Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 17

ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΔΗΜΗΤΡΙΟΥ ΤΟΥ ΕΚ ΜΥΣΤΕΓΝΩΝ

Οὗ ἡ Μνήμη τῆ ιη’ Αὐγούστου.

Ποιηθεῖσα
ὑπὸ τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη,
Μητροπολίτου τ῅ς ἁγιωτάτης Μητροπόλεως Ῥόδου.

ΕΙ΢ ΣΟΝ ΜΙΚΡΟΝ Ε΢ΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι ΢τιχηρὰ Προσόμοια.

Ἦχος πλ. β’. Σριήμερος ἀνέστης.

Μαρτύρων τοῦ Φριστοῦ μιμητής, γενόμενος Δημήτριε θεομάκαρ,


συναγάλλῃ νῦν αὐτοῖς, ἐν πόλει πρωτοτόκων, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν
εὐφημούντων σου τὴν ἄθλησιν.

Ο᾽ρθρίσας πρὸς Φριστὸν τὸν Θεόν, τ῵ θείῳ σου Δημήτριε μαρτυρίῳ,


ἐξανέτειλας φωστήρ, μέγιστος εὐσεβείας, φωτίζων ὑπὲρ λόγον, τῶν
Ὀρθοδόξων τὰ συστήματα.

Εἰκόνος τοῦ ΢ωτ῅ρος Φριστοῦ, σὺ σύμμορφος Δημήτριε ἀνεδείχθης,


μαρτυρίου τὸν καλόν, ἀγῶνα ἐκτελέσας· διὸ αὐτ῵ μὴ παύσῃ, ὑπὲρ ἡμῶν
πρεσβεύων Ἅγιε.

Ι῾κέτευε ἀπαύστως Φριστόν, Δημήτριε πανεύφημε Ἀθλοφόρε, τοῦ


σωθ῅ναι τὰς ψυχάς, τῶν πόθῳ σοι βοώντων· Φαῖρε Μαρτύρων κλέος, καὶ
Μυστεγνῶν τὸ ἐγκαλλώπισμα.

Δόξα. Ἦχος α’.

Δημήτριε Φριστοῦ Νεομάρτυς, σὺ τὴν καλὴν ὁμολογίαν φυλάξας,


μαρτυρικῶν δωρεῶν κατηξίωσαι, καὶ Φριστ῵ παρέστης, ἐν οὐρανοῖς
εὐφραινόμενος. Διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐν ὕμνοις τελούντων, τὴν
παναγίαν μνήμην σου.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς. Ὁ αὐτός.

Ε῎πρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τ῅ς κατὰ σάρκα
Μητρὸς αὐτοῦ, την Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτὴ
μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γ῅ς τοῦ ΢ωτ῅ρος ἀνάβασιν θεάσωνται,

1
ἀλλὰ καὶ τ῅ς Σεκούσης αὐτὸν τῆ μεταθέσει μαρτυρήσωσι. Διόπερ
πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν ΢ιὼν κατελάμβανον, καὶ πρὸς
οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Φερουβίμ, ἣν καὶ
ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.

Εἰς τὸν ΢τίχον, ΢τιχηρὰ Προσόμοια.


Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε οἱ εὐσεβεῖς, Φριστοῦ τὸν Ἀθλοφόρον, τιμήσωμεν βοῶντας· Δημήτριε


παμμάκαρ, εὐχαῖς σου ἡμᾶς στήριζε.

΢τίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Η῎θλησας ἀνδρικῶς, ὑπὲρ τ῅ς εὐσεβείας, Δημήτριε παμμάκαρ, καὶ


ἔθραυσας εἰς τέλος, τυράννων θράσος βλάσφημον.

΢τίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Πρέσβευε τ῵ Φριστ῵, ὡς ἔχων παῤῥησίαν, ὑπὲρ τῶν ἱκετῶν σου, Δημήτριε


παμμάκαρ, τῶν Μυστεγνῶν ἀγλάϊσμα.

Δόξα. Ἦχος πλ. α’.

Πανηγυρίζει σήμερον, ἡ Ἐκκλησία τοῦ Φριστοῦ, τὴν παναγίαν μνήμην


σου, Δημήτριε Νεομάρτυς σεβάσμιε· Φριστὸν γὰρ ἀγαπήσας, εὐσέβειαν
ἐξήσκησας, καὶ ὑπὲρ ταύτης τὸ αἷμά σου ἐξέχεας. Ὅθεν ἐν ὑψίστοις
δοξασθείς, ὑπὲρ ἡμῶν μὴ παύσῃ πρεσβεύων, ἵνα λάβωμεν διὰ σοῦ,
ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς. Ὁ αὐτός.

Α῎ισατε λαοί, τῆ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον
ψυχὴν αὐτ῅ς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτ῅ς σαρκωθέντος
ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθ῅ναι τῆ
οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις, τὸ Σρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ


καὶ Ἀπόλυσις.

2
ΕΙ΢ ΣΟΝ ΜΕΓΑΝ Ε΢ΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν


στίχ. στ’ καὶ ψάλλομεν τὰ κάτωθι ΢τιχηρὰ Προσόμοια.

Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ψ῾ς Μαρτύρων ὁμότροπον, Νεομάρτυς Δημήτριε, συνελθόντες σήμερον


εὐφημοῦμέν σε· σὺ γὰρ Φριστοῦ ἐν καρδίᾳ σου, τὸν πόθον δεξάμενος,
ὁμολογήσας αὐτόν, τῶν τυράννων ἐνώπιον, καὶ διήνυσας, μαρτυρίου τὸν
δρόμον τῶν μελλόντων, ἀντιδόσεων τὴν χάριν, ἀποσκοπῶν ὡς θεόσοφος.

Εὐσεβείας τὴν ἔλλαμψιν, ἐν καρδίᾳ δεξάμενος, τῶν τυράννων ἔλυσας τὴν


σκοτόμαιναν, ἀνατολῆ τ῅ς ἀθλήσεως, παμμάκαρ Δημήτριε, καὶ φωτὸς ἐν
τῆ σκηνῆ, τοῦ ἀδύτου ἐσκήνωσας, ταῖς τ῅ς χάριτος, ἀγλαἸαις ἐκεῖθεν
ἐξαστράπτων, καὶ ψυχὰς καταφωτίζων, τῶν ἐκτελούντων τὴν μνήμην
σου.

Σῶν Μαρτύρων τ῅ς πίστεως, Νεομάρτυς Δημήτριε, εὐσεβῶς τὴν ἔνστασιν


μιμησάμενος, ἐν παῤῥησίᾳ ἐκήρυξας, ΢ωτ῅ρος τὸ ὄνομα, καὶ ἐνήθλησας
καλῶς, τ῅ς ζω῅ς μὴ φεισάμενος· ὅθεν ἔδραμες, εἰς νυμφῶνα χαρᾶς τ῅ς
ἀκηράτου, μνημονεύων τῶν ὑμνούντων, τὴν σεβασμίαν σου ἄθλησιν.

Ἕτερα. Ἦχος πλ. δ´. ῍Ψ τοῦ παραδόξου θαύματος.

Μάρτυς τοῦ Φριστοῦ Δημήτριε, πρὸς τὸν Δεσπότην Φριστόν, ἔχων πᾶσαν
τὴν ἔφεσιν, καὶ αὐτοῦ τῆ χάριτι, μυστικῶς δυναμούμενος, τοῦ μαρτυρίου
τὸν δρόμον ἤνυσας, καὶ ἐν Ἁγίων σκηναῖς κατέπαυσας· ἔνθα θεούμενος,
παῤῥησίᾳ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων σου, μνήμην τὴν
πάντιμον.

Μάρτυς τοῦ Φριστοῦ Δημήτριε, τ῅ς πατρικ῅ς εὐσεβῶς, ἀντεχόμενος


πίστεως, τὸν Φριστὸν ἐκήρυξας, τῶν τυράννων ἐνώπιον, καὶ ὑπὲρ ταύτης
ὁπλίτης ἄριστος, ἐν μαρτυρίου εὑρέθης σκάμματι. Ὅθεν τιμῶμέν σε,
σήμερον ἐν ᾄσμασιν οἱ εὐσεβεῖς, τὴν πλουσίαν χάριν σου, ἀπεκδεχόμενοι.

Μάρτυς τοῦ Φριστοῦ Δημήτριε, ἐν Μυστεγνοῖς τὸ καλόν, διαθλήσας


ἀγώνισμα, ἐν ὑψίστοις ἔλαβες, ἐπαξίως τὰ ἔπαθλα, χοροῖς Μαρτύρων
συναυλιζόμενος, καὶ τοῦ ἀκτίστου φωτὸς πληρούμενος. Ὅθεν δεόμεθα,
μὴ ἐλλίπῃς Ἅγιε πᾶσιν ἡμῖν, τὸν ΢ωτ῅ρα Κύριον, ἐξιλεούμενος.

3
Δόξα. Ἦχος πλ. α’.

Δεῦτε φιλομάρτυρες σήμερον, ὕμνον ἑόρτιον ᾄσωμεν, τ῵ Νεομάρτυρι τοῦ


ἐν Σριάδι Θεοῦ, Δημητρίῳ τ῵ μακαριωτάτῳ· ἐν χρόνοις γὰρ τοῖς ζοφεροῖς,
Ἀγαρηνῶν τ῅ς δουλείας, ὑπὲρ πίστεως ὡς ἄμωμος ἀμνός, τὴν σφαγὴν
ὑποδεξάμενος, τ῅ς ἀθανάτου ζω῅ς, τὴν χάριν ἐθησαύρισε, καὶ Μαρτύρων
κοινωνός, ἐν πόλει πρωτοτόκων ἐγένετο, πρεσβεύων σὺν αὐτοῖς ἐκτενῶς,
ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς. Ὁ αὐτός.


Θεοφάνους.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα· δεῦτε


καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, τῆ καταπαύσει τ῅ς Κιβωτοῦ τοῦ
Θεοῦ. ΢ήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν
τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρούμενον, καὶ ἡ γ῅ τὴν πηγὴν τ῅ς ζω῅ς
ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι
χοροστατοῦσι σὺν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζω῅ς εἰς ζωὴν
μεθισταμένης, τ῅ς τεκούσης τὸν ἀρχηγὸν τ῅ς ζω῅ς. Πάντες
προσκυνήσωμεν αὐτήν δεόμενοι. ΢υγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ
Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

Εἴσοδος, τὸ Υῶς ἱλαρόν, τὸ Προκείμενον τ῅ς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας ἩσαἸου τὸ Ἀνάγνωσμα.


(Κεφ. μγ’, 9-14)

Σάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται


ἄρχοντες ἐξ αὐτῶν. Σίς ἀναγγελεῖ ταῦτα; ἥ τὰ ἐξ ἀρχ῅ς, τίς ἀναγγελεῖ
ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθ῅. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ
Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ
συν῅τε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ
οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα
καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες,
καὶ ἐγὼ Κύριος ὁ Θεός· ἔτι ἀπ᾿ ἀρχ῅ς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ
Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

΢οφίας ΢ολομῶντος τὸ Ἀνάγνωσμα.


(Κεφ. γ’, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν
ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν

4
καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρ῵
ἐπισκοπ῅ς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθ῅ρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτ῵ συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτ῵· ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

΢οφίας ΢ολομῶντος τὸ Ἀνάγνωσμα.


(Κεφ. ε’, 15-στ’, 3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τ῅ς εὐπρεπείας,
καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῆ δεξιᾷ σκεπάσει
αὐτούς, καὶ τ῵ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν
ζ῅λον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται
θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτ῵ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν
νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ
ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γ῅ν ἀνομία, καὶ ἡ
κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ
σύνετε· μάθετε δικασταὶ περάτων γ῅ς· ἐνωτίσασθε οἱ κρατοῦντες
πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙ΢ ΣΗΝ ΛΙΣΗΝ, Ἰδιόμελα.

Ἦχος α’.

Σ῅ς Λέσβου τὸ καύχημα, τῶν Μυστεγνῶν τὸ ἀγλάϊσμα, καὶ Ἐκκλησίας


ἐγκαλλώπισμα, Δημήτριον τὸν Φριστοῦ Νεομάρτυρα, τοῖς ἄνθεσι τῶν
ᾀσμάτων, δεῦτε πιστοὶ ἅπαντες, σήμερον καταστέψωμεν· πίστεως γὰρ
ὑπεροπλίᾳ, ἐν μαρτυρίου συμπλοκῆ, ἀσεβείας καθελὼν τὴν παράταξιν,
τῶν πρόπαλαι Μαρτύρων, τ῅ς δόξης ἐκοινώνησε, μεθ᾿ ὧν καὶ πρεσβεύει
ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

5
Ὁ αὐτός.

Νεομάρτυς τοῦ Κυρίου, στεφανίτα Δημήτριε, χαῖρε καὶ εὐφραίνου, ὅτι


ὑπὲρ Φριστοῦ, τὸν θάνατον καταδεξάμενος, τ῅ς Ἀναστάσεως αὐτοῦ, τὴν
δόξαν ἐκληρονόμησας, καὶ ἐν σκηναῖς τῶν Ἁγίων κατέπαυσας. Διὸ
πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὸ σεπτόν σου
μνημόσυνον.

Ἦχος β’.

Σοῦ Παρακλήτου Πνεύματος, τῆ χάριτι ῥωννύμενος, μαρτυρικὴν


ἐξήνθησας εὔκλειαν, καὶ εὐσεβῶν τὰς καρδίας εὐωδίασας, Νεομάρτυς
ἔνδοξε Δημήτριε. Ὅθεν σήμερον τὴν μνήμην σου, ἐν ἀγαλλίασει
ἑορτάζοντες, πρέσβυν σε τ῵ Κυρίῳ προσάγομεν, τ῵ παρέχοντι διὰ σοῦ,
τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Δόξα. Ἦχος δ´.

Δεῦτε πιστοί, τὸν θαυμαστὸν Ἀθλοφόρον, Δημήτριον τιμήσωμεν· οὗτος


γὰρ φαιδρὰν ἀλουργίδα, τοῦ ὑπὲρ τ῅ς πίστεως μαρτυρίου, τὰ αἵματα
ἐνδυσάμενος, ἐν οὐρανοῖς Φριστ῵ συμβασιλεύει, Μαρτύρων τοῖς χοροῖς
συναυλιζόμενος, καὶ κατὰ μέθεξιν θεούμενος. Διὸ καὶ πρὸς αὐτὸν
ἐκβοήσωμεν· Νεομάρτυς ἀήττητε, ὡς παῤῥησίαν ἔχων, τῶν τιμώντων σε
ἔσο προϊστάμενος, λυτρούμενος αὐτοὺς ταῖς πρεσβείαις σου, ἐκ
πειρασμῶν καὶ περιστάσεων.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς. Ὁ αὐτός.

Σὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε Ἁγνή, τῶν Ἀγγέλων τὰ


πλήθη ἐν οὐραν῵, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τ῅ς γ῅ς μακαρίζομεν, ὅτι
Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Φριστοῦ τοῦ Θεοῦ. Αὐτὸν
ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς
ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.

ΕΙ΢ ΣΟΝ ΢ΣΙΦΟΝ, ΢τιχηρὰ προσόμοια.


Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Πανεύφημε Μάρτυς τοῦ Φριστοῦ, ἔνδοξε Δημήτριε, ὡς στρατιώτης


ἀχείρωτος, τ῅ς θείας πίστεως, εὐσεβείας νῖκος, τῆ στεῤῥᾷ ἀθλήσει σου,
κατὰ τ῅ς ἀσεβείας ἐποίησας· διὸ τὴν μνήμην σου, ἐκτελοῦμεν
ἀγαλλόμενοι, καὶ Θε῵ σε μεσίτην προσάγομεν.

6
΢τίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Πανεύφημε Μάρτυς τοῦ Φριστοῦ, κράτιστε Δημήτριε, νικήσας ὄφιν τὸν


δείλαιον, τ῵ μαρτυρίῳ σου, τ῅ς ἀθανασίας, στέφος ἀμαράντινον, χειρὶ τῆ
ζωηφόρῳ ἀπέλαβες, καὶ κατεσκήνωσας, ἐν Ἁγίων τοῖς σκηνώμασι,
μνημονεύων, τῶν μακαριζόντων σε.

΢τίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Πανεύφημε Μάρτυς τοῦ Φριστοῦ, πάντιμε Δημήτριε, τὸν ἐπουράνιον


ἔρωτα, ἐνστερνισάμενος, ἀσεβῶν τυράννων, φρύαγμα ἐπάτησας,
Μαρτύρων διαπρέψας ἐν σκάμματι, μεθ᾿ ὧν ἱκέτευε, δωρηθ῅ναι ταῖς
ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β’.

Ο῾ τῶν πάλαι Μαρτύρων ὁμότροπος, καὶ ἐν ὑψίστοις συνόμιλος, Δημήτριε


Φριστοῦ Νεομάρτυς, τῶν Μυστεγνῶν τὸ καύχημα, καὶ Λέσβου τὸ
ἀγλάϊσμα, ὁ τὴν καλὴν ὁμολογίαν φυλάξας, καὶ τυράννων αἰσχύνας τὴν
αὐθάδειαν, πρέσβευε ἐκτενῶς τ῵ Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν
ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς. Ὁ αὐτός.

Η῾ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Φερουβὶμ ἐνδοξοτέρα,


καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τ῅ς
ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Τἱοῦ χερσί, σήμερον τὴν
παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῆ πληροῦται τὰ σύμπαντα
χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις, τὸ Σρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος πλ. α’. Σὸν συνάναρχον Λόγον.

Σῶν Μαρτύρων εὐκλείας, ὡς κλεϊζόμενος, ὁ ἐν δουλείας τοῖς χρόνοις, ἐν


Μυστεγνοῖς ὑπελθών, μαρτυρίου τὴν ὁδόν, μάκαρ Δημήτριε, πρέσβευε
πάντοτε Φριστ῵, σὺν αὐτοῖς ἀνελλιπῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ
ψυχικ῅ς σωτηρίας, τῶν ἐκτελούντων σου τὴν μνήμην πιστῶς.

Σὸ τ῅ς Ἑορτ῅ς καὶ Ἀπόλυσις.

7
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ ΢τιχολογίαν, Κάθισμα.


Ἦχος α’. Σὸν τάφον σου.

Δημήτριον πιστοί, τὸν Φριστοῦ στρατιώτην, καὶ Μάρτυρα στεῤῤόν, τ῅ς


αὐτοῦ ἀληθείας, τιμήσωμεν ἐν ᾄσμασι, πρὸς αὐτὸν ἀνακράζοντες·
Παναοίδιμε, αἴτει εἰρήνην καὶ χάριν, ταῖς πρεσβείαις σου, τοῖς
εὐσεβάστως τελοῦσι, τὴν μνήμην σου σήμερον.

Σ῅ς Ἑορτ῅ς. Ὅμοιον.

Ο῾ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ


κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς
συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν
σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

Μετὰ τὴν β’ ΢τιχολογίαν, Κάθισμα.


Ἦχος δ’. Σαχὺ προκατάλαβε.

Σῆ ὅπλοις τ῅ς πίστεως, νῖκος ποιήσας λαμπρόν, τρισμάκαρ Δημήτριε,


κατὰ τῶν πλάνων ἐχθρῶν, ἐν πόλῳ δεδόξασαι· σὺ γὰρ ὁμολογήσας τὴν
χριστώνυμον κλ῅σιν, ἤθλησας ὑπὲρ φύσιν, ἐν δουλείας τοῖς χρόνοις. Διὸ
ἐν παῤῥησίᾳ Φριστ῵, πρέσβευε σωθ῅ναι ἡμᾶς.

Σ῅ς Ἑορτ῅ς. Ὅμοιον.

Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλῃ συνήθροισας


τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης, καὶ
πολλ῅ς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τ῅ς
σ῅ς μακαριότητος, Μήτηρ Φριστοῦ τοῦ Θεοῦ.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.


Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ψ῾ς τραφεὶς τ῵ γάλακτι, τ῅ς εὐσεβείας, ἀσεβείας ἔλυσας, τὴν


ψυχολέτειρα ἀχλύν, τ῵ μαρτυρίῳ Δημήτριε· ὅθεν σε πάντες, τοῖς ὕμνοις
γεραίρομεν.

Σ῅ς Ἑορτ῅ς. Ὅμοιον.

8
Σῆ ἐνδόξῳ μνήμῃ σου, ἡ οἰκουμένη, τ῵ ἀ὘λῳ Πνεύματι, πεποικιλμένη
νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· Φαῖρε Παρθένε, Φριστιανῶν τὸ
καύχημα.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ ἤχου καὶ τὸ


Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.


΢τίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ζήτει τῆ κγ’ Ἀπριλίου.

Ὁ Ν’. Δόξα. Σαῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Σαῖς τ῅ς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β’.


΢τίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλ῅θος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Νεομάρτυς Δημήτριε, τὰ παθήματα Φριστοῦ, τῆ ἀθλήσει μορφωθείς, τ῅ς


Ἀναστάσεως τὴν δόξαν, ἐν οὐρανοῖς ἐκληρονόμησας, καὶ παρίστασαι
αὐτ῵, διαπαντὸς εὐφραινόμενος. Διὸ πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ
κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

΢ῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εἶτα· οἱ Κανόνες, τ῅ς Ἑορτ῅ς μετὰ τῶν Εἱρμῶν εἰς στ’, καὶ τοῦ Μάρτυρος
ὁμοίως εἰς στ’. Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχὶς κατ᾿ Ἀλφάβητον· ἐν
δὲ τοῖς Θεοτοκίοις· «Κυρίλλου».

Ὠιδὴ α’. Ἦχος πλ. β’. Ὡς ἐν ἠπείρῳ.

Α᾽νατολῆ μαρτυρίου ὥσπερ φωστήρ, φωτοβόλος ἔλαμψας, Ἐκκλησίας τ῵


λα῵, Ἀθλητὰ Δημήτριε· διό, φῶς μοι αἴτει τ῵ νοἸ, ὡς ἂν ὑμνήσω σε.

Βεβαιωθεὶς εὐσεβείας τ῅ς πατρικ῅ς, θεοπνεύστοις ῥήμασι, ὁμολόγησας


Φριστόν, ἐπ᾿ ἐχθρῶν Δημήτριε σοφέ, καὶ Μαρτύρων μιμητής, εὑρέθης
ἄξιος.

Γνώσεως θείας τ῵ ὕψει ἀναδραμών, θαυμαστὲ Δημήτριε, εὐσεβείας ὡς


υἱός, ἀσεβῶν ἠδάφισας ὀφρύν, ἐν τοῖς ἄθλοις τ῅ς καλ῅ς, ὁμολογίας σου.

9
Θεοτοκίον.

Καταιγιζόμενον πλήθει τῶν πειρασμῶν, καὶ εἰς ἀπογνώσεως,


ἐξελκόμενον βυθόν, τῆ γαλήνῃ σῶσον με Ἁγνή, μητρικῶν σου πρεσβειῶν,
πρὸς τὸν φιλάνθρωπον.

Ὠιδὴ γ’. Οὐκ ἔστιν ἅγιος.

Δοχεῖον ἔμψυχον Θεοῦ, χάριτος ὡς ὑπάρχων, τοῖς τυράννοις ἀντέστης, ὦ


Δημήτριε στεῤῥῶς, καὶ μαρτυρίῳ καλ῵, τὴν ἐκείνων, πλάνην
ἐξεφαύλισας.

Ε᾽νθέῳ στόματι Φριστοῦ, κλ῅σιν τὴν μακαρίαν, τοῖς ἀπίστοις κηρύξας,


μετετέθης πρὸς αὐτόν, ἐκλάμπων κάλλει τοῦ σοῦ, μαρτυρίου, κράτιστε
Δημήτριε.

Ζεούσῃ ἔνδοξε ψυχῆ, χρόνοις ἐν δυσχειμέροις, τ῵ Κυρίῳ λατρεύων,


προσηνέχθης λογική, θυσία ζῶσα αὐτ῵, μαρτυρίου, σκάμματι Δημήτριε.

Θεοτοκίον.

Τ῾μνοῦμεν Δέσποινα Ἁγνή, τὴν φρικτήν σου λοχείαν, δι᾿ ἧς ὤφθη τ῵


κόσμῳ, σαρκοφόρος ὁ Θεός, τοῦ παλαμναίου ἐχθροῦ, τ῅ς δουλείας,
κόσμον ἐκλυτρούμενος.

Κάθισμα. Ἦχος πλ. δ’. Σὴν ΢οφίαν καὶ Λόγον.

Δυναμούμενος σθένει τ῵ θεϊκ῵, ὡς τὴν ἔφεσιν ἔχων μόνῳ Φριστ῵, σαφῶς


κατεφρόνησας, τῶν προσκαίρων Δημήτριε, καὶ χαίρων τῶν Μαρτύρων,
τὸν δρόμον διήνυσας, ἐν Μυστεγνοῖς ἀθλήσας, στεῤῥῶς ὑπὲρ πίστεως·
ὅθεν ἀθανάτου, κοινωνήσας εὐκλείας, Ἁγίων εἰσέδραμες, εἰς τὴν ἄνω
λαμπρότητα, ἔνθα νῦν ἀγαλλόμενος, πρέσβευε ἀπαύστως Θε῵, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν
μνήμην σου.

Θεοτοκίον.

Η῾ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς,


τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζω῅ς σὺ
Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν
ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τ῅ς ζω῅ς
ἡμῶν νάματα, Θεομ῅τορ Πανάμωμε. Πρέσβευε τ῵ σ῵ Τἱ῵ καὶ Θε῵, τῶν

10
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν
σου Κοίμησιν.

Ὠιδὴ δ’. Φριστός μου δύναμις.

Η῾λίου ἔλαμψας, τ῵ μαρτυρίῳ σου, φαεινότερον Μάρτυς καὶ δυσμενῶν,


ἔλυσας σκοτόμαιναν· διὸ Δημήτριε πιστοί, εὐλαβῶς σε μακαρίζομεν.

Θεοῦ προστάγματα, φυλάττων Ἅγιε, καὶ τερπνῶν ἀλογήσας τῶν γεηρῶν,


θάνατον ὑπέμεινας· διὸ ἐκέρδησας ζωήν, τὴν ἀθάνατον Δημήτριε.

Ι᾽χνῶν Δημήτριε, ἐπιλαβόμενος, τῶν ἀρχαίων Μαρτύρων ἐν Μυστεγνοῖς,


τρόπαιον ἀνέστησας, τ῅ς εὐσεβείας ἐν Φριστ῵, καὶ ἀσέβειαν κατῄσχυνας.

Θεοτοκίον.

Ρ῾οαῖς Θεόνυμφε, τῶν χαρισμάτων σου, τὴν ψυχήν μου ἀνάψυξον


μυστικῶς, θλίψεων τ῵ καύσωνι, καταυχμωθεῖσαν χαλεπῶς, ἵνα πόθῳ
μακαρίζω σε.

Ὠιδὴ ε’. Σ῵ συνδέσμῳ τ῅ς ἀγάπης.

Καταιγίδι οὐκ ἐσείσθης, ἀπειλ῅ς θανάτου Δημήτριε, καὶ ἐβάδισας


μαρτυρίου, τὴν ὁδὸν λαμπρ῵ παραστήματι· διὸ Φριστός σε ζω῅ς
εἰσήγαγεν, εἰς τὴν ἐπουράνιον Μάρτυς γαλήνην.

Λαμπρυνόμενος σοφίᾳ, τοῦ ΢ταυροῦ τελείως διήλεγξας, τὴν μωρίαν τ῅ς


ἀσεβείας, ἐν μαρτυρικῆ γενναιότητι, καὶ Ὀρθοδόξων πιστῶν τὸ φρόνημα,
ὕψωσας Δημήτριε Μάρτυς Κυρίου.

Μεγαλύνας τὸν Δεσπότην, ὦ Δημήτριε τῆ ἀθλήσει σου, Ἀναστάσεως τ῅ς


δόξης, ἐν τ῵ φωτισμ῵ εἰσελήλυθας, ἀεὶ πρεσβεύων σωθ῅ναι ἅπαντας,
τοὺς ἐπιτελοῦντάς σου Μάρτυς τὴν μνήμην.

Θεοτοκίον

Ι῾λαρότητος ὑψόθεν, βλέψον ὄμματι ἱκετεύομεν, ἐφ᾿ ἡμᾶς Κεχαριτωμένη,


τὴν ζωὴν ἡμῶν διασῴζουσα, κινδύνων, νόσων καὶ περιστάσεων· ἀγαθὴ
ὑπάρχεις γὰρ ὡς Θεοῦ Μήτηρ.

11
Ὠιδὴ στ’. Σοῦ βίου τὴν θάλασσαν.
Ναμάτων τ῅ς χάριτος, ἀναβλύζεις δωρεάς, τ῵ εὐσεβεῖ πληρώματι,
Ἐκκλησίας Δημήτριε, Ἀθλητά· διό σε, γεραίρομεν εὐσεβῶς, ἐκτελοῦντες
νῦν τὴν μνήμην σου.

Ξενίας ἠξίωσαι, αἰωνίου ἐν Ἐδέμ, μαρτυρικῶς τὸν βίον σου, ἐκτελέσας


Δημήτριε, ὡς Φριστοῦ τ῵ πόθῳ, Μαρτύρων καρτερικῶς, διαθλήσας τὸ
ἀγώνισμα.

Ο῾ράσει Δημήτριε, μυστικῶν θεωριῶν, ἐν οὐρανοῖς λαμπόμενος, τοὺς


τελοῦντας τὴν μνήμην σου, ἐπὶ γ῅ς ἀξίως, ἐκ ζόφου ἁμαρτιῶν, σαῖς
πρεσβείαις ἐλευθέρωσον.

Θεοτοκίον.

Λαόν σου Θεόνυμφε, τὸν δοξάζοντα τὸ σόν, ὑπερφυὲς μυστήριον, δι᾿ οὗ


γένος τὸ βρότειον, τ῅ς ἀρᾶς ἐῤῥύσθη, προνοίᾳ σου μητρικῆ, πολεμίων
ῥῦσαι μήνιδος.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Νικηφόρος πέφηνας, κατὰ δαιμόνων, διαπρέψας ἄριστα, ἐν μαρτυρίου


συμπλοκαῖς, ΢ταυροῦ δυνάμει Δημήτριε· ὅθεν σε ὕμνοις, πιστοὶ
μακαρίζομεν.

Ὁ Οἶκος.

Ε᾽ν δουλείας τοῖς χρόνοις ἠγώνισαι, μιμητὴς ὡς Μαρτύρων πανάριστος,


καὶ τυράννων κατέβαλες ἔπαρσιν, Ἀθλοφόρε θεόφρον Δημήτριε, τῶν
Μυστεγνῶν τὸ τίμιον βλάστημα, καὶ τ῅ς Λέσβου τερπνῶν ἐγκαλλώπισμα·
διὸ εὐάρεστος τῆ ἐνστάσει σου, τ῵ ἐπὶ πάντων γενόμενος Θε῵, παρ᾿
αὐτοῦ σφόδρα ἠγαπήθης, καὶ ἐν ζω῅ς τοῖς σκηνώμασι, στεφανηφόρος
μετετέθης, μετὰ τῶν ἀπ᾿ αἰῶνος Ἁγίων, διαπαντὸς εὐφραινόμενος. Ὅθεν
σήμερον εὐσεβῶς, ἐν τῆ μνήμῃ σου συνελθόντες, καὶ ἀπολαύοντες τῶν
δωρεῶν, τ῅ς δεδομένης σοι χάριτος, ἑορτίως σε ὕμνοις, πιστοὶ
μακαρίζομεν.

Μηνολόγιον.

Σῆ ΙΗ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίου ἐνδόξου Νεομάρτυρος


Δημητρίου, τοῦ ἐκ Μυστεγνῶν τ῅ς Λέσβου.

12
΢τίχοι.
Υερωνυμήσας τ῵ κλειν῵ Δημητρίῳ,
Αὐτὸν ἀθλήσει ἀνδρικῶς ἐμιμήσω.
Δεκάτῃ καὶ ὀγδόῃ Δημήτριος Ὠδαῖς ὑμνείσθω λιγυρῶς.

΢υναξάριον.

Περὶ τοῦ Ἁγίου τούτου Νεομάρτυρος Δημητρίου προφορικῶς τοῦτο


μόνον διεσώθη ὅτι ἐκ τ῅ς κώμης τῶν Μυστεγνῶν τ῅ς Λέσβου
καταγόμενος κατὰ τοὺς χρόνους τ῅ς τῶν Ἀγαρηνῶν δουλείας ἐτελειώθη.

Σῆ αὐτῆ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Υλώρου καὶ Λαύρου.

΢τίχοι.
Δίψει τελευτ῅ς τ῅ς ὑπὲρ Θεοῦ Λόγου,
Φωροῦσι Υλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ

Σῆ αὐτῆ ἡμέρᾳ, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα,


πυρὶ ἐτελειώθη.

΢τίχοι.
Πένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον,
Σὸ σύντροφον δός, εἰς τὸ πῦρ λελοιπότες.

Σῆ αὐτῆ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἕρμου, ΢εραπίωνος καὶ


Πολυαίνου.

΢τίχοι.
Ἕρμῳ βιαίως ἐν πέτραις συρομένῳ,
Ὑπ῅ρξε πέτρα προσφυγὴ λαγ῵ πόλος.

Σὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει,


Καὶ ΢εραπίων, ὁ πλέον στεῤῥὸς πέτρας.

Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις,


Ὑπὲρ Φριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ.

Σῆ αὐτῆ ἡμέρᾳ, Μνήμη τ῅ς Ἁγίας Μάρτυρος Ἰουλιαν῅ς πλησίον τοῦ


΢τροβίλου· καὶ τοῦ Ἁγίου Μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ τὴν
θάλασσαν, πλησίον Μύρων τ῅ς Λυκίας.

13
΢τίχοι.
Ἰουλιανὴν ἦραν ἐντεῦθεν νόες,
Σ῵ μαρτυρίου αἵματι κοσμουμένην.

Λέων κατὰ θάλασσαν ἀθλήσας κάτω,


Θάλασσαν εὗρεν ἀγαθῶν ἐν τ῵ πόλῳ.

Σῆ αὐτῆ ἡμέρᾳ, οἱ ἐν τῆ ἐρήμῳ τέσσαρες Ἀσκηταὶ ἐν εἰρήνῃ


τελειοῦνται.

΢τίχοι.
Ἀδελφότης τέθνηκεν ἀνδρῶν τεσσάρων,
Σὰ κῶλα θέντες εἰς ἐρημίαν μίαν.

Σῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Πατριαρχῶν


Κωνσταντινουπόλεως, Ἰωάννου καὶ Γεωργίου.

΢τίχοι.
Ὁ Γεώργιος «Ὡς κελεύεις Φριστέ μου»,
Ἔφασκε θνῄσκων «ἔρχομαι κληθεὶς ἄνω».

΢κυθρωπὰ τὰ πρόσωπα τ῅ς Ἐκκλησίας,


΢τέρησιν οὐ φέροντα τὴν Ἰωάννου.

Σῆ αὐτῆ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρός ἡμῶν Ἀρσενίου
τοῦ ἐξ Ἰωαννίνων μὲν καταγομένου, ἐν δὲ τῆ νήσῳ Πάρῳ ἀσκήσαντος.

΢τίχοι.
Ἁγίων, Ἀρσένιε, τὸν βίον ζήσας,
΢ὺν Ἁγίοις Ἅγιος νῦν συναγάλλῃ

Σαῖς αὐτῶν ἁγίαις πρεσβείαις, Φριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠιδὴ ζ’. Οἱ Παῖδες ἐν Βαβυλῶνι.

Πατήσας θεοεχθρίας, τυράννων θράσος μετέωρον, στεφανίτης φαιδρὸς


ἀνεδείχθης, μυστηρίου τ῅ς πίστεως· διὸ Φριστὸς δοξάζει σε, εἰς αἰῶνας
Δημήτριε.

Ρ῾οαῖς σου τῶν ἀτμοπνόων, αἱμάτων Μάρτυς Δημήτριε, φοινιχθεὶς τὴν


ψυχὴν ἐν Μαρτύρων, τῆ σκηνῆ εἰσελήλυθας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν
τελούντων τὴν μνήμην σου.

14
΢αρκός σου καταφρονήσας, Μαρτύρων τέλους ἠξίωσαι, καὶ ἐγένου
πιστῶν τῶν ἐν θλίψει, τ῅ς δουλείας Δημήτριε, ἀναψυχὴ καὶ ἴαμα, καὶ
ἰσχὺς ἀκαταγώνιστος.

Θεοτοκίον.

Λαμπάδα τ῅ς μητρικ῅ς σου, προνοίας Κόρη ἀνάψασα, τοὺς ἐν σκότει


παθῶν πολυμόρφων, ἡμᾶς δεῦρο φωτίζουσα· σὺ γὰρ τὸ φῶς ἐκύησας, τὸν
Φριστὸν Θεομακάριστε.

Ὠιδὴ η’. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Σῶν τυράννων πατήσας, θράσος τὸ βλάσφημον, μαρτυρίου τοῖς ἄθλοις,


θεῖε Δημήτριε, δόξῃ καὶ τιμῆ Φριστός, σὲ ἐστεφάνωσε· τοῦτον οὖν
δυσώπει, ὑπὲρ τῶν ὑμνητῶν σου.

Τ῾περήρθης τῶν κάτῳ, τ῵ μαρτυρίῳ σου, καὶ ζω῅ς ἐν νυμφῶνι, Μάρτυς


κατῴκησας, ἔνθα ἐκλεκτῶν συνών, δήμοις Δημήτριε, πρέσβευε δοθ῅ναι,
πταισμάτων ἡμῖν λύσιν.

Υαεινόν σε φωστ῅ρα, μέγαν ἀνέδειξεν, οὐρανοῦ Ἐκκλησίας, ἐν


στερεώματι, Μάρτυς ὁ Φριστὸς φαιδρῶς, χάριτι λάμποντα, καί τῶν
Ὀρθοδόξων, λαμπρύνοντα καρδίας.

Θεοτοκίον.

Ο῾ λοθύμῳ καρδίᾳ, σὲ μακαρίζομεν· τοῦ Πατρὸς γὰρ τὸν Λόγον, ἐκ τῶν


αἱμάτων σου, ἔτεκες Ἁγνὴ φρικτῶς, κόσμον λυτρούμενον, Ἀδὰμ τοῦ
γενάρχου, κατάρας τ῅ς ἀρχαίας.

Ὠιδὴ θ’. Σὴν τιμιωτέραν.

Φαίροις τῶν Μαρτύρων ὁ κοινωνός, καὶ αὐτῶν τ῅ς δόξης, ἐν ὑψίστοις


συγκοινωνός· μετ᾿ αὐτῶν οὖν Μάρτυς, Δημήτριε δυσώπει, ἐλεηθ῅ναι
πάντας, τοὺς εὐφημοῦντάς σε.

Χάλλομεν σοι ὕμνους χαρμονικῶς, ὅτι μαρτυρίου, τῆ εὐκλείᾳ


στεφηφορῶν, ἐν τῶν πρωτοτόκων, σκηναῖς ἐπουρανίοις, ὑπὲρ ἡμῶν
πρεσβεύεις, Φριστ῵ Δημήτριε.

Ψ῍ ἡγιασμένε Μάρτυς Φριστοῦ, Δημήτριε μάκαρ, θεῖον βλάστημα


Μυστεγνῶν, προστάτης καὶ ῥύστης, ἐν βίου ταῖς ἀνάγκαις, τοῖς πόθῳ σε
τιμῶσί σε, εὐχαῖς σου φάνηθι.

15
Θεοτοκίον.

Τ῞ψιστον τεκοῦσα Κόρη Θεόν, τῆ χρηστότητί σου, ἀναβάσεις πρὸς ἀρετῶν,


ὕψωσον καρδίας, τῶν σὲ ὁμολογούντων, κυρίως Θεοτόκον, καὶ
ἀνυμνούντων σε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ψ῾ς εὐσεβείας γνήσιος, υἱὸς μάκαρ Δημήτριε, ὑπὲρ αὐτ῅ς ἠγωνίσω, καὶ
ἤθλησας στεῤῥοψύχως· διό σε ἡ αἰώνιος, ἀναψυχὴ ἐδέξατο, ὑπὲρ ἡμῶν
πρεσβεύοντα, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὴν παναγίαν σου μνήμην.

Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ο῾ μαρτυρίου δόξης, στέφος ἀμάραντον λαβών, καὶ Βασιλεῖ τῶν αἰώνων,


ἐν τοῖς ὑψίστοις παρεστώς, ὑπὲρ ἡμῶν αὐτ῵ ποίει, Δημήτριε ἱκεσίαν.

Σ῅ς Ἑορτ῅ς. Ὅμοιον.

Σῶν Ἀποστόλων ὁ δ῅μος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει,


τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ ΢ωτ῅ρος, σὺν μυριάσιν
Ἀγγέλων.

ΕΙ΢ ΣΟΤ΢ ΑΙΝΟΤ΢

Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι ΢τιχηρὰ Προσόμοια.

Ἦχος α’. Σῶν οὐρανίων ταγμάτων.

Σὸν τοῦ Φριστοῦ Ἀθλοφόρον, θεῖον Δημήτριον, τιμήσωμεν ἐν ὕμνοις, ὦ


φιλέορτοι πάντες· οὗτος γὰρ Μαρτύρων ἐπὶ τ῅ς γ῅ς, ἐκτελέσας τὸν
δίαυλον, ἐν τοῖς ὑψίστοις χορεύει τὸν Λυτρωτήν, ἱκετεύων τοῦ σωθ῅ναι
ἡμᾶς.

Ψ῍ τ῅ς στεῤῤᾶς σου, ἀνδρείας Μάρτυς Δημήτριε, ἐν ᾗ ἐχθρῶν καθεῖλες, τὸ


ὑψαύχενον θράσος· διό σε εὐφημοῦμεν οἱ εὐσεβεῖς, ἐν ψαλμοῖς ἐκβοῶντές
σου· Μὴ διαλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τ῵ Θε῵ τ῵ Παντοκράτορι.

Ε᾽κ Μυστεγνῶν ἀνατείλας, τ῵ μαρτυρίῳ σου, Φριστοῦ τὴν Ἐκκλησίαν,


μυστικῶς καταυγάζεις, Δημήτριε θεόφρον ὥσπερ φωστήρ, παμφαέστατος
χάριτος· διὸ πιστοὶ εὐφημοῦμέν σε ἐν χαρᾷ, ἐκτελοῦντες νῦν τὴν μνήμην
σου.

16
Σοὺς ἐν θαλάσσῃ τοῦ βίου, θλίψεων κύμασι, καὶ συμφορῶν τ῵ σάλῳ,
κινδυνεύοντας Μάρτυς, ἱστίῳ τῶν εὐχῶν σου πρὸς τοῦ Φριστοῦ, τὴν
γαλήνην ὁδήγησον, ἧς καὶ αὐτὸς μαρτυρίου περιφανοῦς, τ῵ ἱστίῳ
κατηξίωσαι.

Δόξα. Ἦχος γ’.

Μαρτυρικῶς ἀνδραγαθήσας, τυραννικὴν μανίαν ἐξεφαύλισας, καὶ τὸν


ἀρχέκακον ἐχθρόν, τοῖς ποσί σου κατεπάτησας, Δημήτριε Ἀθλοφόρε
πανθαύμαστε· διό σε ὁ οὐρανός, στεφανίτην ὑπεδέξατο, καὶ Φριστός σε ὁ
ἀθλοθέτης, τ῅ς δεξιᾶς παραστάδος, ὡς νικητὴν κατηξίωσεν. Αὐτ῵ οὖν
πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Καὶ νῦν. Σ῅ς Ἑορτ῅ς. Ὁ αὐτός.


Γερμανοῦ.

Δεῦτε ἅπαντα τὰ πέρατα τ῅ς γ῅ς, τὴν σεπτὴν Μετάστασιν τ῅ς


Θεομήτορος μακαρίσωμεν· ἐν χερσὶ γὰρ τοῦ Τἱοῦ, τὴν ψυχὴν τὴν ἄμωμον
ἐναπέθετο· ὅθεν τῆ Ἁγίᾳ Κοιμήσει αὐτ῅ς, ὁ κόσμος ἀνεζωοποιήθη,
ψαλμοῖς καὶ ὕμνοις, καὶ Ὠδαῖς πνευματικαῖς μετὰ τῶν Ἀσωμάτων, καὶ τῶν
Ἀποστόλων ἑορτάζων φαιδρῶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙ΢ ΣΗΝ ΛΕΙΣΟΤΡΓΙΑΝ

Σὰ Συπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ’ καὶ στ’ Ὠιδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῆ κγ’ Ἀπριλίου, ἐν τῆ Μνήμῃ τοῦ Ἁγίου
Μεγαλομάρτυρος Γεωργίου τοῦ Σροπαιοφόρου.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον.

Φαίροις ὦ Δημήτριε θαυμαστέ, Μυστεγνῶν ἡ δόξα, καὶ τ῅ς Λέσβου κλέος


λαμπρόν· χαίροις τῶν Μαρτύρων, τῶν πάλαι συμπολίτης, καὶ εὐσεβῶν
προστάτης, ἀκαταμάχητος.

Στίχοι.
Δημήτριε Κύριλλος ὁ Ῥόδου ὕμνους,
Καρδίας σοι ἔπλεξεν ἀπλέτῳ πόθῳ.

17

You might also like