Anacreonte de Teos

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 6

Anacreonte de Teos

Fragmento 3

γουνοῦμαί σ' ἐλαφηβόλε

2 ξανθὴ παῖ Διὸς ἀγρίων

δέσποιν' Ἄρτεμι θηρῶν·

ἥ κου νῦν ἐπὶ Ληθαίου

5 δίνηισι θρασυκαρδίων

ἀνδρῶν ἐσκατορᾶις πόλιν

χαίρουσ', οὐ γὰρ ἀνημέρους

ποιμαίνεις πολιήτας.

ἄγε δὴ φέρ' ἡμὶν ὦ παῖ

κελέβην, ὅκως ἄμυστιν

προπίω, τὰ μὲν δέκ' ἐγχέας

ὕδατος, τὰ πέντε δ' οἴνου

1
Fragmento 11

a.5 κυάθους ὡς ἂν †ὑβριστιῶς†

ἀνὰ δηὖτε βασσαρήσω.

b.1 ἄγε δηὖτε μηκέτ' οὕτω

πατάγωι τε κἀλαλητῶι

Σκυθικὴν πόσιν παρ' οἴνωι

μελετῶμεν, ἀλλὰ καλοῖς

b.5 ὑποπίνοντες ἐν ὕμνοις.

2
Fragmento 12

ὦναξ, ὧι δαμάλης Ἔρως

καὶ Νύμφαι κυανώπιδες

πορφυρῆ τ' Ἀφροδίτη

συμπαίζουσιν, ἐπιστρέφεαι

5 δ' ὑψηλὰς ὀρέων κορυφάς·

γουνοῦμαί σε, σὺ δ' εὐμενὴς

ἔλθ' ἡμίν, κεχαρισμένης

δ' εὐχωλῆς ἐπακούειν·

Κλεοβούλωι δ' ἀγαθὸς γένεο

10 σύμβουλος, τὸν ἐμόν γ' ἔρω-

τ', ὦ Δεόνυσε, δέχεσθαι.

3
Fragmento 13

σφαίρηι δηὖτέ με πορφυρῆι

βάλλων χρυσοκόμης Ἔρως

νήνι ποικιλοσαμβάλωι

συμπαίζειν προκαλεῖται·

5 ἡ δ', ἐστὶν γὰρ ἀπ' εὐκτίτου

Λέσβου, τὴν μὲν ἐμὴν κόμην,

λευκὴ γάρ, καταμέμφεται,

πρὸς δ' ἄλλην τινὰ χάσκει.

Fragmento 28

ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς,

οἴνου δ' ἐξέπιον κάδον· νῦν δ' ἁβρῶς ἐρόεσσαν

ψάλλω πηκτίδα τῆι φίληι κωμάζων †παιδὶ ἁβρῆι†.

4
Fragmento 50

πολιοὶ μὲν ἡμὶν ἤδη

κρόταφοι κάρη τε λευκόν,

χαρίεσσα δ' οὐκέτ' ἥβη

πάρα, γηραλέοι δ' ὀδόντες,

5 γλυκεροῦ δ' οὐκέτι πολλὸς

βιότου χρόνος λέλειπται·

διὰ ταῦτ' ἀνασταλύζω

θαμὰ Τάρταρον δεδοικώς·

Ἀίδεω γάρ ἐστι δεινὸς

10 μυχός, ἀργαλῆ δ' ἐς αὐτὸν

κάτοδος· καὶ γὰρ ἑτοῖμον

καταβάντι μὴ ἀναβῆναι.

πῶλε Θρηικίη, τί δή με

5
Fragmento 72

λοξὸν ὄμμασι βλέπουσα

νηλέως φεύγεις, δοκεῖς δέ

2 μ' οὐδὲν εἰδέναι σοφόν;

ἴσθι τοι, καλῶς μὲν ἄν τοι

3 τὸν χαλινὸν ἐμβάλοιμι,

ἡνίας δ' ἔχων στρέφοιμί

4 σ' ἀμφὶ τέρματα δρόμου·

5 νῦν δὲ λειμῶνάς τε βόσκεαι

5 κοῦφά τε σκιρτῶσα παίζεις,

δεξιὸν γὰρ ἱπποπείρην

6 οὐκ ἔχεις ἐπεμβάτην.

You might also like