ἵνα μὴ ᾿κεῖνος ὑμῖν ἐπιτύχῃ.
284
285Στ. Μήπω γε μήπω γ᾿, ἀλλ᾿ ἐπιμεινάντων, ἵνα
286αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
287
288Μα. Ἀλλ᾿ οὐχ οἷόν τ᾿ αὐτοῖσι πρὸς τὸν ἀέρα
289ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
290
291Στ. Πρὸς τῶν θεῶν, τί γὰρ τάδ᾿ ἐστίν ; Εἰπέ μοι.
292
293Μα. Ἀστρονομία μὲν αὑτηί.
294
295
296Στ. Τουτὶ δὲ τί ;
297
298Μα. Γεωμετρία.
299
300Στ. Τοῦτ᾿ οὖν τί ἐστι χρήσιμον ;
301
302Μα. Γῆν ἀναμετρεῖσθαι.
303
304Στ. Πότερα τὴν κληρουχικήν ;
305
306Μα. Οὔκ, ἀλλὰ τὴν σύμπασαν.
307
308Στ. ἀστεῖον λέγεις·
309τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
310
311Μα. Αὕτη δέ σοι γῆς περίοδος πάσης. Ὀρᾷς ;
312Αἵδε μὲν Ἀθῆναι.
313
314Στ. Τί σὺ λέγεις ; Οὐ πείθομαι,
315ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
316
317Μα. Ὡς τοῦτ᾿ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
318
319Στ. Καὶ ποῦ Κικυννῆς εἰσίν, οὑμοὶ δημόται ;
320
321Μα. Ἐνταῦθ᾿ ἔνεισιν. Ἡ δέ γ᾿ Εὔβοι᾿, ὡς ὁρᾷς,
322ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
323
324Στ. Οἶδ᾿· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.
325Ἀλλ᾿ ἡ Λακεδαίμων ποῦ ᾿στίν ;
326
327
328Μα. Ὅπου ᾿στίν ; Αὑτηί.
329
330Στ. Ὡς ἐγγὺς ἡμῶν. Τοῦτο μεταφροντίζετε,
331ταύτην ἀφ᾿ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.
332
333Μα. ἀλλ᾿ οὐχ οἷόν τε.
334
335Στ. Νὴ Δί᾿, οἰμώξεσθ᾿ ἄρα.
336Φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ ;
337
338Μα. Αὐτός.
339
340Στ. Τίς αὐτός ;
341
342Μα. Σωκράτης.
343
344Στ. Ὦ Σωκράτης.
345ἴθ᾿ οὗτος ἀναβόησον αὐτόν μοι μέγα.
346
347Μα. Αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.
348
349Στ. Ὦ Σώκρατες,
350ὦ Σωκρατίδιον.
351
352ΣΩΚΡΑΤΗΣ
353Τί με καλεῖς, ὦφήμερε ;
354
355Στ. Πρῶτον μὲν ὅ τι δρᾷς, ἀντιβολῶ, κάτειπέ μοι.
356
357Σω. Ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
358
359Στ. Ἐπειτ᾿ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,
360ἀλλ᾿ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ ;
361
362Σω. Οὐ γὰρ ἄν ποτε
363ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα
364εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα,
365λεπτὴν καταμείξας εἰς τὸν ὅμοιον ἀέρα.
366Εἰ δ᾿ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
367οὐκ ἄν ποθ᾿ ηὗρον· οὐ γὰρ ἀλλ᾿ ἡ γῆ βίᾳ
368ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
369Πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.
370
371Στ. Τί φῄς ;
372Ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ᾿ εἰς τὰ κάρδαμα ;
373Ἴθι νυν κατάβηθ᾿, ὦ Σωκρατίδιον, ὡς ἐμέ,
374ἵνα με διδάξῃς ὧνπερ ἕνεκ᾿ ἐλήλυθα.
375
376Σω. Ἦλθες δὲ κατὰ τί ;
377
378Στ. Βουλόμενος μαθεῖν λέγειν·
379ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων
380ἄγομαι, φέρομαι, τὰ χρήματ᾿ ἐνεχυράζομαι.
381
382Σω. Πόθεν δ᾿ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος ;
383
384Στ. Νόσος μ᾿ ἐπέτριψεν ἱππική, δεινὴ φαγεῖν.
385Ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
386τὸν μηδὲν ἀποδιδόντα. Μισθὸν δ᾿ ὅντιν᾿ ἂν
387πράττῃ μ᾿, ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.
388
389Σω. Ποίους θεοὺς ὀμεῖ σύ ; Πρῶτον γὰρ θεοὶ
390ἡμῖν νόμισμ᾿ οὐκ ἔστι.
391
392Στ. Τῷ γὰρ ὄμνυτε ;
393Σιδαρέοισιν, ὥσπερ ἐν Βυζαντίῳ ;
394
395Σω. Βούλει τὰ θεῖα πράγματ᾿ εἰδέναι σαφῶς
396ἅττ᾿ ἐστὶν ὀρθῶς ;
397
398Στ. Νὴ Δί᾿, εἴπερ ἐστί γε.
399
400Σω. Καὶ συγγενέσθαι ταῖς Νεφέλαισιν εἰς λόγους,
401ταῖς ἡμετέραισι δαίμοσιν ;
402
403Στ. Μάλιστά γε.
404
405Σω. Κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
406
407Στ. Ἰδού, κάθημαι.
408
409Σω. Τουτονὶ τοίνυν λαβὲ
410τὸν στέφανον.
411
412Στ. Ἐπὶ τί στέφανον ; Οἴμοι, Σώκρατες,
413ὥσπερ με τὸν Ἀθάμανθ᾿ ὅπως μὴ θύσετε.
414
415Σω. Οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους
416ἡμεῖς ποιοῦμεν.
417
418Στ. Εἶτα δὴ τί κερδανῶ ;
419
420Σω. Λέγειν γενήσει τρῖμμα, κρόταλον, παιπάλη.
421Ἀλλ᾿ ἔχ᾿ ἀτρεμεί.
422Στ. Μὰ τὸν Δί᾿ οὐ ψεύσει γέ με·
423καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
424
425Σω. Εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
426Ὦ δέσποτ᾿ ἄναξ, ἀμέτρητ᾿ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,
427λαμπρός τ᾿ Αἰθήρ, σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,
428ἄρθητε, φάνητ᾿, ὦ δέσποιναι, τῷ φροντιστῇ μετέωροι.
429
430Στ. Μήπω, μήπω γε, πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
431Τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον᾿ ἔχοντα.
432
433Σω. Ἔλθετε δῆτ᾿, ὦ πολυτίμητοι Νεφέλαι, τῷδ᾿ εἰς ἐπίδειξιν·
434εἴτ᾿ ἐπ᾿ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
435εἴτ᾿ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,
436εἴτ᾿ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,
437ἢ Μαιῶτιν λίμνην ἔχετ᾿ ἢ σκόπελον νιφόεντα Μίμαντος·
438ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
439
440ΧΟΡΟΣ Ἀέναοι Νεφέλαι,
441ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον
442πατρὸς ἀπ᾿ Ὠκεανοῦ βαρυαχέος
443ὑψηλῶν ὀρέων κορυφὰς ἔπι
444δενδροκόμους, ἵνα
445τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα
446καρπούς τ᾿ ἀρδομέναν ἱερὰν χθόνα
447καὶ ποταμῶν ζαθέων κελαδήματα
448καὶ πόντον κελάδοντα βαρύβρομον·
449ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται
450μαρμαρέαισιν αὐγαῖς.
451Ἀλλ᾿ ἀποσεισάμεναι νέφος ὄμβριον
452ἀθανάτας ἰδέας ἐπιδώμεθα
453τηλεσκόπῳ ὄμματι γαῖαν.
454
455Σω. Ὦ μέγα σεμναὶ Νεφέλαι, φανερῶς ἠκούσατέ μου
456καλέσαντος.
457Ἤισθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου ;
458
459Στ. Καὶ σέβομαί γ᾿, ὦ πολυτίμητοι, καὶ βούλομαι ἀνταποπαρδεῖν
460πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετραμαίνω καὶ πεφόβημαι.
461Κεἰ θέμις ἐστίν, νυνί γ᾿ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.
462
463Σω. Οὐ μὴ σκώψει μηδὲ ποήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,
464ἀλλ᾿ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
465
466Χο. Παρθένοι ὀμβροφόροι,
467ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν
468Κέκροπος ὀψόμεναι πολυήρατον·
469οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα
470μυστοδόκος δόμος
471ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται·
472οὐρανίοις τε θεοῖς δωρήματα,
473ναοί θ᾿ ὑψερεφεῖς καὶ ἀγάλματα,
474καὶ πρόσοδοι μακάρων ἱερώταται
475εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε
476παντοδαπαῖσιν ὥραις,
477ἦρί τ᾿ ἐπερχομένῳ Βρομία χάρις
478εὐκελάδων τε χορῶν ἐρεθίσματα
479καὶ μοῦσα βαρύβρομος αὐλῶν.
480
481Στ. Πρὸς τοῦ Διός, ἀντιβολῶ σε, φράσον, τίνες εἴσ᾿, ὦ Σώκρατες,
482αὗται
483αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν ; Μῶν ἡρῷναί τινές εἰσιν ;
484
485Σω. Ἥκιστ᾿, ἀλλ᾿ οὐράνιαι Νεφέλαι, μεγάλαι θεαὶ ἀνδράσιν
486ἀργοῖς,
487αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
488καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
489
490Στ. Ταῦτ᾿ ἄρ᾿ ἀκούσασ᾿ αὐτῶν τὸ φθέγμ᾿ ἡ ψυχή μου πεπότηται
491καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν
492καὶ γνωμιδίῳ γνώμην νύξασ᾿ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·
493ὥστ᾿ εἴ πως ἐστίν, ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
494
495Σω. Βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ᾿· ἤδη γὰρ ὁρῶ κατιούσας
496ἡσυχῇ αὐτάς.
497
498Στ. Φέρε ποῦ ; Δεῖξον.
499
500Σω. Χωροῦσ᾿ αὗται πάνυ πολλαὶ
501διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.
502
503Στ. Τί τὸ χρῆμα ;
504Ὡς οὐ καθορῶ.
505
506Σω. Παρὰ τὴν εἴσοδον.
507
508Στ. Ἤδη νυνὶ μόλις οὕτως.
509
510Σω. Νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.
511
512Στ. Νὴ Δί᾿ ἔγωγ᾿. Ὀ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.
513
514Σω. Ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδεις οὐδ᾿ ἐνόμιζες ;
515
516Στ. Μὰ Δί᾿, ἀλλ᾿ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν
517εἶναι.
518
519Σω. Οὐ γὰρ μὰ Δί᾿ οἶσθ᾿ ὁτιὴ πλείστους αὗται βόσκουσι
520σοφιστάς,
521Θουριομάντεις, ἰατροτέχνας, σφραγιδονυχαργοκομήτας·
522κυκλίων τε χορῶν ᾀσματοκάμπτας, ἄνδρας μετεωροφένακας,
523οὐδὲν δρῶντας βόσκουσ᾿ ἀργούς, ὅτι ταύτας μουσοποοῦσιν.
524
525Στ. Ταῦτ᾿ ἄρ᾿ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταίγλαν δάϊον
526ὁρμάν,
527πλοκάμους θ᾿ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας,
528εἶτ᾿ ἀερίας διεράς γαμψούς τ᾿ οἰωνοὺς ἀερονηχεῖς
529ὄμβρους θ᾿ ὑδάτων δροσερᾶν νεφελᾶν· εἶτ᾿ ἀντ᾿ αὐτῶν
530κατέπινον
531κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ᾿ ὀρνίθεια κιχηλᾶν.
532
533Σω. Διὰ μέντοι τάσδ᾿. Οὐχὶ δικαίως ;
534Στ. Λέξον δή μοι, τί παθοῦσαι,
535εἴπερ νεφέλαι γ᾿ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν ;
536Οὐ γὰρ ἐκεῖναί γ᾿ εἰσὶ τοιαῦται.
537Σω. Φέρε, ποῖαι γάρ τινές εἰσιν ;
538
539Στ. Οὐκ οἶδα σαφῶς· εἴξασιν δ᾿ οὖν ἐρίοισιν πεπταμένοισιν,
540κοὐχὶ γυναιξίν, μὰ Δί᾿, οὐδ᾿ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.
541
542Σω. Ἀπόκριναί νυν ἅττ᾿ ἂν ἔρωμαι.
543Στ. Λέγε νυν ταχέως ὅτι βούλει.
544
545Σω. Ἤδη ποτ᾿ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν
546ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ ;
547
548Στ. Νὴ Δί᾿ ἔγωγ᾿. Εἶτα τί τοῦτο ;
549
550Σω. Γίγνονται πάνθ᾿ ὅτι βούλονται· κᾆτ᾿ ἢν μὲν ἴδωσι κομήτην
551ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,
552σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.
553
554Στ. Τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί
555ῖ ǃ ὒδρῶσιν ;
556
557Σω. Ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
558
559Στ. Ταῦτ᾿ ἄρα, ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς
560ἰδοῦσαι,
561ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτ᾿ ἐγένοντο.
562
563Σω. Καὶ νῦν γ᾿ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτ᾿ ἐγένοντο
564γυναῖκες.
565
566Στ. Χαίρετε τοίνυν, ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,
567οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.
568
569Χο. Χαῖρ᾿, ὦ πρεσβῦτα παλαιογενές, θηρατὰ λόγων φιλομούσων.
570Σύ τε, λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅτι χρῄζεις·
571οὐ γὰρ ἂν ἄλλῳ γ᾿ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν
572πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δὲ
573ὅτι βρενθύει τ᾿ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις
574κἀνυπόδητος κακὰ πόλλ᾿ ἀνέχει κἀφ᾿ ἡμῖν σεμνοπροσωπεῖς.
575
576Στ. Ὦ Γῆ, τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.
577
578Σω. Αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ᾿ ἐστὶ φλύαρος.
579
580Στ. Ὁ Ζεὺς δ᾿ ὑμῖν, φέρε, πρὸς τῆς Γῆς, Οὑλύμπιος οὐ θεός
581ἐστιν ;
582
583Σω. Ποῖος Ζεύς ; Οὐ μὴ ληρήσεις. Οὐδ᾿ ἐστὶ Ζεύς.
584
585Στ. Τί λέγεις σύ ;
586Ἀλλὰ τίς ὕει ; Τουτὶ γὰρ ἔμοιγ᾿ ἀπόφηναι πρῶτον ἁπάντων.
587
588Σω. Αὗται δήπου· μεγάλοις δέ σ᾿ ἐγὼ σημείοις αὐτὸ διδάξω.
589Φέρε, ποῦ γὰρ πώποτ᾿ ἄνευ νεφελῶν ὕοντ᾿ ἤδη τεθέασαι ;
590Καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δ᾿ ἀποδημεῖν.
591
592Στ. Νὴ τὸν Ἀπόλλω, τοῦτό γε τοι τῷ νυνὶ λόγῳ εὖ προσέφυσας.
593Καίτοι πρότερον τὸν Δί᾿ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
594Ἀλλ᾿ ὅστις ὁ βροντῶν ἐστὶ φράσον, τοῦθ᾿ ὅ με ποιεῖ τετρεμαίνειν.
595
596Σω. Αὗται βροντῶσι κυλινδόμεναι.
597
598Στ. Τῷ τρόπῳ, ὦ πάντα σὺ τολμῶν ;
599
600Σω. Ὅταν ἐμπλησθῶσ᾿ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι
601κατακριμνάμεναι πλήρεις ὄμβρου δι᾿ ἀνάγκην, εἶτα βαρεῖαι
602εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
603
604Στ. Ὁ δ᾿ ἀναγκάζων ἐστὶ τίς αὐτάς οὐχ ὁ Ζεύς ; Ὥστε φέρεσθαι ;
605
606Σω. Ἥκιστ᾿, ἀλλ᾿ αἰθέριος δῖνος.
607
608Στ. Δῖνος ; Τουτί μ᾿ ἐλελήθει,
609ὁ Ζεὺς οὐκ ὤν, ἀλλ᾿ ἀντ᾿ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
610Ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ᾿ ἐδίδαξας.
611
612Σω. Οὐκ ἤκουσάς μου τὰς νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
613ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα ;
614
615Στ. Φέρε, τουτὶ τῷ χρὴ πιστεύειν ;
616
617Σω. Ἀπὸ σαυτοῦ ᾿γώ σε διδάξω.
618Ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ᾿ ἐταράχθης
619τὴν γαστέρα καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν ;
620
621Στ. Νὴ τὸν Ἀπόλλω, καὶ δεινὰ ποεῖ γ᾿ εὐθύς μοι καὶ τετάρακται,
622χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν,
623ἀτρέμας πρῶτον, παππὰξ παππάξ, κἄπειτ᾿ ἐπάγει παπαπαππάξ·
624χὤταν χέζω, κομιδῇ βροντᾷ, παπαπαππάξ, ὥσπερ ἐκεῖναι.
625
626Σω. Σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·
627τὸν δ᾿ ἀέρα τόνδ᾿ ὄντ᾿ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν ;
628Ταῦτ᾿ ἄρα καὶ τὠνόματ᾿ ἀλλήλοιν, βροντὴ καὶ πορδή, ὁμοίω.
629
630Στ. Ἀλλ᾿ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο
631δίδαξον,
632καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλεύει.
633Τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησ᾿ ἐπὶ τοὺς ἐπιόρκους.
634
635Σω. Καὶ πῶς, ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,
636εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ᾿ οὐχὶ Σίμων᾿ ἐνέπρησεν
637οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον ; Καίτοι σφόδρα γ᾿ εἴσ᾿ ἐπίορκοι.
638Ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον, ἄκρον Ἀθηνέων,
639καὶ τὰς δρῦς τὰς μεγάλας, τί μαθών ; Οὐ γὰρ δὴ δρῦς γ᾿ ἐπίορκεῖ.
640
641Στ. Οὐκ οἶδ᾿· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. Τί γάρ ἐστιν δῆθ᾿ ὁ
642κεραυνός ;
643
644Σω. Ὅταν εἰς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλεισθῇ,
645ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ᾿ ὑπ᾿ ἀνάγκης
646ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,
647ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.
648
649Στ. Νὴ Δί᾿ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν.
650ὀπτῶν γαστέρα τοῖς συγγένεσιν κᾆτ᾿ οὐκ ἔσχων ἀμελήσας,
651ἡ δ᾿ ἄρ᾿ ἐφυσᾶτ᾿, εἶτ᾿ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ
652τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.
653
654Χο. Ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφι´ας ἄνθρωπε παρ᾿ ἡμῶν,
655ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει
656εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν
657ἐν τῇ ψυχῇ καὶ μὴ κάμνεις μήθ᾿ ἑστὼς μήτε βαδίζων
658μήτε ῥιγῶν ἄχθει λίαν μήτ᾿ ἀριστᾶν ἐπιθυμεῖς
659οἴνου τ᾿ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων
660καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,
661νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.
662
663Στ. Ἀλλ᾿ εἵνεκα γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης
664καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,
665ἀμέλει, θαρρῶν εἵνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ᾿ ἄν.
666
667Σω. Ἄλλο τι δῆτ᾿ οὐ νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,
668τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν Γλῶτταν, τρία ταυτί ;
669
670Στ. Οὐδ᾿ ἂν διαλεχθείην γ᾿ ἀτεχνῶς τοῖς ἄλλοις οὐδ᾿ ἂν
671ἀπαντῶν,
672οὐδ᾿ ἂν θύσαιμ᾿ οὐδ᾿ ἂν σπείσαιμ᾿ οὐδ᾿ ἐπιθείην λιβανωτόν.
673
674Χο. Λέγε νυν ἡμῖν ὅτι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις
675ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.
676
677Στ. Ὦ δέσποιναι, δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,
678τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.
679
680Χο. Ἀλλ᾿ ἔσται σοι τοῦτο παρ᾿ ἡμῶν, ὥστε τὸ λοιπόν γ᾿ ἀπὸ τουδὶ
681ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.
682
683Στ. Μή μοι γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ,
684ἀλλ᾿ ὅσ᾿ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.
685
686Χο. Τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.
687Ἀλλὰ σεαυτὸν παράδος θαρρῶν τοῖς ἡμετέροις προπόλοισιν.
688
689Στ. Δράσω ταῦθ᾿ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει
690διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ᾿ ἐπέτριψεν.
691Νῦν οὖν [χρήσθων] ἀτεχνῶς ὅτι βούλονται
692τουτὶ τό γ᾿ ἐμὸν σῶμ᾿ αὐτοῖσιν
693παρέχω τύπτειν, πεινῆν, διψῆν,
694αὐχμεῖν, ῥιγῶν, ἀσκὸν δείρειν,
695εἴπερ τὰ χρέα διαφευξοῦμαι
696τοῖς τ᾿ ἀνθρώποις εἶναι δόξω
697θρασύς, εὔγλωττος, τολμηρός, ἴτης,
698βδελυρός, ψευδῶν συγκολλητής,
699εὑρησιεπής, περίτριμμα δικῶν,
700κύρβις, κρόταλον, κίναδος, τρύμη,
701μάσθλης, εἴρων, γλοιός, ἀλαζών,
702κέντρων, μιαρός, στρόφις, ἀργαλέος,
703ματιολοιχός.
704Ταῦτ᾿ εἴ με καλοῦσ᾿ ἁπαντῶντες,
705δρώντων ἀτεχνῶς ὅτι χρῄζουσιν·
706κεἰ βούλονται,
707νὴ τὴν Δήμητρ᾿ ἔκ μου χορδὴν
708τοῖς φροντισταῖς παραθέντων.
709
710Χο. Λῆμα μὲν πάρεστι τῷδέ γ᾿
711οὐκ ἄτολμον ἀλλ᾿ ἕτοιμον. Ἴσθι δ᾿ ὡς
712ταῦτα μαθὼν παρ᾿ ἐμοῦ κλέος οὐρανόμηκες
713ἐν βροτοῖσιν ἕξεις.
714
715Στ. Τί πείσομαι ;
716
717Χο. Τὸν πάντα χρόνον μετ᾿ ἐμοῦ
718ζηλωτότατον βίον ἀνθρώπων διάξεις.
719
720Στ. Ἆρά γε τοῦτ᾿ ἄρ᾿ ἐγώ ποτ᾿ ὄψομαι ;
721Χο. Ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,
722βουλομένους ἀνακοινοῦσθαι τε καὶ εἰς λόγον ἐλθεῖν
723πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,
724ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.
725Ἀλλ᾿ ἐγχείρει τὸν πρεσβύτην ὅτιπερ μέλλεις προδιδάσκειν
726καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
727
728Σω. Ἄγε δή, κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
729ἵν᾿ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
730ἤδη ᾿πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
731
732Στ. Τί δέ ; Τειχομαχεῖν μοι διανοεῖ, πρὸς τῶν θεῶν ;
733
734Σω. Οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι,
735εἰ μνημονικὸς εἶ.
736
737Στ. Δύο τρόπω, νὴ τὸν Δία.
738Ἤν μέν γ᾿ ὀφείληταί τι μοι, μνήμων πάνυ,
739ἐὰν δ᾿ ὀφείλω σχέτλιος, ἐπιλήσμων πάνυ.
740
741Σω. Ἔνεστι δῆτά σοι λέγειν ἐν τῇ φύσει ;
742
743Στ. Λέγειν μὲν οὐκ ἔνεστ᾿, ἀποστ-ερεῖν δ᾿ ἔνι.
744
745Σω. Πῶς οὖν δυνήσει μανθάνειν ;
746Στ. Ἀμέλει, καλῶς.
747
748Σω. Ἄγε νυν ὅπως, ὅταν τι προβάλωμαι σοφὸν
749περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
750
751Στ. Τί δαί ; Κυνηδὸν τὴν σοφίαν σιτήσομαι ;
752
753Σω. Ἅνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
754Δέδοικά σ᾿, ὦ πρεσβῦτα, μὴ πληγῶν δέει.
755Φέρ᾿ ἴδω, τί δρᾷς ἤν τις σε τύπτῃ ;
756
757Στ. Τύπτομαι,
758κἄπειτ᾿ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι·
759εἶτ᾿ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
760
761Σω. Ἴθι νυν κατάθου θοἰμάτιον.
762Στ. Ἠδίκηκά τι ;
763
764Σω. Οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
765
766Στ. Ἀλλ᾿ οὐχὶ φωράσων ἔγωγ᾿ εἰσέρχομαι.
767
768Σω. Κατάθου. Τί ληρεῖς ;
769
770Στ. Εἰπὲ δή νυν μοι τοδί·
771ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,
772τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι ;
773
774Σω. Οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
775
776Στ. Οἴμοι κακοδαίμων, ἡμιθνὴς γενήσομαι.
777
778Σω. Οὐ μὴ λαλήσεις, ἀλλ᾿ ἀκολουθήσεις ἐμοὶ
779ἁνύσας τι δευρὶ θᾶττον.
780
781Στ. Εἰς τὼ χεῖρέ νυν
782δός μοι μελιτοῦτταν πρότερον, ὡς δέδοικ᾿ ἐγὼ
783εἴσω καταβαίνων ὥσπερ εἰς Τροφωνίου.
784
785Σω. Χώρει. Τί κυπτάζεις ἔχων περὶ τὴν θύραν ;
786
787Χο. Ἀλλ᾿ ἴθι χαίρων
788τῆς ἀνδρείας
789εἵνεκα ταύτης.
790Εὐτυχία γένοιτο τἀν-
791θρώπῳ ὅτι προήκων
792εἰς βαθὺ τῆς ἡλικίας
793νεωτέροις τὴν φύσιν αὑ-
794τοῦ πράγμασιν χρωτίζεται
795καὶ σοφίαν ἐπασκεῖ.
796Ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
797τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
798Οὕτω νικήσαιμί τ᾿ ἐγὼ καὶ νομιζοίμην σοφὸς
799ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
800καὶ ταύτην σοφώτατ᾿ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν
801πρώτους ἠξίωσ᾿ ἀναγεῦσ᾿ ὑμᾶς, ἣ παρέσχε μοι
802ἔργον πλεῖστον· εἶτ᾿ ἀνεχώρουν ὑπ᾿ ἀνδρῶν φορτικῶν
803ἡττηθεὶς οὐκ ἄξιος ὤν. Ταῦτ᾿ οὖν ὑμῖν μέμφομαι
804τοῖς σοφοῖς, ὧν οὕνεκ᾿ ἐγὼ ταῦτ᾿ ἐπραγματευόμην.
805Ἀλλ᾿ οὐδ᾿ ὣς ὑμῶν ποθ᾿ ἑκὼν προδώσω τοὺς δεξιούς.
806Ἐξ ὅτου γὰρ ἐνθάδ᾿ ὑπ᾿ ἀνδρῶν, οὓς ἡδὺ καὶ λέγειν,
807ὁ σώφρων τε χὠ καταπύγων ἄριστ᾿ ἠκουσάτην,
808κἀγώ, παρθένος γὰρ ἔτ᾿ ἦν κοὐκ ἐξῆν πώ μοι τεκεῖν,
809ἐξέθηκα, παῖς δ᾿ ἑτέρα τις λαβοῦσ᾿ ἀνείλετο,
810ὑμεῖς δ᾿ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε,
811ἐκ τούτου μοι πιστὰ παρ᾿ ὑμῶν γνώμης ἔσθ᾿ ὅρκια.
812Νῦν οὖν Ἠλέκτραν κατ᾿ ἐκείνην ἥδ᾿ ἡ κωμῳδία
813ζητοῦσ᾿ ἦλθ᾿, ἤν που ᾿πιτύχῃ θεαταῖς οὕτω σοφοῖς.
814Γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.
815ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ᾿, ἥτις πρῶτα μὲν
816οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον
817ἐρυθρὸν ἐξ ἄκρου, παχύ, τοῖς παιδίοις ἵν᾿ ᾖ γέλως·
818οὐδ᾿ ἔσκωψεν τοὺς φαλακρούς, οὐδὲ κόρδαχ᾿ εἵλκυσεν·
819οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ
820τύπτει τὸν παρόντ᾿, ἀφανίζων πονηρὰ σκώμματα·
821οὐδ᾿ εἰσῇξε δᾷδας ἔχουσ᾿ οὐδ᾿ ἰοὺ ἰού βοᾷ·
822ἀλλ᾿ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσ᾿ ἐλήλυθεν.
823Κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποητὴς οὐ κομῶ,
824οὐδ᾿ ὑμᾶς ζητῶ ᾿ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ᾿ εἰσάγων,
825ἀλλ᾿ αἰεὶ καινὰς ἰδέας εἰσφέρων σοφίζομαι
826οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·
827Ὅς μέγιστον ὄντα Κλέων᾿ ἔπαισ᾿ εἰς τὴν γαστέρα
828κοὐκ ἐτόλμησ᾿ αὖθις ἐπεμπηδῆσ᾿ αὐτῷ κειμένῳ.
829Οὗτοι δ᾿, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
830τοῦτον δείλαιον κολετρῶσ᾿ ἀεὶ καὶ τὴν μητέρα.
831Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
832ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,
833προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ᾿, ἣν
834Φρύνιχος πάλαι πεπόηχ᾿, ἣν τὸ κῆτος ἤσθιεν.
835Εἶθ᾿ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
836ἅλλοι τ᾿ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
837τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
838Ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω.
839Ἤν δ᾿ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ᾿ εὑρήμασιν,
840εἰς τὰς ὥρας τὰς ε(τέρας εὖ φρονεῖν δοκήσετε.
841
842Ὑψιμέδοντα μὲν θεῶν
843Ζῆνα τύραννον εἰς χορὸν
844πρῶτα μέγαν κικλήσκω·
845τόν τε μεγασθενῆ τριαίνης ταμίαν,
846γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν·
847καὶ μεγαλώνυμον ἡμέτερον πατέρ᾿
848Αἰθέρα σεμνότατον, βιοθρέμμονα πάντων·
849τόν θ᾿ ἱππονώμαν, ὃς ὑπερ-
850λάμπροις ἀκτῖσιν κατέχει
851γῆς πέδον, μέγας ἐν θεοῖς
852ἐν θνητοῖσί τε δαίμων.
853
854Ὤ σοφώτατοι θεαταί, δεῦρο τὸν νοῦν προσέχετε·
855ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ᾿ ἐναντίον.
856Πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν
857δαιμόνων ἡμῖν μόναις οὐ θύετ᾿ οὐδὲ σπένδετε,
858αἵτινες τηροῦμεν ὑμᾶς. Ἤν γὰρ ᾖ τις ἔξοδος
859μηδενὶ ξὺν νῷ, τότ᾿ ἢ βροντῶμεν ἢ ψακάζομεν.
860Εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα
861ἡνίχ᾿ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς ξυνήγομεν
862κἀποοῦμεν δεινά, βροντὴ δ᾿ ἐρράγη δι᾿ ἀστραπῆς.
863Ἡ σελήνη δ᾿ ἐξέλειπεν τὰς ὁδούς, ὁ δ᾿ ἥλιος
864τὴν θρυαλλίδ᾿ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας
865οὐ φανεῖν ἔφασκεν ὑμῖν εἰ στρατηγήσοι Κλέων.
866Ἀλλ᾿ ὅμως εἵλεσθε τοῦτον· φασὶ γὰρ δυσβουλίαν
867τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεούς,
868ἅττ᾿ ἂν ὑμεῖς ἐξαμάρτητ᾿, ἐπὶ τὸ βέλτιον τρέπειν.
869Ὡς δὲ καὶ τοῦτο ξυνοίσει, ῥᾳδίως διδάξομεν.
870Ἤν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς
871εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,
872αὖθις εἰς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,
873ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει ξυνοίσεται.
874
875Ἀμφί μοι αὖτε Φοῖβ᾿ ἄναξ
876Δήλιε, Κυνθίαν ἔχων
877ὑψικέρατα πέτραν·
878ἥ τ᾿ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις
879οἶκον, ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν·
880ἥ τ᾿ ἐπιχώριος ἡμετέρα θεὸς
881αἰγίδος ἡνίοχος, πολιοῦχος Ἀθάνα·
882Παρνασσίαν θ᾿ ὃς κατέχων
883πέτραν σὺν πεύκαις σελαγεῖ
884Βάκχαις Δελφίσιν ἐμπρέπων
885κωμαστὴς Διόνυσος.
886
887Ἡνίχ᾿ ἡμεῖς δεῦρ᾿ ἀφορμᾶσθαι παρεσκευάσμεθα,
888ἡ Σελήνη ξυντυχοῦσ᾿ ἡμῖν ἐπέστειλεν φράσαι
889πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·
890εἶτα θυμαίνειν ἔφασκε. Δεινὰ γὰρ πεπονθέναι
891ὠφελοῦσ᾿ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ᾿ ἐμφανῶς·
892πρῶτα μὲν τοῦ μηνὸς εἰς δᾷδ᾿ οὐκ ἔλαττον ἢ δραχμήν,
893ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας
894«μὴ πρίῃ, παῖ, δᾷδ᾿, ἐπειδὴ φῶς Σεληναίης καλόν. »
895Ἄλλα τ᾿ εὖ δρᾶν φησίν, ὑμᾶς δ᾿ οὐκ ἄγειν τὰς ἡμέρας
896οὐδὲν ὀρθῶς, ἀλλ᾿ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν,
897ὥστ᾿ ἀπειλεῖν φησὶν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε,
898ἡνίκ᾿ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε
899τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.
900Κᾆθ᾿ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε,
901πολλάκις δ᾿ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,
902ἡνίκ᾿ ἂν πενθῶμεν ἢ τὸν Μέμνον᾿ ἢ Σαρπηδόνα,
903σπένδεθ᾿ ὑμεῖς καὶ γελᾶτ᾿· ἀνθ᾿ ὧν λαχὼν Ὑπέρβολος
904τῆτες ἱερομνημονεῖν κἄπειθ᾿ ὑφ᾿ ἡμῶν τῶν θεῶν
905τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται
906κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
907
908Σω. Μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα,
909οὐκ εἶδον οὕτως ἄνδρ᾿ ἄγροικον οὐδαμοῦ
910οὐδ᾿ ἄπορον οὐδὲ σκαιὸν οὐδ᾿ ἐπιλήσμονα,
911ὅστις σκαλαθυρμάτι᾿ ἄττα μικρὰ μανθάνων
912ταῦτ᾿ ἐπιλέλησται πρὶν μαθεῖν. Ὅμως γε μὴν
913αὐτὸν καλῶ θύραζε δεῦρο πρὸς τὸ φῶς.
914Ποῦ Στρεψιάδης ; Ἔξει τὸν ἀσκάντην λαβών ;
915
916Στ. Ἀλλ᾿ οὐκ ἐῶσί μ᾿ ἐξενεγκεῖν οἱ κόρεις.
917
918Σω. Ἁνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.
919Στ. Ἰδού.
920
921Σω. Ἄγε δή, τί βούλει πρῶτα νυνὶ μανθάνειν
922ὧν οὐκ ἐδιδάχθης πώποτ᾿ οὐδέν ; Εἰπέ μοι.
923Πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν ;
924
925Στ. Περὶ τῶν μέτρων ἔγωγ᾿· ἔναγχος γάρ ποτε
926ὑπ᾿ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.
927
928Σω. Οὐ τοῦτ᾿ ἐρωτῶ σ᾿, ἀλλ᾿ ὅτι κάλλιστον μέτρον
929ἡγεῖ, πότερον τὸ τρίμετρον ἢ τὸ τετράμετρον ;
930
931Στ. Ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιέκτεω.
932
933Σω. Οὐδὲν λέγεις, ὤνθρωπε.
934Στ. Περίδου νυν ἐμοὶ
935εἰ μὴ τετράμετρόν ἐστιν ἡμιέκτεων.
936
937Σω. Εἰς κόρακας. Ὡς ἄγροικος εἶ καὶ δυσμαθής.
938Ταχύ γ᾿ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.
939
940Στ. Τί δέ μ᾿ ὠφελήσουσ᾿ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα ;
941
942Σω. Πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,
943ἐπαΐονθ᾿ ὁποῖός ἐστι τῶν ῥυθμῶν
944κατ᾿ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.
945
946Στ. Κατὰ δάκτυλον ; Νὴ τὸν Δί᾿, ἀλλ᾿ οἶδ᾿.
947
948Σω. Εἰπὲ δή,
949τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου ;
950
951Στ. Πρὸ τοῦ μέν, ἔτ᾿ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.
952
953Σω. Ἀγρεῖος εἶ καὶ σκαιός.
954
955Στ. Οὐ γὰρ ᾠζυρὲ
956τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.
957
958Σω. Τί δαί ;
959
960Στ. Ἐκεῖν᾿ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
961
962Σω. Ἀλλ᾿ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,
963τῶν τετραπόδων ἅττ᾿ ἐστιν ὀρθῶς ἄρρενα.
964
965Στ. Ἀλλ᾿ οἶδ᾿ ἔγωγε τἄρρεν᾿, εἰ μὴ μαίνομαι·
966κριός, τράγος, ταῦρος, κύων, ἀλεκτρυών.
967
968Σω. Ὁρᾷς ἃ πάσχεις ; Τήν τε θήλειαν καλεῖς
969ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
970
971Στ. Πῶς δή, φέρε ;
972
973Σω. Πῶς ; Ἀλεκτρυὼν κἀλεκτρυών.
974
975Στ. Νὴ τὸν Ποσειδῶ. Νῦν δὲ πῶς με χρὴ καλεῖν ;
976
977Σω. Ἀλεκτρύαιναν, τὸν δ᾿ ἕτερον ἀλέκτορα.
978
979Στ. Ἀλεκτρύαιναν ; Εὖ γε νὴ τὸν Ἀέρα·
980ὥστ᾿ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
981διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
982
983Σω. Ἰδοὺ μάλ᾿ αὖθις, τοῦθ᾿ ἕτερον. Τὴν κάρδοπον
984ἄρρενα καλεῖς θήλειαν οὖσαν.
985
986Στ. Τῷ τρόπῳ ;
987Ἄρρενα καλῶ ᾿γὼ κάρδοπον ;
988
989Σω. Μάλιστά γε,
990ὥσπερ γε καὶ Κλεώνυμον.
991
992Στ. Πῶς δή ; Φράσον.
993
994Σω. Ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
995
996Στ. Ἀλλ᾿ ὦ ᾿γάθ᾿, οὐδ᾿ ἦν κάρδοπος Κλεωνύμῳ,
997ἀλλ᾿ ἐν θυείᾳ στρογγύλῃ γ᾿ ἀνεμάττετο.
998Ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν ;
999Σω. Ὅπως ;
1000Τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
1001
1002Στ. Τὴν καρδόπην θήλειαν ;
1003Σω. Ὀρθῶς γὰρ λέγεις.
1004
1005Στ. Ἐκεῖνο δ᾿ ἦν ἄν· καρδόπη, Κλεωνύμη.
1006
1007Σω. Ἔτι δέ γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
1008ἅττ᾿ ἄρρεν᾿ ἐστίν, ἅττα δ᾿ αὐτῶν θήλεα.
1009
1010Στ. Ἀλλ᾿ οἶδ᾿ ἔγωγ᾿ ἃ θήλε᾿ ἐστίν.
1011
1012Σω. Εἰπὲ δή.
1013
1014Στ. Λύσιλλα, Φίλιννα, Κλειταγόρα, Δημητρία.
1015
1016Σω. Ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων ;
1017
1018Στ. Μυρία.
1019Φιλόξενος, Μελησίας, Ἀμεινίας.
1020
1021Σω. Ἀλλ᾿ ὦ πόνηρε, ταῦτά γ᾿ ἔστ᾿ οὐκ ἄρρενα.
1022
1023Στ. Οὐκ ἄρρεν᾿ ὑμῖν ἐστίν ;
1024
1025Σω. Οὐδαμῶς γ᾿, ἐπεὶ
1026πῶς γ᾿ ἂν καλέσειας ἐντυχὼν Ἀμεινίᾳ ;
1027
1028Στ. Ὅπως ἄν ; Ὡδί· δεῦρο δεῦρ᾿, Ἀμεινία.
1029
1030Σω. Ὁρᾷς ; Γυναῖκα τὴν Ἀμεινίαν καλεῖς.
1031
1032Στ. Οὔκουν δικαίως, ἥτις οὐ στρατεύεται ;
1033Ἀτὰρ τί ταῦθ᾿ ἃ πάντες ἴσμεν μανθάνω ;
1034
1035Σω. Οὐδὲν μὰ Δί᾿, ἀλλὰ κατακλινεὶς δευρί
1036
1037Στ. Τί δρῶ ;
1038
1039Σω. Ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
1040
1041Στ. Μὴ δῆθ᾿, ἱκετεύω, ᾿νταῦθά γ᾿, ἀλλ᾿ εἴπερ γε χρή,
1042χαμαί μ᾿ ἔασον αὐτὰ ταῦτ᾿ ἐκφροντίσαι.
1043
1044Σω. Οὐκ ἔστι παρὰ ταῦτ᾿ ἄλλα.
1045
1046Στ. Κακοδαίμων ἐγώ.
1047Οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
1048
1049Χο. Φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν
1050στρόβει πυκνώσας.
1051Ταχὺς δ᾿, ὅταν εἰς ἄπορον πέσῃς,
1052ἐπ᾿ ἄλλο πήδα
1053νόημα φρενός· ὕπνος δ᾿ ἀπέστω γλυκύθυμος ὀμμάτων.
1054
1055Στ. Ἀτταταῖ ἀτταταῖ.
1056
1057Χο. Τί πάσχεις ; τί κάμνεις ;
1058
1059Στ. Ἀπόλλυμαι δείλαιος. Ἐκ τοῦ σκίμποδος
1060δάκνουσί μ᾿ ἐξέρποντες οἱ Κορίνθιοι,
1061καὶ τὰς πλευρὰς δαρδάπτουσιν
1062καὶ τὴν ψυχὴν ἐκπίνουσιν
1063καὶ τοὺς ὄρχεις ἐξέλκουσιν
1064καὶ τὸν πρωκτὸν διορύττουσιν,
1065καί μ᾿ ἀπολοῦσιν.
1066
1067Χο. Μή νυν βαρέως ἄλγει λίαν.
1068
1069Στ. Καὶ πῶς ; Ὅτε μου
1070φροῦδα τὰ χρήματα, φρούδη χροιά,
1071φρούδη ψυχή, φρούδη δ᾿ ἐμβάς,
1072καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
1073φρουρᾶς ᾄδων
1074ὀλίγου φροῦδος γεγένημαι.
1075
1076Σω. Οὗτος τί ποιεῖς ; Οὐχὶ φροντίζεις ;
1077
1078Στ. Ἐγώ ;
1079Νὴ τὸν Ποσειδῶ.
1080
1081Σω. Καὶ τί δῆτ᾿ ἐφρόντισας ;
1082
1083Στ. Ὑπὸ τῶν κόρεων εἴ μου τι περιλειφθήσεται.
1084
1085Σω. Ἀπολεῖ κάκιστ᾿.
1086
1087Στ. Ἀλλ᾿ ὦ ᾿γάθ᾿ ἀπόλωλ᾿ ἀρτίως.
1088
1089Χο. Οὐ μαλθακιστέ᾿ ἀλλὰ περικαλυπτέα.
1090ἐξευρετέος γὰρ νοῦς ἀποστερητικός
1091κἀπαιόλημ᾿.
1092
1093Στ. Οἴμοι τίς ἂν δῆτ᾿ ἐπιβάλοι
1094ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα ;
1095
1096Σω. Φέρε νυν ἀθρήσω πρῶτον, ὅτι δρᾷ, τουτονί.
1097Οὗτος, καθεύδεις ;
1098
1099Στ. Μὰ τὸν Ἀπόλλω ᾿γὼ μὲν οὔ.
1100
1101Σω. Ἔχεις τι ;
1102
1103Στ. Μὰ Δί᾿ οὐ δῆτ᾿ ἔγωγ᾿.
1104
1105Σω. Οὐδὲν πάνυ ;
1106
1107Στ. Οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.
1108
1109Σω. Οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς ;
1110
1111Στ. Περὶ τοῦ ; Σὺ γάρ μοι τοῦτο φράσον, ὦ Σώκρατες.
1112
1113Σω. Αὐτὸς ὅτι βούλει πρῶτος ἐξευρὼν λέγε.
1114
1115Στ. Ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,
1116περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.
1117
1118Σω. Ἴθι νυν καλύπτου, καὶ σχάσας τὴν φροντίδα
1119λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα
1120ὀρθῶς διαιρῶν καὶ σκοπῶν.
1121
1122Στ. Οἴμοι τάλας.
1123
1124Σω. Ἔχ᾿ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,
1125ἀφεὶς ἄπελθε, κᾆτα τῇ γνώμῃ πάλιν
1126κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.
1127
1128Στ. Ὦ Σωκρατίδιον φίλτατον.
1129Σω. Τί, ὦ γέρον ;
1130
1131Στ. Ἔχω τόκου γνώμην ἀποστερητικήν.
1132
1133Σω. Ἐπίδειξον αὐτήν.
1134
1135Στ. Εἰπὲ δή νυν μοι
1136
1137Σω. Τὸ τί ;
1138
1139Στ. Γυναῖκα φαρμακίδ᾿ εἰ πριάμενος Θετταλὴν
1140καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ
1141αὐτὴν καθείρξαιμ᾿ εἰς λοφεῖον στρογγύλον
1142ὥσπερ κάτροπτον, κᾆτα τηροίην ἔχων.
1143
1144Σω. Τί δῆτα τοῦτ᾿ ἂν ὠφελήσειέν σ᾿ ;
1145
1146Στ. Ὅ τι ;
1147Εἰ μηκέτ᾿ ἀνατέλλοι σελήνη μηδαμοῦ,
1148οὐκ ἂν ἀποδοίην τοὺς τόκους.
1149
1150Σω. Ὁτιὴ τί δή ;
1151
1152Στ. Ὁτιὴ κατὰ μῆνα τἀργύριον δανείζεται.
1153
1154Σω. Εὖ γ᾿. Ἀλλ᾿ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
1155Εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
1156ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.
1157
1158Στ. Ὅπως ; Ὅπως ; Οὐκ οἶδ᾿. Ἀτὰρ ζητητέον.
1159
1160Σω. Μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
1161ἀλλ᾿ ἀποχάλα τὴν φροντίδ᾿ εἰς τὸν ἀέρα
1162λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
1163
1164Στ. Ηὕρηκ᾿ ἀφάνισιν τῆς δίκης σοφωτάτην,
1165ὥστ᾿ αὐτὸν ὁμολογεῖν σέ μοι.
1166
1167Σω. Ποίαν τινά ;
1168
1169Στ. Ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
1170ταύτην ἑόρακας, τὴν καλήν, τὴν διαφανῆ,
1171ἀφ᾿ ἧς τὸ πῦρ ἅπτουσι ;
1172
1173Σω. Τὴν ὕαλον λέγεις ;
1174
1175Στ. Ἔγωγε. Φέρε, τί δῆτ᾿ ἄν, εἰ ταύτην λαβών,
1176ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,
1177ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
1178τὰ γράμματ᾿ ἐκτήξαιμι τῆς ἐμῆς δίκης ;
1179
1180Σω. Σοφῶς γε νὴ τὰς Χάριτας.
1181Στ. Οἴμ᾿, ὡς ἥδομαι
1182ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
1183
1184Σω. Ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.
1185
1186Στ. Τὸ τί ;
1187
1188Σω. Ὅπως ἀποστρέψαις ἂν ἀντιδικῶν δίκην,
1189μέλλων ὀφλήσειν, μὴ παρόντων μαρτύρων.
1190
1191Στ. Φαυλότατα καὶ ῥᾷστ᾿.
1192
1193Σω. Εἰπὲ δή.
1194
1195Στ. Καὶ δὴ λέγω.
1196Εἰ πρόσθεν ἔτι μιᾶς· ἐνεστώσης δίκης
1197πρὶν τὴν ἐμὴν καλεῖσθ᾿ ἀπαγξαίμην τρέχων.
1198
1199Σω. Οὐδὲν λέγεις.
1200
1201Στ. Νὴ τοὺς θεοὺς ἔγωγ᾿, ἐπεὶ
1202οὐδεὶς κατ᾿ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
1203
1204Σω. Ὑθλεῖς. Ἄπερρ᾿. Οὐκ ἂν διδαξαίμην σ᾿ ἔτι.
1205
1206Στ. Ὁτιὴ τί ; Ναί, πρὸς τῶν θεῶν, ὦ Σώκρατες.
1207
1208Σω. Ἀλλ᾿ εὐθὺς ἐπιλήθει σύ γ᾿ ἅττ᾿ ἂν καὶ μάθῃς.
1209Ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης ; Λέγε.
1210
1211Στ. Φέρ᾿ ἴδω, τί μέντοι πρῶτον ἦν ; Τί πρῶτον ἦν ;
1212Τίς ἦν ἐν ᾗ ματτόμεθα μέντοι τἄλφιτα ;
1213Οἴμοι, τίς ἦν ;
1214
1215Σω. Οὐκ εἰς κόρακας ἀποφθερεῖ,
1216ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον ;
1217
1218Στ. Οἴμοι. Τί οὖν δῆθ᾿ ὁ κακοδαίμων πείσομαι ;
1219Ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
1220Ἀλλ᾿ ὦ Νεφέλαι, χρηστόν τι συμβουλεύσατε.
1221
1222Χο. Ἡμεῖς μέν, ὦ πρεσβῦτα, συμβουλεύομεν,
1223εἴ σοι τις υἱός ἐστιν ἐκτεθραμμένος,
1224πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.
1225
1226Στ. Ἀλλ᾿ ἔστ᾿ ἔμοιγ᾿ υἱὸς καλός τε κα)γαθός·
1227ἀλλ᾿ οὐκ ἐθέλει γὰρ μανθάνειν, τί ἐγὼ πάθω ;
1228
1229Χο. Σὺ δ᾿ ἐπιτρέπεις ;
1230Στ. Εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,
1231κἄστ᾿ ἐκ γυναικῶν εὐπτέρων καὶ Κοισύρας.
1232Ἀτὰρ μέτειμί γ᾿ αὐτόν· ἢν δὲ μὴ θέλῃ,
1233οὐκ ἔσθ᾿ ὅπως οὐκ ἐξελῶ ᾿κ τῆς οἰκίας.
1234Ἀλλ᾿ ἐπανάμεινόν μ᾿ ὀλίγον εἰσελθὼν χρόνον.
1235
1236Χο. Ἆρ᾿ αἰσθάνει πλεῖστα δι᾿ ἡμᾶς ἀγάθ᾿ αὐτίχ᾿ ἕξων
1237μόνας θεῶν ; Ὡς
1238ἕτοιμος ὅδ᾿ ἐστὶν ἅπαντα δρᾶν
1239ὅσ᾿ ἂν κελεύῃς.
1240Σὺ δ᾿ ἀνδρὸς ἐκπεπληγμένου
1241καὶ φανερῶς ἐπηρμένου γνοὺς ἀπολάψεις ὅτι πλεῖστον δύνασαι
1242ῖἵᾁταχέως· φιλεῖ γάρ πως τὰ τοιαῦθ᾿ ἑτέρᾳ τρέπεσθαι.
1243
1244Στ. Οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ᾿ ἐνταυθοῖ μενεῖς,
1245ἀλλ᾿ ἔσθι᾿ ἐλθὼν τοὺς Μεγακλέους κίονας.
1246
1247Φε.Ὦ δαιμόνιε, τί χρῆμα πάσχεις, ὦ πάτερ ;
1248Οὐκ εὖ φρονεῖς, μὰ τὸν Δία τὸν Ὀλύμπιον.
1249
1250Στ. Ἰδού γ᾿ ἰδοὺ Δί᾿ Ὀλύμπιον. Τῆς μωρίας·
1251τὸν Δία νομίζειν ὄντα τηλικουτονί.
1252
1253Φε. Τί δὲ τοῦτ᾿ ἐγέλασας ἐτεόν ;
1254
1255Στ. Ἐνθυμούμενος
1256ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.
1257ὅμως γε μὴν πρόσελθ᾿, ἵν᾿ εἰδῇς πλείονα,
1258καί σοι φράσω τι πρᾶγμ᾿ ὃ μαθὼν ἀνὴρ ἔσει.
1259Ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.
1260
1261Φε. Ἰδού. Τί ἐστιν ;
1262Στ. Ὤμοσας νυνὶ Δία.
1263
1264Φε. Ἔγωγ᾿.
1265
1266Στ. Ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν ;
1267Οὐκ ἔστιν, ὦ Φειδιππίδη, Ζεύς.
1268
1269Φε. Ἀλλὰ τίς ;
1270
1271Στ. Δῖνος βασιλεύει τὸν Δί᾿ ἐξεληλακώς.
1272
1273Φε. Αἰβοῖ· τί ληρεῖς ;
1274
1275Στ. Ἴσθι τοῦθ᾿ οὕτως ἔχον.
1276
1277Φε. Τίς φησι ταῦτα ;
1278
1279Στ. Σωκράτης ὁ Μήλιος
1280καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.
1281
1282Φε. Σὺ δ᾿ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
1283ὥστ᾿ ἀνδράσιν πείθει χολῶσιν ;
1284
1285Στ. Εὐστόμει
1286καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
1287καὶ νοῦν ἔχοντας, ὧν ὑπὸ τῆς φειδωλίας
1288ἀπεκείρατ᾿ οὐδεὶς πώποτ᾿ οὐδ᾿ ἠλείψατο
1289οὐδ᾿ εἰς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ
1290ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
1291Ἀλλ᾿ ὡς τάχιστ᾿ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.
1292
1293Φε. Τί δ᾿ ἂν παρ᾿ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν ;
1294
1295Στ. Ἄληθες ; Ὅσαπέρ ἐστιν ἀνθρώποις σοφά.
1296Γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
1297Ἀλλ᾿ ἐπανάμεινόν μ᾿ ὀλίγον ἐνταυθοῖ χρόνον.
1298
1299Φε. Οἴμοι· τί δράσω παραφρονοῦντος τοῦ πατρός ;
1300Πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,
1301ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω ;
1302
1303Στ. Φέρ᾿ ἴδω, σὺ τοῦτον τίνα νομίζεις ; Εἰπέ μοι.
1304
1305Φε. Ἀλεκτρυόνα.
1306
1307Στ. ῎Καλῶς γε. Ταυτηνὶ δὲ τί ;
1308
1309Φε. Ἀλεκτρυόν᾿.
1310Στ. Ἄμφω ταὐτό ; Καταγέλαστος εἶ.
1311Μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν
1312ἀλεκτρύαιναν, τουτονὶ δ᾿ ἀλέκτορα.
1313
1314Φε. Ἀλεκτρύαιναν ; Ταῦτ᾿ ἔμαθες τὰ δεξιὰ
1315εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς ;
1316
1317Στ. Χἄτερά γε πόλλ᾿· ἀλλ᾿ ὅτι μάθοιμ᾿ ἑκάστοτε
1318ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
1319
1320Φε. Διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας ;
1321
1322Στ. Ἀλλ᾿ οὐκ ἀπολώλεκ᾿, ἀλλὰ καταπεφρόντικα.
1323
1324Φε. Τὰς δ᾿ ἐμβάδας ποῖ τέτροφας, ὦ ᾿νόητε σύ ;
1325
1326Στ. Ὥσπερ Περικλέης, εἰς τὸ δέον ἀπώλεσα.
1327Ἀλλ᾿ ἴθι, βάδιζ᾿, ἴωμεν. Εἶτα τῷ πατρὶ
1328πιθόμενος ἐξάμαρτε. Κἀγώ τοι ποτὲ
1329οἶδ᾿ ἑξέτει σοι τραυλίσαντι πιθόμενος.
1330Ὃν πρῶτον ὀβολὸν ἔλαβον ἠλιαστικόν,
1331τούτου ᾿πριάμην σοι Διασίοις ἁμαξίδα.
1332
1333Φε. Ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ᾿ ἀχθέσει.
1334
1335Στ. Εὖ γ᾿ ὅτι ἐπείσθης. Δεῦρο δεῦρ᾿ ὦ Σώκρατες,
1336ἔξελθ᾿· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
1337ἄκοντ᾿ ἀναπείσας.
1338
1339Σω. Νηπύτιος γάρ ἐστ᾿ ἔτι
1340καὶ τῶν κρεμαστῶν οὐ τρίβων τῶν ἐνθάδε.
1341
1342Φε. Αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
1343
1344Στ. Οὐκ εἰς κόρακας ; Καταρᾷ σὺ τῷ διδασκάλῳ ;
1345
1346Σω. Ἰδοὺ κρέμαι᾿· ὡς ἠλίθιον ἐφθέγξατο
1347καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
1348Πῶς ἂν μάθοι ποθ᾿ οὗτος ἀπόφευξιν δίκης
1349ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν ;
1350Καίτοι ταλάντου τοῦτ᾿ ἔμαθεν Ὑπέρβολος.
1351
1352Στ. Ἀμέλει δίδασκε. Θυμόσοφός ἐστιν φύσει.
1353Εὐθύς γε τοι παιδάριον ὂν τυννουτονὶ
1354ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ᾿ ἔγλυφεν
1355ἁμαξίδας τε ϟ σκυτίνας ἠργάζετο
1356κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς ;
1357Ὃπως δ᾿ ἐκείνω τὼ λόγω μαθήσεται,
1358τὸν κρείττον᾿, ὅστις ἐστί, καὶ τὸν ἥττονα,
1359ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·
1360ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
1361
1362Σω. Αὐτὸς μαθήσεται παρ᾿ αὐτοῖν τοῖν λόγοιν·
1363ἐγὼ δ᾿ ἀπέσομαι.
1364
1365Στ. Τοῦτό νυν μέμνησ᾿, ὅπως
1366πρὸς πάντα τὰ δίκαι᾿ ἀντιλέγειν δυνήσεται.
1367
1368ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
1369 Χώρει δευρί· δεῖξον σαυτὸν
1370τοῖσι θεαταῖς καίπερ θρασὺς ὤν.
1371
1372ΑΔΙΚΟΣ ΛΟΓΟΣ Ἴθ᾿ ὅποι χρῄζεις· πολὺ γὰρ μᾶλλόν σ᾿
1373ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
1374
1375Δι. Ἀπολεῖς σύ ; Τίς ὤν ;
1376
1377Αδ. Λόγος.
1378Δι. Ἥττων γ᾿ ὤν.
1379
1380Αδ. Ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω
1381φάσκοντ᾿ εἶναι.
1382
1383Δι. Τί σοφὸν ποιῶν ;
1384
1385Αδ. Γνώμας καινὰς ἐξευρίσκων.
1386
1387Δι. Ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
1388τοὺς ἀνοήτους.
1389
1390Αδ. Οὔκ, ἀλλὰ σοφούς.
1391
1392Δι. Ἀπολῶ σε κακῶς.
1393
1394Αδ. Εἰπέ, τί ποιῶν ;
1395
1396Δι. Τὰ δίκαια λέγων.
1397
1398Αδ. Ἀλλ᾿ ἀνατρέψω ταῦτ᾿ ἀντιλέγων·
1399οὐδὲ γὰρ εἶναι πάνυ φημὶ Δίκην.
1400
1401Δι. Οὐκ εἶναι φῄς ;
1402
1403Αδ. Φέρε γάρ, ποῦ ᾿στίν ;
1404
1405Δι. Παρὰ τοῖσι θεοῖς.
1406
1407Αδ. Πῶς δῆτα Δίκης οὔσης ὁ Ζεὺς
1408οὐκ ἀπόλωλεν τὸν πατέρ᾿ αὑτοῦ
1409δήσας ;
1410
1411Δι. Αἰβοῖ, τουτὶ καὶ δὴ.
1412
1413Χωρεῖ τὸ κακόν. Δότε μοι λεκάνην.
1414
1415Αδ. Τυφογέρων εἶ κἀνάρμοστος.
1416
1417Δι. Καταπύγων εἶ κἀναίσχυντος.
1418
1419Αδ. Ῥόδα μ᾿ εἴρηκας.
1420
1421Δι. Καὶ βωμολόχος.
1422
1423Αδ. Κρίνεσι στεφανοῖς.
1424
1425Δι. Καὶ πατραλοίας.
1426
1427Αδ. Χρυσῷ πάττων μ᾿ οὐ γιγνώσκεις.
1428
1429Δι. Οὐ δῆτα πρὸ τοῦ γ᾿, ἀλλὰ μολύβδῳ.
1430
1431Αδ. Νῦν δέ γε κόσμος τοῦτ᾿ ἐστὶν ἐμοί.
1432
1433Δι. Θρασὺς εἶ πολλοῦ.
1434
1435Αδ. Σὺ δέ γ᾿ ἀρχαῖος.
1436
1437Δι. Διὰ σὲ δὲ φοιτᾶν
1438οὐδεὶς ἐθέλει τῶν μειρακίων.
1439Καὶ γνωσθήσει ποτ᾿ Ἀθηναίοις
1440οἷα διδάσκεις τοὺς ἀνοήτους.
1441
1442Αδ. Αὐχμεῖς αἰσχρῶς.
1443
1444Δι. σὺ δέ γ᾿ εὖ πράττεις.
1445Καίτοι πρότερόν γ᾿ ἐπτώχευες,
1446Τήλεφος εἶναι Μυσὸς φάσκων
1447ἐκ πηριδίου
1448γνώμας τρώγων Πανδελετείους.
1449
1450Αδ. Ὤμοι σοφίας.
1451
1452Δι. Ὤμοι μανίας
1453
1454Αδ. Ἧς ἐμνήσθης.
1455
1456Δι. Τῆς σῆς πόλεως θ᾿
1457ἥτις σε τρέφει
1458λυμαινόμενον τοῖς μειρακίοις.
1459
1460Αδ. Οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.
1461
1462Δι. Εἴπερ γ᾿ αὐτὸν σωθῆναι χρὴ
1463καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
1464
1465Αδ. Δεῦρ᾿ ἴθι, τοῦτον δ᾿ ἔα μαίνεσθαι.
1466
1467Δι. Κλαύσει, τὴν χεῖρ᾿ ἢν ἐπιβάλλῃς.
1468
1469Χο. Παύσασθε μάχης καὶ λοιδορίας.
1470Ἀλλ᾿ ἐπίδειξαι σύ τε τοὺς προτέρους
1471ἅττ᾿ ἐδίδασκες, σύ τε τὴν καινὴν
1472παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν
1473ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
1474
1475Δι. Δρᾶν ταῦτ᾿ ἐθέλω.
1476Αδ. Κἄγωγ᾿ ἐθέλω.
1477
1478Χο. Φέρε δή, πότερος λέξει πρότερος ;
1479
1480Αδ. Τούτῳ δώσω·
1481κᾆτ᾿ ἐκ τούτων ὧν ἂν λέξῃ
1482ῥηματίοισιν καινοῖς αὐτὸν
1483καὶ διανοίαις κατατοξεύσω,
1484τὸ τελευταῖον δ᾿, ἢν ἀναγρύζῃ,
1485τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
1486κεντούμενος ὥσπερ ὑπ᾿ ἀνθρηνῶν
1487ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
1488
1489Χο. Νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισιν
1490λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις
1491ὁπότερος αὐτῶν ἀμείνων λέγων φανήσεται. Νῦν γὰρ ἅπας
1492ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας,
1493ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.
1494Ἀλλ᾿ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,
1495ῥῆξον φωνὴν ᾗτινι χαίρεις καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
1496
1497Δι. Λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,
1498ὅτ᾿ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ᾿νενόμιστο.
1499Πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδέν᾿ ἀκοῦσαι·
1500εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως εἰς κιθαριστοῦ
1501τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.
1502Εἶτ᾿ αὖ προμαθεῖν ᾆσμ᾿ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,
1503ἢ Παλλάδα περσέπολιν δεινάν ἢ τηλέπορόν τι βόαμα,
1504ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν.
1505Εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ᾿ ἢ κάμψειέν τινα καμπὴν
1506οἵας οἱ νῦν, τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,
1507ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.
1508Εν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι
1509τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·
1510εἶτ᾿ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι καὶ προνοεῖσθαι
1511εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.
1512Ἠλείψατο δ᾿ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ᾿ ἄν, ὥστε
1513τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει.
1514Οὐδ᾿ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν
1515αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖν ὀφθαλμοῖν ἐβάδιζεν.
1516Οὐδ᾿ ἀνελέσθαι δειπνοῦντ᾿ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος,
1517οὐδ᾿ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,
1518οὐδ᾿ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδ᾿ ἴσχειν τὼ πόδ᾿ ἐναλλάξ.
1519
1520Αδ. Ἀρχαῖά γε καὶ Διπολιώδη καὶ τεττίγων ἀνάμεστα
1521καὶ Κηκείδου καὶ Βουφονίων.
1522Δι. Ἀλλ᾿ οὖν ταῦτ᾿ ἐστὶν ἐκεῖνα
1523ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.
1524Σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι,
1525ὥστε μ᾿ ἀπάγχεσθ᾿ ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς
1526τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τις Τριτογενείης.
1527Πρὸς ταῦτ᾿, ὦ μειράκιον, θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ.
1528Κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,
1529καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι κἂν σκώπτῃ τίς σε φλέγεσθαι,
1530καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν,
1531καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν
1532αἰσχρὸν ποιεῖν ὅτι τῆς Αἰδοῦς μέλλεις τἄγαλμ᾿ ἀναπλήσειν ·
1533μηδ᾿ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς
1534μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς,
1535μηδ᾿ ἀντειπεῖν τῷ πατρὶ μηδὲν μηδ᾿ Ἰαπετὸν καλέσαντα
1536μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.
1537
1538Αδ. Εἰ ταῦτ᾿, ὦ μειράκιον, πείσει τούτῳ, νὴ τὸν Διόνυσον
1539τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καί σε καλοῦσι βλιτομάμμαν.
1540
1541Δι. Ἀλλ᾿ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,
1542οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ᾿, οἷάπερ οἱ νῦν,
1543οὐδ᾿ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου,
1544ἀλλ᾿ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει
1545στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,
1546σμίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,
1547ἦρος ἐν ὥρᾳ, χαίρων ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
1548Ἤν ταῦτα ποῇς ἁγὼ φράζω
1549καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν
1550ἕξεις αἰεὶ
1551στῆθος λιπαρόν, χροιὰν λαμπράν,
1552ὤμους μεγάλους, γλῶτταν βαιάν,
1553πυγὴν μεγάλην, πόσθην μικράν·
1554ἢν δ᾿ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,
1555πρῶτα μὲν ἕξεις
1556χροιὰν ὠχράν, ὤμους μικρούς,
1557στῆθος λεπτόν, γλῶτταν μεγάλην,
1558κωλῆν μικράν, ψήφισμα μακρόν,
1559καί σ᾿ ἀναπείσει τὸ μὲν αἰσχρὸν ἅπαν
1560καλὸν ἡγεῖσθαι, τὸ καλὸν δ᾿ αἰσχρόν,
1561καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
1562καταπυγοσύνης σ᾿ ἀναπλήσει.
1563
1564Χο. Ὤ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,
1565ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.
1566Εὐδαίμονες ἄρ᾿ ἦσαν οἱ ζῶντες τότ᾿ ἐπι τῶν προτέρων.
1567Πρὸς τάδε σ᾿, ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,
1568δεῖ σε λέγειν τι καινόν, ὡς εὐδοκίμηκεν ἁνήρ.
1569Δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,
1570εἴπερ τὸν ἄνδρ᾿ ὑπερβαλεῖ καὶ μὴ γέλωτ᾿ ὀφλήσεις.
1571
1572Αδ. Καὶ μὴν πάλαι ᾿γὼ ᾿πνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν
1573ἅπαντα ταῦτ᾿ ἐναντίαις γνώμαισι συνταράξαι.
1574Ἐγὼ γὰρ ἥττων μὲν λόγος δι᾿ αὐτὸ τοῦτ᾿ ἐκλήθην
1575ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα
1576τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί᾿ ἀντιλέξαι.
1577Καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ᾿ ἄξιον στατήρων,
1578αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
1579Σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν, ὡς ἐλέγξω,
1580ὅστις σε θερμῷ φησὶ λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
1581Καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά ;
1582
1583Δι. Ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποεῖ τὸν ἄνδρα.
1584
1585Αδ. Ἐπίσχες· εὐθὺς γάρ σε μέσον ἔχω λαβὼν ἄφυκτον.
1586Καί μοι φράσον· τῶν τοῦ Διὸς παίδων τίν᾿ ἄνδρ᾿ ἄριστον
1587ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι ;
1588
1589Δι. Ἐγὼ μὲν οὐδέν᾿ Ἡρακλέους βελτίον᾿ ἄνδρα κρίνω.
1590
1591Αδ. Ποῦ ψυχρὰ δῆτα πώποτ᾿ εἶδες Ἡράκλεια λουτρά ;
1592Καίτοι τίς ἀνδρειότερος ἦν ;
1593
1594Δι. Ταῦτ᾿ ἐστί, ταῦτ᾿, ἐκεῖνα
1595ἃ τῶν νεανίσκων ἀεὶ δι᾿ ἡμέρας λαλούντων
1596πλῆρες τὸ βαλανεῖον ποιεῖ κενὰς δὲ τὰς παλαίστρας.
1597
1598Αδ. Εἶτ᾿ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις, ἐγὼ δ᾿ ἐπαινῶ.
1599Εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ᾿ ἂν ἐποίει
1600τὸν Νέστορ᾿ ἀγορητὴν ἄν, οὐδὲ τοὺς σοφοὺς ἅπαντας.
1601Ἂνειμι δῆτ᾿ ἐντεῦθεν εἰς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν
1602οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.
1603Καὶ σωφρονεῖν αὖ φησὶ χρῆναι, δύο κακὼ μεγίστω.
1604Ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ᾿ εἶδες ἤδη
1605ἀγαθόν τι γενόμενον ; Φράσον, καί μ᾿ ἐξέλεγξον εἰπών.
1606
1607Δι. Πολλοῖς. Ὀ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.
1608
1609Αδ. Μάχαιραν ; Ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.
1610Ὑπέρβολος δ᾿ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ
1611εἴληφε διὰ πονηρίαν, ἀλλ᾿ οὐ μὰ Δί᾿ οὐ μάχαιραν.
1612
1613Δι. Καὶ τὴν Θέτιν γ᾿ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.
1614
1615Αδ. Κᾆτ᾿ ἀπολιποῦσά γ᾿ αὐτὸν ᾤχετ᾿· οὐ γὰρ ἦν ὑβριστὴς
1616οὐδ᾿ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν·
1617γυνὴ δὲ σιναμωρουμένη χαίρει. Σὺ δ᾿ εἶ Κρόνιππος.
1618Σκέψαι γάρ, ὦ μειράκιον, ἐν τῷ σωφρονεῖν ἅπαντα
1619ἅνεστιν, ἡδονῶν θ᾿ ὅσων μέλλεις ἀποστερεῖσθαι·
1620παίδων, γυναικῶν, κοττάβων, ὄψων, πότων, καχασμῶν.
1621Καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς ;
1622Εἶἑν. Πάρειμ᾿ ἐντεῦθεν εἰς τὰς τῆς φύσεως ἀνάγκας.
1623ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ᾿ ἐλήφθης.
1624Ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. Ἐμοὶ δ᾿ ὁμιλῶν
1625χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.
1626Μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ᾿ ἀντερεῖς πρὸς αὐτόν,
1627ὡς οὐδὲν ἠδίκηκας· εἶτ᾿ εἰς τὸν Δί᾿ ἐπανενεγκεῖν,
1628κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν·
1629καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο ;
1630
1631Δι. Τί δ᾿ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ ;
1632Ἓξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι ;
1633
1634Αδ. Ἤν δ᾿ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν ;
1635
1636Δι. Τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ ;
1637
1638Αδ. Τί δῆτ᾿ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ ;
1639
1640Δι. Σιγήσομαι. Τί δ᾿ ἄλλο ;
1641
1642Αδ. Φέρε δή μοι φράσον,
1643συνηγοροῦσιν ἐκ τίνων ;
1644
1645Δι. Ἐξ εὐρυπρώκτων.
1646
1647Αδ. Πείθομαι.
1648Τί δαί ; Τραγῳδοῦσ᾿ ἐκ τίνων ;
1649
1650Δι. Ἐξ εὐρυπρώκτων.
1651
1652Αδ. Εὖ λέγεις.
1653Δημηγοροῦσι δ᾿ ἐκ τίνων ;
1654
1655Δι. Ἐξ εὐρυπρώκτων.
1656
1657Αδ. Ἄρα δῆτ᾿
1658ἔγνωκας ὡς οὐδὲν λέγεις ;
1659Καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει.
1660
1661Δι. Καὶ δὴ σκοπῶ.
1662
1663Αδ. Τί δῆθ᾿ ὁρᾷς ;
1664
1665Δι. Πολὺ πλείονας, νὴ τοὺς θεούς,
1666τοὺς εὐρυπρώκτους. Τουτονὶ γοῦν οἶδ᾿ ἐγὼ κἀκεινονὶ
1667καὶ τὸν κομήτην τουτονί.
1668
1669Αδ. Τί δῆτ᾿ ἐρεῖς ;
1670
1671Δι. Ἡττήμεθ᾿. Ὀ κινούμενοι,
1672πρὸς τῶν θεῶν δέξασθέ μου θοἰμάτιον, ὡς
1673ἐξαυτομολῶ πρὸς ὑμᾶς.
1674
1675Αδ. Τί δῆτα ; Πότερα τοῦτον ἀπάγεσθαι λαβὼν
1676βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν ;
1677
1678Στ. Δίδασκε καὶ κόλαζε καὶ μέμνησ᾿ ὅπως
1679εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα
1680οἷον δικιδίοις, τὴν δ᾿ ἑτέραν αὐτοῦ γνάθον
1681στόμωσον οἵαν εἰς τὰ μείζω πράγματα.
1682
1683Αδ. Ἀμέλει, κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.
1684
1685Φε. Ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
1686
1687Χο. Χωρεῖτέ νυν. Οἶμαι δὲ σοὶ ταῦτα μεταμελήσειν.
1688Τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν
1689ὠφελῶσ᾿ ἐκ τῶν δικαίων, βουλόμεσθ᾿ ἡμεῖς φράσαι.
1690Πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθ᾿ ἐν ὥρᾳ τοὺς ἀγρούς,
1691ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ᾿ ἄλλοις ὕστερον.
1692Εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,
1693ὥστε μήτ᾿ αὐχμὸν πιέζειν μήτ᾿ ἄγαν ἐπομβρίαν.
1694Ἤν δ᾿ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,
1695προσεχέτω τὸν νοῦν πρὸς ἡμῶν οἷα πείσεται κακά,
1696λαμβάνων οὔτ᾿ οἶνον οὔτ᾿ ἄλλ᾿ οὐδὲν ἐκ τοῦ χωρίου.
1697Ἡνίκ᾿ ἂν γὰρ αἵ τ᾿ ἐλαῖαι βλαστάνωσ᾿ αἵ τ᾿ ἄμπελοι,
1698ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν.
1699Ἤν δὲ πλινθεύοντ᾿ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους
1700τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.
1701Κἂν γαμῇ ποτ᾿ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων,
1702ὕσομεν τὴν νύκτα πᾶσαν, ὥστ᾿ ἴσως βουλήσεται
1703κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.
1704
1705Στ. Πέμπτη, τετράς, τρίτη· μετὰ ταύτην δευτέρα·
1706εἶθ᾿ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν
1707δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,
1708εὐθὺς μετὰ ταύτην ἔσθ᾿ ἕνη τε καὶ νέα.
1709Πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω,
1710θείς μοι πρυτανεῖ᾿ ἀπολεῖν μέ φησι κἀξολεῖν.
1711Κἀμοῦ μέτριά τε καὶ δίκαι᾿ αἰτουμένου,
1712ὦ δαιμόνιε, τὸ μέν τι νυνὶ μὴ λάβῃς,
1713τὸ δ᾿ ἀναβαλοῦ μοι, τὸ δ᾿ ἄφεσ, οὔ φασίν ποτε
1714οὕτως ἀπολήψεσθ᾿, ἀλλὰ λοιδοροῦσί με
1715ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
1716Νῦν οὖν δικαζέσθων. Ὀλίγον γάρ μοι μέλει,
1717εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
1718Τάχα δ᾿ εἴσομαι κόψας τὸ φροντιστήριον.
1719Παῖ, ἠμί, παῖ, παῖ.
1720
1721Σω. Στρεψιάδην ἀσπάζομαι.
1722
1723Στ. Κἄγωγέ σ᾿. Ἀλλὰ τουτονὶ πρῶτον λαβέ.
1724Χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
1725Καί μοι τὸν υἱόν, εἰ μεμάθηκε τὸν λόγον
1726ἐκεῖνον, εἴφ᾿, ὃν ἀρτίως εἰσήγαγες.
1727
1728Σω. Μεμάθηκεν.
1729
1730Στ. Εὖ γ᾿, ὦ παμβασίλει᾿ Ἀπαιόλη.
1731
1732Σω. Ὥστ᾿ ἀποφύγοις ἂν ἥντιν᾿ ἂν βούλῃ δίκην.
1733
1734Στ. Κεἰ μάρτυρες παρῆσαν ὅτ᾿ ἐδανειζόμην ;
1735
1736Σω. Πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
1737
1738Στ. Βοάσομαι τἄρα τὰν ὑπέρτονον
1739βοάν. Ἰώ, κλάετ᾿ ὦβολοστάται,
1740αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων.
1741Οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ᾿ ἔτι,
1742οἷος ἐμοὶ τρέφεται
1743τοῖσδ᾿ ἐνὶ δώμασι παῖς
1744ἀμφήκει γλώττῃ λάμπων,
1745πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
1746λυσανίας πατρῴων μεγάλων κακῶν·
1747͵ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
1748Ὤ τέκνον, ὦ παῖ, ἔξελθ᾿ οἴκων,
1749ἄϊε σοῦ πατρός.
1750
1751Σω. Ὅδ᾿ ἐκεῖνος ἀνήρ.
1752
1753Στ. Ὤ φίλος, ὦ φίλος.
1754
1755Σω. Ἄπιθι λαβών.
1756
1757Στ. Ἰὼ ἰώ, τέκνον. Ἰώ, ἰοῦ ἰοῦ.
1758Ὡς ἥδομαί σου πρῶτα τὴν χροιὰν ἰδών.
1759Νῦν μέν γ᾿ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
1760κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
1761ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ ; Καὶ δοκεῖν
1762ἀδικοῦντ᾿ ἀδικεῖσθαι, καὶ κακουργοῦντ᾿, οἶδ᾿ ὅτι.
1763Ἐπὶ τοῦ προσώπου τ᾿ ἐστὶν Ἀττικὸν βλέπος.
1764Νῦν οὖν ὅπως σώσεις μ᾿, ἐπεὶ κἀπώλεσας.
1765
1766Φε. Φοβεῖ δὲ δὴ τί ;
1767
1768Στ. Τὴν ἕνην τε καὶ νέαν.
1769
1770Φε. Ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα ;
1771
1772Στ. Εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.
1773
1774Φε. Ἀπολοῦσ᾿ ἄρ᾿ αὔθ᾿ οἱ θέντες. Οὐ γάρ ἐσθ᾿ ὅπως
1775μί᾿ ἡμέρα γένοιτ᾿ ἂν ἡμέραι δύο.
1776
1777Στ. Οὐκ ἂν γένοιτο ;
1778
1779Φε. Πῶς γάρ, εἰ μή περ γ᾿ ἅμα
1780αὑτὴ γένοιτ᾿ ἂν γραῦς τε καὶ νέα γυνή.
1781
1782Στ. Καὶ μὴν νενόμισταί γ᾿.
1783
1784Φε. Οὐ γὰρ οἶμαι τὸν νόμον
1785ἴσασιν ὀρθῶς ὅτι νοεῖ.
1786
1787Στ. Νοεῖ δὲ τί ;
1788
1789Φε. ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.
1790
1791Στ. Τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.
1792
1793Φε. Ἐκεῖνος οὖν τὴν κλῆσιν εἰς δύ᾿ ἡμέρας
1794ἔθηκεν, εἴς γε τὴν ἕνην τε καὶ νέαν,
1795ἵν᾿ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.
1796
1797Στ. Ἳνα δὴ τί τὴν ἕνην προσέθηκεν ;
1798
1799Φε. Ἵν᾿, ὦ μέλε,
1800παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ
1801πρότερον ἀπαλλάττοινθ᾿ ἑκόντες· εἰ δὲ μή,
1802ἕωθεν ὑπανιῷντο τῇ νουμηνίᾳ.
1803
1804Στ. Πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
1805ἁρχαὶ τὰ πρυτανεῖ᾿, ἀλλ᾿ ἕνῃ τε καὶ νέᾳ ;
1806
1807Φε. Ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν·
1808ὅπως τάχιστα τὰ πρυτανεῖ᾿ ὑφελοίατο,
1809διὰ τοῦτο προυτένθευσαν ἡμέρᾳ μιᾷ.
1810
1811Στ. Εὖ γ᾿. Ὀ κακοδαίμονες, τί κάθησθ᾿ ἀβέλτεροι,
1812ἡμέτερα κέρδη τῶν σοφῶν, ὄντες λίθοι,
1813ἀριθμός, πρόβατ᾿ ἄλλως, ἀμφορῆς νενησμένοι ;
1814Ὣστ᾿ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ
1815ἐπ᾿ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.
1816« ῭Μάκαρ ὦ Στρεψίαδες
1817αὐτός τ᾿ ἔφυς, ὡς σοφός,
1818χοἶον τὸν υἱὸν τρέφεις »,
1819φήσουσι δή μ᾿ οἱ φίλοι
1820χοἰ δημόται
1821ζηλοῦντες ἡνίκ᾿ ἂν σὺ νικᾷς λέγων τὰς δίκας.
1822Ἀλλ᾿ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
1823
1824ΔΑΝΕΙΣΤΗΣ Α. Εἶτ᾿ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι ;
1825Οὐδέποτέ γ᾿, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
1826ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,
1827ὅτε τῶν ἐμαυτοῦ γ᾿ ἕνεκα νυνὶ χρημάτων
1828ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
1829ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
1830Ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ
1831ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην
1832
1833Στ. Τίς οὑτοσί ;
1834
1835Δα Α. Εἰς τὴν ἕνην τε καὶ νέαν.
1836
1837Στ. Μαρτύρομαι
1838ὅτι εἰς δύ᾿ εἶπεν ἡμέρας. Τοῦ χρήματος ;
1839
1840Δα Α. Τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
1841τὸν ψαρὸν ἵππον.
1842
1843Στ. Ἵππον ; Οὐκ ἀκούετε ;
1844Ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ᾿ ἱππικήν.
1845
1846Δα Α. Καὶ νὴ Δί᾿ ἀποδώσειν γ᾿ ἐπώμνυς τοὺς θεούς.
1847
1848Στ. Μὰ τὸν Δί᾿ οὐ γάρ πω τότ᾿ ἐξηπίστατο
1849Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
1850
1851Δα Α. Νῦν δὲ διὰ τοῦτ᾿ ἔξαρνος εἶναι διανοεῖ ;
1852
1853Στ. Τί γὰρ ἄλλ᾿ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος ;
1854
1855Δα Α. Καὶ ταῦτ᾿ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
1856ἵν᾿ ἂν κελεύσω ᾿γώ σε ;
1857
1858Στ. Τοὺς ποίους θεούς ;
1859
1860Δα Α. Τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
1861
1862Στ. Νὴ Δία,
1863κἂν προσκαταθείην γ᾿, ὥστ᾿ ὀμόσαι, τριώβολον.
1864
1865Δα Α. Ἀπόλοιο τοίνυν ἕνεκ᾿ ἀναιδείας ἔτι.
1866
1867Στ. Ἁλσὶν διασμηχθεὶς ὄναιτ᾿ ἂν οὑτοσί.
1868
1869Δα Α. Οἴμ᾿ ὡς καταγελᾷς.
1870
1871Στ. ἓξ χοᾶς χωρήσεται.
1872
1873Δα Α. Οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς
1874ἐμοῦ καταπροίξει.
1875
1876Στ. Θαυμασίως ἥσθην θεοῖς,
1877καὶ Ζεὺς γελοῖος ὀμνύμενος τοῖς εἰδόσιν.
1878
1879Δα Α. Ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
1880Ἀλλ᾿ εἴτ᾿ ἀποδώσεις μοι τὰ χρήματ᾿ εἴτε μή,
1881ἀπόπεμψον ἀποκρινάμενος.
1882
1883Στ. Ἔχε νυν ἥσυχος·
1884ἐγὼ γὰρ αὐτίκ᾿ ἀποκρινοῦμαί σοι σαφῶς.
1885
1886Δα Α. Τί σοι δοκεῖ δράσειν ; Ἀποδώσειν σοι δοκεῖ ;
1887
1888Στ. Ποῦ ᾿σθ᾿ οὗτος ἁπαιτῶν με τἀργύριον ; Λέγε,
1889τουτὶ τί ἐστι ;
1890
1891Δα Α. Τοῦθ᾿ ὅ τι ἐστί ; Κάρδοπος.
1892
1893Στ. Ἓπειτ᾿ ἀπαιτεῖς ἀργύριον τοιοῦτος ὤν ;
1894Οὐκ ἂν ἀποδοίην οὐδ᾿ ἂν ὀβολὸν οὐδενὶ,
1895ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.
1896
1897Δα Α. Οὐκ ἄρ᾿ ἀποδώσεις ;
1898
1899Στ. Οὐχ ὅσον γ᾿ ἔμ᾿ εἰδέναι.
1900Οὔκουν ἁνύσας τι θᾶττον ἀπολιταργιεῖς
1901ἀπὸ τῆς θύρας ;
1902Δα Α. Ἄπειμι· καὶ τοῦτ᾿ ἴσθ᾿, ὅτι
1903θήσω πρυτανεῖ᾿, ἢ μηκέτι ζῴην ἐγώ.
1904
1905Στ. Προσαποβαλεῖς ἄρ᾿ αὐτὰ πρὸς ταῖς δώδεκα.
1906Καίτοι σε τοῦτό γ᾿ οὐχὶ βούλομαι παθεῖν
1907ὁτιὴ ᾿κάλεσας εὐηθικῶς τὴν κάρδοπον.
1908
1909ΔΑΝΕΙΣΤΗΣ Β. Ἰώ μοι μοι.
1910
1911Στ. Ἒα· τίς οὑτος ἔσθ᾿ ὁ θρηνῶν ; Οὔ τι που
1912τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο ;
1913
1914Δα Α. Τί δ᾿, ὅστις εἰμί, τοῦτο βούλεσθ᾿ εἰδέναι ;
1915Ἀνὴρ κακοδαίμων.
1916Στ. Κατὰ σεαυτόν νυν τρέπου.
1917
1918Δα Α. Ὤ σκληρὲ δαῖμον· ὦ τύχαι θραυσάντυγες
1919ἵππων ἐμῶν· ὦ Παλλάς, ὥς μ᾿ ἀπώλεσας.
1920
1921Στ. Τί δαί σε Τλημπόλεμός ποτ᾿ εἴργασται κακόν ;
1922
1923Δα Α. Μὴ σκῶπτέ μ᾿, ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα
1924τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
1925ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
1926
1927Στ. Τὰ ποῖα ταῦτα χρήμαθ᾿ ;
1928
1929Δα Α. Ἁδανείσατο.
1930
1931Στ. Κακῶς ἄρ᾿ ὄντως εἶχες, ὥς γ᾿ ἐμοὶ δοκεῖς.
1932
1933Δα Α. ἵππους γ᾿ ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
1934
1935Στ. Τί δῆτα ληρεῖς ὥσπερ ἀπ᾿ ὄνου καταπεσών ;
1936
1937Δα Α. Ληρῶ, τὰ χρήματ᾿ ἀπολαβεῖν εἰ βούλομαι ;
1938
1939Στ. Οὐκ ἔσθ᾿ ὅπως σύ γ᾿ αὐτὸς ὑγιαίνεις.
1940
1941Δα Α. Τί δαί ;
1942
1943Στ. Τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.
1944
1945Δα Α. Σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γ᾿ ἐμοί,
1946εἰ μὴ ᾿ποδώσεις τἀργύριον.
1947
1948Στ. Κάτειπέ νυν·
1949Πότερα νομίζεις καινὸν αἰεὶ τὸν Δία
1950ὕειν ὕδωρ ἑκάστοτ᾿, ἢ τὸν ἥλιον
1951ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ᾿ ὕδωρ πάλιν ;
1952
1953Δα Α. Οὐκ οἶδ᾿ ἔγωγ᾿ ὁπότερον, οὐδέ μοι μέλει.
1954
1955Στ. Πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
1956εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων ;
1957
1958Δα Α. Ἀλλ᾿ εἰ σπανίζεις τἀργυρίου μοι τὸν τόκον
1959ἀπόδοτε.
1960
1961Στ. Τοῦτο δ᾿ ἔσθ᾿, ὁ τόκος, τί θηρίον ;
1962
1963Δα Α. Τί δ᾿ ἄλλο γ᾿ ἢ κατὰ μῆνα καὶ καθ᾿ ἡμέραν
1964πλέον πλέον τἀργύριον αἰεὶ γίγνεται
1965ὑπορρέοντος τοῦ χρόνου ;
1966
1967Στ. Καλῶς λέγεις.
1968Τί δῆτα ; Τὴν θάλαττάν ἐσθ᾿ ὅτι πλείονα
1969νυνὶ νομίζεις ἢ πρὸ τοῦ ;
1970
1971Δα Α. Μὰ Δί᾿, ἀλλ᾿ ἴσην.
1972Οὐ γὰρ δίκαιον πλείον᾿ εἶναι.
1973
1974Στ. Κᾆτα πῶς
1975αὕτη μέν, ὦ κακόδαιμον, οὐδὲν γίγνεται
1976ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ
1977ζητεῖς ποῆσαι τἀργύριον πλέον τὸ σόν ;
1978Οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας ;
1979Φέρε μοι τὸ κέντρον.
1980
1981Δα Β. Ταῦτ᾿ ἐγὼ μαρτύρομαι.
1982
1983Στ. Ὓπαγε. Τί μέλλεις ; Οὐκ ἐλᾷς, ὦ σαμφόρα ;
1984
1985Δα Β. Ταῦτ᾿ οὐχ ὕβρις δῆτ᾿ ἐστίν ;
1986
1987Στ. Ἄιξεις ; Ἐφιαλῶ
1988κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.
1989Φεύγεις ; Ἔμελλόν σ᾿ ἆρα κινήσειν ἐγὼ
1990αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
1991
1992Χο. Οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ
1993γέρων ὅδ᾿ ἐρασθεὶς
1994ἀποστερῆσαι βούλεται
1995τὰ χρήμαθ᾿ ἁδανείσατο.
1996Κοὐκ ἔσθ᾿ ὅπως οὐ τήμερον
1997λήψεταί τι πρᾶγμ᾿ ὃ τοῦ-
1998τον ποήσει τὸν σοφι-
1999στὴν ὧν πανουργεῖν ἤρξατ᾿ ἐξ-
2000αίφνης λαβεῖν κακὸν τι.
2001
2002Οἶμαι γὰρ αὐτὸν αὐτίχ᾿ εὑρήσειν ὅπερ
2003πάλαι ποτ᾿ ἐζήτει,
2004εἶναι τὸν υἱὸν δεινόν οἱ
2005γνώμας ἐναντίας λέγειν
2006τοῖσιν δικαίοις, ὥστε νι-
2007κᾶν ἅπαντας, οἵσπερ ἂν
2008ξυγγένηται, κἂν λέγῃ
2009παμπόνηρ᾿. Ἴσως δ᾿ ἴσως
2010βουλήσεται
2011κἄφωνον αὐτὸν εἶναι.
2012
2013Στ. Ἰοὺ ἰού.
2014Ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
2015ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
2016Οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
2017Ὦ μιαρέ, τύπτεις τὸν πατέρα ;
2018
2019Φε. Φήμ᾿, ὦ πάτερ.
2020
2021Στ. Ὁρᾶθ᾿ ὁμολογοῦνθ᾿ ὅτι με τύπτει ;
2022
2023Φε. Καὶ μάλα.
2024
2025Στ. Ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.
2026
2027Φε. Αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
2028Ἆρ᾿ οἶσθ᾿ ὅτι χαίρω πόλλ᾿ ἀκούων καὶ κακά ;
2029
2030Στ. Ὦ λακκόπρωκτε.
2031
2032Φε. Πάττε πολλοῖς τοῖς ῥόδοις.
2033
2034Στ. Τὸν πατέρα τύπτεις ;
2035
2036Φε. Κἀποφανῶ γε νὴ Δία
2037ὡς ἐν δίκῃ σ᾿ ἔτυπτον.
2038
2039Στ. Ὦ μιαρώτατε,
2040καὶ πῶς γένοιτ᾿ ἂν πατέρα τύπτειν ἐν δίκῃ ;
2041
2042Φε. Ἔγωγ᾿ ἀποδείξω καί σε νικήσω λέγων.
2043
2044Στ. Τουτὶ σὺ νικήσεις ;
2045
2046Φε. Πολύ γε καὶ ῥᾳδίως.
2047ἑλοῦ δ᾿ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.
2048
2049Στ. Ποίοιν λόγοιν ;
2050Φε. Τὸν κρείττον᾿ ἢ τὸν ἥττονα.
2051
2052Στ. Ἐδιδαξάμην μέντοι σε νὴ Δί᾿, ὦ μέλε,
2053τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
2054μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
2055τὸν πατέρα τύπτεσθ᾿ ἐστὶν ὑπὸ τῶν υἱέων.
2056
2057Φε. Ἀλλ᾿ οἴομαι μέντοι σ᾿ ἀναπείσειν, ὥστε γε
2058οὐδ᾿ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.
2059
2060Στ. Καὶ μὴν ὅτι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
2061
2062Χο. Σὸν ἔργον, ὦ πρεσβῦτα, φροντίζειν ὅπῃ
2063τὸν ἄνδρα κρατήσεις,
2064ὡς οὗτος, εἰ μή τῳ ᾿πεποίθειν, οὐκ ἂν ἦν
2065οὕτως ἀκόλαστος.
2066Ἀλλ᾿ ἔσθ᾿ ὅτῳ θρασύνεται· δῆλόν γε τἀν-
2067θρώπου᾿ στι τό λῆμα.
2068Ἀλλ᾿ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθ᾿ ἡ μάχη γενέσθαι
2069ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.
2070
2071Στ. Καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι
2072ἐγὼ φράσω. ᾿πειδὴ γὰρ εἱστιώμεθ᾿, ὥσπερ ἴστε,
2073πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ᾿ ἐγὼ ᾿κέλευσα
2074ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριόν, ὡς ἐπέχθη.
2075Ὁ δ᾿ εὐθέως ἀρχαῖον εἶν᾿ ἔφασκε τὸ κιθαρίζειν
2076ᾄδειν τε πίνονθ᾿, ὡσπερεὶ κάχρυς γυναῖκ᾿ ἀλοῦσαν.
2077
2078Φε. Οὐ γὰρ τότ᾿ εὐθὺς χρῆν σ᾿ ἀράττεσθαί τε καὶ πατεῖσθαι,
2079ᾄδειν κελεύονθ᾿, ὡσπερεὶ τέττιγας ἑστιῶντα ;
2080
2081Στ. Τοιαῦτα μέντοι καὶ τότ᾿ ἔλεγεν ἔνδον, οἷάπερ νῦν,
2082καὶ τὸν Σιμωνίδην ἔφασκ᾿ εἶναι κακὸν ποητήν.
2083Κἀγὼ μόλις μέν, ἀλλ᾿ ὅμως, ἠνεσχόμην τὸ πρῶτον.
2084Ἔπειτα δ᾿ ἐκέλευσ᾿ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα
2085τῶν Αἰσχύλου λέξαι τί μοι. Κᾆθ᾿ οὗτος εὐθὺς εἶπεν·
2086« Ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποηταῖς,
2087ψόφου πλέων, ἀξύστατον, στόμφακα, κρημνοποιόν. »
2088Κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν ;
2089Ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην· « Σὺ δ᾿ ἀλλὰ τούτων
2090λέξον τι τῶν νεωτέρων, ἅττ᾿ ἐστὶ τὰ σοφὰ ταῦτα. »
2091Ὁ δ᾿ εὐθὺς ἦγ᾿ Εὐριπίδου ῥῆσίν τιν᾿, ὡς ἐκίνει
2092ἁδελφός, ὦ ᾿λεξίκακε, τὴν ὁμομητρίαν ἀδελφήν.
2093Κἀγὼ οὐκέτ᾿ ἐξηνεσχόμην, ἀλλ᾿ εὐθέως ἀράττω
2094πολλοῖς κακοῖς καἰσχροῖσι. Κᾆτ᾿ ἐντεῦθεν, οἷον εἰκός,
2095ἔπος πρὸς ἔπος ἠρειδόμεσθ᾿· εἶθ᾿ οὗτος ἐπαναπηδᾷ,
2096κἄπειτ᾿ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέτριβεν.
2097
2098Φε. Οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς,
2099σοφώτατον ;
2100
2101Στ. Σοφώτατον γ᾿ ἐκεῖνον, ὦ_τί σ᾿ εἴπω ;
2102Ἀλλ᾿ αὖθις αὖ τυπτήσομαι.
2103
2104Φε. Νὴ τὸν Δί᾿, ἐν δίκῃ γ᾿ ἄν.
2105
2106Στ. Καὶ πῶς δικαίως ; Ὅστις ὦ ᾿ναίσχυντέ σ᾿ ἐξέθρεψα
2107αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅτι νοοίης.
2108Εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·
2109μαμμᾶν δ᾿ ἂν αἰτήσαντος, ἧκόν σοι φέρων ἂν ἄρτον·
2110κακκᾶν δ᾿ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε
2111ἐξέφερον ἂν καὶ προυσχόμην σε. Σὺ δέ με νῦν ἀπάγχων,
2112βοῶντα καὶ κεκραγόθ᾿ ὅτι
2113χεζητιῴην, οὐκ ἔτλης
2114ἔξω ᾿ξενεγκεῖν, ὦ μιαρέ,
2115θύραζέ μ᾿, ἀλλὰ πνιγόμενος
2116αὐτοῦ ᾿πόησα κακκᾶν.
2117
2118Χο. Οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας
2119πηδᾶν ὅτι λέξει.
2120Εἰ γὰρ τοιαῦτά γ᾿ οὗτος ἐξειργασμένος
2121λαλῶν ἀναπείσει,
2122τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν
2123ἀλλ᾿ οὐδ᾿ ἐρεβίνθου.
2124
2125Σὸν ἔργον, ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτά,
2126πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.
2127
2128Φε. Ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν
2129καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.
2130Ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,
2131οὐδ᾿ ἂν τρί᾿ εἰπεῖν ῥήμαθ᾿ οἷός τ᾿ ἦν πρὶν ἐξαμαρτεῖν·
2132νυνὶ δ᾿, ἐπειδή μ᾿ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,
2133γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,
2134οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.
2135
2136Στ. Ἵππευε τοίνυν νὴ Δί᾿, ὡς ἔμοιγε κρεῖττόν ἐστιν
2137ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.
2138
2139Φε. Ἐκεῖσε δ᾿ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,
2140καὶ πρῶτ᾿ ἐρήσομαί σε τουτί· παῖδά μ᾿ ὄντ᾿ ἔτυπτες ;
2141
2142Στ. Ἒγωγέ σ᾿, εὐνοῶν τε καὶ κηδόμενος.
2143
2144Φε. Εἰπὲ δή μοι,
2145οὐ κἀμὲ σοὶ δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως
2146τύπτειν τ᾿, ἐπειδήπερ γε τοῦτ᾿ ἔστ᾿ εὐνοεῖν, τὸ τύπτειν ;
2147Πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,
2148τοὐμὸν δὲ μή ; Καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.
2149« Κλάουσι παῖδες, πατέρα δ᾿ οὐ κλάειν δοκεῖς ; »
2150Φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·
2151ἐγὼ δέ γ᾿ ἀντείποιμ᾿ ἂν ὡς δὶς παῖδες οἱ γέροντες.
2152Εἰκός τε μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,
2153ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.
2154
2155Στ. Ἀλλ᾿ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.
2156
2157Φε. Οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον,
2158ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς ;
2159Ἧττόν τι δῆτ᾿ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν
2160θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν ;
2161Ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,
2162ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.
2163Σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,
2164ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν
2165ἡμῶν ἐκεῖνοι, πλήν γ᾿ ὅτι ψηφίσματ᾿ οὐ γράφουσιν ;
2166
2167Στ. Τί δῆτ᾿, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,
2168οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις ;
2169
2170Φε. Οὐ ταὐτόν, ὦ τᾶν, ἐστίν, οὐδ᾿ ἂν Σωκράτει δοκοίη.
2171
2172Στ. Πρὸς ταῦτα μὴ τύπτ᾿· εἰ δὲ μή, σαυτόν ποτ᾿ αἰτιάσει.
2173
2174Φε. Καὶ πῶς ;
2175
2176Στ. Ἐπεὶ σὲ μὲν δίκαιός εἰμ᾿ ἐγὼ κολάζειν,
2177σὺ δ᾿, ἢν γένηταί σοι, τὸν υἱόν.
2178Φε. Ἤν δὲ μὴ γένηται,
2179μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ᾿ ἐγχανὼν τεθνήξεις.
2180
2181Στ. Ἐμοὶ μέν, ὦνδρες ἥλικες, δοκεῖ λέγειν δίκαια,
2182κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ·
2183κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ᾿, ἢν μὴ δίκαια δρῶμεν.
2184
2185Φε. Σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.
2186Στ. Ἀπὸ γὰρ ὀλοῦμαι.
2187
2188Φε. Καὶ μὴν ἴσως γ᾿ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.
2189
2190Στ. Πῶς δή ; Δίδαξον γὰρ τί μ᾿ ἐκ τούτων ἐπωφελήσεις.
2191
2192Φε. Τὴν μητέρ᾿ ὥσπερ καὶ σὲ τυπτήσω.
2193
2194Στ. Τί φῄς, τί φῂς σύ ;
2195Τοῦθ᾿ ἕτερον αὖ μεῖζον κακόν.
2196
2197Φε. Τί δ᾿ ἢν ἔχων τὸν ἥττω
2198λόγον σε νικήσω λέγων
2199τὴν μητέρ᾿ ὡς τύπτειν χρεών ;
2200
2201Στ. Τί δ᾿ ἄλλο γ᾿ ἤ, ταῦτ᾿ ἢν ποιῇς,
2202οὐδέν σε κωλύσει σεαυ-
2203τὸν ἐμβαλεῖν εἰς τὸ βάραθρον
2204μετὰ Σωκράτους
2205καὶ τὸν λόγον τὸν ἥττω ;
2206Ταυτὶ δι᾿ ὑμᾶς, ὦ Νεφέλαι, πέπονθ᾿ ἐγώ,
2207ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.
2208
2209Χο. Αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,
2210στρέψας σεαυτὸν εἰς πονηρὰ πράγματα.
2211
2212Στ. Τί δῆτα ταῦτ᾿ οὔ μοι τότ᾿ ἠγορεύετε,
2213ἀλλ᾿ ἄνδρ᾿ ἄγροικον καὶ γέροντ᾿ ἐπήρατε ;
2214
2215Χο. Ἡμεῖς ποιοῦμεν ταῦθ᾿ ἑκάστοθ᾿, ὅντιν᾿ ἂν
2216γνῶμεν πονηρῶν ὄντ᾿ ἐραστὴν πραγμάτων,
2217ἕως ἂν αὐτὸν ἐμβάλωμεν εἰς κακόν,
2218ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
2219
2220Στ. Ὤμοι, πονηρά γ᾿, ὦ Νεφέλαι, δίκαια δέ·
2221οὐ γάρ με χρῆν τὰ χρήμαθ᾿ ἁδανεισάμην
2222ἀποστερεῖν. Νῦν οὖν ὅπως, ὦ φίλτατε,
2223τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη
2224ἀπολεῖς μετ᾿ ἐμοῦ ᾿λθών, οἳ σὲ κἄμ᾿ ἐξηπάτων.
2225
2226Φε. Ἀλλ᾿ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
2227
2228Στ. Ναὶ ναί, καταιδέσθητι πατρῷον Δία.
2229
2230Φε. Ἰδού γε Δία πατρῷον. Ὡς ἀρχαῖος εἶ.
2231Ζεὺς γάρ τις ἐστίν ;
2232
2233Στ. Ἐστίν.
2234
2235Φε. Οὐκ ἔστ᾿, οὔκ, ἐπεὶ
2236Δῖνος βασιλεύει, τὸν Δί᾿ ἐξεληλακώς.
2237
2238Στ. Οὐκ ἐξελήλακ᾿, ἀλλ᾿ ἐγὼ τοῦτ᾿ ᾠόμην
2239διὰ τουτονὶ τὸν δῖνον. Ὤμοι δείλαιος,
2240ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.
2241
2242Φε. Ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.
2243
2244Στ. Οἴμοι παρανοίας. Ὡς ἐμαινόμην ἄρα
2245ὅτ᾿ ἐξέβαλον καὶ τοὺς θεοὺς διὰ Σωκράτη.
2246Ἀλλ᾿ ὦ φίλ᾿ Ἑρμῆ, μηδαμῶς θύμαινέ μοι,
2247μηδέ μ᾿ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε
2248ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ.
2249Καί μοι γενοῦ ξύμβουλος, εἴτ᾿ αὐτοὺς γραφὴν
2250διωκάθω γραψάμενος, εἴθ᾿ ὅτι σοι δοκεῖ.
2251Ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν
2252ἀλλ᾿ ὡς τάχιστ᾿ ἐμπιμπράναι τὴν οἰκίαν
2253τῶν ἀδολεσχῶν. Δεῦρο δεῦρ᾿, ὦ Ξανθία,
2254κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,
2255κἄπειτ᾿ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον
2256τὸ τέγος κατάσκαπτ᾿, εἰ φιλεῖς τὸν δεσπότην,
2257ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν.
2258Μοὶ δὲ δᾷδ᾿ ἐνεγκάτω τις ἡμμένην.
2259Κἀγώ τιν᾿ αὐτῶν τήμερον δοῦναι δίκην
2260ἐμοὶ ποήσω, κεἰ σφόδρ᾿ εἴσ᾿ ἀλαζόνες.
2261
2262ΜΑΘΗΤΗΣ Α. Ἰοὺ ἰού.
2263
2264Στ. Σὸν ἔργον, ὦ δᾷς, ἱέναι πολλὴν φλόγα.
2265
2266Μα. Ἄνθρωπε, τί ποεῖς ;
2267
2268Στ. Ὅ τι ποιῶ ; Τί δ᾿ ἄλλο γ᾿ ἢ
2269διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας ;
2270
2271ΜΑΘΗΤΗΣ· Τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν ;
2272
2273Στ. Ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.
2274
2275Μα. Ἀπολεῖς, ἀπολεῖς.
2276
2277Στ. Τοῦτ᾿ αὐτὸ γὰρ καὶ βούλομαι,
2278ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας
2279ἢ ᾿γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.
2280
2281Σω. Οὗτος, τί ποιεῖς ἐτεόν, οὑπὶ τοῦ τέγους ;
2282
2283Στ. Ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
2284
2285Σω. Οἴμοι τάλας δείλαιος, ἀποπνιγήσομαι.
2286
2287Μα. Ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.
2288
2289Στ. Τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε
2290καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν ;
2291Δίωκε, παῖε, βάλλε, πολλῶν οὕνεκα,
2292μάλιστα δ᾿ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.
2293
2294Χο. Ἡγεῖσθ᾿ ἔξω· κεχόρευται γὰρ μετρίως τό γε τήμερον ἡμῖν.
2295
Text line Line here
372 593
2296

You might also like