Download as doc, pdf, or txt
Download as doc, pdf, or txt
You are on page 1of 4

Φιλοκαλικές Σελίδες

ΣΤΙΧΟΙ ΚΑΤΑΝΥΚΤΙΚΟΙ

Ἀπὸ προσώπου τοῦ λέγοντος πρὸς τὴν ἑαυτοῦ ψυχήν.

ἱερομονάχου Κυρίλλου Καστανοφύλλη († 1834)

(εἰς «Ἱερὰ Διήγησις», ἐκδ. Ἱ.Μ. Παναγίας Προυσιωτίσσης, Ἀθῆναι


1978, σελ. 109)

Κ: λλ.

Νῆφε ψυχή μου ταπεινή, καὶ σκόπει τὸν σὸν βίον,


Καὶ φύλασσε τῆς χάριτος τὴν παρακαταθήκην,

Ἣν εἲληφας ἐκ τοῦ λουτροῦ τῆς Παλιγγενεσίας,

Μήπως ὁ κλέπτης ἐπιστάς, τὸν πλοῦτόν σου κενώσῃ,

Καὶ σὺ λιμώξῃς ἐν καιρῷ τραπέζης ἀκηράτου.

Μέχρι γὰρ τίνος ἡδοναί; μέχρι δὲ τίνος πότοι;

Καὶ χρήματα, καὶ κτήματα, καὶ δόξα τῶν ἀνθρώπων;

Ἀπόστηθι τῶν πονηρῶν, ἐπίγνωθι τὸ πρέπον

Καὶ στέναξον καὶ πρόσδραμε, τῷ συμπαθεῖ Δεσπότῃ.

Καὶ γὰρ τοῦ βίου σε τροχός, ὑψώσας ὑποσπάσει,

Ἢξει καιρὸς μετὰ μικρόν, καὶ γνώσῃ μου τοὺς λόγους,

Ὃταν λυθήσῃ δυστυχῶς τῶν ἐπὶ γῆς φροντίδων.

1
Φιλοκαλικές Σελίδες

ΣΤΙΧΟΙ ΠΟΛΙΤΙΚΟΙ

Περί τῆς ἀληθινῆς πολιτείας τῶν Μοναχῶν.

ἱερομονάχου Κυρίλλου Καστανοφύλλη († 1834)

(εἰς «Ἱερὰ Διήγησις», σελ. 110-111)

Κ: λλ.

Ὦ Μοναχέ ἀμόναχε, σύντροφε ἐδικέ μου,


Ἂκουσον τῶν ρημάτων μου, φίλε καὶ ἀδελφέ μου.

Τῶν Μοναχῶν ὁ στολισμός, εἶναι ἡ σωφροσύνη,

Κάλλος δὲ ἡ ὑπακοή, καί ταπεινοφροσύνη.

Ἡ δόξα καὶ τὸ καύχημα, ἡ ἐλεημοσύνη,

Χαρὰ καὶ ἀγαλλίασις, εἶν' ἡ ἀκτημοσύνη.

Ὡς ἂριστον ἡ προσευχή, ὡς δεῖπνον ἡ νηστεία,

Καὶ ὡς ποτὸν τὰ δάκρυα καὶ ἡ εὐχαριστία.

Ὡς στρῶμα ἡ ὑπομονή, ἀγάπη ἡ ὡς σκέπη,

Καί ὡς καλλόν προσκέφαλον ἡ σιωπὴ ὡς πρέπει.

Ἡ ἂγρυπνος ἀνάγνωσις ψυχοφελῶν βιβλίων,

Εἶναι ὡς ὡραιότατον καὶ στερεὸν Κελλίον.

Ὡς ὃπλον δέ νικητικόν, κατά τῶν καταράτων,

Εἶναι ἡ ἐξαγόρευσις, πάντων τῶν ἐκ πτωμάτων.

Εἲ τις λοιπὸν τῶν Μοναχῶν, πολιτευθῇ ἀλλέως,

Οὐκ ὂψεται τὸ πρόσωπον, Χριστοῦ τοῦ Βασιλέως.

Τὸν ταπεινὸν τὸν Μοναχόν,ὃλοι τὸν εὐλαβοῦνται,

Ὡς καὶ αὐτοὶ οἱ Δαίμονες, τὸν βλέπουν καὶ φοβοῦνται.

Τὸν δὲ ὑψηλοκάρδιον, ὃταν τὸν θεωροῦσι,

Ὃλοι τὸν ἀτιμάζουσι καὶ τὸν κατηγοροῦσι.

2
Φιλοκαλικές Σελίδες

Ὁρῶντες πῶς εὑρίσκεται, ὡς Μοναχὸς τῇ τάξει,

Καὶ πάλιν πολιτεύεται, ὡς κοσμικὸς τῇ πράξει.

Ἂν Μοναχός τις ἀγαπᾷ. πάντοτε τὴν ἀργίαν,

Καὶ τὰ ποικίλα φαγητά, τρώγει μὲ λαιμαργίαν,

Αὐτὸς τὸν σκώληκα τῆς γῆς, κατὰ πολλὰ μιμεῖται,

Ὃς τις αὐτῆς τὰ χώματα, τρώγει καὶ δὲν κινεῖται.

Πάλιν ἐάν τις Μοναχός, τὸ σῶμα καλλωπίζῃ,

Τὰ ἀγαθὰ τ' ἀπέλαβε, ἂλλα ἂς μὴν ἐλπίζῃ.

Κατὰ τὸν Ἀθανάσιον, τὸν στύλον τὸν ἐδραῖον,

Τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, φῶς τῶν Ἀλεξανδρέων,

«Εἲ τις ἒχει ἀνάπαυσιν, (λέγει) ἐδῶ μεγάλην,

Ἂς μὴν ἐλπίζῃ τὴν αὐτήν, εἰς τὴν ζωὴν τὴν ἂλλην».

Ἀλλ' ὦ πατέρες Μοναχοὶ (λαλῶ τώρα πρὸς ὃλους),

Μακρύνθητε προθυμερά, ἐχθίστου τοῦ πανώλους.

Καὶ ἂρατε τὸν ἐλαφρόν, ζυγὸν ὁποῦ προστάζει,

Ὁ Κύριος μας Ἰησοῦς, καὶ δεῦτε πρός με κράζει.

Ζηλώσατε τὸν Πρόδρομον, τὸν ζηλωτὴν Ἠλίαν,

Ἳνα κληρονομήσητε, Χριστοῦ τὴν Βασιλείαν.

Πρὸς τούτοις κᾀγὼ δέομαι, ὃταν παρακαλεῖτε,

Τὸν Κύριον μας Ἰησοῦν, καὶ τὸν δοξολογεῖτε,

Νὰ λέγετε μίαν φοράν, ὃλοι ἀπὸ καρδίας·

Μνήσθητι Δέσποτα Χριστέ, μιᾶς ψυχῆς ἀθλίας.

Τοῦ ταλαιπώρου καὶ οἰκτροῦ, Κυρίλλου παναθλίου,

Τῆς Ἱερᾶς δὲ κλήσεως, τοῦ ὂντος ἀναξίου.

Καὶ τοῦτον καταξίωσον, τῆς ἂνω Βασιλείας,

Ἐν τῷ καιρῷ τῆς σῆς φρικτῆς, Δευτέρας Παρουσίας.

Πρεσβείας τῆς Πανάγνου σου, Μητρὸς καὶ τῶν Ἁγίων,

3
Φιλοκαλικές Σελίδες

Ἁπάντων ἀθλοφόρων τε, ὁμοῦ καὶ τῶν Ὁσίων.

You might also like