Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΔΟΞΟΛΟΓΙΑΣ - ΕΠΙ ΤΗ ΕΝΑΡΞΕΙ ΤΟΥ ΝΕΟΥ ΕΤΟΥΣ

Ὁ Διάκονος: «Εὐλόγησον, Δέσποτα...». Ὁ Ἱερεύς:


«Εὐλογητός ὁ Θεός...».
Ὁ Χορός: Ἀμήν.
Τό Ἀναστάσιμον Ἀπολυτίκιον: Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ
ἐπίγεια· ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ
τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐρρύσατο
ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Τό Ἀπολυτίκιον τῆς Ἑορτῆς: Μορφήν ἀναλλοιώτως ἀνθρωπίνην


προσέλαβες, Θεός ὤν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καί Νόμον ἐκπληρῶν
περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃ τά σκιώδη καί περιέλῃς
τό κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐσπλαγχνίᾳ
σου· δόξα τῇ ἀνεκφράστῳ, Λόγε, συγκαταβάσει σου.

Εἶτα τό Ἀπολυτίκιον τοῦ Ἁγίου Βασιλείου: Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ
φθόγγος σου, ὡς δεξαμένην τόν λόγον σου· δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τήν
φύσιν τῶν ὄντων ἐτράνωσας, τά τῶν ἀνθρώπων ἤθη κατεκόσμησας.
Βασίλειον ἱεράτευμα. Πάτερ ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν
τό μέγα ἔλεος.

Εἶτα τό Κοντάκιον τῆς Ἰνδίκτου: Ὁ τῶν αἰώνων Ποιητής καί Δεσπότης, Θεέ
τῶν ὅλων ὑπερούσιε ὄντως, τήν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ
ἐλέει σου τῷ ἀπείρῳ Οἰκτίρμον, πάντας τούς λατρεύοντάς σοι τῷ μόνῳ
Δεσπότῃ καί ἐκβοῶντας φόβῳ· Λυτρωτά, εὔφορον πᾶσι τό ἔτος χορήγησον.

Εἶτα δέ στίχους τῆς Δοξολογίας: Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε,
δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Πρόσδεξαι
τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον
τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ
δικαιώματά σου. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ’) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ
Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος
Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
Ὁ Ἱερεύς: «Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου,
ἐπάκουσον καὶ ἐλέησον».
«Ἔτι δεόμεθα, ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν».
«Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν…, καὶ πάσης τῆς ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος».
«Ἔτι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους καί πάσης Ἀρχῆς καί
ἐξουσίας ἐν αὐτῷ, τοῦ κατά ξηράν, θάλασσαν καί ἀέρα φιλοχρίστου ἡμῶν
Στρατοῦ καί ὑπέρ τοῦ Κύριον τόν Θεόν ἡμῶν ἐπιπλέον συνεργῆσαι καί
κατευοδῶσαι αὐτούς ἐν πᾶσιν».
«Ἔτι δεόμεθα ὑπέρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καί
καιρῶν εἰρηνικῶν καί ὑπέρ τοῦ εὐλογηθῆναι τόν νέον ἐνιαυτόν τῆς
χρηστότητος τοῦ Κυρίου».
«Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν
πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν
ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι
πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς
ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς».
«Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν ἡμῶν φωνῆς
τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς».

Ὁ Ἱερεύς: Κύριε ὁ Θεός ἡμῶν, ὁ καιρούς καί χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ


θέμενος, ὁ ἄναρχος καί ἀτελεύτητος καί ἐπέκεινα παντός χρόνου νοούμενός τε
καί ὑπάρχων, ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καί ἀλλοιώσεως, ὁ τόν
πάντα χρόνον τόν τε γεγονότα, τόν τε ὄντα καί τόν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ
ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτόν εἰσελθεῖν· αὐτός,
πανάγαθε Δέσποτα, τήν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον·
ὄμβρους εἰρηνικούς πρός καρποφορίαν τῇ γῇ δώρησαι· τούς ἀέρας ὑγιεινούς
καί εὐκράτους ἀνθρώποις τε καί κτήνεσι κατασκεύασον· δός ἡμῖν ἐν εἰρήνῃ καί
ὁμονοίᾳ βεβαίᾳ τόν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν
κοσμουμένους, τῷ φωτί τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς
ὁδεύοντας. Τήν ἁγίαν ἡμῶν Ἐκκλησίαν καλῶς διαφύλαξον· τό εὐσεβές ἡμῶν
Ἔθνος τῇ δυνάμει σου κραταίωσον· τούς Ἄρχοντας ἡμῶν καί τόν Στρατόν τῇ
κραταιᾷ σου χειρί στερέωσον καί κράτυνον. Τήν νεότητα παιδαγώγησον, τό
γῆρας περικράτησον, τούς ἐσκορπισμένους ἐπισυνάγαγε, τούς πεπλανημένους
ἐπανάγαγε καί σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ. Ἐλθέτω δή ἐφ’ ἡμᾶς ἡ βασιλεία
σου, βασιλεία πάντων τῶν αἰώνων, βασιλεία χρηστότητος, δικαιοσύνης καί
εἰρήνης καί ἀξίωσον ἡμᾶς ἐν ἑνί στόματι καί μιᾷ καρδίᾳ ὑμνεῖν σε καί δοξάζειν
τόν ἐν Τριάδι ἄναρχον καί αἰώνιον Θεόν εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

You might also like