Download as doc, pdf, or txt
Download as doc, pdf, or txt
You are on page 1of 2

APOLO Y MARSIAS (Apolodoro, 

Bibliotheca 1.4.2)

ἀπέκτεινε δὲ Ἀπόλλων καὶ τὸν Ὀλύμπου παῖδα Μαρσύαν. οὗτος γὰρ 

εὑρὼν αὐλούς, οὓς ἔρριψεν Ἀθηνᾶ διὰ τὸ τὴν ὄψιν αὐτῆς ποιεῖν ἄμορφον,

ἦλθεν εἰς ἔριν περὶ μουσικῆς Ἀπόλλωνι. συνθεμένων δὲ αὐτῶν ἵνα ὁ νικήσας ὃ

βούλεται διαθῇ τὸν ἡττημένον, τῆς κρίσεως γινομένης τὴν κιθάραν

στρέψας ἠγωνίζετο ὁ Ἀπόλλων, καὶ ταὐτὸ ποιεῖν ἐκέλευε τὸν Μαρσύαν· τοῦ δὲ

ἀδυνατοῦντος εὑρεθεὶς κρείσσων ὁ Ἀπόλλων,κρεμάσας τὸν Μαρσύαν ἔκ τινος

ὑπερτενοῦς πίτυος, ἐκτεμὼν τὸ δέρμα οὕτως διέφθειρεν.

EL CASTIGO DE SÍSIFO (Apolodoro, Bibliotheca 1.85, 5-10  )

Kολάζεται δὲ Σίσυφος ἐν ῞Αιδου πέτρον ταῖς χερσὶ καὶ τῇ κεφαλῇ κυλίων, καὶ

τοῦτον ὑπερβάλλειν θέλων· οὗτος δὲ ὠθούμενος ὑπ' αὐτοῦ ὠθεῖταιπάλιν

εἰς τοὐπίσω. τίνει δὲ ταύτην  δίκην διὰ τὴν ᾿Ασωποῦ θυγατέρα

Αἴγιναν· ἁρπάσαντος γὰρ αὐτὴν κρύφα Διός ᾿Ασωπῷ μηνῦσαι ζητοῦντιλέγεται.

You might also like