Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 4

Ψαλμός ξζ’ (67ος) (1-18)

Εἰς τὸ τέλος· ᾠδῆς ψαλμὸς τῷ Δαυΐδ.

2 ΑΝΑΣΤΗΤΩ ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ,


καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. 3 ὡς
ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου
πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.
4 καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ
Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ. 5 ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ
ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος
ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. 6 ταραχθήσονται
ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν
χηρῶν· ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. 7 ὁ Θεὸς κατοικίζει
μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως
τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις. 8 ὁ Θεός,
ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε
ἐν τῇ ἐρήμῳ. (διάψαλμα). 9 γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ
ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ
Θεοῦ ᾿Ισραήλ. 10 βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῇ
κληρονομίᾳ σου, καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν. 11 τὰ ζῷά
σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ
πτωχῷ, ὁ Θεός. 12 Κύριος δώσει ρῆμα τοῖς εὐαγγελιζομένοις
δυνάμει πολλῇ, 13 ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ
ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. 14 ἐὰν κοιμηθῆτε ἀνὰ
μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ
τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. 15 ἐν τῷ διαστέλλειν
τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾿ αὐτῆς, χιονωθήσονται ἐν Σελμών. 16
ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. 17 ἱνατί
ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς
κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος. 18
τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος
ἐν αὐτοῖς ἐν Σινᾷ ἦν, ἐν τῷ ἁγίῳ.
Νεοελληνικὴ ἀπόδοση
Ἂς ἐγερθῇ ὁ Θεός, ἂς κάμῃ αἰσθητὴν τὴν παρουσίαν καὶ τὴν δύναμίν
του ὁ Κύριος, καὶ ἀμέσως οἱ ἐχθροί του θὰ διασκορπισθοῦν. Θὰ
φύγουν πανικόβλητοι ἀπὸ ἐμπρός του ὅλοι ἐκεῖνοι, οἱ ὁποῖοι τὸν
μισοῦν. 3 Ὅπως ἐξαφανίζεται καὶ διαλύεται ὁ καπνός, ἔτσι θὰ
ἐξαφανισθοῦν καὶ αὐτοί. Ὅπως διαλύεται τὸ κηρὶ ἐμπρὸς εἰς τὸ πῦρ,
κατὰ παρόμοιον τρόπον θὰ ἐξολοθρευθοῦν καὶ οἱ ἁμαρτωλοὶ ἐμπρὸς
εἰς τὴν παρουσίαν τοῦ παντοδυνάμου Θεοῦ. 4 Οἱ δίκαιοι ὅμως θὰ
εὐφρανθοῦν. Θὰ πλημμυρίσουν ἀπὸ ἀγαλλίασιν ἐνώπιον τοῦ Θεοῦ.
Θὰ ἀπολαύσουν θεοσδότους τέρψεις μὲ κάθε εὐφροσύνην. 5 Ψάλατε,
λοιπόν, πρὸς τὸν Θεόν, συνθέσατε ἁρμονικοὺς ὕμνους εἰς δόξαν τοῦ
Ὀνόματός του. Ἐτοιμάσατε εἰς τὴν ἔρημον τὴν ὁδόν, δι' ἐκεῖνον ὁ
ὁποῖος ὡς θριαμβευτὴς κάθεται ἐπάνω εἰς τὸ ἅρμα καὶ προχωρεῖ πρὸς
δυσμὰς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Κύριος εἶναι τὸ ὄνομά του.
Σκιρτήσατε οἱ πιστοὶ ἀπὸ ἀγαλλίασιν ἐνώπιον αὐτοῦ. 6 Οἱ ἄδικοι καὶ
οἱ παράνομοι θὰ τρομάξουν καὶ μὲ μόνην τὴν ἐμφάνισιν αὐτοῦ, διότι
αὐτὸς εἶναι ὁ πατὴρ καὶ προστάτης τῶν ὀρφανῶν, ὁ κριτὴς καὶ
ὑπερασπιστὴς τῶν χηρῶν. Ἂς τὸ ἀκούσουν οἱ ἄδικοι· ὑπάρχει ὁ Θεὸς
εἰς τὸν ἱερὸν τόπον τῆς κατοικίας του, εἰς τὸν ναόν, καὶ παρακολουθεῖ
τὰ πάντα. 7 Ὁ Θεὸς ἐγκαθιστᾷ εἰς οἶκον καὶ ἀναδεικνύει
εὐτυχισμένους οἰκογενειάρχες τοὺς μεμονωμένους καὶ ἐγκατα-
λελειμμένους, οἱ ὅποιοι πιστεύουν εἰς αὐτόν. Αὐτὸς βγάζει ἀνδρείους
ἀπὸ τὰς φυλακὰς τοὺς ἁλυσοδεμένους καὶ λυτρώνει ἀπὸ τὰς
αἰχμαλωσίας. Αὐτὸς ἐπίσης, ἐκείνους, οἱ ὁποῖοι μὲ τὰς παραβάσεις
των τὸν πικραίνουν, τοὺς ἀφήνει εἰς τοὺς σκοτεινοὺς τάφους τῆς
δυστυχίας των. 8 Ὦ Κύριε καὶ Θεέ! Ὅταν ἔβγαινες ἀπὸ τὴν Αἴγυπτον,
προπορευόμενος τοῦ λαοῦ σου, ὅταν μαζῆ σου διέβαινε τὴν ἔρημον ὁ
λαός, ἡ γῆ συνεκλονίσθη. 9 Οἱ δὲ οὐρανοὶ ἔβρεξαν τὸ μάνα κατόπιν
ἐντολῆς τοῦ Θεοῦ, ὁ ὅποιος εἶχε φανερωθῆ εἰς τὸ ὄρος Σινᾶ. Ἔγινε
τοῦτο ἀμέσως μόλις παρουσιάσθη ὁ Θεὸς εἰς τὸν ἰσραηλιτικὸν λαόν.
10 Ἐν τῇ ἀπείρῳ σου καλωσύνῃ καὶ εὐμενείᾳ, ὦ Θεέ, βροχὴν
πλουσίων δωρεῶν ἔστειλες ἀπὸ τὸν οὐρανόν, εἰς τὸν ἰσραηλιτικὸν
λαόν, ποὺ εἶναι κληρονομία σου. Καὶ ὅταν αὐτοὶ ἀπέκαμαν καὶ
ἐξησθένησαν, σὺ τοὺς ἐστήριξες μέχρι τῆς ἐγκαταστάσεώς των εἰς
τὴν γῆν τῆς Ἐπαγγελίας. 11 Καὶ τὰ ζῶα τοῦ λαοῦ σου, τὰ ὁποῖα εἶναι
καὶ αὐτὰ ἰδικά σου, θὰ ζοῦν πλέον καὶ θὰ παχύνωνται μέσα εἰς τὴν
ἀφθονίαν τῆς γῆς αὐτῆς, τὴν ὁποίαν σὺ μὲ τὴν καλωσύνην σου
ἔκαμες εὔφορον καὶ γόνιμον, ὦ Θεέ, διὰ τοὺς πτωχοὺς τοῦ λαοῦ σου.
12 Ὁ Κύριος δίδει καὶ θὰ δίδῃ πάντοτε λόγον καὶ ἐντολὴν αὐθεντίας
καὶ κύρους εἰς ἐκείνους, οἱ ὁποῖοι μὲ εὐγλωττίαν καὶ δυνατὴν φωνὴν
θὰ εὐαγγελίζονται τὸ ἄγγελμα τῆς νίκης λέγοντες πρὸς τὸν λαόν· 13
Ὁ βασιλεὺς καὶ κύριος τῶν στρατιωτικῶν δυνάμεων τοῦ ἀγαπητοῦ
του λάου, τοῦ ἰσραηλιτικοῦ, παραγγέλλει νὰ μοιρασθοῦν τὰ λάφυρα
μεταξὺ τῶν Ἰσραηλιτῶν διὰ τὸν καλλωπισμὸν τῶν οἰκιῶν των καὶ εἰς
ἀνάμνησιν τῶν δωρεῶν τοῦ Θεοῦ. 14 Ὅταν νικηταὶ τότε ἀναπαύεαθε
εἰς τὰ δοθέντα πρὸς ἡμᾶς μὲ κλῆρον μερίδια τῆς γῆς Χαναάν, θὰ
γίνετε περιφανεῖς καὶ ἔνδοξοι. Θὰ ὁμοιάζετε πρὸς πτέρυγας τῆς
περιστερᾶς, ποὺ ἀπὸ τὸ χρῶμα των παρουσιάζονται σὰν ἐπαργυ-
ρωμέναι καὶ μὲ χρυσοπράσινα μεταξὺ τῶν πτερύγων τῶν πτερά. 15
Ὅταν ὁ ἐπουράνιος Κύριος διεσκόρπιζε πανικοβλήτους τοὺς
ἀλλοφύλους βασιλεῖς τῆς Χαναάν, οἱ Ἰσραηλῖται, κατάφορτοι ἀπὸ τὰ
λάφυρα, ἦσαν λαμπροὶ ὠσὰν τὸ χιονισμένον ὄρος Σελμών. 16 Τὸ ὄρος
τοῦ Θεοῦ, ἡ Σιών. Ὄρος παχύ, ὄρος στερεόν, ὄρος πλουσίας
πνευματικῆς ζωῆς. 17 Διατὶ παίρνετε τὸν λόγον καὶ παραπονεῖσθε
σεῖς ὅρη μεγάλα καὶ στερεὰ διὰ τὰ ὄρος τῆς, Σιών, εἰς τὸ ὁποῖον
ηὐδόκησεν ὁ Θεὸς νὰ κατοικῇ; Πράγματι ὁ Κύριος θὰ κατοικῇ ἐκεῖ
μέχρι τέλους τοῦ παρόντος κόσμου. 18 Τὸ ἔνδοξον ἅρμα, ἐπάνω εἰς τὸ
ὁποῖον κάθεται ὁ Θεός, ὁ ἐρχόμενος, διὰ νὰ κατοικήσῃ εἰς τὴν Σιών,
τὸ συνοδεύουν μυριάδες καὶ χιλιάδες ἀγγέλων καὶ ἁγίων
πλημμυρισμένοι ἀπὸ χαράν. Ὁ Κύριος, ὅπως ἄλλοτε ἐν μέσῳ τῶν
ἀγγέλων αὐτοῦ ἦτο εἰς τὸ ὄρος Σινᾶ, ἔτσι καὶ τώρα εἶναι εἰς τὸν ἅγιον
τόπον.

Ἑρμηνεία Ὁσίου Ἀρσενίου Καππαδόκου


Ὁ Ψαλμὸς ξζ’ διαβάζεται γιὰ νὰ ἐλευθερωθοῦν οἱ μητέρες, ποὺ
δυσκολεύονται νὰ ἀποβάλλουν, ὅταν παθαίνουν κακό.

You might also like