Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 215

ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

ἤγουν

ΕΚΛΟΓΗ ΧΡΗΣΕΩΝ

δι᾽ ὧν τὴν ὅλην τῆς ἀποστολικῆς ἐκκλησίας δόξαν σαφῶς διδασκόμεθα·

τό τε τῆς θεολογίας φημὶ κήρυγμα, καὶ τῆς θείας οἰκονομίας τὸν λόγον,

καὶ τῶν ἄλλων ὀρθῶν τῆς ἐκκλησίας δογμάτων τὴν ἀκρίβειαν.

A Transcription of ms. Vat. gr. 2200

JOHN RAFFAN 2017


uxori carissimae
1|3 3

Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ.

* * *

5 α´. Περὶ τῆς ἐν τριάδι καὶ ἐν μονάδι θεολογίας.

β´. Ὅτι ἐκ δύο φύσεων τὸν Χριστὸν καὶ ἐν δύο φύσεσιν οἱ θεόπνευστοι πατέρες
ἐκήρυξαν· καὶ ὅτι τὸ λέγειν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην εὐσεβῶς, ταὐτόν
ἐστι τῷ εἰπεῖν δύο φύσεις ἐν τῷ Χριστῷ· καὶ ὅτι τὸ μίαν λέγειν φύσιν τὸν Χριστὸν
10 Ἀπολιναρίου· ἐν ᾧ καὶ ἐκ τῶν Σεβήρου περὶ δύο φύσεων· καὶ ὅτι οὐδεὶς τῶν πατέρων
εἶπεν μίαν τὸ συναμφότερον φύσιν· καὶ ὅτι τὸ Χριστὸς ὄνομα οὔτε ὄρου δύναμιν
ἔχει, οὔτε οὐσίας ἐστὶ σημαντικόν.

γ´. Ὅτι τὸ Χριστὸς ὄνομα ἑκατέρων τῶν φύσεών ἐστι δηλωτικόν· καὶ ὅτι Θεὸς
15 ὁ Χριστὸς καὶ Θεοτόκος ἡ Παρθένος.

δ´. Ὅτι διπλοῦς ὁ Χριστὸς ὑπὸ τῶν πατέρων ὠνόμασται, διὰ τὸ διττὸν τῶν
φύσεων, καὶ πάλιν οὐ διπλοῦς, διὰ τὸ μοναδικὸν τῆς ὑποστάσεως.

20 ε´. Ὅτι ἄτρεπτοι μεμενήκασιν αἱ φύσεις καὶ ἀσύγχυτοι, μηδεμιᾶς εἰς τὴν ἑτέραν
μεταβληθείσης· καὶ ὅτι σώζονται καὶ μετὰ τὴν ἕνωσιν τὰ ἰδιώματα τῶν φύσεων καὶ ἡ
τούτων διαφορὰ, μηδεμιᾶς ἐπεισαγομένης διαιρέσεως.

ς´. Ὅτι οὐ ταὐτὸν φύσις καὶ ὑπόστασις, ταὐτὸν δὲ οὐσία καὶ φύσις, καὶ ὁμοίως
25 ταὐτὸν ὑπόστασις καὶ πρόσωπον· |2 καὶ περὶ προσωπικῆς ἑνώσεως, καὶ ποσαχῶς οἱ
τῆς ἔξωθεν φιλοσοφίας τὴν οὐσίαν διεῖλον· καὶ ὅτι διαφορὰν οὐσίας πρὸς φύσιν καὶ
Σευῆρος λέγει μετ᾽ ἐκείνων· καὶ πῶς δεῖ καλεῖν τὴν τοῦ Χριστοῦ ὑπόστασιν· καὶ ὅτι
οἱ Ῥωμαῖοι τὴν ὑπόστασιν πρόσωπον καλοῦσιν.

30 ζ´. Περὶ τοῦ τρόπου τῆς οἰκονομίας, ἤγουν τῆς θείας ἐνανθρωπήσεως· καὶ ὅτι
Θεὸς ἅμα καὶ ἄνθρωπος ὁ Χριστὸς, καὶ εἷς ὁ Χριστός· καὶ καὶ περὶ τοῦ πάθους καὶ
τῆς ἐν τῷ ᾅδῃ καθόδου.

η´. Ὅτι ἡ ἐν πρόθεσις ἔγνωσται τοῖς πατράσι προτασσομένη τῶν Χριστοῦ


35 φύσεων· καὶ ὅτι οὐ δεῖ λέγειν ὡς ἡ θεότης ἔπαθεν σαρκὶ, ἢ Θεὸς διὰ σαρκὸς ἔπαθεν.

θ´. Ὅτι ἀδύνατον λέγειν μίαν φύσιν Χριστοῦ σύνθετον· καὶ ὅτι Ἀπολινάριος
καὶ πρό γε αὐτοῦ Μάνης πρὸς ἀναίρεσιν τῶν δύο φύσεων τὴν τῆς συνθέτου μιᾶς
φύσεως φωνὴν ἀπεκύησαν ἀσεβῶς· ἔτι γε μὴν καὶ οἱ ἀπὸ Ἀρείου, οἷς ἠκολούθησαν
40 Εὐτυχῆς καὶ Σευῆρος· ἐν ᾧ καὶ περὶ τῶν λόγων, ὧν προφέρουσιν οἱ αἱρετικοὶ ὡς
ἀπὸ Ἀθανασίου καὶ Ἰουλίου· ἀποδείξεις ὅτι παρ᾽ Ἀπολιναρίου εἰσίν. Ἐν δὲ τῷ κθ´
κεφαλαίῳ πλατύτερον εὑρήσεις περὶ συνθέτου φύσεως.

ι´. Ὅτι τὸ τῆς κράσεως ὄνομα τινὲς τῶν πατέρων οὐ παρεδέξαντο.


45

ια´. Ὅτι ὅλον τὸ θεῖον διὰ τῆς μιᾶς ὑποστάσεως ὅλῃ τῇ ἀνθρωπότητι ἡνώθη,
καὶ οὐ |3 μέρος μέρει, καθὰ οἱ ἀπὸ Ἀρείου καὶ Ἀπολιναρίου φασὶν, καὶ οἱ τὰς μερικὰς
πρεσβεύοντες οὐσίας· καὶ ὅτι πάντα ἀνέλαβεν ὁ Λόγος τὰ ἡμέτερα.
3|5 4

ιβ´. Ὅτι ὧν ἡ οὐσία μία, τούτων καὶ ἡ ἐνέργεια πάντως μία, καὶ ἔμπαλιν· καὶ ὅτι
Ἀπολιναρίου μίαν λέγοντος Χριστοῦ φύσιν, μίαν λέγει καὶ τὴν ἐνέργειαν· ἐν ᾧ καὶ
περὶ εἴδους θεοῦ.

5 ιγ´. Ὅτι ταὐτὸν ἐνέργεια καὶ ἐνέργημα παρά τισιν· καὶ τί ἐνέργεια· καὶ περὶ τοῦ
δεῖν ἑκατέρας φύσεως γνωρίζειν τὰ ἴδια· ἐν ᾧ ὅτι καὶ τὰ πάθη τὰ φυσικὰ ἐνέργειαι
κυρίως καλοῦνται· καὶ ὅτι τὸ ἵστασθαι καὶ καθέζεσθαι καὶ περιπατεῖν ἐνέργειαί εἰσι·
καὶ ὅτι μετὰ τὴν ἀνάστασιν τῆς ἀνθρωπίνης φύσεως ἐνέργεια σώζεται ἐν τῷ Χριστῷ.
Τὰ ὅμοια δὲ καὶ ἐν τῷ ις´ κεφαλαίῳ κεῖται.
10

ιδ´. Ὅτι τῶν οὐσιῶν αἱ ἐνέργειαί εἰσι σημαντικαί· καὶ ὅτι ἀδύνατον φύσιν εἶναι
ἀνενέργητον· καὶ πῶς ἡ θεία νοεῖται ἐνέργεια.

ιε´. Ὅτι θεϊκῶς ἅμα καὶ ἀνθρωπίνως ὁ εἷς καὶ μόνος ἐνεργεῖ Χριστὸς, τὴν διπλῆν
15 ἐνδεικνύμενος ἐνέργειαν· καὶ ὅτι οὐκ ἄμοιρος τῶν ἰδίων ἐνεργειῶν ἡ θεία αὐτοῦ
ὑπῆρχεν σάρξ· καὶ πρὸς τοὺς λέγοντας ὅτι τὰ ἀνθρώπινα ἔργα οὐκ ἐνεργείας, ἀλλὰ
πράξεις καὶ καθήκει καλεῖν, καὶ διὰ τοῦτο μὴ ἀνεχομένους δύο ὁμολογεῖν Χριστοῦ
τὰς ἐνεργείας· καὶ ὅτι καιρὸν ἐδίδου ὁ Λόγος τῇ ἰδίᾳ σαρκὶ |4 τὰ οἰκεῖα πράττειν καὶ
πάσχειν, ὅτε αὐτὸς ἠβούλετο καὶ ἐφ᾽ ὅσον ἤθελεν· καὶ ὅτι ἐνδείξει ὑπάρξεως ἐγίνετο
20 τὰ γινόμενα καὶ οὐ φαντασίᾳ· καὶ ὅτι ὥσπερ ὀργάνῳ.

ις´. Κατὰ ἀγνοητῶν· ἐν ᾧ καὶ περὶ τοῦ, προέκοπτεν Ἰησοῦς σοφίᾳ καὶ ἡλικίᾳ·
καὶ κατὰ ἀφθαρτοδοκητῶν· καὶ ὅτι ἡ δειλία καὶ ὁ φόβος καὶ ἡ ἄγνοια φυσικὰ καὶ
ἀνυπαίτια πάθη.
25

ιζ´. Ὅτι ἐκ τῆς ταυτότητος τῆς φύσεως τὸ ἀπαράλλακτον δείκνυται τοῦ θελή-
ματος, καὶ ἡ τοῦ θελήματος πάλιν ἰσότης τῆς φύσεως παρίστησι τὴν ὁμοιότητα· καὶ
ὅτι ἔνθα θελήματος διαφορὰ τῆς οὐσίας γνωρίζεται τὸ ἀλλογενὲς, καὶ αὖθις τῷ ταὐτῷ
τοῦ θελήματος τῆς οὐσίας δηλοῦται τὸ ἀπαπάλλακτον· ἐν οἷς ὅτι τὸ ἀνόμοιον τῆς
30 οὐσίας ἐκ τῆς διαφορᾶς τοῦ θελήματος οἱ περὶ Ἄρειον καὶ Εὐνόμιον κατεσκεύαζον.

ιη´. Πῶς δεῖ νοεῖν τὸ, Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ·
καὶ τὸ, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ· καὶ τὸ, Θεέ μου, Θεέ μου, ἵνα τί ἐγκατέλιπές με;

35 ιθ´. Περὶ τοῦ θείου θελήματος, καὶ ὅτι εἶχεν θέλημα κατὰ φύσιν ἡ τοῦ Κυρίου
ψυχή· καὶ ὅτι συνουσίωται ἡμῖν ἡ προαιρετικὴ δύναμις, καὶ ἐλευθέραν πάσης
ἀνάγκης τὴν πρὸς τὰ θελήματα ὁρμὴν ἡ λογικὴ πᾶσα ἔχει φύσις. |5

κ´. Πῶς δεῖ νοεῖν τὸ ὑπὸ τοῦ θείου Γρηγορίου εἰρημένον ἐν διαφόροις
40 αὐτοῦ λόγοις, τεθεῶσθαί ποτε μὲν τὸ θέλημα, ποτὲ δὲ αὐτὴν ὅλην τοῦ Λόγου
τὴν ἀνθρωπότητα, καὶ Θεὸν καλεῖσθαι καὶ ὁμόθεον καὶ τὰ τοιαῦτα, καὶ ὅτι τὰς
θείας ἐνεργείας διὰ τὴν πρὸς τὸν Λόγον ἀδιάσπαστον ἕνωσιν, ἡ θεία αὐτοῦ σὰρξ
κατεπλούτει, οὐ τραπεῖσα τὴν φύσιν, οὔτε τῆς ἰδίας ἐκστᾶσα φυσικῆς ἐνεργείας· ἐν
ᾧ καὶ χρήσεις τινὰς, ἃς οἱ ἀντιδιατιθέμενοι προβάλλονται.
45

κα´. Περὶ τοῦ τρόπου τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως, πῶς οἱ πατέρες παρέδωκαν,
καὶ ἔκδοσις ἀκριβὴς καὶ σαφὴς περὶ τοῦ ἐνυποστάτου. Τὰ ὅμοια δὲ καὶ ἐν τῷ ιζ´
κεφαλαίῳ εὑρήσεις.

22: ἀγνοητῶν : ἀγνοϊτῶν A. 23: ἀφθαρτοδοκητῶν : ἀφθαρτοδοκιτῶν A.


5|7 5

κβ´. Ὅτι οὐκ ἐν ῥήμασι καὶ ἤχοις, οὐδὲ ἐν ὀνόμασιν, ἀλλ᾽ ἐν πράγμασιν ἐνορᾶν
ταῖς λέξεσιν, ἀλλὰ τὸν νοῦν θεωρεῖν τῶν λεγομένων, καὶ τοῖς καιροῖς συνεξετάζειν
μετὰ τῶν προσηκόντων προσδιορισμῶν τὰ λεγόμενα· καὶ περὶ καταχρήσεως
λέξεων καὶ ὀνομάτων· καὶ πρὸς τοὺς λέγοντας ὅτι Κύριλλος ταὐτὸν λέγει φύσιν καὶ
5 ὑπόστασιν.

κγ´. Ὅτι οὐκ ἐκώλυσεν ὁ ἅγιος Κύριλλος τὸ δύο λέγειν φύσεις μετὰ τὴν ἕνωσιν,
ἀλλὰ καὶ συνηγορεῖ τοῖς ἀνατολικοῖς τὰς δύο φύσεις ὀρθῶς πρεσβεύουσιν· καὶ οὔτε
Νεστόριος διὰ τὸ λέγειν δύο φύσεις αἰτιᾶται, |6 ἀλλ᾽ ἐπειδὴ διαιρεῖ καὶ οὐχ ὁμολογεῖ
10 τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, οὐδὲ Θεοτόκον τὴν Παρθένον καλεῖ· ἐν οἷς καὶ Σευήρου
χρήσεις μαρτυροῦντος, ὡς πολλοὶ τῶν πατέρων ἐχρήσαντο ἀδιαβλήτως τῇ φωνῇ
τῶν δύο φύσεων.

κδ´. Προβλήματά τινα πρὸς τοὺς μίαν λέγοντας φύσιν καὶ ἀπολογία πρός τινα
15 τῶν παρ᾽ αὐτῶν προτεινομένων κεφαλαίων καὶ συνηγορία ὑπὲρ τῆς συνόδου, περὶ
ὧν ταύτην οἱ ἐκ Σευήρου καταμέμφονται.

κε´. Κατὰ τῶν Ὠριγένους δογμάτων.

20 κς´. Ὅτι ἐπὶ πάντων τῶν γενητῶν τὸ ἐν λόγῳ μόνον ἐστὶ θεωρητὸν καὶ οὐδὲ
ὑφίσταται τὰ κοινὰ καὶ καθόλου λεγόμενα, μόνῃ δὲ τῇ θείᾳ καὶ ὑπερανεσχούσῃ
οὐσίᾳ πεφύλακται κυρίως τὸ ἐν πράγματι καὶ ἀληθείᾳ.

κζ´. Τί τὸ ἐνυπόστατον καὶ ἀνυπόστατον, καὶ τί ὑπόστασις, καὶ ὅτι διττὸν


25 ἕκαστον αὐτῶν· καὶ πῶς δεῖ ἀπαντᾶν τοῖς ἐρωτῶσιν, εἰ ἔστι φύσις ἀνυπόστατος. Τὰ
ὅμοια ἐν τῷ κα´ κεφαλαίῳ εὑρήσεις.

κη´. Περὶ τῆς κατ᾽ ἐπίνοιαν θεωρίας, καὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ· καὶ περὶ
ἕξεως καὶ στερήσεως.
30

κθ´. Ὅτι οὐ μία φύσις ὁ καθέκαστα ἄνθρωπος, ἀλλὰ δύο, εἰ καὶ μία λέγεται φύσις
διὰ τὸ ταὐτὸν τοῦ εἴδους· καὶ πρὸς τοὺς λέγοντας ὅτι εἰ δύο φύσεις ὁ ἄνθρωπος,
τρεῖς δεῖ ἡμᾶς δογματίζειν ἐπὶ Χριστοῦ φύσεις· καὶ διδασκαλία ποτὲ τὰ συντιθεμένα
μία λέγεσθαι |7 φύσις δύνανται.
35

λ´. Πρὸς τοὺς λέγοντας, ὅτι πᾶς ἀριθμὸς ἰδιοσυστάτων πραγμάτων ἐστὶ
δηλωτικὸς, καὶ ὅτι πρώτη διαίρεσίς ἐστιν ἡ δυὰς μετὰ τὴν μονάδα προσυπαντῶσα,
καὶ ὅπου ὁ τῆς δυάδος ἀριθμὸς, ἡ ἕνωσις χώραν οὐκ ἔχει· ἐν ᾧ καὶ ἴαμβοι κατὰ
Σευήρου.
40

λα´. Κατὰ Ἰουδαίων μαρτυρίαι γραφικαί.

λβ´. Ἐκ τῶν Παναρίων τοῦ ἁγίου Ἐπιφανίου περὶ τῶν παρ᾽ Ἑβραίοις βίβλων τῆς
τε Παλαιᾶς καὶ Νέας διαθήκης· καὶ περὶ σταθμῶν καὶ μέτρων φερομένων ἐν τῇ ἁγίᾳ
45 Γραφῇ.

λγ´. Περὶ ὅρου καὶ ὑπογραφῆς.


7|8 6

λδ´. Περὶ αἱρέσεων ρ´ ἐν ἐπιτομῇ.

λε´. Περὶ αἱρεσιαρχῶν ἐκ τῶν συνοδικῶν Σωφρονίου Πατριάρχου Ἱεροσολύμων.

5 λς´. Περὶ φύσεως καὶ ὑποστάσεως ὅπως οἱ ἐκ Σευήρου δοξάζουσιν, καὶ πῶς τὰς
μερικὰς δογματίζουσιν οὐσίας.

λζ´. Τὸ σύμβολον τῆς πίστεως ὅπερ ἡ ἐκκλησία διδάσκει· καὶ τοῦ θαυματουργοῦ
Γρηγορίου ἡ ἀποκάλυψις· καὶ σύντομος ἔκθεσις ὀρθοδοξίας.
10

λη´. Πόσοις ὀνόμασιν ὁ Σωτὴρ παρὰ τῇ Γραφῇ κέκληται, ὁμοίως καὶ ἡ Θεοτόκος.

λθ´. Περὶ τῶν παρ᾽ Ἑβραίοις βιβλίων ὅπως αὐτὰ καλοῦσιν καὶ περὶ δυσνοήτων
λέξεων τῶν ἐν τῇ Γραφῇ εὑρισκομένων καὶ ἄλλων σήμαντρων, καὶ περὶ ἀριθμοῦ. |8
15

μ´. Ὅτι αὐτεξούσιος ἡ λογικὴ καὶ καθ᾽ ἡμᾶς τοῦ Κυρίου ψυχὴ καὶ νοερὰ
ὑπήρχεν· καὶ ὅτι τὸ τῆς δουλείας ὄνομα καὶ δεσποτείας οὐ φύσεως, ἀλλὰ σχέσεως
σημαντικόν ἐστι· καὶ οὐδὲν δοῦλον ἐν Χριστῷ, εἰ καὶ προσηγορικῶς λέγεται, οὐκ
αὐτὸς ὢν τοῦτο, δι᾽ ἡμᾶς δὲ δούλου μορφὴν ὑποδὺς καὶ κεκλημένος.



13 | 14 Κεφάλαιον Α´ 7

Λόγοι ἁγίων πατέρων,


ἤγουν ἐκλογὴ χρήσεων,
δι᾽ ὧν τὴν ὅλην τῆς ἀποστολικῆς ἐκκλησίας δόξαν σαφῶς διδασκόμεθα·
τό τε τῆς θεολογίας φημὶ κήρυγμα, καὶ τῆς θείας οἰκονομίας τὸν λόγον,
5 καὶ τῶν ἄλλων ὀρθῶν τῆς ἐκκλησίας δογμάτων τὴν ἀκρίβειαν.

* * *

Περὶ τῆς ἐν Τριάδι καὶ ἐν Μονάδι Θεολογίας


10

§1 Γρηγορίου τοῦ Θεολόγου ἐκ τῶν ἐπῶν PG37.400A



Εἷς Θεός ἐστιν ἄναρχος, ἀναίτιος, οὐ περιγραπτὸς
15 ἤ τινι πρόσθεν ἐόντι, ἢ ἐσσομένῳ μετόπισθεν,
αἰῶν᾽ ἀμφὶς ἔχων, καὶ ἀπείριτος, Υϊέος ἐσθλοῦ
μουνογενοῦς μεγάλοιο Πατὴρ μέγας, οὔ τι πεπονθὼς
Υἱέϊ τῶν ὅσα σαρκὸς, ἐπεὶ νόος. Εἷς Θεὸς ἄλλος,
οὐκ ἄλλος θεότητι, Θεοῦ Λόγος, οὗτος ἐκείνου
20 σφρηγὶς κινυμένη πατρώϊος, Υἱὸς ἀνάρχου
οἷος, καὶ μούνοιο μονώτατος, ἰσοφέριστος,
ὥς κεν ὁ μὲν μίμνῃ γενέτης ὅλος, αὐτὰρ ὅ γ᾽ Υἱὸς
κοσμοθέτης νωμεύς τε, Πατρὸς σθένος ἠδὲ νόημα.
ἓν Πνεῦμ᾽ ἐξ ἀγαθοῖο Θεοῦ Θεός.
25

§2 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ γενέθλια λόγου. PG36.317B

Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστιν, καὶ ἔσται· μᾶλλον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται,
τοῦ καθ’ ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως, ὁ δὲ, ὢν ἀεί· καὶ τοῦτο
30 αὐτὸς ἑαυτὸν ὀνομάζει, τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἐαυτῷ Ex 3.14
συλλαβὼν, ἔχει τὸ εἶναι, μήτε ἀρξάμενον, μήτε παυσόμενον, οἷόν τι πέλαγος οὐσίας
ἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπῖπτον ἔννοιαν, καὶ χρόνου καὶ φύσεως, νῷ
μόνῳ σκιαγραφούμενον, καὶ τούτῳ λίαν ἀμυδρῶς καὶ μετρίως, οὐ |14 κ ἐκ τῶν κατ’
αὐτὸν, ἀλλ’ ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἕν τι
35 τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι, φεῦγον, καὶ πρὶν νοηθῆναι, διαδιδράσκον·
τοσαῦτα περιλάμπον ἡμῶν τὸ ἡγεμονικὸν, καὶ ταῦτα κεκαθαρμένον, ὅσα καὶ ὄψιν
ἀστραπῆς τάχος οὐχ ἱσταμένης.

§3 καὶ μετ᾽ ὀλίγα· PG36.320B


40

Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· οὔτε ὑπὲρ
ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν· οὔτε ἐντὸς
τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἢ διὰ τὴν μοναρχίαν
Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθονίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις
45 ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ
τοῖς Σεραφεὶμ συγκαλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι
κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ
ὑψηλότατα.

16: ἀπείριτος : ἀπείρητος A.


14 | 17 Κεφάλαιον Α´ 8

§4 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ φῶτα λόγου. PG36.345C

Θεοῦ δὲ ὅταν εἴπω, ἑνὶ φωτὶ περιαστράφθητε καὶ τρισίν· τρισὶ μὲν, κατὰ τὰς
ἰδιότητας, ἤγουν ὑποστάσεις, εἴ τινι φίλον καλεῖν, εἴτε πρόσωπα (οὐδὲν γὰρ περὶ
5 τῶν ὀνομάτων ζυγομαχήσομεν, ἕως ἂν πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ
φέρωσιν)· |15 ἑνὶ δὲ, κατὰ τὸν τῆς οὐσίας λόγον, εἴτουν θεότητος. Διαιρεῖται γὰρ
ἀδιαιρέτως, ἵν’ εἴπω οὕτως, καὶ συνάπτεται διῃρημένως. Ἓν γὰρ ἐν τρισὶν ἡ θεότης,
καὶ τὰ τρία ἓν, ἐν οἷς ἡ θεότης, ἢ, τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης. Τὰς γὰρ
ὑπερβολὰς καὶ ἐλλείψεις ἐλλείψωμεν· οὔτε τὴν ἕνωσιν σύγχυσιν ἐργαζόμενοι, οὔτε
10 τὴν διαίρεσιν, ἀλλοτρίωσιν. Ἀπέστω γὰρ ἠμῶν ἐξ ἴσου, καὶ ἡ Σαβελλίου συναίρεσις,
καὶ ἡ Ἀρείου διαίρεσις, τὰ ἐκ διαμέτρου κακὰ, καὶ ὁμότιμα τὴν ἀσέβειαν· τί γὰρ δεῖ
θεὸν, ἢ συναλείφειν κακῶς, ἢ κατατέμνειν εἰς ἀνισότητα;
Ἡμῖν δὲ, εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’
οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα· τοῦ ἐξ οὗ, καὶ δι᾽ οὗ, καὶ ἐν ᾧ, μὴ 1Cor 8.6
15 φύσεις τεμνόντων, οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις, ἢ αἱ τάξεις τῶν ὀνομάτων,
ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας. Καὶ τοῦτο δῆλον, ἐξ
ὧν εἰς ἓν συνάγονται πάλιν, εἰ τῷ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ
‘Aποστόλῳ, τὸ, Ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς
αἰῶνας. Ἀμήν. Πατὴρ ὀ πατὴρ, καὶ ἄναρχος· οὐ γὰρ ἔκ τινος. Υἱὸς ὁ υἱὸς, καὶ οὐκ Ro 11.36
20 ἄναρχος· ἐκ τοῦ Πατρὸς γάρ· εἰ δὲ τὴν ἀπὸ χρόνον λαμβάνοις ἀρχὴν, καὶ ἄναρχος·
|16 ποιητὴς γὰρ χρόνων, οὐχ ὑπὸ χρόνον. Πνεῦμα ἅγιον ἀληθῶς τὸ πνεῦμα, προϊὸν
μὲν ἐκ τοῦ Πατρὸς, οὐχ υἱϊκῶς δὲ, οὐδὲ γὰρ γεννητῶς, ἀλλ᾽ ἐκπορευτῶς, εἰ δεῖ τι
καὶ καινοτομῆσαι περὶ τὰ ὀνόματα σαφηνείας ἕνεκεν. Οὔτε τοῦ Πατρὸς ἐκστάντος
τῆς ἀγεννησίας, διότι γεγέννηκεν· οὔτε τοῦ Υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ
25 ἀγεννήτου. Πῶς γάρ; οὔτε τοῦ Πνεύματος, ἢ εἰς Πατέρα μεταπίπτοντος, ἢ εἰς Υἱὸν,
ὅτι ἐκπεπόρευται, καὶ ὅτι Θεὸς, κἂν μὴ δοκῇ τοῖς ἀθέοις· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ
πῶς ἂν ἰδιότης μένοι, κινουμένη καὶ μεταπίπτουσα; Οἱ δὲ τὴν ἀγεννησίαν καὶ τὴν
γέννησιν φύσεις θεῶν ὁμωνύμων τιθέμενοι, τάχ᾽ ἂν καὶ τὸν Ἀδὰμ, καὶ τὸν Σὴθ (ὅτι
ὁ μὲν οὐκ ἀπὸ σαρκός· πλάσμα γάρ· ὁ δὲ ἀπὸ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας) ἀλλήλων κατὰ
30 τὴν φύσιν ἀλλοτριώσωσιν. Εἷς οὖν Θεὸς ἐν τρισὶν, καὶ τὰ τρία ἓν, ὥσπερ ἔφαμεν.

§5 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἁγίου πνεύματος λόγου. PG36.148D

Ἡμῖν δὲ εἷς Θεὸς, ὅτι μία θεότης· καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν
35 ἔχει, κἂν τρία πιστεύηται. Οὐ γὰρ, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον Θεός· οὐδὲ τὸ μὲν
πρότερον, τὸ δ᾽ ὕστερον· οὐδὲ βουλήσει τέμνεται, οὐδὲ δυνάμει μερίζεται, οὐδέ τι
τῶν ἁπάντων ὅσα τοῖς μεριστοῖς ὑπάρχει, κἀνταῦθα λαβεῖν ἐστιν· ἀλλ᾽ ἀμέριστος
ἐν μεμερισμένοις, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης· καὶ οἷον ἐν ἡλίοις |17 τρισὶν
ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις. Ὅταν μὲν οὖν πρὸς τὴν θεότητα
40 βλέψωμεν, καὶ τὴν πρώτην αἰτίαν καὶ τὴν μοναρχίαν, ἓν ἡμῖν τὸ φανταζόμενον· ὅταν
δὲ πρὸς τὰ ἐν οἷς ἡ θεότης, καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ
ὁμοδόξως, τρία τὰ προσκυνούμενα.

§6 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ βαπτίσματος λόγου. PG36.420B


45

Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι, τοῖς ἴσοις ἐστὶ, καὶ τὸ
εἶναι. Καὶ τοῦτο γὰρ παρὰ πάντων δοθήσεται. Καὶ δέδοικα τὴν ἀρχὴν, μὴ ἐλαττόνων
ἀρχὴν ποιήσω, καὶ καθυβρίσω διὰ τῆς προτιμήσεως· οὐ γὰρ δόξα τῷ ἐξ οὗ ἡ τῶν ἐξ

4 : εἴ : ἤ A. 6 : εἴτουν : ἤτουν A. 16 : ἀλλὰ : ἀλλὰ ἀλλὰ A.


22 : υἱϊκῶς : υϊκῶς A. 23 : δεῖ : δή A. 27 : μένοι : μείνοι A.
30 : ἀλλοτριώσωσιν : ἀλλοτριώσουσιν corrected to ἀλλοτριώσωσιν.
17 | 20 Κεφάλαιον Α´ 9

αὐτοῦ ταπείνωσις. Πρὸς δὲ καὶ ὑφορῶμαι τὴν σὴν ἀπληστίαν, μὴ τὸ μεῖζον λαβὼν
διχοτομήσῃς τὴν φύσιν, κατὰ πάντα τῷ μείζονι χρώμενος. Οὐ γὰρ κατὰ τὴν φύσιν τὸ
μεῖζον, τὴν αἰτίαν δέ. Οὐδὲν γὰρ τῶν ὀμοουσίων τῇ οὐσίᾳ μεῖζον ἢ ἔλαττον. Θέλω
τὸν Υἱὸν προτιμῆσαι τοῦ Πνεῦματος, ὡς Υἱόν· καὶ οὐ συγχωρεῖ μοι τὸ βάπτισμα
5 τελειοῦν με διὰ τοῦ Πνεῦματος. Ἀλλὰ δέδοικας, μὴ τριθεΐαν ὀνειδισθῇς; Ἔχε σὺ τὸ
ἀγαθὸν, τὴν ἐν τοῖς τρισὶν ἕνωσιν· ἐμοὶ τὴν μάχην παράπεμψον.

§7 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θεολογίας σχεδιασθέντος α´ λόγου. PG35.1072A

10 Προσκυνοῦμεν οὖν Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον· τὰς μὲν ἰδιότητας
χωρίζοντες, ἑνοῦντες δὲ τὴν θεότητα· καὶ οὔτε εἰς ἓν τὰ |18 τρία συναλείφομεν, οὔτε
διαιροῦμεν εἰς τρία ἔκφυλα καὶ ἀλλότρια, ἵνα μὴ τὰ Ἀρείου μανῶμεν. Τί γὰρ δεῖ,
καθάπερ φυτὸν ἑτεροκλινὲς πάντῃ καμπτόμενον, βίᾳ μετάγειν ἐπὶ τὸ ἕτερον μέρος,
διαστροφῇ τὴν διαστροφὴν διορθουμένους, ἀλλὰ μὴ πρὸς τὸ μέσον εὐθύνοντας,
15 ἐν ὅροις ἵστασθαι τῆς θεότητος; Μεσότητα δὲ ὅταν εἴπω, τὴν ἀλήθειαν λέγω, πρὸς
ἣν βλέπειν καλῶς ἔχομεν μόνην· καὶ τὴν φαύλην συναίρεσιν παραιτούμενοι, καὶ
τὴν ἀτοπωτέραν διαίρεσιν· ὡς μήτε εἰς μίαν ὑπόστασιν συναιρεθέντα τὸν Λόγον,
δέει πολυθεΐας, ψιλὰ καταλιπεῖν ἡμῖν τὰ ὀνόματα, τὸν αὐτὸν Πατέρα, καὶ Υἱὸν,
καὶ ἅγιον Πνεῦμα ὑπολαμβάνουσιν, καὶ μὴ μᾶλλον ἓν τὰ πάντα, ἢ μηδὲν ἕκαστον
20 εἶναι ὁριζομένοις· φεύγοι γὰρ ἂν εἶναι ἅπερ ἐστὶν, εἰς ἄλληλα μεταχωροῦντα
καὶ μεταβαίνοντα· μήτε εἰς τρεῖς ἢ ξένας καὶ ἀνομοουσίους καὶ ἀπερρηγμένας
διαιρεθέντα, κατὰ τὴν Ἀρείου καλῶς ὀνομασθεῖσαν μανίαν, ἢ ἀνάρχους καὶ ἀτάκτους,
και οἷον εἰπεῖν, ἀντιθέους· τῷ μὲν εἰς Ἰουδαϊκὴν σμικρολογίαν κατακλεισθῆναι,
μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντας· τῷ δὲ εἰς ἐναντίον μὲν, κακὸν δὲ
25 ἴσον πεσεῖν, τρεῖς ἀρχὰς ὑποτιθεμένους, καὶ τρεῖς θεοῦς, |19 ὃ τῶν προειρημένων
ἀτοπώτερον.
Ἐπεὶ δὲ χρὴ καὶ τὸν ἕνα Θεὸν τηρεῖν καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, εἴτουν PG35.1072C
τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος, τηροῖτο δ’ ἂν, ὡς ὁ ἐμὸς λόγος,
εἷς μὲν Θεὸς εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων,
30 οὐδὲ συναλειφομένων, αἱ δὲ τρεῖς ὑποστάσεις μηδεμιᾶς ἐπινοουμένης συναλιφῆς ἢ
ἀναλύσεως ἢ συγχύσεως, ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι’ ὧν τὸ ἓν σεμνύνεται πλέον, ἢ
καλῶς ἔχει, καὶ κατὰ τὸ ἓν καὶ ταὐτὸν τῆς θεότητος, ἵν᾽ οὕτως εἴπω, κίνημά τε καὶ
βούλημα καὶ τὴν τῆς οὐσίας ταυτότητα.

35 §8 Βασιλείου ἐπισκόπου Καισαρείας Καππαδοκίας


ἐκ τῶν πρὸς Ἀμφιλόχιον λ´ κεφαλαίων ἀπὸ κεφαλαίου ιζ´. PG32.149A

Εἷς Θεὸς καὶ Πατὴρ, καὶ εἷς μονογενὴς Υἱὸς, καὶ ἓν ἅγιον Πνεῦμα, ἑκάστης
τῶν ὑποστάσεων μοναχῶς ἐξαγγελλομένης. Ἐπειδὰν δὲ συναριθμεῖσθαι δέῃ, οὐχὶ
40 ἀπαιδεύτῳ ἀριθμήσει πρὸς πολυθεΐας ἔννοιαν ἐκφερόμεθα. Οὐ γὰρ κατὰ σύνθεσιν
ἀριθμοῦμεν, ἀφ’ ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία
λέγοντες, οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον. Ἐγὼ γὰρ Θεὸς πρῶτος, καὶ ἐγὼ
μετὰ ταῦτα. Δεύτερον δὲ θεὸν οὐδέπω καὶ τήμερον ἀκηκόαμεν· Θεὸν γὰρ ἐκ Θεοῦ Is 44.6
προσκυνοῦντες, καὶ τὸ ἰδιάζον τῶν ὑποστάσεων ὁμολογοῦμεν, καὶ μένομεν ἐπὶ
45 τῆς μοναρχίας, εἰς |20 πλῆθος ἀπεσχισμένον τὴν θεολογίαν μὴ σκεδαννύντες, διὰ
τὸ μίαν ἐν Θεῷ καὶ Πατρὶ καὶ Θεῷ μονογενεὶ τὴν οἱονεὶ μορφὴν θεωρεῖσθαι, τῷ
ἀπαραλλάκτῳ τῆς θεότητος ἑνιζομένην. Υἱὸς γὰρ ἐν ΙΙατρὶ, καὶ Πατὴρ ἐν Υἱῷ·
ἐπειδὴ καὶ οὗτος τοιοῦτος, οἷος ἐκεῖνος, κἀκεῖνος οἷόσπερ οὗτος· καὶ ἐν τούτῳ τὸ

27 : εἴτουν : ἤτουν A. 45 : σκεδαννύντες : σκεδανύντες A.


20 | 23 Κεφάλαιον Α´ 10

ἕν· ὥστε κατὰ μὲν τὴν ἰδιότητα τῶν προσώπων εἷς καὶ εἶς, κατὰ δὲ τὸ κοινὸν τῆς
φύσεως ἓν οἱ ἀμφοτεροι. Πῶς οὖν, εἴπερ εἷς καὶ εἷς, οὐχὶ δύο θεοί; Ὅτι βασιλεὺς
λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκὼν, καὶ οὐ δύο βασιλεῖς. Οὔτε γὰρ τὸ κράτος σχίζεται,
οὔτε ἡ δόξα διαμερίζεται. Ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτω
5 καὶ ἡ παρ’ ἡμῶν δοξολογία μία, καὶ οὐ πολλαί· διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ
πρωτότυπον ἀναβαίνει. Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκὼν, τοῦτο ἐκεῖ φυσικῶς
ὁ Υἱός· καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτω καὶ ἐπὶ τῆς
θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις. Ἓν δὲ καὶ
τὸ Πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ μοναδικῶς ἐξαγγελλόμενον, δι᾽ ἑνὸς Υἱοῦ τῷ Πατρὶ
10 συναπτόμενον καὶ δι᾽ ἑαυτοῦ συμπληροῦν τὴν πολυΰμνητον καὶ μακαρίαν Τριάδα,
οὗ τὴν πρὸς τὸν Πατέρα καὶ Υἱὸν οἰκείωσιν ἱκανῶς ἐμφαίνει τὸ μὴ ἐν τῷ πλήθει
τῆς κτί |21 σεως, ἀλλὰ μοναχῶς ἐκφωνεῖσθαι· οὐ γὰρ ἓν τῶν πολλῶν ἐστιν, ἀλλ᾽ ἕν
ἐστιν· ὡς εἷς Πατὴρ καὶ εἷς Υἱὸς, οὕτω καὶ ἓν Πνεῦμα ἅγιον· τῆς μὲν οὖν κτιστῆς
φύσεως τοσοῦτον ἀποκεχώρηκεν, ὅσον εἰκὸς τὸ μοναδικὸν τῶν συστηματικῶν καὶ
15 πληθυσμὸν ἐχόντων. Πατρὶ δὲ καὶ Υἱῷ κατὰ τοσοῦτον ἥνωται καθ᾽ ὅσον ἔχει μονὰς
πρὸς μονάδα τὴν οἰκειότητα· καὶ οὐκ ἐντεῦθεν μόνον τῆς κατὰ φύσιν κοινωνίας ἡ
ἀπόδειξις, ἀλλ᾽ ὅτι καὶ ἐκ τοῦ Θεοῦ εἶναι λέγεται, οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, 1Jn 4.2
ἀλλ᾽ ὡς ἐκ τοῦ Θεοῦ προελθὸν, οὐ γεννητῶς ὡς ὁ Υἱὸς, ἀλλ᾽ ὡς Πνεῦμα στόματος
αὐτοῦ· πάντως δὲ οὐδὲ τὸ στόμα μέλος, οὔτε πνοὴ λυομένη τὸ Πνεῦμα, ἀλλὰ καὶ τὸ Ps 32.6
20 στόμα θεοπρεπῶς, καὶ τὸ Πνεῦμα οὐσία ζῶσα ἁγιασμοῦ κυρία, τῆς μὲν οἰκειότητος
δηλομένης ἐντεῦθεν, τοῦ δὲ τρόπου τῆς ὑπάρξεως ἀρρήτου φυλασσομένου.

§9 Γρηγορίου Νύσσης ἐκ τοῦ εἰς τὸ Πάτερ Ἡμῶν λόγου, PG44.1160C


εἰς τὸ ἐλθέτω ἡ βασιλεία σου. Mt 6.10
25

Μία κατὰ τὸ ἀκόλουθον ἀποδέδεικται τῆς ἁγίας Τριάδος ἡ φύσις, οὐ


συγχεομένης ἐφ’ ἑκάστης τῶν ὑποστάσεων τῆς κατὰ τὸ ἀκόλουθον ἐπιθεωρουμένης
αὐταῖς ἰδιότητος, οὐδὲ τῶν γνωρισμάτων ἐν ἀλλήλοις ἀλλασσομένων, ὥστε τὸ
σημεῖον τῆς πατρικῆς ὑποστάσεως ἐπὶ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα μετενεχῆναι, ἢ τοῦ
30 Υἱοῦ πάλιν ἑνὶ τῶν παρακειμένων ἐφαρμοσθῆναι, ἢ τὴν τοῦ Πνεύματος ἰδιότητα τῷ
Πατρί τε καὶ τῷ Υἱῷ ἐπιφαί |22 νεσθαι, ἀλλ’ ἐν τῇ κοινότητι τῆς φύσεως ἀκοινώνητος
ἡ τῶν ἰδιαζόντων θεωρεῖται διάκρισις. Ἴδιον τοῦ Πατρὸς τὸ μὴ ἐξ αἰτίου εἶναι· τοῦτο
οὐκ ἔστιν ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· ὅ τε γὰρ Υἱὸς ἐκ τοῦ Πατρὸς ἐξῆλθεν, Jn 16.28
καθώς φησιν ἡ Γραφὴ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ καὶ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. 1Cor 2.12; Jn 15.26
35 Ἀλλ’ ὥσπερ τὸ ἄνευ αἰτίας εἶναι μόνου τοῦ Πατρὸς, ὃν τῷ Υἱῷ καὶ τῷ Πνεύματι
ἐφαρμοσθῆναι οὐ δύναται, οὕτως ἔμπαλιν τὸ ἐξ αἰτίας εἶναι, ὅπερ ἴδιόν ἐστι τοῦ
Υἱοῦ καὶ τοῦ Πνεύματος, τῷ Πατρὶ ἐπιθεωρηθῆναι φύσιν οὐκ ἔχει. Κοινοῦ δὲ ὄντος
τῷ Υἱῷ καὶ τῷ Πνεύματι τοῦ μὴ ἀναιτίως εἶναι, ὡς ἂν μή τις σύγχυσις περὶ τὸ
ὑποκείμενον θεωρηθείη, πάλιν ἔστιν ἄμικτον τὴν ἐν τοῖς ἰδιώμασιν αὐτῶν διαφορὰν
40 ἐξευρεῖν, ὡς ἂν καὶ τὸ κοινὸν φυλαχθείη.
Ὁ γὰρ μονογενὴς Υἱὸς ἐκ τοῦ Πατρὸς παρὰ τῆς ἁγίας Γραφῆς ὀνομάζεται,
καὶ μέχρι τούτου ὁ λόγος ἵστησιν αὐτοῦ τὸ ἰδίωμα· τὸ δὲ ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ
Πατρὸς λέγεται καὶ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται· Εἰ γάρ τις Πνεῦμα Χριστοῦ
οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ, φησὶν ἡ Γραφή· οὐκοῦν τὸ μὲν Πνεῦμα τὸ ἐκ τοῦ Ro 8.9
45 Θεοῦ ὂν, καὶ Χριστοῦ Πνεῦμά ἐστιν· ὁ δὲ Χριστὸς ἐκ τοῦ Θεοῦ ὢν, οὐκέτι καὶ τοῦ Jn 8.42
Πνεύματος, οὔτε ἔστιν, οὔτε λέγεται. Οὐδὲ ἀντιστρέφει ἡ σχετικὴ αὕτη ἀκολουθία,
ὡς δύνασθαι κατὰ τὸ ἴσον δι’ ἀναλύσεως ἀντιστραφῆναι τὸν λόγον καὶ ὥσπερ
Χριστοῦ |23 τὸ Πνεῦμα λέγομεν, οὕτω καὶ Πνεύματος Χριστὸν ὀνομάσαι. Ταύτης

28 : αὐταῖς : αὐτοῖς A. 31 : ἀκιονώνητος : ἀκιονόνητος A.


48 : ὀνομάσαι : ὀνομάζομεν Α.
23 | 25 Κεφάλαιον Α´ 11

τοίνυν τῆς ἰδιότητος τρανῶς καὶ ἀσυγχύτως τὸ ἕτερον τοῦ ἑτέρου διακρινούσης,
τῆς δὲ κατὰ τὴν ἐνέργειαν ταυτότητος τὸ κοινὸν μαρτυρούσης τῆς φύσεως, ἔρρωται
δι’ ἑκατέρων ἡ εὐσεβὴς περὶ τὸ θεῖον ὑπόληψις, ὡς καὶ ἀριθμεῖσθαι τὴν τριάδα τῶν
ύποστάσεων καὶ εἰς ἑτεροφυῆ τμήματα μὴ διακόπτεσθαι.
5

§ 10 Βασιλείου ἐκ τῶν κατ᾽ Εὐνομίου PG29.565C

Τὸ μεῖζον, ἢ κατὰ τὸν τῆς αἰτίας λόγον, ἢ κατὰ τὸν τῆς δυνάμεως πλεονασμὸν, ἢ
κατὰ τὴν ὑπεροχὴν τοῦ ἀξιώματος, ἢ κατὰ τὴν τῶν ὄγκων περιουσίαν λέγεται. Κατὰ
10 μὲν οὖν τὸν ὄγκον μὴ εἰλῆφθαι τὸ μεῖζον, αὐτός τε οὗτος προλαβὼν οὕτως ἔφησεν,
καὶ τὸ εἰκὸς οὕτως ἔχει· ἐπειδήπερ τὸ μεῖζον ἐν τοῖς μεγέθεσιν τοσοῦτόν ἐστιν, ὅσον
τὸ ἔλαττον, καὶ ἔτι. Τὰ δὲ ἀπερίληπτα τῷ μεγέθει, μᾶλλον δὲ ἀμεγέθη καὶ ἄποσα
παντελῶς, τίς ἂν ἀλλήλοις παραμετρήσειεν; ὧν δὲ ἡ παράθεσις ἀμήχανος, ποίῳ ἂν
τρόπῳ ἐν τούτοις τὸ ὑπoβάλλον ἐπιγνωσθείη;
15

§ 11 Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀμφιλόχιον κεφαλαίου δ´, PG32.77A


ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις

Ἡμεῖς δὲ κεχρῆσθαι μὲν πολλαχοῦ ταῖς φωναῖς ταύταις κατὰ τὸν τῆς ἀκολουθίας
20 λόγον ὁμολογοῦμεν· οὐ μὴν τήν |24 γε τοῦ Πνεύματος χάριν δουλεύειν πάντως φαμὲν
τῇ μικροπρεπείᾳ τῶν ἔξωθεν, ἀλλὰ κατὰ τὸ ἀεὶ προστυγχάνον, οἰκείως ταῖς χρείαις
ὑπαλλάττειν τὰς ἐκφωνήσεις. Οὐ γαρ πάντως τὸ, ἐξ οὗ, τὴν ὕλην σημαίνει, καθὼς
ἐκείνοις δοκεῖ, ἀλλά συνηθέστερον τῇ Γραφῇ ἐπὶ τῆς ἀνωτάτω αἰτίας τὴν φωνὴν
ταύτην παραλαμβάνειν, ὡς ἐπὶ τοῦ, Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα· καὶ πάλιν, Τὰ δὲ πάντα 1Cor 8.6
25 ἐκ τοῦ Θεοῦ. Κέχρηται μέντοι καὶ ὁ τῆς ἀληθείας λόγος τῇ λέξει ταύτῃ καὶ ἐπὶ τῆς 2Cor 5.18
ὕλης πολλάκις, ὡς ὅταν λέγῃ, Ποιήσεις τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων, καὶ, Ποιήσεις Ex 25.9 Ex 25.30;
τὴν λυχνίαν ἐκ χρυσίου καθαροῦ, καὶ, Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, καὶ, Ἐκ 1Cor 15.47;
πηλοῦ διηρτισαι σὺ ὡς κἀγώ. Ἀλλ’ οὗτοι, ἱν᾽, ὡς ἔφαμεν, τῆς φύσεως τὸ διάφορον Job 33.6
παραστήσωσιν, τῷ Πατρὶ μόνῳ προσήκειν τὴν λέξιν ταύτην ἐνομοθέτησαν· τὰς
30 μὲν ἀρχὰς τῆς παρατηρήσεως λαβόντες ἀπὸ τῶν ἔξωθεν, οὐ πάντα δὲ ἐκείνοις δι’
ἀκριβείας δουλεύσαντες, ἀλλὰ τῷ μἐν Υἱῷ τὴν τοῦ ὀργάνου προσηγορίαν, τῷ δὲ
Πνεύματι τὴν τοῦ τόπου· ἐν Πνεύματι γὰρ λέγουσιν, καὶ δι᾽ Υἱοῦ λέγουσιν· τῷ δὲ
Θεῷ τὴν ἐξ οὗ, οὐκέτι ἐνταῦθα κατακολουθοῦντες τοῖς ἀλλοτρίοις, ἀλλ’ ἐπὶ τὰς
ἀποστολικὰς, ὥς φασι, μεταβαίνοντες |25 χρήσεις, καθὰ εἴρηται· Ἐξ αὐτοῦ δὲ ὑμεῖς
35 ἐστε ἐν Χριστῷ Ἰησοῦ, καὶ, Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Τί οὖν ἐκ τῆς τεχνολογίας ταύτης 1Cor 1.30; 2Cor
τὸ συναγόμενον; Ἄλλη φύσις αἰτίου, καὶ ἄλλη ὀργάνου, καὶ ἄλλη τόπου· ἀλλότριος 5.18
ἄρα κατὰ τὴν φύσιν ὁ Υἱὸς τῷ Πατρὶ, ἐπειδὴ καὶ τὸ ὄργανον τῷ τεχνίτῃ· ἀλλότριον
δὲ καὶ τὸ Πνεῦμα, καθόσον κεχώρισται χρόνος ἢ τόπος, τῆς τῶν ὁργάνων φύσεως,
ἢ τῆς τῶν μεταχειριζόντων αὐτά.
40 [Σχόλιον]
Ἐν τῷ πέμπτῳ κεφαλαίῳ ἀπέδειξεν ὁ αὐτὸς, ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι’ οὗ
καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ καὶ ἐπὶ Πνεύματος. Καί φησιν, ὅτι συνήγαγε πάλιν ἀμφοτέρα
ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου ὁ μακάριος Παῦλος εἰπὼν, ὅτι Ἐξ αὐτοῦ καὶ δι’
αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, καὶ ὅτι εἰς τὸν Κύριον εἴρηται. Ro 11.36
45
25 | 27 Κεφάλαιον Α´ 12

§ 12 Κυρίλλου ἐκ τοῦ λα´ κεφαλαίου τοῦ β´ βιβλίου τῶν Θησαυρῶν. PG75.452B

Πολλὰ τῶν ὀνομάτων ὁρῶμεν ἐπὶ Θεοῦ ταττόμενα, ἀλλ’ ἕκαστον αὐτῶν οὐ
τί κατ’ οὐσίαν ἐστὶν ὁ Θεὸς σημαῖνον φαίνεται, ἀλλ’ ἢ τί οὐκ ἔστι δηλοῖ, ἢ σχέσιν
5 τινὰ σημαίνει πρός τι τῶν ἀντιδιαστελλομένων. Οἷον φέρε εἰπεῖν, τὸ ἄφθαρτον καὶ
τὸ ἀθάνατον, τί οὐκ ἔστι δηλοῖ· τὸ δὲ Πατὴρ ἢ ἀγέννητος, ὅτι γεννήτωρ ἐστὶ πρὸς
Υἱὸν ἀντιδιαστελλόμενον, καὶ ὅτι οὐ γέγονεν· ἀλλὰ τούτων ἕκαστον οὐ τῆς οὐσίας
ἐστὶ σημαντικὸν, καθάπερ ἤδη προείπομεν, ἀλλά τι τῶν περὶ τὴν οὐσίαν σημαίνει. Εἰ
τοίνυν ἐκ τῶν τοιούτων ὀνομάτων ἤτοι σημασιῶν ἡμεῖς |26 ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν
10 χειραγωγούμεθα, πῶς εἰσόμεθα τὴν οὐσίαν αὐτοῦ μόνα τὰ περὶ αὐτὴν μανθάνοντες,
οὐ τί ἔστι κατὰ φύσιν παιδευόμενοι; Ὅμοιον γὰρ ὡς καὶ εἴ τις λέγοι τὴν ἀνθρώπου
ψυχὴν τί κατ’ οὐσίαν ἐστὶν ἐπίστασθαι σαφῶς, εἴπερ εἰδείη ὅτιπερ ἄποιος, ἄποσός τέ
ἐστι καὶ ἀσχημάτιστος· ἢ εἴπερ λέγοι τὸ σῶμα τυχὸν τὸ ἀνθρώπινον τί κατὰ φύσιν
ἐστὶν εἰδέναι, εἰ λευκὸν ἢ μέλαν εἶναι λέγοι. Οὐκοῦν οὐκ ἐκ τῶν περὶ τὰς οὐσίας αἱ
15 οὐσίαι γνωσθήσονται, ἀλλ’ ἐξ ὧν εἰσιν αὐταὶ καθ’ αὑτάς .

§ 13 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ. PG75.36B

Εἰ τὸ κυριώτατον καὶ πρῶτον, οὐσία λέλεκται, διὰ τὸ πᾶσι τοῖς συμβεβηκόσιν Ὅτι οὐκ οὐσία,
20 ὑποκεῖσθαι, οὐκ ἔστι δὲ συμβεβηκὸς, ᾧ καθυπόκειται Θεός· οὐδὲ οὐσία ἄρα κυρίως ἀλλ᾽ ὑπερούσιος ὁ
λέγεται ἐπὶ Θεοῦ· ἔστι γὰρ ὑπερούσιος. Θεός.

§ 14 Ἐκ τοῦ αὐτοῦ βιβλίου κεφαλαίου ε´. PG75.61B

25 Ἐν χρόνῳ μὲν οὐ τίκτει Θεὸς, ὁ χρόνων ἀνωτέρω κειμένην ἔχων τὴν φύσιν· οὔτε Τὸ βλάσφημον τὸ
ἀνάγκαις ὑποκείσεταί τισιν, ὁ πάντα ὑπεραναβεβηκώς. Οὐ πάντως δὲ τὸ τίκτειν λέγειν ὡς κατέ-
πεφυκὸς, ἐκ τοῦ μὴ τίκτειν εἰς τοῦτο πρόεισιν, οὐδὲ ἐπειδὴ τίκτειν οἶδεν, πάντως καὶ παυσεν γεννᾶν ὁ
καταπαύει. Καὶ γοῦν γεννᾷ μὲν ἐξ ἑαυτοῦ τὸ πῦρ τήν τε κατὰ φύσιν προσοῦσαν αὐτῷ Πατήρ.
θερμότητα καὶ τὸν φωτισμόν· καὶ οὔτε ἐκ τοῦ μὴ εἶναι θερμὸν εἰς τοῦτο προῆλθεν,
30 οὔτε πεπαύσεται γεννῶν τὸ κατὰ φύσιν αὐτῷ προσόν· ἀλλ’ ἅμα γέγονε πῦρ, καὶ ἦν
ἐν αὐτῷ τὰ αὐτοῦ. |27

§ 15 Περὶ τῆς τοῦ Υἱοῦ γεννήσεως. Ἐκ τοῦ αὐτοῦ βιβλίου ς´. PG75.80A
Ἐκ παραδείγματος τοῦ ἡλίου.
35

Ὁ Πατὴρ ἐξέλαμψεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ἀμερίστως τε καὶ ἀδιαστάτως,


ὥσπερ οὖν καὶ ὁ ἥλιος τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Ἀλλ’ ἐκεῖνο μὲν, οὐκ
ἰδιοσύστατον, οὐδὲ τὴν οὐσίαν ἐντελὲς αὐτὸ καθ’ αὑτό· ἔχει γὰρ ἐν τῷ ἡλίῳ τὸ εἶναι·
τὸ θεῖον δὲ γέννημα μόνον ἔχον ἐκ τοῦ παραδείγματος τὸ ἐκ Πατρὸς προελθεῖν
40 ἀμερίστως καὶ ἀδιαστάτως, ἰδίαν ἔχει τὴν ὕπαρξιν οὐ κεχωρισμένην τοῦ Πατρὸς,
ἀλλ’ ἐν Πατρὶ καὶ μετὰ Πατρὸς νοουμένην τε καὶ ὑπάρχουσαν.

[Σχόλιον.]
Ἀλλαχοῦ δὲ πάλιν λέγει ὁ αὐτὸς, ὅτι γεννητῶς καὶ κατὰ φύσιν ἐκ τοῦ Πατρός
45 ἐστιν ὁ Υἱὸς, ἅμα καὶ συναΐδιος, ὡς ἐκ πυρὸς θερμότης, καὶ ὡς ἐκ φωτὸς ἀπαύγασμα,
ἢ καὶ ἐξ ἄνθους εὐωδία καὶ ἐκ μέλιτος γλυκασμὸς, ἅτινα οὐ μεθεκτῶς πρόσεστι
τούτοις, ἀλλ’ οὐσιωδῶς.
27 | 29 Κεφάλαιον Α´ 13

§ 16 Ἐκ τοῦ αὐτοῦ βιβλίου κεφαλαίου ε´. PG75.72C

Τοῖς διερωτῶσι φιλονεικότερον, πότε γεγέννηκεν τὸν Υἱὸν ὁ Πατὴρ, ἀκόλουθον


ἀντιθεῖναι καὶ λέγειν, Πότε τὸ πῦρ τοῦ καίειν ἤρξατο; Ἀλλ’ οὐχ εὑρήσουσιν δεῖξαι
5 τούτου τὴν ἀρχήν· ἅμα τε γὰρ γένονε πῦρ, καὶ ἦν καυστικόν. Εἰ τοίνυν τοῖς παρὰ
Θεοῦ πεποιημένοις ὁμοῦ καὶ τὸ εἶναι καὶ τὸ τοιῶσδε εἶναι ὑπάρχει, τί κωλύσει
μείζονα τῶν οἰκείων ἔργων ὁμολογεῖν εἶναι τὸν Πατέρα, ὁμοῦ καὶ τὸ εἶναι καὶ τὸν
Υἱὸν ἔχοντα γεννητῶς ἐξ ἑαυτοῦ;

10 [Σχόλιον.]
Ἰστέον ὡς οὐδὲ πάντα ἄρρητα, οὐδὲ πάντα ῥητὰ, οὔτε τὰ τῆς θεο |28 λογίας,
οὔτε τὰ τῆς οἰκονομίας, οὐδὲ γὰρ πάλιν πάντα ἄγνωστα ἢ γνωστὰ πάντα· ἄλλο
δέ ἐστιν τὸ γνωστὸν, καὶ ἄλλο τὸ ῥητὸν, ὥσπερ ἕτερον τὸ λαλεῖν καὶ ἕτερον τὸ
γινώσκειν.
15 Ὅτι μὲν γάρ ἐστι Θεὸς παντοκράτωρ, παντοδύναμος, ἀγαθὸς, παντεπόπτης,
δημιουργὸς, προνοητὴς, κριτὴς, ἐξουσιαστὴς, ἀόρατος, ἀναφὴς, ἅκτιστος, ἄτρεπτος,
ἀπερίγραπτος, ἄναρχος, ἀπερινόητος, ἄπειρος, ἀθάνατος, ἀΐδιος, καὶ γινώσκομεν
καὶ ὁμολογοῦμεν.
Καὶ ὅτι ὁ μονογενὴς Υἱὸς καὶ Θεὸς ἀσπόρως συλληφθεὶς, ἀφθόρως ἐκ τῆς
20 Παρθένου καὶ Θεοτόκου γεγέννηται διὰ Πνεύματος ἁγίου, ὅτι τε ἐπείνησεν καὶ
ἐδίψησεν, καὶ θανάτου καὶ ταφῆς πεῖραν ἐδέξατο, καὶ ἀνέστη τριήμερος, καὶ εἰς
οὐρανοὺς ἀνελήφθη, ὅθεν πρὸς ἡμᾶς παραγέγονεν καὶ παραγενήσεται πάλιν ἐς
ὕστερον, καὶ ἡ θεία Γραφὴ μάρτυς καὶ πᾶς ὁ τῶν ἁγίων χορός.
Τί δέ ἐστι Θεοῦ οὐσία, ἢ πῶς ἐστιν ἐν πᾶσιν, ἢ πῶς ἐκ Θεοῦ Θεὸς γεγέννηται, ἢ
25 ἐκπεπόρευται, ἢ πῶς κενωθεὶς ὁ μονογενὴς, Θεὸς ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν
αἱμάτων, ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ πλαστουργηθεὶς, ἢ πῶς ἀβρόχοις ποσὶν ἐν
τοῖς ὕδασιν ἐπεπόρευτο, καὶ ἀγνοοῦμεν, καὶ οὔτε λέγειν δυνάμεθα. |29

§ 17 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ βιβλίου λα´ κεφαλαίου. PG75.445D


30

Σοφὸν μὲν τὸ λέγειν μηδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ, διὰ τὸ ἔχειν
αὐτὴν ἐξ αὐτῆς τὸ εἶναι τελείαν. Ὁρῶμεν δὲ ὅτι πολὺς ἡμᾶς ἀναγκάσει λόγος, ὡς
συμβεβηκότα τὰ τοιαῦτα νοεῖν ἐπὶ Θεοῦ, καὶ εἰ μὴ πάντως συνέβη. Τί γὰρ ἐροῦμεν
ἐννοοῦντες, ὅτι πρὸ μὲν τῆς διακοσμήσεως τοῦδε τοῦ παντὸς, ἦν μὲν κατ᾽ οὐσίαν
35 δημιουργὸς, οὔπω δὲ τοῦτο τῇ ἐνεργείᾳ, διὰ τὸ μήπω τῶν ὅντων τι παρῆχθαι πρὸς
γένεσιν; Ἐπεδὴ δὲ ἐποιήθη τὸ πᾶν, γέγονεν ὥσπερ καὶ δημιουργὸς, καὶ τρόπον
τινὰ συμβέβηκεν τοῦτο αὐτῷ, διὰ τοῦ καὶ ἐνεργείᾳ ὀφθῆναι τοιοῦτον. Εἰ τοίνυν
νοεῖταί τινα τῶν πραγμάτων ὡς ἐπισυμβεβηκότα Θεῷ, τί μάτην περὶ τοῦ μὴ δεῖν
συμβεβηκέναι λέγειν τῷ Θεῷ τὸ ἀγένητον διατείνεσθε, ἐν τῷ τοιῷδε σχήματι
40 φαινομένων τινῶν τῶν ὅσαπέρ ἐστι κατ’ οὐσίαν αὐτῷ;

[Σχόλιον.]
Πάλιν ἐν τῷ αὐτῷ κεφαλαίῳ φησὶν, ὅτι ἔστι κατεπινοεῖν συμβεβηκὸς ἐπὶ Θεοῦ·
οὐ γὰρ οὐσία τὸ ἀγένητον, ἢ τὸ ἄφθαρτον, ἢ τὸ ἀθάνατον, ἢ τὸ ἀόρατον. Εἰ γὰρ
45 ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν ἡμῖν συγκείσεται, φησὶν, ὁ
Θεὸς, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φανεῖται.
29 | 31 Κεφάλαιον Α´ 14

§ 18 Ἔχει δὲ μετά τινα οὕτως· PG75.449A

Εἰ τοίνυν οὐχ ὅσα προσεῖναι λέγεται κατὰ φύσιν τῷ Θεῷ, ταῦτα πάντως ἔσται
αὐτοῦ καὶ οὐσία, λείπεται λέγειν αὐτὰ τῇ οὐσίᾳ συμβεβη |30 κότα, μέχρι μόνης φωνῆς
5 οὕτω νοούμενα. Οὐκ ἔχει γὰρ ἡ ἀνθρώπου φύσις μεῖζόν τι τῶν καθ’ ἑαυτὴν λέγειν
ἐπὶ Θεοῦ. Διὸ δὴ τοῖς ἰδίοις ἔθεσιν ἐπ’ αὐτοῦ κεχρήμεθα, καθ’ ἑαυτοὺς μειζόνων
ὑποδείγματα ποιούμενοι, ὥσπερ οἱ ἐν μικρῷ πίνακι οὐράνιον καταγράφοντες
κύκλον.

10 § 19 Ἐκ τοῦ λδ´ κεφαλαίου. PG75.588A


Ὅτι ἐνέργειαν καὶ
Οὐκοῦν ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα, ποιότης τις, ἵν᾽ οὕτως εἴπωμεν, ποιότητα οὐσιώδη
ὑπάρχον τοῦ κυριεύοντος ἁπάντων Θεοῦ. Εἰ δὲ τοῦτο, Θεὸς ἄρα καὶ οὐ γενητὸν ἢ τοῦ Θεοῦ λέγειν
κτιστὸν, ὥσπερ τοῖς ἑτεροδόξοις δοκεῖ. δοκεῖ τὸ Πνεῦμα.
15

§ 20 Καὶ μετ᾽ ὀλίγα· PG75.596A

Οὐκ ἄρα ἐκ μετοχῆς, οὐδὲ ἐκ συνθέσεως ἅγιον, ἀλλ᾽ οὐσία καὶ φύσις ἁγιαστικὴ
καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς θεότητος, ἵν᾽ οὕτως εἴπω, ποιότης, ὥσπερ οὖν καὶ ὁ
20 γλυκασμὸς τοῦ μέλιτος, καὶ ἐξ ἄνθους εὐωδία.

§ 21 Ἐκ τοῦ λβ´ κεφαλαίου· PG75.452D

Τίς ἔγνω νοῦν Κυρίου; οὐκ ἄρα παραπλησίως εἰσόμεθα ὅτι τῷ Θεῷ οἱ μὴ οὕτως Is 40.13
25 ὄντες ὡς αὐτός. Ἀλλ᾽ αὐτὸς μὲν ὡς αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων ἀνωντάτω, Ὅτι νοῦν Κυρίου τὸ
θεωρήσει θεοπρεπῶς τά τε ὄντα καὶ ἑαυτόν. Ἡμεῖς δὲ τὸ δοθὲν ἡμῖν μέτρον Πνεῦμά φησιν.
ὑπερβαίνειν οὐ δυνάμενοι, ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι τὸν ἀκατάληπτον ὁρῶμεν
Θεόν.

30 § 22 Καὶ ἐν τῷ λδ´ κεφαλαίῳ ἐν τῷ, ὅτι τέλειον τὸ Πνεῦμα τὸ ἅγιον, λέγει οὕτως· PG75.584B

Νοῦς γᾶρ ὑπάρχων αὐτοῦ, κατὰ τὸν μακάριον Παῦλον, Ἡμεῖς δὲ νοῦν Χριστοῦ
ἔχομεν, λέγοντα |31 περὶ τοῦ Πνεύματος, ἐκεῖνα πάντως λογιεῖται καὶ διατάξει, ἅπερ 1Cor 2.16
ἂν καὶ αὐτὸς, οὗ καὶ ἔστι νοῦς.
35

§ 23 Καὶ πάλιν· PG75.576B

Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, 1Cor 2.16
τὸ Πνεῦμα λέγων τὸ ἐνοικοῦν ἐν ἡμῖν. Ὅτε τοίνυν νοῦς ἀπεκλήθη Χριστοῦ, πῶς ἂν
40 εἴη τῶν πεποιημένων, οὐκ ἐνδεχομένου τὴν θείαν καὶ ἀκήρατον φύσιν ἔχειν τι τῶν
ἔξωθεν οὐσιωδῶς ἐν αὐτῇ;

45

4 : αὐτά : αὐτῇ A.
31 | 32 Κεφάλαιον Α´ 15

§ 24 Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν. PG37.747A

Θεὸς νοεῖται μέν τισιν, καὶ μετρίως,


ὑπ᾽ οὐδενὸς δὲ φράζετ᾽ οὐδ᾽ ἀκούεται,
5 ὅσον πέρ ἐστι, κἄν περ οἴηται λίαν,
παρεμπίπτει γὰρ, ὥσπερ ἀχλὺς, τῷ σκέμματι,
ἀεί τι τῶν ἐμῶν τε καὶ ὁρωμένων·
ὅπως ὑπερβῶ καὶ συγγένωμαι Θεῷ,
ὡς καὶ κρατεῖσθαι καὶ πεπεῖσθαι τοῦτ’ ἔχειν
10 ὅπερ λαβεῖν ἔσπευδον, οὐ καμών τί γε
Θεὸν τὸ μὴ σέβειν μὲν ἀθλιώτατον,
μηδ’ αἰτίαν τιν’ εἰδέναι <πρώτην ὅλων>,
ἐξ ἧς τὰ πάντα καὶ προῆλθε καὶ μένει,
τάξει τ’ ἀφράστῳ καὶ λόγῳ τηρούμενα.
15 Ὃ δ’ ἐστὶν οἴεσθ’ εἰδέναι, βλάβη φρενῶν,
πλὴν εἰ καθ’ ὑδάτων τις ἡλίου σκιὰν
βλέπων, νομίζοι προσβλέπειν τὸν ἥλιον·
ἢ καὶ πυλῶνος κάλλος ἐκπεπληγμένος,
τὸν δεσπότην οἴοιτο τῶν ἔνδον βλέπειν.
20 Ἄλλος μὲν ἄλλου καὶ ποσῶς σοφώτερος,
ὃς πλεῖον αὐγῆς ἔσπασε, πλείον βλέπων·
κάτω δ’ ὅμως ἅπαντες ἀξίας Θεοῦ, |32
ὃν φῶς καλύπτει, οὗ σκότος προΐσταται,
ἣν καὶ ζόφον τέμῃς γὰρ ἀνταστράπτεται
25 τοῦ φωτὸς ἄκρου δευτέρῳ προβλήματι.
Διπλοῦν δ’ ὑπερέχειν οὐ μάλ’ εὐπετὲς σκέπας
ὃς πάντα πληροῖ καὶ ἄνω παντὸς μένει,
ὃς νοῦν φωτίζει, καὶ νοὸς φεύγει βολὰς,
ἕλκων ἀεί με πρὸς τὸ ὕψος ὑπεκδρομαῖς.
30 Θεὸν νοεῖν μὲν ὡς μάλιστα καὶ σέβειν,
δεικνὺς τὸ φίλτρον ἐν ζέσει τῶν ἐντολῶν,
ζητεῖν δ’ ὅ ἐστι, μήτε πάντη, μητ’ ἀεί,
μήτε προχείρως πᾶσι γυμνοῦν τὸν λόγον.
Τὸ μὲν λεγέσθω τοῦ Θεοῦ καὶ σὺν φόβῳ,
35 τὸ δ’ ἔνδον ἔστω κείμενον, καὶ νῷ μόνῳ
σέβοιτο κρυπτὸν, ἀψόφως τιμώμενον.
Τῷ δ’ οὗς ἀνοίγοιτ’, ἢν διδάσκει τις λόγος,
ἧττον γὰρ οὖς ἢ γλῶσσα κίνδυνον φέρει.
Τὸ δ’ ὕστερον δεόμεθ᾽ ἐκμαθεῖν σαφῶς,
40 λυθέντος ἡμῖν τοῦ πάχους· νῦν δ᾽ ὡς σθένος,
σαυτὸν καθαίρειν καὶ ναοῦν λαμπρῷ βίῳ·
δέξῃ γὰρ οὕτω καὶ Θεὸν νοούμενον.
Ναῷ Θεὸν δὲ προστρέχειν ἅπας λόγος·
Ἁγνοῦ γὰρ ἁγνός ἐστιν οἰκητήριον.
45 Λόγῳ γάρ ἐστι πᾶς λόγος ἀντίστατος.
Τὸ δ’ ἐξέχεσθαι τοῦ λαλουμένου μέγα.
Ὃς μὲν γὰρ ἠγάπηκε, καὶ στερχθήσεται·
ὃς δ’ ἠγάπηται, καὶ ἔνοικον λαμβάνει.

4 : φράζετ᾽ : φράζεται A.
12 : πρώτην ὅλων : βλάβη φρενῶν A [cf. 15 εἰδέναι: homeoteleuton].
32 : ἐστι : ἐστιν A. 37 : ἀνοίγοιτ᾽ ἢν : ἀνοίγει τὴν A.
32 | 34 Κεφάλαιον Α´ 16

Οὐδ’ ἐστὶν, οὐκ ἔνεστι μὴ φῶς τυγχάνειν·


φωτὸς δὲ πρῶτον αὐτὸ γιγνώσκειν τὸ φῶς,
οὕτω τὸ φίλτρον πρόξενον καὶ γνώσεως· |33
Ἥδ’ ἐστ’ ἀμείνων εἰς ἀλήθειαν τρίβος,
5 τῆς ἐν λόγῳ τε καὶ στροφαῖς τιμωμένης.
Ὃ δ’ οὖν ἐφικτὸν, τοῦτο καὶ δηλώσομεν.
Ἄναρχον ἀρχὴν, Πνεῦμά τε μία Τριάς.
Ἀναίτιον, γεννητὸν, ἐκπορεύσιμον·
Πατὴρ τὸ μὲν τὸ δ’ Υἱὸς, Υἱὸς καὶ Λόγος
10 Τὸ δ’ οὐ μὲν Υἱὸς, Πνεῦμα δ’ οὐσίας μιᾶς.
Εἷς ἐκ τριῶν Θεός τε καὶ κοινὸν σέβας·
οἷς καὶ τὸ θνητὸν τῆς πλοκῆς ἐκλύομαι.
Ταυτὴν σέβεις μοι καὶ κρατεῖς, λαμπρῷ βίῳ
ῥίψας ἅπαντα τὴν κάτω βίου ζάλην,
15 λόγῳ τ’ ἀληθῆ κοιμίσεις τῶν πλασμάτων
ἄνω τε τάξει, καὶ γένοιτ᾽ ἐμου πλέον,
ὡς ἂν τύχοιμι πλείονος παρρησίας.

Ὅτι τὸ τρισάγιον ἐπὶ τῶν τριῶν ὑποστάσεων εἴρηται.


20

§ 25 Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ περὶ πίστεως λόγου. PG29.661A

Διὰ τοῦτο γὰρ, οἶμαι, καὶ παρὰ Ἡσαΐᾳ τὰ Σεραφεὶμ τρίτον ἐκβοῶντα τὸ ἅγιος Is 6.3
ἀναγέγραπται, ὅτι ἐν τρισὶ ταῖς ὑποστάσεσιν ὁ κατὰ φύσιν ἁγιασμὸς θεωρεῖται.
25

§ 26 Τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ δ´ λόγου τοῦ α´ βιβλίου τῶν εἰς τὸν Ἡσαΐαν. PG70.169B

Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Is 6.3
Τρὶς δὲ τὸ ἅγιος λέγοντες, συγκλείουσι τὴν δοξολογίαν εἰς τὸ Κύριος Σαβαὼθ, ἐν
30 μιᾷ θεότητος φύσει τὴν ἁγίαν τιθέντες Τριάδα. Ὑφεστάναι μὲν γὰρ ὁμολογοῦμεν
Πατέρα μὲν τὸν Πατέρα, οὕτω δὲ καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ λόγος
οὐδεὶς διατέμνει πρὸς |34 ἑτερότητα φύσεως τῶν ὠνομασμένων ἕκαστον, ἀλλ’ ἐν
ὑποστάσεσι τρισὶ νοεῖται μία θεότης. Καὶ δι᾽ αὐτῶν ἡμῖν τοῦτο μεμαρτύρηται τῶν
ἁγίων Σεραφείμ.
35

§ 27 Τοῦ ἁγίου Ἀθανασίου κατὰ τῶν συμμεταβαλλομένων τοῖς καιροῖς PG26.760B


ἐν τοῖς δόγμασι.

Τίς οὖν ἔτι τούτους Χριστιανοὺς ἡγήσεται, παρ᾽ οἷς οὐ λόγος, οὐ γράμμα
40 βέβαιον, ἀλλὰ πάντα κατὰ καιροὺς ἀλλάσσεται καὶ μεταβάλλεται.

§ 28 Τοῦ ἁγίου Βασιλείου ἀπὸ ἐπιστολῆς. PG32.848C

Ἀλλ᾽ ἔχουσι τὸ σοφὸν δόγμα εἰς τὰς τοιαύτας αὐτῶν μεταβολάς· ὅτι τοῖς
45 ῥήμασι τῆς πίστεως ὡς ἰατροῖς κέχρηνται ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη
μεθαρμοζόμενοι.

4 : Ἥδ᾽ ἐστ᾽ : Εἰ δ᾽ ἐστι A.


34 | 35 Κεφάλαιον Β´ 17

§ 29 Καὶ μετ᾽ ὀλίγα.

Εἰ γὰρ ἄλλοτε ἄλλας δεῖ πίστεις συγγράφειν, καὶ μετὰ τῶν καιρῶν ἀλλιοῦσθαι,
ψευδὴς ἡ ἀπόφασις τοῦ εἰπόντος, Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Eph 4.5
5

§ 30 Τοῦ ἁγίου Κυρίλλου, ὅτι ἀσύνετον τὸ περιεργάζεσθαι.

Ἢ οὐκ οἶσθα, ὅτι τὸ βαθὺ δὴ τοῦτο μυστήριον καὶ νοῦν ὑπερέχον τὸν ἐν
ἡμῖν, ἀπεριεργάστῳ πίστει τετίμηται; Τὸ δὲ ἀσυνέτως λέγειν, Πῶς δύναται ταῦτα
10 γενέσθαι; Νικοδήμῳ τε ἐκείνῳ καὶ τοῖς κατ᾽ αὐτὸν ἀπονέμοντες, ἀνενδοιάστως Jn 3.9
παραδεξώμεθα τὰ διὰ τοῦ θείου Πνεύματος χρησμῳδούμενα.

Κεφάλαιον Β´

15 Ὅτι ἐκ δύο φύσεων τὸν Χριστὸν καὶ ἐν δύο φύσεσιν ὀρθοδόξως οἱ θεόπνευστοι
πατέρες ἐκήρυξαν· καὶ ὅτι τὸ μίαν λέγειν τοῦ Λόγου φύσιν σεσαρκωμένην εὐσεβῶς,
ταὐτόν ἐστι τῷ εἰπεῖν |35 δύο φύσεις.

§1 Γρηγορίου θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς. PG37.180A


20

Φύσεις μὲν γὰρ δύο Θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο,
οὐδὲ θεοί. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ
ἀνθρώπου, καὶ τὸ ἐκτὸς προσηγόρευσεν. 2Cor 4.16; Eph 3.16

25 §2 Τοῦ αὐτοῦ ἐκ τοῦ ἀπολογητικοῦ. PG35.432B

Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς βούλεται νόμος· τοῦτο οἱ μέσοι Χριστοῦ καὶ νόμου
προφῆται· τοῦτο ὁ τοῦ πνευματικοῦ νόμου τελειωτὴς καὶ τὸ τέλος Χριστός· τοῦτο
ἡ κενωθεῖσα θεότης· τοῦτο ἡ προσληφθεῖσα σάρξ· τοῦτο ἡ καινὴ μίξις, Θεὸς καὶ
30 ἄνθρωπος, ἓν ἐξ ἀμφοῖν, καὶ δι᾽ ἑνὸς ἀμφότερα.

§3 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ Υἱοῦ β´ λόγου. PG36.113B

Σημεῖον δὲ, ἡνίκα αἱ φύσεις διΐστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ


35 ὀνόματα. Παύλου λέγοντος ἄκουσον· Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ
Πατὴρ τῆς δόξης. Χριστοῦ μὲν Θεὸς, τῆς δὲ δόξης Πατήρ· εἰ γὰρ καὶ τὸ συναμφότερον Eph 1.17
ἓν, ἀλλ’ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ.

§4 Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς. PG39.113B


40

Οὕτω Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογῶ Υἱὸν τοῦ Θεοῦ, ἕνα Υἱὸν δύο
φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς, θνητῆς καὶ ἀθανάτου.

§5 Καὶ μετ᾽ ὀλίγα· PG39.113B


45

Ἕνα οὖν Υἱὸν δύο φύσεών φημι, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαρέτως. Πάσχει
τοίνυν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, οὐ θεότητι, ἀλλ᾽ ἀνθρωπότητι.

37 : ὁ Θεὸς τοῦ Κύρίου : ὁ Πατὴρ τοῦ Κυρίου A.


35 | 37 Κεφάλαιον Β´ 18

§6 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. PG39.113A

Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει. Οἰκειοῦται δὲ ὁ Θεὸς


Λόγος ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ ἀνθρώπινα |36 πάθη, σταυρόν φημι καὶ θάνατον,
5 καὶ τὰ ἄλλα ὅσα περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται οἰκειοῦται, αὐτὸς πάσχων οὐδέν.

§7 Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου· PL16.831A


ἀλλαχοῦ δὲ ἐκ τοῦ περὶ ἐνανθρωπήσεώς ἐστι γεγραμμένον.

10 Ἀλλ’ ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφάνησαν ἕτεροι τὴν σάρκα τοῦ Κυρίου καὶ Ὅτι Ἀρειανῶν
τὴν θεότητα μιᾶς εἶναι φύσεως λέγοντες. Ποῖος ᾅδης τὴν τοσαύτην βλασφημίαν δυσσεβέστεροι
ἐξήμεσεν; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσι φορητότεροι, οἷς ἐκ τούτων αὔξεται τῆς οἱ μίαν φύσιν
ἀπιστίας τὸ στέλεχος, ὡς φιλονεικότερον διαβεβαιουμένους λέγειν αὐτοὺς τὸν λέγοντες τὸν
Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον μιᾶς οὐσίας μὴ εἶναι, ἐπειδὴ οὗτοι τὴν Χριστόν.
15 θεότητα τοῦ Κυρίου καὶ τὴν σάρκα μιᾶς ὑπάρχειν οὐσίας ἐπειράθησαν.

§8 Ἀθανασίου ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. PG26.1056C

Εἰ δὲ ὁμοούσιος ὁ Λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὀ


20 Λόγος τῷ Πατρὶ κατὰ τὴν τῶν Πατέρων ὁμολογίαν· ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ
Πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ. Καὶ τί ἔτι μέμφονται τοῖς Ἀρειανοῖς λέγουσι
τὸν Υἰὸν κτίσμα, λέγοντες αὐτοὶ καὶ τὸν Πατέρα ὀμοούσιον τοῖς κτίσμασιν;

§9 Καὶ μετὰ βραχέα· PG26.1052C


25

Ποῖος ᾅδης ἠρεύξατο ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ Λόγου


θεότητι;

§ 10 Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου. PG45.1213D


30

Εἰ οὖν φυσικὸν τῇ σαρκὶ ἡγεμονεύεσθαι, |37 καθώς φησιν ὁ Ἀπολινάριος,


ἡγεμονικὸν δὲ τὸ θεῖον φύσει, πῶς ταῦτα διδοὺς, ἓν ἐξ ἀρχῆς εἶναι τὰ ἀμφότερα
τῇ φύσει διορίζεται, πᾶσιν ὄντος προδήλου, ὅτι ἕτερος τοῦ ὑποχειρίου, καὶ ἄλλος
τοῦ ἐπιστατοῦντος ὁ λόγος, καὶ ἄλλο τὸ πεφυκὸς ὁδηγεῖσθαι, καὶ ἕτερον πάλιν, ᾧ
35 φύσις τὸ ἡγεμονεύειν ἐστίν; Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων
θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο εἰσίν;

§ 11 Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου ἐκ τῶν πρὸς Γρατιανὸν τὸν βασιλέα. PL16.576B


Ταύτην δὲ τὴν χρῆσιν προήγαγε Κύριλλος ἐν τῇ κατ’ Ἔφεσον συνόδῳ.
40

Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός. Εἷς γὰρ ἐν ἑκατέρᾳ
λαλεῖ ὁ τοῦ Θεοῦ Υἱὸς, ἐπειδήπερ ἐν αὐτῷ ἑκατέρα φύσις ἐστίν. Ὁ αὐτὸς λαλεῖ καὶ
οὐχ ἑνὶ πάντοτε διαλέγεται τρόπῳ. Ὁρᾷς γὰρ ἐν αὐτῷ νῦν μὲν δόξαν Θεοῦ, νῦν δὲ
πάθη ἀνθρώπου. Ὡς Θεὸς λαλεῖ τὰ θεῖα, ἐπειδὴ Λόγος ἐστίν· ὡς ἄνθρωπος λαλεῖ τὰ
45 ἀνθρώπινα, ἐπειδὴ ἐν τῇ ἐμῇ οὐσίᾳ διαλέγεται.

9 : Ἀρειανῶν : Ἀρειανοί A. 13 : ἐξήμεσεν : ἐξέμεσεν A. 40 : Ἔφεσον : Ἔφεσιν Α.


37 | 39 Κεφάλαιον Β´ 19

§ 12 Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ θείου συμβόλου. PL16.849A

Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν, ἢ παθητὸν τὸν Θεὸν, ἢ εἰς
σάρκα τραπέντα, ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο
5 κεκομικέναι, ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν Θεὸν Λόγον δεδεῆσθαι τῆς
παρὰ τοῦ Πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα, ἢ ἄνουν ἄνθρωπον ἀνειληφέναι,
ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν |38 συγχυθείσας μίαν γεγενῆσθαι
οὐσίαν, καὶ μὴ ὁμολογοῦντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας
ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθ’ ὃ εἷς Χριστὸς, εἷς Υἱὸς, τούτους ἀναθεματίζει ἡ
10 καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

§ 13 Κυρίλλου ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος. PG73.161B

Καλῶς γε ποιῶν ὁ θεολόγος ἐπήνεγκεν εὐθὺς τὸ, Καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα Jn 1.14
15 δύο νοήσας τὰ σημαινόμενα, τόν τε σκηνοῦντα, καὶ τὸ ἐν ᾧ ἡ σκήνωσις, μὴ εἰς
σάρκα παρατετράφθαι νομίσῃς αὐτὸν, σκηνῶσαι δὲ μᾶλλον ἐν σαρκὶ, ὡς ἰδίῳ
προσχρησάμενον σώματι, τῷ ἐκ τῆς ἁγίας Παρθένου ναῷ.

§ 14 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς. PG77.232D


20

Ὅταν οὖν ἐννοῶμεν τοῦτο, οὐδὲν ἀδικοῦμεν τὴν εἰς ἑνότητα συνδρομὴν, ἐκ Σκόπει ὡς οὐκ
δύο φύσεων γεγενῆσθαι λέγοντες τὸν Ἐμμανουήλ· μετὰ μέντοι τὴν ἕνωσιν οὐ ἀνεῖλεν τὰς φύσεις
διαιροῦμεν τὰς φύσεις ἀπ’ ἀλλήλων, οὔτε μὴν εἰς δύο τέμνομεν υἱοὺς τὸν ἕνα καὶ μετὰ τὴν ἕνωσιν,
ἀμέριστον, ἀλλ’ ἕνα φαμὲν Υἱὸν, καὶ ὡς οἱ Πατέρες εἰρήκασιν, μίαν φύσιν τοῦ Θεοῦ ἀλλὰ τὴν διαίρεσιν,
25 Λόγου σεσαρκωμένην. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν, καὶ εἰς μόνον τὸ ὁρᾶν καὶ οὐκ εἶπεν,
τοῖς τῆς ψυχῆς ὄμμασιν, τίνα τρόπον ἐνηνθρώπησεν ὁ Μονογενὴς, δύο τὰς φύσεις οὐκέτι δύο λέγομεν
εἶναί φαμεν ἑνωθείσας, ἕνα δὲ Χριστὸν καὶ Κύριον καὶ Υἱὸν, τὸν τοῦ Θεοῦ Λόγον, φύσεις, ἀλλ᾽ οὐ
ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. Καὶ, εἰ δοκεῖ, δεξώμε |39 θα εἰς παράδειγμα τὴν τέμνομεν εἰς δύο
καθ’ ἡμᾶς αὐτοὺς σύνθεσιν, καθ’ ἥν ἐσμεν ἄνθρωποι. Συντεθείμεθα γὰρ ἐκ ψυχῆς υἱοὺς τὸν ἕνα.
30 καὶ σώματος, καὶ ὀρῶμεν δύο φύσεις καὶ ἐπ᾽ αὐτοῦ· ἑτέραν μὲν τὴν τοῦ σῶματος,
ἑτέραν δὲ τὴν τῆς ψυχῆς· ἀλλ’ εἷς ἐξ ἀμφοῖν καθ’ ἕνωσιν ὁ ἄνθρωπος. Καὶ οὐχ ὅτι ἐκ
δύο φύσεων συντεθεῖσθαι ἀνθρώπους δύο νοεῖσθαι τὸν ἕνα παρασκευάζει, ἀλλ’ ἕνα
τὸν αὐτὸν κατὰ σύνθεσιν, ὡς ἔφην, ψυχῆς δὴ λέγω καὶ σώματος. Ἐὰν γὰρ ἀνέλωμεν
ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ἐστιν ὁ εἷς τε καὶ μόνος Χριστὸς, ἀδιάσπαστος
35 ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ τῇ ὀρθῇ δόξῃ μαχόμενοι· Εἰ μία φύσις τὸ ὅλον, πῶς
ἐνηνθρώπησεν, ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα;

[Σχόλιον]
Σημειωτέον ὡς ἐνταῦθα δύο φύσεις λέγει μετὰ τὴν ἕνωσιν· ἀνελὼν γὰρ τὸ μίαν
40 φύσιν λέγειν τὸ ὅλον, πάντως δύο δίδωσι τὸ ὅλον εἶναι φύσεις. Τὸ δὲ ὅλον εἰπὼν,
τὸ μετὰ τὴν ἕνωσιν προδήλως ἐσήμανεν. Ἐν δὲ τοῖς ἑξῆς, τηλαυγέστερον ἑαυτὸν
ἑρμηνεύσας, τὰς δύο φύσεις ὑπάρχειν ἐν τῷ ἑνὶ Χριστῷ ἀσυγχύτους, ἀτρέπτους καὶ
ἀδιαιρέτους ἐδήλωσεν.

45

12 : ὑπομνήματος : ὑπόμνημα Α.
39 | 42 Κεφάλαιον Β´ 20

§ 15 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς β´. PG77.244Α

Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ Λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες |40
τὸ, σεσαρκωμένην, ἀλλ’ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ
5 οὐκ ἀπιθάνως ὁ λόγος, προσποιουμένοις ἐρωτᾶν· Ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι,
ἢ πῶς ὑφέστηκεν ἡ καθ’ ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης,
καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις, εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην,
παυσάσθωσαν καλαμίνην ράβδον ἑαυτοῖς ὑποστήσαντες.

10 [Σχόλιον]
Ὄρα ὡς τὸ σεσαρκωμένην εἰς δήλωσιν τῆς καθ’ ἡμᾶς οὐσίας εἰσκεκομίσθαι φησὶν
ὁ διδάσκαλος, ὡς εἶναι τὴν μίαν τοῦ Θεοῦ Λόγου φύσιν καὶ τῆς καθ’ ἡμᾶς οὐσίας
τὴν δήλωσιν διὰ τοῦ σεσαρκωμένην δύο φύσεις, θεότητός τε καὶ ἀνθρωπότητος.

15 § 16 Καὶ μετ’ ὀλίγα. PG77.244B

Ὁρθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους
ἐκτίθεται λόγον· οὐκ αὐτὸν τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ καθὸ νοεῖται καὶ ἔστι Θεὸς,
παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει·
20 δεῖ γὰρ ἀναγκαίως ἀμφότερα σώζεσθαι ἐν τῷ ἑνὶ καὶ κατὰ ἀλήθειαν Υἱῷ, καὶ τὸ μὴ
πάσχειν θεϊκῶς, καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως· ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ.

[Σχόλιον]
Σημειωτέον καὶ νῦν ὡς φύσιν θείαν εἶπεν καὶ φύσιν χοϊκὴν ἐν τῷ Χριστῷ
25 σώζεσθαι, |41 καὶ ταῦτα μετὰ τὴν ἕνωσιν. Περὶ γὰρ τοῦ πάθους διαλέγεται, κἂν μὴ
συγχωρῶσιν οἱ ἐκ Σευήρου φύσιν θείαν καὶ φύσιν χοϊκὴν δύο εἶναι φύσεις.

§ 17 Τοῦ αὐτοῦ ἐκ τοῦ προσφωνητικοῦ πρὸς Ἀλεξανδρέας περὶ πίστεως λόγου. PG77.1112C

30 Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς


πίστεως καὶ τῆς τοῦ Θεοῦ ὀρθῆς παραδόσεως. Ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν
φύσεων ἐργάζεται, ἡ δὲ ἄρρητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολογουμένη
ἀμφοτέρας σώζει ἀσυγχύτως τὰς φύσεις.

35 § 18 Ἐκ τοῦ αὐτοῦ λόγου. PG77.1113A

Ὡμοιώθη γὰρ ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας, οὐ τῆς θεϊκῆς φύσεως τραπείσης
ἢ συγκραθείσης τῇ ἀνθρωπίνῃ φύσει, ἑνωθείσης δὲ αὐτῇ οὐ κατὰ τροπὴν, οὐ κατὰ
κρᾶσιν, οὐ κατὰ μίξιν, οὐ κατὰ σύγχυσιν, οὐ κατ’ ἀλλοίωσιν, οὐ κατὰ μεταβολὴν,
40 οὐ κατὰ ἀφανισμὸν ἢ ἀποσάρκωσιν, ἀλλὰ καθ’ ἕνωσιν ἄρρητον καὶ ἀνέκφραστον
καὶ ἀνεκδιήγητον τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἐν ἑνὶ Ἰησοῦ Χριστῷ, Υἱῷ ὄντι
τοῦ Θεοῦ, σωζομένων τῶν φύσεων, καὶ μήτε συγκεχυμένων, μήτε ἀπολλυμένων ἢ
διαιρεθεισῶν.

45 § 19 Ἐκ τοῦ αὐτοῦ λόγου. PG77.1113B

Εἰ γὰρ κέκρανται αἱ δύο φύσεις εἰς μίξιν μίαν ἑτεροούσιοι τυγχάνουσαι, οὐδ’
ὁποτέρα |42 σώζεται, ἀλλ’ ἀμφότεραι συγχυθεῖσαι ἠφανίσθησαν.
42 | 44 Κεφάλαιον Β´ 21

§ 20 Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Καισάριον ἐπιστολῆς PG52.757


μετὰ τὴν δευτέραν αὐτοῦ ἐξορίαν.

Καὶ φήσειας πάντως ἐκ πλάνης πρὸς τὸ κρεῖττον ἐληλυθέναι καὶ χάριν ὁμολογεῖν
5 τοῖς τὴν θαυμαστὴν ἐκείνην προσκομίσασι βίβλον, ἣν ἀρίστην τὰ κάλλιστά σου
ἀποκαλοῦσι γράμματα, ὡς τηλαυγῶς διαγορεύουσαν συνδρομὴν οὐσιώδη καὶ μίξιν
θεσπεσίαν γεγενῆσθαι θεότητός τε καὶ σαρκὸς, μίαν τε ἐντεῦθεν ἀποτελεσθῆναι
φύσιν. Τοῦτο, θαυμάσιε, τοῦ παράφρονος Ἀπολιναρίου τὸ ἀποτόπημα, αὕτη τῶν
εἰσαγόντων κρᾶσιν καὶ συναλιφὴν ἡ δυσσεβεστάτη αἵρεσις.
10

§ 21 Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. PG52.757

Χριστὸν δὲ ὅταν εἴπῃς, συνῆψας ἑκάτερα, ὅθεν καὶ παθητὸς λέγοιτο ἂν ὁ αὐτὸς
καὶ ἀπαθής· παθητὸς μὲν σαρκὶ, ἀπαθὴς δὲ θεότητι. Ταῦτα δὲ καὶ ἐπὶ Υἱοῦ καὶ Ἰησοῦ
15 καὶ Κυρίου κατηγορεῖται. Κοινὰ γὰρ ταῦτα καὶ δεικτικὰ τῶν δύο οὐσιῶν τὰ ὀνόματα.

§ 22 Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. PG52.758

Οὕτω κἀνταῦθα τῆς θείας ἐνιδρυμένης τῷ σώματι φύσεως, ἕνα Υἱὸν, ἓν


20 πρόσωπον τὰ συναμφότερα ἀπετέλεσεν, γνωριζόμενον μέντοι ἀσυγχύτῳ, ἀδιαιρέτῳ
λόγῳ, οὐκ ἐν μιᾷ μόνῃ φύσει, ἀλλ’ ἐν δυσὶ τελείαις. Ἐπὶ γὰρ μιᾶς πῶς τὸ ἀσύγχυτον;
πῶς τὸ ἀδιαίρετον; πῶς ἡ ἔνωσις λεχθείη ποτέ; ἑαυτῇ γὰρ τὴν μίαν ἑνοῦ |43 σθαι,
ἢ συγχεῖσθαι, ἢ διαιρεῖσθαι ἀδύνατον. Ποῖος οὖν ᾅδης ἐξηρεύξατο μίαν ἐπὶ τοῦ
Χριστοῦ λέγειν φύσιν;
25

§ 23 Καὶ πρὸς τῷ τέλει τῆς αὐτῆς ἐπιστολῆς. PG52.760

Τούτων τὰς καινοφωνίας ἐκκλίνοντες, ἀγαπητὲ, εἰς τὸ προκείμενον ἐπαν-


έλθωμεν. Εὐσεβὲς καὶ λίαν εὐσεβὲς τὸν θανάτῳ περιβληθέντα Χριστὸν ὁμολογεῖν ἐν
30 θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον, ἕνα Υἱὸν μονογενῆ, οὐ διαιρούμενον
εἰς υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν ἐαυτῷ τῶν ἀχωρίστων δύο φύσεων ἀσυγχύτους
τὰς ἰδιότητας, οὐκ ἄλλον καὶ ἄλλον, μὴ γένοιτο, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Κύριον
Ἰησοῦν Χριστὸν, Θεὸν Λόγον σάρκα ἠμφιεσμένον, καὶ αὐτὴν οὐκ ἄψυχον καὶ ἄνουν,
ὡς ὁ δυσσεβὴς Ἀπολινάριος εἶπεν. Τούτοις τοίνυν προσχῶμεν· φύγωμεν τοὺς
35 διαιροῦντας. Εἰ γὰρ καὶ διττὴ ἡ φύσις, ἀλλ’ οὖν ἀδιαίρετος καὶ ἀδιάσπαστος ἡ ἕνωσις
ἐν ἑνὶ τῆς υἱότητος ὁμολογουμένη προσώπῳ καὶ μιᾷ ὑποστάσει. Φύγωμεν τοὺς μίαν
φύσιν μετὰ τὴν ἕνωσιν τερατευομένους· τῇ γὰρ τῆς μιᾶς ἐπινοίᾳ τῷ ἀπαθεῖ Θεῷ
πάθος προσάπτειν ἐπείγονται τὴν οἰκονομίαν ἀρνούμενοι.

40 § 24 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ Λευϊτικοῦ περὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς. PG69.576B

Ὅλον δὴ πάλιν ἐν τούτοις περιάθρει σαφῶς τοῦ Σωτῆρος ἡμῶν τὸ μυστήριον,


καὶ τὸν διὰ τοῦ |44 βαπτίσματος καθαρισμόν. Δύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελεύει
ζῶντα καὶ καθαρὰ, ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπόν τε ὁμοῦ
45 καὶ Θεὸν, εἰς δύο φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστῃ πρέποντα λόγον διαιρούμενον.
Λόγος γὰρ ἦν ὁ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας, ἐν σαρκὶ τῇ ἐκ γυναικὸς, πλὴν οὐ
μεριζόμενος. Εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός.
44 | 46 Κεφάλαιον Β´ 22

§ 25 Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἐβραίους ἐπιστολῆς. PG74.1004C

Καὶ οὐδήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμβῆναι περὶ τὰς φύσεις, ὡς
μεταστῆναι μὲν τὴν τοῦ Λόγου φύσιν εἰς τὴν τοῦ ἀνθρώπου τυχὸν, ἀλλ’ οὐδὲ τὴν
5 ἀνθρωπίνην εἰς τὴν αὐτοῦ, νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν
τῷ τῆς ἰδίας φύσεως ὅρῳ· πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν ἐνοικήσαντος τοῦ Λόγου
σωματικῶς τῷ ἐκ Παρθένου ναῷ.

§ 26 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς. PG74.1004A


10

Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, κατὰ τὸ γεγραμμένον. Ἀποδιϊστάντες γὰρ Ro 1.22


ἀλλήλων τὰς δύο φύσεις ἀνὰ μέρος ἡμῖν ἑκατέραν ἀσυναφῆ θατέρας δεικνύντες
ἐν μόνοις προσώποις φασὶ γενέσθαι τὴν ἕνωσιν, καὶ ἔν γε ψιλῇ συναινέσει καὶ
ταὐτοβουλίᾳ καὶ θελημάτων ῥοπαῖς.
15

§ 27 Τοῦ αὐτοῦ ἐκ τοῦ προσφωνητικοῦ πρὸς Ἀλεξανδρέας. PG77.113C

Καὶ λέλυται ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς, βουλομένου αὐτοῦ· καὶ
πάλιν ἀνέστησεν αὐτὸν, καὶ ἡνώθη αὐτῷ ἀρρήτῳ τινὶ καὶ ἀφράστῳ λόγῳ, |45 οὐ
20 κεκραμένος αὐτῷ ἢ ἀποσεσαρκωμένος, ἀλλ’ ἀποσώζων ἐν αὐτῷ τῶν δύο φύσεων
τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα.

§ 28 Ἐκ τῶν Σευήρου τοῦ δυσσεβοῦς περὶ δύο φύσεων· ἐν τοῖς πρὸς Φιλικίσσιμον·
φησὶ δὲ ὡς ἀπὸ τοῦ μακαρίου Κυρίλλου οὕτως·
25

Καὶ τὸ κοινὸν δὴ τοῦτο τῆς ἡμετέρας φύσεως ὑπέμεινεν πάθος. Πρόδηλον δ᾽


ὅτι κατὰ τὴν σάρκα, καίτοι τὸ ἀείζῳον ἔχων κατὰ φύσιν ὡς Θεός.

[Σχόλιον]
30 Ἰδοὺ φύσιν ἡμετέραν καὶ φύσιν θείαν παρεδήλωσεν.

§ 29 Ἐν δὲ τῷ ιε´ πρὸς τὸν αὐτὸν λόγῳ ὡς παρὰ Κυρίλλου ὁ αὐτὸς Σευῆρος οὕτως γράφει·

Καὶ οὐκ ἴσασιν, ἴνα τ’ ἄλλα παραδράμωμεν, ὡς ἐν αὐτῇ τῇ ἐπιστολῇ πρὸς


35 Σούκενσον ὀρθόδοξον ἄνδρα γράφων καὶ ἐπαινῶν τῆς ὀρθοδοξίας αὐτὸν, οὕτω
φησίν· Ὀρθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους
ἐκτίθεται λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, καθ’ ὃ νοεῖται καὶ ἔστι Θεὸς,
παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοῖκῇ φύσει.

40 [Σχόλιον]
Σημειωτέον κἀνταῦθα φύσιν θείαν καὶ φύσιν χοϊκὴν εἰρημένην.

§ 30 Πάλιν δὲ ὡς ἀπὸ τοῦ μακαρίου Κυρίλλου ἐκ τῶν πρὸς Ἀνδρέαν


ἐπὶ τῇ μέμψει τοῦ γ´ κεφαλαίου τῶν ἀναθεματισμῶν ὁ Σευῆρός φησιν·
45

Ἑτέρα μέν ἐστι κατὰ φύσιν ἰδίαν ἡ σὰρξ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα
Λόγον, ἔτερος |46 δ’ αὖ κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον ὁ Μονογενής. Ἀλλ’ οὐ
τὸ εἰδέναι ταῦτα μερίζειν ἐστὶ τὴν φύσιν μετὰ τὴν ἕνωσιν.
46 | 47 Κεφάλαιον Β´ 23

[Σχόλιον]
Σκόπει καὶ νῦν φύσιν σαρκὸς καὶ φύσιν τοῦ Μονογενοῦς, ὅτι οὐχ ἡ ὁμολογία
τούτων διαβέβληται μετὰ τὴν ἕνωσιν, ἀλλ’ ὁ μερισμός. Ἐπειδὴ δὲ τὰς δύο φανερῶς
ἀριθμεῖν φύσεις οὐκ ἀνέχεται ὁ Σευῆρος, φέρε ἐκ τῶν πρὸς τὸν εἰρημένον
5 Φιλικίσσιμον αὐτοῦ λόγων τήν τε θείαν φύσιν καὶ μὴν καὶ τὴν ἀνθρωπείαν ὡσαύτως
φύσιν ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν ὁμολογοῦντα αὐτὸν παραστήσωμεν. Ταῦτα γὰρ
καίτοι συχνότερον λέγων ὅμως τῶν δύο φύσεων τὴν ὁμολογίαν ποιεῖσθαι δύσερις
ὢν οὐκ ἀνέχεται.

10 § 31 Λέγει τοίνυν ἐν τῷ δ´ λόγῳ ὡς ἐκ τοῦ ἁγίου Κυρίλλου οὕτως·

Ἔκειτο μὲν γὰρ ἐν μνημείῳ τὸ πανάγιον αὐτοῦ σῶμα νεκρόν τε καὶ ἄπνουν, ἀλλ’
ἦν πανταχοῦ Θεὸς ὢν φύσει.

15 § 32 Ἐν δὲ τῷ ε´ λόγῳ Σευῆρός φησιν·

Ὅτι κατ’ οὐσίαν ὑπῆρχεν Θεὸς καὶ ἡμᾶς διὰ τῆς ἑαυτοῦ σαρκὸς θεοποιῶν.

§ 33 Καὶ μεθ’ ἕτερα·


20

Καθὸ δὲ Θεὸς ἦν κατ’ οὐσίαν ἀθάνατος, οὐχ ὑπῆλθεν τοὺς τοῦ θανάτου δεσμούς.

§ 34 Καὶ αὖθις·

25 Ὃν γὰρ ὑπέμεινε θάνατον σαρκί, τοῦτον καθ’ ὃ ζωὴ κατὰ φύσιν ὑπῆρχεν καὶ
κατ’ οὐσίαν Θεὸς οὐχ ὑπέμεινεν. |47

§ 35 Καὶ πάλιν ἐν τῷ ζ´ λόγῳ ἐκ τοῦ αὐτοῦ εἰς τὸ κατὰ Ματθαῖον ε´.

30 Ἵνα τῇ ἰδίᾳ φύσει, τῇ τῆς θεότητος λέγω, ἰσοσθενοῦν ἀποδείξῃ τὸ ἴδιον σῶμα.

[Σχόλιον]
Ταῦτα μὲν οὖν περὶ τῆς θείας τοῦ Χριστοῦ φύσεως ὀλίγα ἐκ πολλῶν τῶν ἐκείνου
ῥημάτων ἡμῖν λελέχθω.
35

§ 36 Περὶ δὲ τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως, οὕτω πάλιν ὁ Σευῆρος


ἐν τοῖς πρὸς Φιλικίσσιμον κατὰ τὸν πρῶτον λόγον ἔγραψεν·

Εἰ τοίνυν οὐ λέγεις σάρκα φύσει παθητήν, εὔδηλον ὡς τοὐναντίον ὁμολογεῖς.


40

§ 37 Καὶ ἐν τῷ γ´ κεφαλαίῳ ὡς ἀπὸ τοῦ μακαρίου Κυρίλλου·

Οὐκοῦν παρεχώρει μὲν τὸ σῶμα τοῖς τῆς ἰδίας φύσεως νόμοις.

45 § 38 Ἐν δὲ τῷ ε´ λόγῳ ὁ Σευῆρος οὕτως·

Ἡ σὰρξ τοῦ Ἐμμανουὴλ τὸ ἐκ γῆς εἶναι καὶ μετὰ τὴν ἀνάστασιν οὐ μετέβαλεν
καὶ μετεχώρησεν εἰς θεότητος φύσιν, ἀλλ’ ἔμεινεν ἐπὶ τῆς ἰδίας οὐσίας.
47 | 49 Κεφάλαιον Β´ 24

§ 39 Καὶ πάλιν ὁ αὐτός·

Ἀφιεὶς τῇ σαρκὶ διὰ τῶν ἰδίων βαδίσαι τῆς φύσεως.

5 § 40 Ἐν δὲ τῷ η´ λόγῳ πάλιν ὁ Σευῆρος·

Οὐχ ἡ πίστις ἢ ἀπιστία τῶν ὁμογενῶν καὶ ὁμοφυῶν καὶ ὁμοουσίων ἀνθρώπων
εἰσάγει διαφορὰν κατ’ αὐτὸ τὸ γένος, ἤγουν τὴν οὐσίαν, ἢ φύσιν, ἢ αὐτῶν πρὸς
ἀλλήλους, ἢ παντὸς τοῦ ἀνθρωπείου γένους πρὸς τὸν ὑπὲρ πάντων καὶ σαρκωθέντα
10 καὶ ἑκουσίως ἀποθανόντα σαρκὶ τοῦ Θεοῦ Λόγον καὶ ἑνώσαντα καθ’ ὑπόστασιν
ἑαυτῷ τὸ ἡμῖν |48 ὁμογενὲς καὶ ὁμοφυὲς σῶμα καὶ ὁμοούσιον.

[Σχόλιον]
Σημειωτέον κἀνταῦθα ὡς ἠνάγκασται αὐτὸς ὑφ’ ἑαυτοῦ τὴν βλάσφημον
15 αὐτοῦ ἐκκαλύψαι γνώμην, καὶ εἰπεῖν μὴ εἶναι διαφορὰν κατ’ οὐσίαν ἡμῖν πρὸς τὸν
σαρκωθέντα Θεὸν Λόγον. Δέον γὰρ εἰπεῖν, εἰ εὐσεβῶς φρονεῖ, πρὸς τὴν ὁμοούσιον
ἡμῖν αὐτοῦ σάρκα, ἤγουν ἀνθρωπότητα· οὐ γὰρ ἡ ὁμοούσιος ἡμῖν ἀνθρωπότης
ἐνηνθρώπησεν, ἀλλ’ ὁ Θεὸς Λόγος. Ὅπερ οὐκ ἂν πεπόνθει, εἰ μὴ μίαν ἔλεγεν φύσιν
τοῦ Θεοῦ Λόγου καὶ τῆς ἀνθρωπότητος, καίτοι τοσαυτάκις ἐναντίως ἑαυτῷ, τὴν
20 θείαν τε καὶ τὴν ἀνθρωπείαν ὁμολογήσας φύσιν, ὡς πρόκειται.

§ 41 Σευήρου ἐξ ἧς ἐπέγραψεν ἐκθέσεως πίστεως.

Τὸ δὲ λέγειν δύο φύσεις ἐπὶ Χριστοῦ πάσης κατηγορίας ἐπίμεστον, εἰ καὶ ὑπὸ
25 πλειόνων τῶν ἁγίων πατέρων ἀμέμπτως εἴρηται.

§ 42 Καὶ μετ’ ὀλίγα·

Καὶ μὴ πάλιν εἴπῃς, ὥς τῇ λέξει τῇ τῶν δύο φύσεων τινὲς τῶν πατέρων
30 ἐχρήσαντο. Ἐχρήσαντο γὰρ ἀδιαβλήτως, ὡς προείπομεν. Κατὰ δὲ τὸν χρόνον
τοῦ ἁγίου Κυρίλλου, τῆς νόσου τῶν Νεστορίου καινοφωνιῶν τὰς ἐκκλησίας
ἐπινεμομένης, ἐπὶ πλεῖον ἡ λέξις ἀπεδοκιμάσθη.

[Σχόλιον]
35 Πόσην χάριν ὁμολογεῖν, εἰ δεῖ τοῦτο λέγειν, τῷ διαδικοῦντι τοσαύτην ἡμῖν
νείμαντι μαρτυρίαν· εἰ γὰρ καὶ λέγει, ὅτι ἀπεδοκιμάσθη |49 ἡ λέξις, ἀλλ’ οὐ δύναται
ἀποδεῖξαι ὅπερ ὑποτίθεται. Πλὴν ἡμῖν ἤρκεσεν ἀκοῦσαι παρ’ αὐτοῦ, ὅτι ἀδιαβλήτως
ἐχρήσαντο τῇ φωνῇ οἱ πατέρες, ὥσπερ καὶ ἡμεῖς. Εἰ δέ τίς ἐστιν ὁ διαβεβλημένως
αὐτῇ χρώμενος, οὐ παρὰ τοῦτο κίβδηλος ἔσται ἡ φωνή· πᾶσα γὰρ λέξις δύναται
40 παρὰ τῶν κακῶς αὐτῇ χρωμένων ἐπηρεάζεσθαι. Ὅτι δὲ οὐκ ἀνεῖλεν τὴν ἐν δύο
φωνὴν Κύριλλος, σημειωτέον οἷα πρὸς Ἀκάκιον ἔγραψεν· φωνῶν δὲ διαφορὰν
κατ’ οὐδένα τρόπον ἀνῃρήκαμεν. Τὰ δὲ περὶ τούτου ἐν ἰδιάζοντι κεφαλαίῳ τῷ κγ´ PG77.193B
εὑρήσεις. Οὐδεὶς δὲ τῶν πατέρων κατὰ τοῦ συναμφοτέρου τὸ τῆς μιᾶς φύσεως φέρει
ὄνομα, ἀλλὰ καὶ ἀπαγορεύουσι τοῦτο. Κύριλλος μὲν γάρ φησιν, ὅτι, Εἰ μία φύσις τὸ
45 ὅλον, πῶς ἐνηνθρώπησεν, ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα; Γρηγόριος δὲ λέγει, Εἰ γὰρ PG77.233A
καὶ τὸ συναμφότερον ἓν, ἀλλ’ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. PG36.113B

4 : ἢ : ἦν A.
33 : διαδικοῦντι : corrected in A to διεκδικοῦντι.
36 : διαβεβλημένως : διαβεβλημένος A.
49 | 51 Κεφάλαιον Γ´ 25

Κεφάλαιον Γ´

Ὅτι τὸ Χριστὸς ὄνομα ἑκατέρων τῶν φύσεών ἐστι σημαντικόν· καὶ ὅτι Θεὸς ὁ
Χριστὸς καὶ Θεοτόκος ἡ Παρθένος, κατὰ Νεστορίου τοῦ ἀθέου.
5

§1 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ τῆς σωτηριώδους ἐπιφανείας λόγου. PG26.1133B

Ὁ προϋπάρχων Θεὸς πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ


Θεὸς ἦν πρὸς τὸν Θεὸν ἀόρατος καὶ ἀπαθὴς ὤν. Ὅτε οὖν τὸ Χριστὸς ὄνομα διὰ
10 τῆς σαρκὸς προσάγεται, ἐπειδὴ ἀκολουθεῖ |50 τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος,
τοῦ μὲν Παύλου λέγοντος, Εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, Ac 26.23
καὶ πάλιν τοῦ αὐτοῦ γράφοντος, Τὸ πάσχα ἡμῶν ἐτύθη Χριστὸς, καὶ ὅτι Ἄνθρωπος 1Cor 5.7
Ἰησοῦς Χριστὸς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, οὐχ ὅτι οὐ Θεὸς, ἀλλ’ ὅτι 1Tim 2.5-6
καὶ ἄνθρωπος ὁ Χριστὸς, καὶ διὰ τοῦτο ἡ Γραφὴ ἑκατέρων τῶν ὀνομάτων ποιεῖται
15 τὴν προσαγωγὴν ἐν ἐπιδείξει ὑπάρξεως, ἀοράτως μὲν Θεοῦ νοουμένου καὶ ὄντος
ἀληθῶς, ὁρατῶς δὲ ἀνθρώπου ψηλαφωμένου καὶ ὑπάρχοντος ἀληθῶς, ὥστε αὐτοῦ
τοῦ πάθους ὁμολογουμένου ἀληθινῶς, τὸν αὐτὸν καὶ ἀπαθῆ νοεῖσθαι ἀληθινῶς.

§2 Κυρίλλου ἐκ τοῦ πρὸς τὸν βασιλέα Θεοδόσιον. PG76.1178C


20

Χρῆναι γὰρ ἔγωγέ φημι, μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε
μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναὸν, οὐκ ἑνωθέντα τῷ Λόγῳ, Χριστὸν Ἰησοῦν
ὀνομάζεσθαι. Ἀνθρωπότητι γὰρ καθ᾽ ἕνωσιν οἰκονομικὴν ἀπορρήτως ἐξενηνεγμένος
ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστός.
25

§3 Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τὰς βασιλίδας. PG76.1220C

Οὕτως τινές φασιν, ὅτι τὸ Χριστὸς ὄνομα πρέπει καὶ μόνῳ, καὶ ἰδίᾳ, καὶ καθ’
ἑαυτὸν νοουμένῳ καὶ ὑπάρχοντι τῷ ἐκ Θεοῦ Πατρὸς γεννηθέντι Λόγῳ. Ἥμεῖς δὲ
30 οὐχ οὕτω δεδιδάγμεθα φρονεῖν ἢ λέγειν. Ὅτε γὰρ γέγονε σὰρξ ὀ Λόγος, τότε καὶ
ὠνομάσθαι λέγομεν αὐτὸν Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ κέχρισται |51 τῷ ἐλαίῳ τῆς
ἀγαλλιάσεως, ἤτοι τῷ ἁγίῳ Πνεῦματι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτῃτοι Χριστὸς Heb 1.9
ὀνομάζεται. Ὅτι δὲ περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, οὐκ ἂν ἐνδοιάσειέ τις τῶν ὀρθὰ
φρονεῖν εἰωθότων· ᾗ μὲν γάρ ἐστι καὶ Λόγος, οὐκ ἂν ἐδεήθη χρίσεως· οὐ γάρ που
35 φαίη τις ἂν κεχρίσθαι καὶ ἡγιάσθαι τὸν ἐκ Θεοῦ Λόγον τῷ ἰδίῳ Πνεύματι, ὡς ἑτέρῳ
παρ’ αὐτὸν τὴν φύσιν ὑπερκειμένῳ καὶ προὔχοντι. Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ
ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ἐπειδὴ δὲ τοῖς τῆς ἀνθρωπότητος μέτροις Heb 7.7
τὸ ἁγιάζεσθαι πρέπει, πᾶσά πως ἀνάγκη Χριστὸν ὀνομάζεσθαι τὸν ἐκ Θεοῦ Λόγον,
οὐχ ὅτε γυμνὸς ἦν καὶ οὔπω σεσαρκωμένος, ἀλλ’ ὅτε γεγονὼς καθ’ ἡμᾶς, τουτέστιν
40 ἄνθρωπος, ἐχρίσθη κατὰ τὸ ἀνθρώπινον.

§4 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ. PG76.1221A

Ὥστε τὸ Χριστὸς ὅνομα πρέποι ἂν κατ’ οὐδένα τρόπον, οὔπω καθ’ ἡμᾶς γεγονότι
45 τῷ ἐκ Πατρὸς φύντι Λόγῳ. Εἰ δὲ ὀνομάζοιτό ποι Χριστὸς, ἐνανθρωπήσαντά μοι
νοήσεις αὐτὸν, καὶ Λόγον ἀκούσεις, πεπραγμένης ἤδη τῆς ἐνανθρωπήσεως, τῆς
ἑνωθείσης αὐτῷ μὴ ἀμνημονήσῃς σαρκός. Ἀνὰ μέρος δὲ τούτῳ κἀκείνῳ πρέπειν
οἴεσθαι τὴν φωνὴν, ἀσύνετον παντελῶς, μᾶλλον δὴ καὶ ἀνόσιον ἢ φρονεῖν, ἢ λέγειν.

34 : μὲν : μὲν μὲν A.


51 | 53 Κεφάλαιον Γ´ 26

§5 Κατὰ Νεστορίου μὴ λέγοντος Θεὸν τὸν Χριστὸν


μηδὲ Θεοτόκον τὴν ἁγίαν Μαρίαν. |52

Μαρτυρίαι γραφικαί.
5

Ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου, κεφαλαίου ριη´·


Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ,
καὶ ἵνα πιστεύοντες ζωὴν αἰώνιον ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. Jn 20.31

10 Ἐκ τῆς α´ Ἰωάννου καθολικῆς ἐπιστολῆς·


Οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν
ἀληθινόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ ᾿Ιησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ
ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος. 1Jn 5.20

15 Πέτρος δέ φησι πρὸς τὸν Κύριον·


Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Mt 16.16

Θωμᾶς δὲ τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης ἐν τῷ σαρκωθέντι καὶ σταυρωθέντι
Θεῷ ψηλαφήσας, μεγάλῃ φωνῇ, Κύριον καὶ Θεὸν, αὐτὸν ἀνεκήρυξεν. Jn 20.28
20

Τοῦ ἀποστόλου πρὸς Ῥωμαίους·


Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ro 9.5

Καὶ ἐν τῇ ἀρχῇ·
25 Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον
Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις, περὶ τοῦ Υἱοῦ
αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν
δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου
ἡμῶν. Ro 1.1-4
30

Πρὸς Γαλάτας·
Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ,
γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν
υἱοθεσίαν ἀπολάβωμεν. |53 Gal 4.4
35

Πρὸς Ἐφεσίους·
Τοῦτο γὰρ ἴστε, γινώσκοντες ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅ ἐστιν
εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Eph 5.5

40 Πρὸς Τίτον·
Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου
Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Tit 2.13

45
53 | 55 Κεφάλαιον Γ´ 27

[Σχόλιον.]
Εἰ οὖν Ἰησοῦς ὁ Χριστὸς ὁ ἐκ τῆς Παρθένου τεχθεὶς αὐτός ἐστιν ὁ ἀληθινὸς Θεὸς
καὶ ζωὴ αἰώνιος, πῶς οὐ Θεοτόκος κυρίως καὶ ἀληθῶς ἡ Παρθένος κληθήσεται;
Καὶ ἄλλας δὲ μαρτυρίας προφητικὰς εὑρήσεις ἐνταῦθα ἐν τοῖς Κατὰ Ἰουδαίων
5 δηλούσας, ὅτι Θεὸς ὁ Χριστός.
Εἰ δὲ λέγοιεν οἱ τῆς Νεστορίου εἰδωλολατρείας ὑπασπισταὶ, ὅτι ὥσπερ
Θεοτόκον, οὕτω καὶ ἀνθρωποτόκον καὶ Χριστοτόκον τὴν Παρθένον δεῖ καλεῖν·
Θεὸς γὰρ καὶ ἄνθρωπος, ὡς ὑμεῖς φατε, ὁ Χριστός· ἐκεῖνα παρ’ ἡμῶν ἀκούσονται,
ἅπερ Κύριλλος ὁ σοφώτατος ἐν τῷ Περὶ τῆς θείας ἐνανθρωπήσεως ἐδίδαξεν, οὕτως
10 εἰπὼν ἐπὶ λέξεως·

§6 Ἀρκεῖ τοιγαροῦν πρὸς ὀρθὴν καὶ ἀδιάβλητον τῆς πίστεως ἡμῶν ὁμολογίαν, PG77.1093A
τὸ Θεοτὸκον λέγειν καὶ ὁμολογεῖν τὴν ἁγίαν Παρθένον· τὸ δέγε μὴν προσεπάγειν
ὅτι καὶ ἀνθρωποτόκος, οὐκ ἀναγκαῖον οὐδὲ ἐπωφελές· ἕνα γὰρ Θεὸν ἐδιδάχθημεν
15 ὁμολογεῖν καὶ πιστεύειν αὐτὸν, καὶ μετὰ τὴν ἐνανθρώπησιν, καθὼς |54 ὁ Παῦλος
φησίν· Εἷς Θεὸς, εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων. Ἄνθρωπον μὲν γὰρ γενέσθαί φαμεν 1Tim 2.5
ἀτρέπτως τὸν τοῦ Θεοῦ Λόγον. Καὶ ὅσον μὲν ἧκεν εἰς τὴν σαρκὸς φύσιν, τέτοκεν
ἡ ἁγία Παρθένος τὸ ἑαυτῇ τε καὶ ἡμῖν ὀμοούσιον σῶμα· ἀλλ’ ἔν γε τῷ Θεοτόκον
εἰπεῖν, συνεισάγεται πάντως καὶ ἡ τούτου δήλωσις· οὐ γὰρ τέτοκε γυμνὴν θεότητα
20 ἡ ἁγία Παρθένος, ἀλλ’ ἑνωθέντα σαρκὶ τὸν τοῦ Θεοῦ Λόγον· καὶ οὐκ ἂν ἑτέρως
νοοῖτο Θεοτόκος, εἰ μὴ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον· ὥστε προειστρέχει πάντως
ἡ τῆς ἐνανθρωπήσεως ὁμολογία· καὶ οὕτως ἔσται λοιπὸν ἀληθὲς, ὁτι Θεοτόκος
γέγονεν ἡ ἁγία Παρθένος ἀποτεκοῦσα παραδόξως ἕνα Χριστὸν, παραπλησίως
ἡμῖν μετεσχηκότα σαρκὸς καὶ αἵματος, καὶ ὀμοούσιον αὐτῇ τε καὶ ἡμῖν κατὰ τὸ Heb 2.14
25 ἀνθρώπινον.

§7 Γρηγορίου τοῦ θεολόγον ἐκ τῶν ἐπῶν PG37.470A


Περὶ ἐνανθρωπήσεως Χριστοῦ κατὰ Ἀπολιναρίου.

30 Νήπιος ὅστις ἄνακτα Θεοῦ Λόγον αἰὲν ἐόντα


Οὐ σέβετ᾽ ἰσοθέως Πατρὸς ἐπουρανίου
Νήπιος ὅστις ἄνακτα Λόγον βροτὸν ἔνθα φανέντα
Οὐ σέβετ᾽ ἰσοθέως οὐρανίοιο Λόγου.
Τέμνει δ’ ἢ μεγάλοιο Πατρὸς Λόγον, ἠὲ Λόγοιο
35 Μορφὴν ἀνδρομέην, καὶ πάχος ἡμέτερον.
Ἦν Θεὸς, ἀλλ᾽ ἐπάγη Πατρὸς Λόγος ἡμέτερον φῶς,
Ὥς κε Θεὸν μίξῃ, μικτὸς ἐὼν χθονίοις. |55
Εἷς Θεὸς ἀμφοτέρωθε· τόσον βροτὸς , ὅσσον ἔμ’ ἔρδειν
Ἀντὶ βροτοῖο Θεόν. Ἵλαθι, τρωτὸς ἄνω.
40 Τόσσον ἔχοις. Τί δ’ ἐμοὶ νόον, καὶ μίξιν ἄφραστον;
Ἀμφιθεεῖν θνητοῖς, στέργεται μέτρα λόγου.
Εἰ μὲν δὴ πεπίθοιμι, τὸ λώϊον. Εἰ δὲ μελαίνεις
Τὸν χάρτην πολλαῖς χιλιάσιν ἐπέων,
Δεῦρ᾽ ἄγε, πλαξὶ τεαῖς ὀλιγόστιχα ταῦτα χαράξω
45 Γραμματ᾽ ἐμῇ γραφίδι, ἣ μέλαν οὐδὲν ἔχει.

13 : ἄνθρωπον : ἄνθρωπος A. 15 : ἑαὐτῇ : ἑαυτῆς A.


55 | 56 Κεφάλαιον Γ´ 28

§8 [Περὶ τοῦ αὐτοῦ κατὰ Ἀπολιναρίου διὰ ἰάμβων.] PG37.464A

Νοῦν τὸν μέγιστον ἴσμεν ἀνθρώπου φύσιν


Πᾶσαν παγέντα, ἐκ τριῶν συγκειμένην,
5 Ψυχῆς τε καὶ νοῦ καὶ πάχους τῶν σωμάτων,
Ἀδὰμ ὅλον τὸν πρόσθε πλὴν ἁμαρτίας.
Ἐπεὶ γὰρ οὐκ ἐγένετ’ ἄνθρωπος Θεὸς,
Θεὸς τελεῖτ’ ἄνθρωπος εἰς τιμὴν ἐμήν·
Ἵν᾽ οἷς περ εἴληφεν ἃ δέδωκ’ ἀναπλάσας,
10 Λύσῃ τὸ κρῖμα τῆς ἐν ὅλοις ἁμαρτίας,
Κτείνῃ τε τὸν κτείναντα τῷ τεθνηκότι.
Ἁπλοῦς ἄνωθεν, εἶτα συμπαγεὶς ὅλος·
Παγεὶς ἔπειτα χερσὶ ταῖς θεοκτόνοις.
Οὗτος Θεοῦ σοι τοῦ μεμιγμένου λόγος.
15 Θεὸς μὲν ἦν ἄνωθεν, ἐξ οὗ καὶ Πατὴρ,
Ὁ τοῦ Θεοῦ Λόγος τε καὶ κτίστης ὅλων,
Κρείσσων χρόνου τε καὶ παθῶν καὶ σώματος.
Ἐπεὶ δ’ ἔπληγην τῷ ξύλῳ τῆς γνώσεως,
Καὶ πᾶσαν ἡμῶν τὴν φύσιν κατέτρεχεν,
20 Ὡς αἰχμάλωτον καὶ κατάκριτον ὁ φθόνος·
Ὡς ἂν λύσειε τὴν ἔπαρσιν τοῦ φθόνου,
Καὶ τὴν φθαρεῖσαν εἰκόνα κτίσῃ πάλιν,
Καὶ γίνετ᾽ ἡμῖν· ἐν γὰρ ἁγνῇ Παρθένῳ |56
Κυΐσκεταί τε καὶ προέρχεται Θεός.
25 Ὅλος Θεός τε καὶ βροτὸς, σώζων μ’ ὅλον,
Υἱὸς νοούμενός τε καὶ ὁρώμενος.
Ἀνθρωπολάτρης εἰμί σοι, σέβων ὅλον
Τὸν συντιθέντα μυστικῶς ἐμοὶ Λόγον
Αὐτὸν Θεόν τε καὶ βροτὸν σωτήριον.
30 Σὺ σαρκολάτρης, εἰσάγων ἄνουν ἐμὲ,
Ἄν σοι τὸ κομψὸν πειθανῶς ἀντιστρέφω.
Ἢ τοῦτο δέξαι, φίλτατ’, ἢ κἀμοὶ πάρες,
Εἴπερ δίκαιος τοῦ λόγου μένεις βραβεὺς,
Εἴ σοι τὸ χεῖρόν ἐστιν ἐκ Θεοῦ Θεὸς
35 (Χεῖρον γὰρ ἡ σὰρξ οἶδα τοῦ κατ’ εἰκόνα),
Κἀμοὶ τὸ κρεῖσσον· νοῦς γὰρ ἔγγιον Θεοῦ.
Πλὴν σοί γε κινδυνεύετ’ ἥμισυς βροτός·
Ὃ μὴ προσείληπται γὰρ, οὐδὲ σώζεται.
Τί φῂς, ἀμύντορ τοῦ Λόγου σοφώτατε,
40 Ὁ τοῖς τέμνουσι τὴν θεότητα δυσφορῶν;
Οὐ καὶ σὺ τέμνεις τοῦ Θεοῦ τὸ σύνθετον;
Τὸ μὲν διδούς τι τῶν ἐμῶν, τὸ δ’ οὐκέτι,
Τὴν σάρκα κιρναῖς, τὸν δὲ νοῦν ἀποξέεις,
Ὥσπερ δεδοικὼς τοῦτο, μὴ συνθῇς ὅλος;
45 Πῶς οὖν δύω τέλεια χωρήσει τὸ ἓν,
Ἢ καὶ ῥαγῆναι τὴν δορὰν δεδοίκαμεν;
Ὦ τῆς ἀνοίας! νοῦν δὲ καὶ λόγον μία
Ψυχὴ δέδεκται· ποῦ δ’ ὅλως σοι καὶ μέγα

45 : δύω : δύο A.
56 | 58 Κεφάλαιον Δ´ 29

Ὁ νοῦς, Θεοῦ παρόντος; Εἰ δ’ ἡ σὰρξ ἄνους


Ἐξηπάτημαι. Δέρμ᾽ ἐμὸν, ψυχὴ τίνος;
Τίς ἡ Θεοῦ γέννησις ἐκ τῆς Παρθένου;
Πῶς εἰς ἓν ἦλθε τῶν διεστώτων φύσις; |57
5 Ἀρρητόν ἐστιν, ὡς δ’ ἔμοιγε φαίνεται,
Μικρῷ λόγῳ μετροῦντι τὰ κρείσσω λόγου.
Τὸ Πνεῦμ’ ἐπῆλθε Παρθένῳ καθάρσιον,
Λόγος δ’ ἑαυτῷ πήγνυτ’ ἔνδοθι βροτὸν,
Ὅλου βροτοῦ θανόντος ἀντάλλαγμ᾽ ὅλον.
10 Ἐπεὶ δὲ μικρόν ἐστι σαρκίῳ Θεὸς,
Ψυχὴ δὲ καὶ νοῦς οἷον ἐν μεταιχμίῳ,
Σαρκὸς μὲν, ὡς σύνοικος, ὡς δ’ εἰκὼν Θεοῦ·
Τῷ συγγενεῖ μιγεῖσα, ἡ Θεοῦ φύσις,
Ἐκεῖθεν ἔσχε καὶ πάθους κοινωνίαν.
15 Οὕτω θεῶσαν καὶ θεωθὲν εἷς Θεός.
Τί οὖν πέπονθ᾽ ἀμφότερ᾽ ὡς ἐμὸς λόγος,
Τὸ μὲν κερασθὲν τῷ πάχει, τὸ δ’ ὢν πάχος
Θνητῶν μετασχὼν, πλὴν παθῶν ἁμαρτίας.
Ζητῶ τὸ αἷμα τῷ προσερρύη Θεοῦ;
20 Εἰ μὲν πονηρῷ· φεῦ, τοῦ Χριστοῦ τῷ κακῷ·
Εἰ τῷ Θεῷ δέ· πῶς, ἑτέρῳ κρατουμένων
Ἡμῶν; ἐπεὶ κρατοῦντός τὸ λύτρον ἀεί.
Ἦ τοῦτ’ ἀληθὲς, αὐτὸν προσφέρει Θεῷ.
Ἵν᾽ αὐτὸς ἡμᾶς τοῦ κρατοῦντος ἁρπάσῃ,
25 Λάβῃ δὲ ἀντάλλαγμα τοῦ πεπτωκότος
Τὸν Χριστόν· ὁ χρίσας γὰρ οὐχ ἁλώσιμος.
Οὕτω φρονῶμεν, τοὺς τύπους αἰδούμενοι.
Ἔχεις τὰ τῇδε· προσκύνει τὴν Τριάδα.

30 §9 Κυρίλλου ἐν ἀρχῇ τοῦ α´ σχολίου. PG75.1369A

Τὸ Χριστὸς ὄνομα οὔτε ὅρου δύναμιν ἔχει οὔτε μὴν τήν τινος οὐσίαν, ὅ τί ποτε
σημαίνει, καθάπερ ἀμέλει καὶ τὸ ἄνθρωπος ἢ ἵππος ἢ βοῦς, πράγματα δὲ μᾶλλον |58
ἐνεργούμενα περί τινα ποιεῖται δήλωσιν.
35

Κεφάλαιον Δ´.

Ὅτι διπλοῦς ὁ Χριστὸς ὑπὸ τῶν πατέρων ὠνόμασται διὰ τὸ διττὸν τῶν φύσεων,
καὶ πάλιν οὐ διπλοῦς διὰ τὸ τῆς ὑποστάσεως μοναδικὸν, ἤγουν τοῦ προσώπου.
40

§1 Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν δ´ λόγου. PG26.385Α

Σκοπὸς τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς ἁγίας Γραφῆς, ὡς πολλάκις εἶπον,
διπλῆν εἶναι τὴν περὶ τοῦ Σωτῆρος ἐπαγγελίαν· ὅτι τε ἀεὶ Θεὸς ἦν καί ἐστιν Υἱὸς,
45 Λόγος ὢν καὶ ἀπαύγασμα καὶ σοφία τοῦ Πατρός· καὶ ὅτι ὕστερον, δι’ ἡμᾶς σάρκα
λαβὼν ἐκ Παρθένου τῆς Θεοτόκου Μαρίας, ἄνθρωπος γέγονεν.

3 : ψυχή : ψυχήν A.
58 | 60 Κεφάλαιον Δ´ 30

§2 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. PG26.1112A

Εἰ δὲ πιστεύετε, διδασκόμενοι ὑπὸ τῶν θείων Γραφῶν, ὅτι Θεὸς ὢν ὁ Λόγος,


υἱὸς ἀνθρώπου γέγονεν, γνώσεσθε, ὅτι εἷς ἐστιν ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄνθρωπος
5 ὁ αὐτός· ἵνα τὸ διπλοῦν κήρυγμα τῆς αὐτοῦ ἐπιδημίας εὐαπόδεικτον ἔχῃ τὴν πίστιν.

§3 Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ Περὶ Υἱοῦ. PG36.113A

Θεὸς δὲ λέγοιτο ἂν, οὐ τοῦ Λόγου, τοῦ ὁρωμένου δέ· πῶς γὰρ ἂν εἴη τοῦ κυρίως
10 Θεοῦ Θεός; Ὥσπερ καὶ Πατὴρ, οὐ τοῦ ὁρωμένου, τοῦ Λόγου δέ· καὶ γὰρ ἦν διπλοῦς·
ὥστε τὸ μὲν κυρίως ἐπ’ ἀμφοῖν, τὸ δὲ οὐ κυρίως.

§4 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ γενέθλια. PG36.328C

15 Ἀπεστάλη μὲν γὰρ, ἀλλ’ ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν.

§5 Κυρίλλου Ἀλεξανθρείας ἐκ τοῦ Περὶ Τριάδος. PG75.680B

Διττὸν τὸν ἐφ’ Υἱῷ λόγον ὁ σοφώτατος |59 Παῦλος, μᾶλλον δὲ σύμπας ὁ τῶν
20 ἁγίων χορὸς, ἐγνώκασί τε καὶ εἰσκομίζουσι μετὰ τὸ ἑνωθῆναι σαρκί.

§6 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος βιβλίου ια´. PG74.520D

Ἀποσώζει δὲ πάλιν ἐν τῇ καθ’ ἑαυτὸν θεωρίᾳ τὸ ἐν νοήσει διπλοῦν διὰ τὴν μετὰ
25 σαρκὸς οἰκονομίαν.

§7 Καὶ πάλιν· PG74.524D

Διττὴν γὰρ ἡμῖν πανταχοῦ τοῦ ἰδίου προσώπου διεσώσατο τὴν παράστασιν, καὶ
30 τὸ θεῖον ἐν ἑαυτῷ διαπρέπον ἀξίωμα, δεικνὺς καὶ τὸ πρέπον τῇ ἀνθρωπότητι μέτρον
οὐκ ἀπόβλητον ποιησάμενος διὰ τὴν οἰκονομίαν.

§8 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ματθαῖον ὑπομνήματος βιβλίου γ´. PG72.429B

35 Οὐκοῦν ὁ στατὴρ ὁ ἀληθινὸς καὶ νοητὸς καὶ ὡς ἐν τύπῳ τῷ ἐξ ὕλης δηλούμενος


αὐτός ἐστιν <ὁ Κύριος> ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὁ διπλοῦς χαρακτήρ.

§9 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν Γένεσιν συντάγματος, ἐν ᾧ τὴν τοῦ Ἁβραὰμ PG69.129B
ἀναπτύσσων θυσίαν, ἐλθὼν εἰς τὸν τόπον τῶν διχοτομημάτων,
40 φησὶν ἐπὶ λέξεως οὕτως·

Καὶ τίς ὁ λόγος; ᾟ μὲν γὰρ γέγονε σὰρξ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οἱονεί
πως δεδιχοτόμηται, καὶ εἰς θεωρίαν εὐρύνεται τὴν διπλῆν ὁ ἐπ’ αὐτῷ λόγος. Ποτὲ
μὲν γὰρ, τὴν ὡς ἐκ Πατρὸς αὐτοῦ καὶ ἀπόρρητον νοοῦμεν φύσιν· ποτὲ δὲ αὐτὸ
45 τῆς ἐνανθρωπήσεως λαλοῦμεν μυστήριον, τὸ βαθὺ τῆς οἰκονομίας μονονουχὶ
διαπτύσσοντες, διαπλοῦντες εἰς εἴδησιν |60 τοῖς οὐκ εἰδόσιν αὐτό.

39 : ἐλθὼν : ἔλθωσιν A.
61 | deest folium Κεφάλαιον Ε´ 31

[Σχόλιον.]
Θαρρεῖ λέγειν ὁ σοφώτατος Κύριλλος θέλων ἀναπτύξαι καὶ διαπλῶσαι τὸ μέγα
καὶ βαθὺ τῆς οἰκονομίας μυστήριον, καὶ διδάξαι τοὺς οὐκ εἰδότας αὐτὸ, ὅτι καθὸ
γέγονε σὰρξ ὁ Λόγος δεδιχοτόμηται, καὶ θεωρίᾳ διπλῇ ὁ ἐπ’ αὐτῷ λόγος πλατύνεται
5 μετὰ τὸ ἑνωθῆναι σαρκί.

§ 10 Κυρίλλου Ἱεροσολύμων ἐν τοῖς κατηχητικοῖς. PG33.468A

Διπλοῦς ἦν ὁ Χριστός, ἄνθρωπος μὲν τὸ φαινόμενον, Θεὸς δὲ τὸ μὴ φαινόμενον.


10

§ 11 Γελασίου Καισαρείας ἐν ἐξηγήσει τοῦ μαθήματος.

Ἦλθεν τοίνυν εἰς ταὐτὸν Θεὸς ἅμα καὶ ἄνθρωπος, ἵνα σῶμα μὲν ὑπηρετήσηται,
Θεὸς δὲ δι’ αὐτοῦ τὴν ἐνέργειαν παράσχηται. Διπλᾶ πάντα καὶ τέλεια πάντα, καὶ
15 φιμούσθω πᾶν αἱρετικὸν στόμα.

§ 12 Ἐφραῒμ εἰς τὸν μαργαρίτην.

Τελείαν ἔχει τὴν διπλῆν φύσιν ὁ Χριστὸς, ἵνα μὴ ἀπολέσῃ τὰς δύο. Οὔτε ἡμίθεος
20 ὤφθη ἐπὶ τῆς γῆς, οὔτε ἡμιάνθρωπος ἀνέβη εἰς τοὺς οὐρανούς.

[Σχόλιον.]
Ἀλλ’ ἴσως ἐροῦσιν οἱ τῆς ἀληθείας ἐχθροὶ, ὡς Κύριλλος ἐν τῇ πρὸς Νεστόριον
ἐπιστολῇ φησιν, ὅτιπερ Οὐκ ἔστι διπλοῦς ὁ εἷς καὶ μόνος Χριστός· ὁμοίως καὶ ἐν τῷ PG77.116A
25 β´ τόμῳ τῷ κατὰ Νεστορίου φησὶν, ὅτι Οὐ διπλοῦς ἦν. Ἆρα οἱ ταῦτα λέγοντες οὐ PG76.85A
φανερῶς συγκρίνουσι τοὺς πατέρας ἑαυτοῖς τε καὶ ἀλλήλοις καὶ μάχην ἐξ ὁμοδόξων
συνιστῶσιν; | deest folium [ Καὶ οἷς ὁ Χριστὸς τὴν ἑαυτοῦ εἰρήνην κατέλιπε, τούτοις
εἰσφρήσαντες διάβολον μιμοῦνται τοὺς ὁμόφρονας ὡς ἐναντίους διασύροντες καὶ
αὐτὸν δὲ Κύριλλον ἑαυτῷ δεῖξαι μαχόμενον ἐπειγόμενοι. Ἀλλ’ οὐχ οὕτως ἡμεῖς
30 οὐδ’ ὁστισοῦν εὖ φρονῶν, ἀλλὰ καὶ κατὰ Γρηγόριον καὶ τοὺς λοιποὺς πατέρας
σὺν Κυρίλλῳ φαμὲν, ὅτιπερ διπλοῦς κατὰ τὴν οὐσίαν, καὶ πάλιν κατὰ τὸν αὐτὸν
Κυρίλλου σκοπὸν, ὡς οὐ διπλοῦς τῇ χαρακτηριστικῇ ὑποστάσει· εἷς γὰρ ἔμεινε καὶ
ἐνανθρωπήσας ὁ Θεὸς Λόγος.

35

Κεφάλαιον Ε´.

Ὅτι ἅτρεπτοι μεμενήκασιν αἱ πρὸς ἑνότητα συνελθοῦσαι φύσεις καὶ ἀσύγχυτοι,


μηδεμιᾶς εἰς τὴν ἑτέραν μεταχωρησάσης· καὶ ὅτι σώζονται καὶ μετὰ τὴν ἕνωσιν τὰ
40 ἰδιώματα τῶν φύσεων καὶ ἡ τούτων διαφορὰ, μηδεμιᾶς ἐπεισαγομένης διαιρέσεως.

§1 Κυρίλλου ἐκ τοῦ πρὸς Ἑβραίους ὑπομνήματος. PG74.1004A

Εἰ γὰρ καὶ λέγοιτο ἡνῶσθαι σαρκὶ καθ’ ὑπόστασιν ὁ Μονογενὴς, ἀλλ’ οὐκ
45 ἀνάχυσίν τινα τὴν εἰς ἄλληλα τῶν φύσεων πεπρᾶχθαί φαμεν, μενούσης δὲ μᾶλλον
ἑκατέρας τοῦθ’ ὅπερ ἐστὶν ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν Λόγον.
– | 61 Κεφάλαιον Ε´ 32

§2 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ συνουσιαστῶν λόγου. PG76.1429C

Δεῖ γὰρ τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει σώζεσθαι καθαρῶς τὸ ἁπλοῦν
καὶ ἀσυμμιγὲς ἑτέρῳ, καὶ τὸ μὴ συντεθεῖσθαι δοκεῖν ἔν γε τοῖς καθ’ ἑαυτὴν, ἤγουν
5 προσθήκης δεδεῆσθαί τινος καὶ ἀσυμφυοῦς αὐτῇ πράγματος εἰς κοινωνίαν ἐλθεῖν
τὴν ἐν ταυτότητι φύσεως, ἤγουν ὁμοουσιότητα.

§3 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον α´ ἐπιστολῆς. PG77.236C

10 Ἴσον γάρ ἐστιν εἰς ἀτοπίας λόγον τὸ εἰπεῖν ὅτι μετεβλήθη τὸ σῶμα εἰς θεότητος
φύσιν, καὶ μὴν κἀκεῖνο, ὅτι μετεβλήθη ὁ Λόγος εἰς φύσιν σαρκὸς, τῷ λέγειν
μετακεχωρηκέναι τὴν θεότητα εἰς φύσιν σαρκός. Ὥσπερ δὲ τοῦτο ἀμήχανον,
ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτός ἐστιν, οὕτω καὶ τὸ ἕτερον. Οὐ γάρ ἐστι τῶν ἐφικτῶν
εἰς θεότητος οὐσίαν ἤτοι φύσιν, μεταχωρῆσαί τι δύνασθαι τῶν κτισμάτων· κτίσμα δὲ
15 καὶ ἡ σάρξ. Οὐκοῦν θεῖον μὲν εἶναί φαμεν τὸ σῶμα τοῦ Χριστοῦ, ἐπειδὴ καὶ Θεοῦ
σῶμά ἐστι, καὶ ἀρρήτῳ δόξῃ κατηγλαϊσμένον, ἄφθαρτον, ἃγιον, ζωοποιόν· ὅτι δὲ εἰς
θεότητος φύσιν μετεβλήθη, οὔτε τις τῶν ἁγίων Πατέρων ἢ πεφρόνηκεν, ἢ εἴρηκεν,
οὔτε ἡμεῖς οὕτω διακείμεθα.

20 §4 Κυρίλλου ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος. PG73.161B

Καλῶς γε ποιῶν ὁ θεολόγος ἐπήνεγκεν εὐθὺς τὸ, Καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα
δύο νοήσας τὰ σημαινόμενα, τόν τε σκηνοῦντα καὶ τὸ ἐν ᾧ ἡ σκήνωσις, μὴ εἰς
σάρκα παρατετράφθαι νομίσῃς αὐτὸν, σκηνῶσαι δὲ μᾶλλον ἐν σαρκὶ, ὡς] | 61 ἰδίῳ
25 προσχρησάμενον σώματι, τῷ ἐκ τῆς ἁγίας Παρθένου ναῷ.

§5 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς. PG77.45C

Διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις· εἷς δὲ ἐξ


30 ἀμφοῖν Χριστὸς καὶ Υἱός· οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν
ἕνωσιν· ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα Χριστὸν καὶ Υἱὸν καὶ Κύριον.

§6 Ἀμβροσίου πρὸς Γρατιανὸν βασιλέα. PL16.576B

35 Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός.

§7 Θεοδότου Ἀντιοχείας ἐκ τοῦ πρὸς Ἡρακλείδην κατὰ συνουσιαστῶν.

Εἰ δὲ, ἐφ’ ὧν ἡ οὐσία μία καὶ ἡ αὐτὴ, αἱ ἰδιότητες τῶν ὑποστάσεων ἀκέραιον μένουσι,
40 πολλῷ δικαιότερον, ὅταν δύο διάφοροι φύσεις ἐφ’ ἑνὶ προσώπῳ γνωρίζωνται,
ἀκέραια τά τε τῆς ὑπάρξεως τά τε τῶν φύσεων ἰδιώματα σώζεσθαι.

§8 Λέοντος ἐκ τοῦ πρὸς Φλαβιανὸν τόμου. PL54.774B

45 Ὅπως ἐν αὐτῷ μεμενηκέναι γνωσθῇ ἡ ἰδιότης τῆς θείας καὶ τῆς ἀνθρωπίνης φύσεως
ἀδιαιρέτως· οὕτω τε μάθωμεν τὸν Λόγον, μὴ τοῦτο εἶναι, ὅπερ ἐστὶν ἡ σὰρξ, ἀλλ᾽
ἕνα Υἱὸν τοῦ Θεοῦ καὶ τὸν Λόγον ὁμολογήσωμεν καὶ τὴν σάρκα.
61 | 64 Κεφάλαιον Ϛ´ 33

Κεφάλαιον Ϛ ´.

Ὅτι οὐ ταὐτὸν φύσις καὶ ὑπόστασις, ταὐτὸν δὲ οὐσία καὶ φύσις,


καὶ ὁμοίως ταὐτὸν ὑπόστασις καὶ πρόσωπον.
5

§1 Βασιλείου ἐκ τῆς πρὸς Ἀμφιλόχιον ἐπιστολῆς. |62 PG32.884A

Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφορὰν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ
καθ’ ἕκαστον, οἷον ὡς ἔχει τὸ ζῷον πρὸς τόνδε τὸν ἄνθρωπον.
10

§2 Καὶ μεθ’ ἕτερα· PG32.328B

Τὸ μὲν τῆς οὐσίας ὄνομα ἀόριστον ἡμῖν τινα παρίστησιν ἔννοιαν, μηδεμίαν ἐκ
τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσαν. Τὸ δὲ τῆς ὑποστάσεως, τὸ
15 κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινι πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων
παρίστησί τε καὶ περιγράφει.

§3 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Τερέντιον. PG32.789A

20 Ὅτι δὲ οὐσία καὶ ὑπόστασις οὐ ταὐτόν ἐστι, καὶ αὐτοὶ, ὡς νομίζω, ὑπεσημήναντο
οἱ ἀπὸ τῆς Δύσεως ἀδελφοὶ, ἐν οἷς τὸ στενὸν τῆς ἑαυτῶν γλώττης ὑφορώμενοι,
τὸ τῆς οὐσίας ὄνομα τῇ Ἐλλάδι φωνῇ παραδεδώκασιν· ἵνα, εἴ τις ἦν διαφορὰ τῆς
ἐννοίας, σώζοιτο αὐτὴ ἐν τῇ εὐκρινεῖ καὶ ἀσυγχύτῳ διαστάσει τῶν ὀνομάτων. Εἰ δὲ
δεῖ καὶ ἡμᾶς ἐν βραχεῖ τὸ ἡμῖν δοκοῦν εἰπεῖν, ἐκεῖνο ἐροῦμεν, ὅτι ὃν ἔχει λόγον τὸ
25 κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. Ἕκαστος γὰρ ἡμῶν
καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει, καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ
δεῖνά ἐστι καὶ ὁ δεῖνα. Οὕτω κἀκεῖ, ὁ μὲν τῆς οὐσίας λόγος κοινός· οἷον ἡ ἀγαθότης,
ἡ θεότης, ἢ εἴ τι ἄλλο νοοῖτο· |63 ἡ δὲ ὑπόστασις ἐν τῷ ἰδιώματι τῆς πατρότητος, ἢ τῆς
υἱότητος, ἢ τῆς ἁγιαστικῆς δυνάμεως θεωρεῖται. Εἰ μὲν οὖν ἀνυπόστατα λέγουσι τὰ
30 προσωπα, αὐτόθεν ἔχει ὁ λόγος τὴν ἀτοπίαν· εἰ δὲ ἐν ὑποστάσει αὐτὰ εἶναι ἀληθινῇ
συγχωρήσουσιν, ὁμολογοῦσιν, καὶ ἀριθμείτωσαν, ἵνα τοῦ ὁμοουσίου ὁ λόγος
διαφυλαχθῇ ἑνότητι τῆς φύσεως καὶ τῆς εὐσεβείας ἡ ἐπίγνωσις Πατρὸς καὶ Υἱοῦ
καὶ ἁγίου Πνεύματος, ἐν τῇ ἀπηρτισμένῃ καὶ ὁλοτελεῖ ἑκάστου τῶν ὀνομαζομένων
ὑποστάσει κηρύττηται.
35

§4 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Γρηγόριον τὸν ἀδελφόν. PG32.325A

Ἐπειδὴ πολλοὶ τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ
τῶν ὑποστάσεων λόγου, ταῖς αὐταῖς συμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν
40 μηδὲν οὐσίαν ἢ ὑπόστασιν λέγειν. Ὅθεν καὶ ἤρεσέν τισι τῶν ἀνεξετάστως τὰ
τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν, οὕτω καὶ μίαν ὑπόστασιν λέγειν· καὶ
τὁ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι, καὶ τὴν τῶν οὐσιῶν διαίρεσιν,
κατὰ τὸν ἴσον ἀριθμὸν, ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν. Διὰ τοῦτο,
ὡς ἂν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον
45 ἐποιησάμην. Ἔστι τοίνυν, |64 ὡς ἐν ὀλίγῳ παραστῆσαι, τοιαύτη τῶν λεγομένων ἡ
ἔννοια.
Πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων
λεγόμενα πραγμάτων καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος. Ὁ

34 : κηρύττηται : κηρύττεται A.
64 | 67 Κεφάλαιον Ϛ´ 34

γὰρ τοῦτο εἰπὼν, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψεν τῇ
φωνῇ τὸν δεῖνα ἄνθρωπον, τὸν ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον. Οὐ γὰρ
μᾶλλον Πέτρος ἄνθρωπός ἐστιν, ἢ καὶ Ἀνδρέας, καὶ Ἰωάννης, καὶ Ἰάκωβος. Ἡ οὖν
κοινότης τοῦ σημαινομένου ὁμοίως ἐπὶ πάντας τοὺς ἐπὶ τὸ αὐτὸ ὄνομα τεταγμένους
5 χωροῦσα, χρείαν ἔχει τῆς ὑποδιαστολῆς, δι’ ἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν
Πέτρον ἢ Ἰωάννην ἐπιγνωσόμεθα.
Τὰ δὲ τῶν ὀνομάτων ἰδικωτέραν ἔχει τὴν ἔνδειξιν, οἷον ὁ Παῦλος ἢ ὁ Τιμόθεος.
Οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα
τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν
10 ὀνομάτων παρίστησιν. Ὅταν οὖν δύο ἢ καὶ πλειόνων κατ᾽ αὐτὸ ὄντων, οἷον Παύλου
καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητεῖται ὁ λόγος, οὐκ
ἄλλον τις ἀποδώσει ἐπὶ τοῦ Παύλου |65 λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ
ἄλλον ἐπὶ τοῦ Τιμοθέου· ἀλλὰ δι’ ὧν ἂν ἡ οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς
ἄλλοις ἐφαρμόσουσιν· καί εἰσιν ἀλλήλοις ὁμοούσιοι, οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας
15 ἐπιγραφόμενοι. Ἐπειδὰν δέ τις, τὸ κοινὸν μαθὼν, ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν,
δι’ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος τῷ περὶ
τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων.
Τοῦτο τοίνυν φαμέν· τὸ ἰδικῶς λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι
ὀνόματι. Ὁ γὰρ ἄνθρωπον εἰπὼν, ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς
20 σημασίας τῇ ἀκοῇ ἐνεποίησεν, ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ
δὲ ὑφεστὼς καὶ δηλούμενον ἰδικῶς ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι. Ὁ δὲ
Παῦλον εἰπὼν, ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν
τὴν φύσιν.
Τοῦτο οὖν ἐστιν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας ἔννοια, μηδεμίαν
25 ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλ’ ἡ τὸ κοινὸν τε καὶ
ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ
περι |66 γράφουσα· ὡς καὶ τῇ Γραφῇ σύνηθες τοῦτο ποιεῖν, ἐν ἄλλοις τε πολλοῖς, καὶ
ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. Ἐπειδὴ γὰρ ἤμελλεν τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον
τοῦ κοινοῦ μνημονεύσασα καὶ εἰποῦσα, ἄνθρωπος, εὐθὺς ἀποτέμνει τὸ ἰδιάζον ἐν τῇ
30 προσθήκῃ τοῦ, τις. Ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφὴν, ὡς μηδὲν φέρουσαν κέρδος
πρὸς τὸν προκείμενον τοῦ λόγον σκοπὸν, ἐσιώπησεν· τὸν δεῖνα δὲ διὰ τῶν οἰκείων
γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα, καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ
ὅσα τῶν ἔξωθεν συμπαραληφθέντα χωρίζειν αὐτὸν καὶ ἀφιστᾶν ἤμελλεν τῆς κοινῆς
σημασίας, ὡς διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφὴν, ἐκ
35 τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων, ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν
θεωρουμένων. Εἰ δὲ τὸν τῆς οὐσίας ἐδίδου λόγον, οὐδεὶς ἂν ἐγένετο τῶν εἰρημένων
ἑν τῇ τῆς φύσεως ἑρμηνείᾳ μνήμη. Ὁ γὰρ αὐτὸς ἦν λόγος, ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ
τοῦ Σαυχίτου, καὶ Σοφὰρ τοῦ Μιναίου, καὶ ἐφ’ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων
ἀνθρώπων.
40

§5 Ἀμφιλοχίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς. PG39.113A

Ἀλλ’ ἐπειδὴ εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ φύσεις, ἡ ἀπαθὴς τὰ τῆς παθητῆς


|67 οἰκειοῦται.
45

16 : τῷ : τὸ A. 29 : τοῦ κοινοῦ : τὸ κοινόν A. 33 : αὐτόν : αὐτήν A.


67 | 69 Κεφάλαιον Ϛ´ 35

§6 Γρηγορίου Νύσσης ἐκ τοῦ κατ᾽ Εὐνομίου λόγου β´. PG45.472C

Ἡ μὲν γὰρ τῶν ὑποστάσεων ἰδιότης, τρανήν τε καὶ ἀσύγχυτον ποιεῖται τὴν τῶν
προσώπων διαστολήν· ἓν δὲ ὄνομα προκείμενον τῆς κατὰ τὴν πίστιν ἐκθέσεως,
5 σαφῶς ἡμῖν τὴν ἑνότητα τῆς οὐσίας τῶν ἐν τῇ πίστει προσώπων διερμηνεύει,
Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεῦματος· διὰ γὰρ τῶν κλήσεων τούτων, οὐ
φύσεων διαφορὰν διδασκόμεθα, ἀλλὰ μόνας τὰς τῶν ὑποστάσεων γνωριστικὰς
ἰδιότητας.

10 §7 Κυρίλλου ἐκ τοῦ διαλόγου τοῦ Περὶ Τριάδος. PG75.697C

Ἡνῶσθαί φαμεν τῷ Πατρὶ τὸν Υἱὸν, καθ’ ἡμᾶς ἅμα καὶ ὑπὲρ ἡμᾶς. Ἔστι γὰρ
ὁμολογουμένως τῷ γεννήσαντι πάντως που καὶ ὁμοούσιος, εἴπερ ἐστὶν ἀληθῶς Υἱός
τε καὶ ἐξ αὐτοῦ. Ἐν ἰδίᾳ δὲ ὢν ὑποστάσει, τῇδέ γε ἔχειν εὖ μάλα πεπιστευμένος, οὐ
15 καθάπερ ἡμεῖς ἀλλήλων κατὰ νόμον σωμάτων διεστήκαμεν, καὶ αὐτὸς τοῦ Πατρὸς,
τὴν εἰς ἅπαν ἔχει διατομήν· εἰς ἑτερότητα δὲ τὴν καθέκαστον λέγω· φυσικήν τε
καὶ ἄρρητον ἔχει τὴν ἕνωσιν, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας παθουσῶν τῶν
ὑποστάσεων, κατά γε τό τισι δοκοῦν, ὡς τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν, ἀλλ’
ὅντος τε καὶ ὑφεστηκότος ἑκατέρου, καὶ ἰδίαν ἔχειν λεγομένου ὕπαρξιν· ἡ τῆς
20 οὐσίας ταυτότης βραβεύει τὴν ἕνωσιν. |68

[Τὸ Β´ πρόσωπον τοῦ ἐρωτῶντος, τὸ Α´ τοῦ ἀποκρινομένου.]

Β´. Ἐν ἰδίᾳ φὴς οὖν εἶναι τὸν Υἱὸν οὐσίᾳ παρὰ τὴν τοῦ Πατρός;
25

Α´. Οὐκ ἐν οὐσίᾳ μᾶλλον ἑτέρᾳ παρὰ τὴν ὡς Θεοῦ, ἀλλ᾽ ἐν ὑποστάσει τῇ ὡς ἐν Υἱῷ.

Β´. Ἕτερον γάρ τί ἐστιν οὐσία, καὶ ἕτερον ὑπόστασις;

30 Α´. Ναί· πολὺ γὰρ τὸ διεῖργον· εἴπερ ἐστὶν οὐσία τῶν καθέκαστα περιεκτική.

Β´. Τίνα φὴς τρόπον; βραδὺς γὰρ, ὡς ἔοικεν, ἔν γε τοῖς τοιούτοις, ἐγώ.

Α´. Ἦ γὰρ οὐκ οἶσθα, ὅτι κἀμοί πως οὐκ ἐντριβὴς ὁ περὶ τούτων λόγος; Ἰτέον οὖν
35 ἐπὶ τὴν ἐγχωροῦσαν βάσανον, ὡς ἐν εἰκόνι τυχὸν ἐν ὑπερτάτοις οὔσης ὑψώμασιν
τῆς θείας ὑπεροχῆς. Οὐκοῦν τῆς οὐσίας ἡ δήλωσις, κατὰ κοινοῦ τινος ἔοικεν ἰέναι Τί οὐσία καὶ
πράγματος· τὸ δὲ τῆς ὑποστάσεως ἑκάστου τυχὸν ὄνομα, τῶν καθ᾽ ὧν τὸ κοινὸν τί ὑπόστασις.
κατηγορεῖται καὶ λέγεται· οἴου δέ με νῦν ἐκεῖνο δηλοῦν.

40 Β´. Τὸ ποῖόν τι δή;

Α´. Ὁριζόμεθα τὸν ἄνθρωπον, ζῷον λογικὸν, θνητὸν, τὸν αὐτῷ πρέποντα τιθέμενοι
λόγον, καὶ τοῦτο, οὐσίας ὅρον εἶναί φαμεν, κατὰ πάντων ἰούσης τῶν κατὰ μέρος
ὑφεστηκότων. Ὑπὸ οὖν τὸ κοινὸν δὴ τουτὶ, τουτέστι, τὸν ἄνθρωπον, καὶ τὸν τοῦ
45 ἀνθρώπου ὅρον, πίπτει μὲν, οἶμαι, Θωμᾶς τε καὶ Μᾶρκος, ἢ φέρε εἰπεῖν, Πέτρος
τε καὶ Παῦλος, καὶ τὴν μὲν οὐσίαν ὡδὶ κατασημήνειέ τις ἂν, τῶν δὲ καθέκαστον
νοουμένων, |69 οὔπω σαφῆ καὶ ἐναργῆ τὴν δήλωσιν ἐποιήσατο· οὐ γὰρ εἴ τι
ἄνθρωπος ἁπλῶς, τοῦτό ἐστι καὶ Πέτρος καὶ Παῦλος· Θωμᾶν δὲ καὶ Πέτρον εἰπὼν,
69 | 71 Κεφάλαιον Ϛ´ 36

τοῦ μὲν τῆς οὐσίας ὅρου οὐκ ἐξοίσει τὸν δηλούμενον· ἄνθρωπος γὰρ οὐδὲν ἧττόν
ἐστιν· ἐν εἴδει δὲ τυχὸν τῷ τοιῷδε ὄντα καὶ ἐν ὑποστάσει τῇ ἰδικῇ καὶ μεμερισμένως
ὑπέδειξεν. Ἡ οὐσία τοιγαροῦν καὶ κατὰ ἀνθρώπου παντὸς, ἅτε δὴ τὸν κοινὸν τοῦ
γένους ὠδίνουσα λόγον· ἡ δὲ ὑπόστασις, καθ’ ἑνὸς ἂν νοοῖτο πρεπωδέστερον, οὔτε
5 τῆς κοινότητος ἐξιστᾶσα τὸ δηλούμενον, οὔτε μὴν ἀναχέουσα καὶ ἀνακιρνῶσα πρὸς
τὸ ἀσυμφανές τι τῶν καθέκαστόν τε καὶ ἰδικῶς.

§8 Βασιλείου πρὸς Ἀμφιλόχιον ἀπὸ κεφαλαίου ζ´. PG32.884C

10 Οἱ δὲ ταὐτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν ἀναγκάζονται πρόσωπα μόνον


ὁμολογεῖν διάφορα, καὶ ἐν τῷ περιΐστασθαι λέγειν τρεῖς ὑποστάσεις, εὑρίσκονται μὴ
φεύγοντες τὸ τοῦ Σαβελλίου κακὸν, ὃς καὶ αὐτὸς, πολλαχοῦ συγχέων τὴν ἔννοιαν,
ἐπιχειρεῖ διαιρεῖν τὰ πρόσωπα, τὴν αὐτὴν ὑπόστασιν λέγων πρὸς τὴν ἑκάστοτε
παρεμπίπτουσαν χρείαν μετασχηματίζεσθαι.
15

§9 Τοῦ αὐτοῦ ἐν τῇ πρὸς Διοκαισαρεῖς ἐπιστολῇ β´. PG32.776B

Καὶ γὰρ εἰδέναι χρὴ, ὅτι ὥσπερ ὁ τὸ κοινὸν |70 τῆς οὐσίας μὴ ὁμολογῶν εἰς
πολυθεΐαν ἐκπίπτει, οὕτως ὁ τὰ ἴδια τῶν ὑποστάσεων μὴ διδοὺς εἰς Ἰουδαϊσμὸν
20 ἀποφέρεται.

§ 10 Καὶ πάλιν ἐν οἷς Εὐστάθιον τὸν Ἀρμένιον ὑπογράψαι πεποίηκεν, PG32.545C


διαρρήδην γράφων ἀποφαίνεται.

25 Προσήκει τοίνυν ἐναργῶς ὁμολογεῖν, ὅτι πιστεύουσιν κατὰ τὰ ῥήματα τῶν


ἡμετέρων Πατέρων τὰ ἐκτεθέντα ἐν τῇ Νικαέων καὶ κατὰ τὴν ὑγιῶς ἐκ τῶν ῥημάτων
ἐμφαινομένην διάνοιαν. Εἰσὶ γάρ τινες οἱ καὶ ἐν ταύτῃ τῇ πίστει δολοῦντες τὸν λόγον
τῆς ἀληθείας, καὶ πρὸς τὸ ἑαυτῶν βούλημα τὸν νοῦν τῶν ἐν αὐτῇ γεγραμμένων
ἕλκοντες. Ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν ἀρνήσασθαι ἀσεβῶς τὴν ὑπόστασιν
30 τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ψιλὸν αὐτὸν εἰσηγούμενος λόγον, ἐκεῖθεν
προφασίσασθαι τὰς ἀρχὰς, εἰ χρὴ φάναι, τοῦ ὁμοουσίου, τὴν διάνοιαν κακῶς
ἐξηγούμενος. Καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου, ὑπόστασιν
καὶ οὐσίαν ταὐτὸν εἶναι ὑπολαμβάνοντες, ἐκεῖθεν ἕλκουσιν πρὸς τὰς κατασκευὰς
τῆς αὐτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει, Ἐὰν δέ τις λέγῃ ἐξ ἑτέρας
35 οὐσίας ἢ ὑποστάσεως τὸν Υἱὸν τοῦ Θεοῦ, τοῦτον ἀναθεματίζει ἡ καθολικὴ Ἐκκλησία.
Οὐ γὰρ ταὐτὸν |71 εἶπαν ἐκεῖνοι οὐσίαν καὶ ὑπόστασιν. Εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν
ἐδήλουν αἱ φωναὶ, τίς χρεία ἦν ἑκατέρων; Ἀλλὰ δῆλον, ὡς τῶν μὲν ἀρνουμένων
τὸ τῆς οὐσίας, ἄλλων δὲ λεγόντων ἐξ ἄλλης τινὸς ὑποστάσεως, οὕτως ἀμφότερα,
ὡς ἀλλότρια τοῦ ἐκκληκσιαστικοῡ φρονήματος, ἀπηγόρευσαν. Ἐπεὶ ὅπου γε τὸ
40 ἑαυτῶν ἐδηλουν φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, οὐκέτι
προσθέντες καὶ τὸ, ἐκ τῆς ὑποστάσεως. Ὥστε ἐκεῖνο μὲν κεῖται ἐπ’ ἀναιρέσει τοῦ
πονηροῦ φρονήματος· τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ σωτηρίου φρονήματος.

§ 11 Γρηγορίου τοῦ θεολόγον ἐκ τοῦ α´ θεολογικοῦ. PG35.1072C


45

Ἐπεὶ δὲ χρὴ καὶ τὸν ἕνα Θεὸν τηρεῖν καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, εἴτουν
τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος, τηροῖτο δ’ ἂν, ὡς ὁ ἐμὸς λόγος, εἷς

5 : ἀνακιρνῶσα : ἀνακιρνᾶσα A. 28 : γεγραμμένων : ῥημάτων written in margin.


47 : εἴτουν : ἤτουν A.
71 | - Κεφάλαιον Ϛ´ 37

μὲν Θεὸς εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, αἱ δὲ τρεῖς ὑποστάσεις
μηδεμιᾶς ἐπινοουμένης συναλιφῆς ἢ ἀναλύσεως.

§ 12 Τοῦ αὐτοῦ ἐκ τοῦ συντακτηρίου λόγου. PG36.476C


5

Πιστεύομεν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ὁμοούσιά τε καὶ ὁμόδοξα·
ἐν οἷς καὶ τὸ βάπτισμα τὴν τελείωσιν ἔχει (οἶδας ὁ μυηθεὶς), ἄρνησις ὂν ἀθεΐας, καὶ
ὁμολογία θεότητος· καὶ οὕτω |72 καταρτιζόμεθα, τὸ μὲν ἓν, τῇ οὐσίᾳ γνωρίζοντες, καὶ
τῷ ἀμερίστῳ τῆς προσκυνήσεως, τὰ δὲ τρία, ταῖς ὑποστάσεσιν, ἤγουν προσώποις, ἢ
10 ὅ τισι φίλον καλεῖν. Μηδὲ γὰρ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονείτωσαν, ὥσπερ
ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ’ οὐκ ἐν πράγμασιν.

§ 13 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ φῶτα λόγου. PG36.345C

15 Θεοῦ δὲ ὅταν εἴπω, ἑνὶ φωτὶ περιαστράφθητε καὶ τρισίν· τρισὶ μὲν, κατὰ τὰς
ἰδιότητας, ἤγουν ὑποστάσεις, εἴ τινι φίλον καλεῖν, εἴτε πρόσωπα (οὐδὲν γὰρ περὶ τῶν
ὀνομάτων ζυγομαχήσομεν, ἓως ἂν πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέρωσιν)·
ἑνὶ δὲ, κατὰ τὸν τῆς οὐσίας λόγον, εἴτουν θεότητος.

20 § 14 Ἀμφιλοχίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς.

Ὥστε τὴν τοῦ Θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν συντελεῖν εἰς ἓν Phil 2.7
πρόσωπον Υἱοῦ τε καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

25 § 15 Βασιλείου ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου. PG29.673B

Τὸ ἐν μορφῇ Θεοῦ ἐν οὐσίᾳ ἐστὶ Θεοῦ. Οὐ γὰρ ἄλλο μορφὴ, καὶ ἄλλο οὐσία
Θεοῦ, ἵνα μὴ ᾖ σύνθετος. Ὁ κατὰ μορφὴν οὖν ἴσος, καὶ κατ’ οὐσίαν ἴσος.

30 Περὶ προσωπικῆς ἑνώσεως ἤγουν σχέσεως.

Δύναται μὲν ἴσως λέγεσθαι ἕνωσις προσώπου, ὅτε τις τὸ ἑτέρου ὑποδυόμενος
πρόσωπον, ἀντ’ αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιεῖται λόγους· ἀλλὰ ταύτην οὐ δεῖ κυρίως
ἕνωσιν ἡγεῖσθαι. Καλοῦσι γάρ τινες πρόσωπον, |deest folium [τήν τινων σχέσιν πρὸς
35 ἀλλήλους, οὐκ ἀγνοούσης οὐδὲ τῆς συνήθους χρήσεως τοῦτο τοῦ προσώπου τὸ
σημαινόμενον. Λέγομεν γὰρ τὸ τοῦδε πρόσωπον ἀνειληφέναι τόνδε, καὶ τόνδε ὑπὲρ
τοῦδε τὴν δίκην εἰσαγαγεῖν, καὶ τὸν ἄρχοντα τοῦ βασιλέως ἐπέχειν τὸ πρόσωπον.
Κατὰ τοῦτο τὸ σημαινόμενον ὁ Νεστόριος τὴν προσωπικὴν ἐπρέσβευσεν ἕνωσιν.

Οἱ μέντοι Ῥωμαῖοι τὴν ὑπόστασιν πρόσωπον καλοῦσιν, οὐ δυνάμενοι τῆς οὐσίας
40 τὴν ὑπόστασιν χωρίσαι διὰ τὸ στενὸν τῆς γλώσσης. Ὅθεν ἐπὶ μὲν τῶν Βασιλείου
χρόνων τῇ ἑλλάδι φωνῇ ἠναγκάσθησαν οἱ Ῥωμαῖοι τὸ τῆς οὐσίας ὄνομα ἐξειπεῖν.
Καὶ κεῖται ἡ χρῆσις Βασιλείου ἡ περὶ τούτου ἐν τῇ ἀρχῇ τοῦ παρόντος κεφαλαίου. §3
Μαρτυρεῖ δὲ καὶ ὁ θεολόγος Γρηγόριος λέγων ἐν τῷ εἰς Ἀθανάσιον ἐπιταφίῳ λόγῳ·
Τῆς γὰρ μιᾶς οὐσίας καὶ τῶν τριῶν ὑποστάσεων λεγομένων μὲν ὑφ’ ἡμῶν εὐσεβῶς, PG35.1124D
45 νοουμένων δὲ καὶ παρὰ τοῖς Ἰταλοῖς ὁμοίως, ἀλλ’ οὐ δυναμένοις διὰ στενότητα τῆς
παρ’ αὐτοῖς γλώττης καὶ ὀνομάτων πενίαν διελεῖν ἀπὸ τῆς οὐσίας τὴν ὑπόστασιν, καὶ
διὰ τοῦτο ἀντεισάγουσι τὰ πρόσωπα, ἵνα μὴ τρεῖς οὐσίαι παραδεχθῶσι, τί γίνεται; Ὡς
λίαν γελοῖον ἢ ἐλεεινὸν, πίστεως ἔδοξε διαφορά ἡ περὶ τὸν ἦχον σμικρολογία.

18 : εἴτουν : ἤτουν A.
- | 74 Κεφάλαιον Ϛ´ 38

Ἰστέον δὲ ὡς οἱ νεώτεροι τῶν Ῥωμαίων, φιλοπονήσαντες εἰς τοῦτο, εσσεντια τὴν


οὐσίαν ἐκάλεσαν. Τοῦτο δὲ κεῖται ἐν τῷ θ’ κεφαλαίῳ.

Περὶ διαφορᾶς οὐσίας καὶ φύσεως καὶ ὑποστάσεως καὶ προσώπου PG89.824A
5 κατὰ τοὺς ἔξωθεν φιλοσόφους.

Τὸ τῆς οὐσίας ὄνομα σημαντικὸν ὑπάρχει τῆς ἁπλῶς τῶν ὄντων ὑπάρξεως,
τουτέστιν αὐτοῦ τοῦ ἁπλῶς εἶναι τῶν ὄντων. Εἶναι γὰρ λέγονται καὶ ὁ ἄγγελος καὶ ὁ
λίθος καὶ τά λοιπά πάντα. Τούτου οὐν τοῦ ἁπλῶς εἶναι, οὗ κοινῶς πάντα μετέχουσι,
10 σημαντικόν ἐστι τὸ τῆς οὐσίας ὄνομα. Τὸ δὲ τῆς φύσεως ὄνομα δηλωτικὸν τυγχάνει
τῆς ἁπλῶς τῶν ὄντων κινήσεως. Πάντα γὰρ ἐν κινήσει ὁρᾶται, καὶ οὐδέν ἔστιν
ἀκίνητον τῶν γεγονότων.
Οὐσίαν οὖν καλοῦσι, τὴν ἅπλῶς τῶν ὄντων ὕπαρξιν· φύσιν δὲ, αὐτὴν τὴν
ἁπλῶς τῶν ὄντων κίνησιν. Πεντάτροπος δὲ αὕτη· ἢ γὰρ νοερὰ τυγχάνει, ἢ λογικὴ,
15 ἢ αἰσθητικὴ, ἢ φυτικὴ, ἢ ἄψυχος. Καὶ νοερὰ μὲν, ὡς ἐπὶ τῶν ἀγγέλων, ἐξ αὐτῶν τῶν
νοημάτων ἀλλήλοις συγγινομένων· λογικὴ δὲ, ὡς ἐπὶ τῶν ἀνθρώπων, δι’ ὀνομάτων
καὶ ῥημάτων τὰ ἀφανῆ τῆς ψυχῆς κινήματα πρὸς τοὺς ἐκτὸς δημοσι] |73 εύουσα·
αἰσθητικὴ δὲ, ἡ ἐν τοῖς ἀλόγοις θεωρουμένη, πρὸς γὰρ τῇ θρεπτικῇ καὶ αὐξητικῇ
καὶ γεννητικῇ δυνάμει καὶ τὴν αἰσθητικὴν κέκτηται· φυτικὴ δὲ, ἡ ἐν τοῖς φυτοῖς,
20 κινοῦνται γὰρ καὶ αὐτὰ κατὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν·
ἄψυχος δὲ , καθὸ καὶ αὐτὰ κινοῦνται κατὰ τὸ ποιὸν καὶ τὸ ποῦ· καὶ κατὰ τὸ ποιὸν
μὲν, κατὰ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι, κατὰ τὸ ποῦ δὲ, κατὰ τὴν ἐκ τόπου εἰς
τόπον ἕτεροκίνητον μετάθεσιν. Εἴρηται δὲ καὶ τοῦτο τῆς φύσεως τὸ ὄνομα παρὰ τὸ
πεφυκέναι, ὥστε ταὐτὸν σημαίνει τὸ τῆς οὐσίας καὶ τῆς φύσεως ὄνομα· τὸ μὲν γὰρ
25 παρὰ τὸ εἶναι, τὸ δὲ παρὰ τὸ πεφυκέναι· ἀμφότερα γὰρ δηλοῦσι τὴν ὕπαρξιν. Οὐ
τὴν κίνησιν δὲ αὐτὴν καὶ τὴν ἠρεμίαν τῶν πραγμάτων, φύσιν εἰρήκασιν, ἀλλὰ τὴν
ἀρχὴν, τουτέστι τὴν αἰτίαν, καθ’ ἣν οὐ κατὰ συμβεβηκὸς, ἀλλ’ οὐσιωδῶς αἱ οὐσίαι
κινοῦνται καὶ ἠρεμοῦσιν. Καὶ αὕτη ἐστὶν ἡ τῶν ἔξω περὶ τῶν ὀνομάτων τούτων δόξα.
Ὁρίζονται δὲ τὴν μὲν οὐσίαν, πᾶν τὸ αὐθύπαρκτον καὶ μηδενὸς ἑτέρου πρὸς τὸ
30 εἶναι δεόμενον, τὴν φύσιν δὲ, ἀρχὴν τῆς ἑκάστου τῶν ὄντων κινήσεως.

Περὶ διαφορᾶς ὑποστάσεως καὶ προσώπου.

Ἡ μὲν οὐσία, αὐτὸ τὸ εἶναι μόνον δηλοῖ, |74 ὡς προείρηται, ἡ ὑπόστασις δὲ, οὐ
35 μόνον τὸ εἶναι, ἀλλὰ καὶ τὸ πῶς ἔχειν καὶ ὁποῖόν τι εἶναι παρίστησιν. Οἷον ὁμοῦ
πάντες οἱ ἄνθρωποι κοινὸν ἔχουσι τὸ εἶναι, καὶ γὰρ πάντες ὡσαύτως ζῶμεν καὶ
κινούμεθα καὶ ἐσμέν. Ἔχει δὲ ἕκαστος ἡμῶν ἴδιά τινα, οἷς τῶν ἄλλων χωρίζεται, οἷον Ac 17.28
πατρίδα, γένος, κλῆσιν, ἐπιτήδευμα, πράξεις, πάθη καὶ τὰ τοιαῦτα, ἃ καὶ συμβεβηκότα
καλοῦμεν. Ταῦτα οὖν ἅπαντα περὶ τὴν ὑπόστασιν θεωρεῖται καὶ τὸ αὐτὸ πρᾶγμα,
40 οἷον Παῦλος. Ὅταν τὸ εἶναι αὐτοῦ μόνον σκοπῆται, τότε οὐσία λέγεται, ὅταν δὲ
μετὰ τούτων τῶν προλελεγμένων, τότε καὶ ὑπόστασις. Τὸ οὖν αὐτὸ ὑποκείμενον,
καὶ οὐσία ἐστὶ καὶ ὑπόστασις· τὸ μέντοι τῆς οὐσίας ὄνομα, οὐ συμπαραλαμβάνει
πάντως καὶ τὴν ὑπόστασιν, τὸ δὲ τῆς ὑποστάσεως, πάντως ἔχει καὶ τὴν οὐσίαν.
Ὁριζόμεθα οὖν τὴν ὑπόστασιν οὕτως· ὑπόστασίς ἐστι πρᾶγμα ὑφεστώς τε καὶ
45 οὐσιῶδες, ἐν ᾦ τὸ τῶν συμβεβηκότων ἄθροισμα ὡς ἐν ἑνὶ ὑποκειμένῳ πράγματι καὶ
ἐνεργείᾳ ὑφέστηκεν.
74 | 77 Κεφάλαιον Ϛ´ 39

Πρόσωπον δέ ἐστιν, ὃ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων


περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ τὴν ἐμφάνειαν παρέχεται. Ἡ οὖν διὰ τῆς
ἐνεργείας ἐγγινομένη τινὸς ἡμῖν γνῶσις, |75 πρόσωπον τοῦτο αὐτὸ τὸ ἐνεργοῦν
καλεῖν ἡμᾶς ἐκδιδάσκει, οἷον Παῦλος ὁ ἀπόστολος, ὅτε ἐστὼς ἐπὶ τῶν ἀναβαθμῶν
5 κατέσεισε τῇ χειρὶ τῷ λαῷ, καὶ τὰ καθ’ ἑαυτὸν διηγήσατο, ἓν πρόσωπον, Ac 21.40
ἀποκεκριμένον τῶν λοιπῶν ἀνθρώπων ὄντα, ἡμῖν ἑαυτὸν διεδείκνυ. Ὁμοίως καὶ
Πέτρος, ὅτε τὸν ἐπενδύτην διεζώσατο καὶ εἰς τὴν θάλασσαν ἑαυτὸν βαλὼν εἰς
ἀπάντησιν ἤρχετο τοῦ Kυρίου. Ὥστε τὸ διὰ τῶν οἰκείων ἐνεργειῶν τῶν ὁμοουσίων Mt 14.29
διαιρούμενον, πρόσωπον καλεῖται. Δοκεῖ δὲ ταὐτὸν σημαίνειν τῇ ὑποστάσει, καὶ ἢ
10 μικρὸν, ἢ οῦδὲν διαλλάττειν. Καὶ ταῦτα μὲν κατὰ τοὺς ἔξω.
Οἱ δὲ τῆς ἐκκλησίας διδάσκαλοι τὴν περὶ τούτων ἐρεσχελίαν ἀποφυγόντες,
φύσιν καὶ οὐσίαν ταὐτὸν εἶναι διωρίσαντο, καὶ ὁμοίως ὑπόστασιν καὶ πρόσωπον.
Καὶ φύσιν μὲν, ἤγουν οὐσίαν, προσηγόρευσαν τὸ προσεχὲς καὶ πλησίον τῶν ἀτόμων,
ὅπερ ἰδικώτατον εἶδος οἰ ἔξω ἐκάλεσαν, οἷον τὸν ἄνθρωπον, τὸν ἵππον, τὸν βοῦν· τὰ
15 δὲ ἄτομα, τουτέστι τὸν Πέτρον, τὸν Παῦλον, τόνδε τὸν ἵππον, καὶ τόνδε τὸν βοῦν,
καὶ ἅπλῶς εἰπεῖν τοὺς καθ’ ἕκαστα, ὑποστάσεις καὶ πρόσωπα.

Ὅτι οἱ ἀρχαῖοι τὴν οὐσίαν τετραχῶς διεῖλον, ἐκ τῶν Ἠρακλειανοῦ.

20 Λέγονται, φασὶν, οὐσίαι αἱ ἀσώματοι, λέγεται καὶ ἡ ὕλη οὐσία, ὁμοίως δὲ καὶ τὸ
εἶδος, |76 ἀλλὰ καὶ τὸ συναμφότερον, τὸ ἐξ ὕλης φημὶ καὶ εἴδους· καὶ τὴν μὲν ὡς εἶδος
οὐσίαν, εἰς ταὐτὸν ἔρχεσθαι τῇ φύσει, τὴν δὲ ὡς ἀσώματον ἢ ὡς τὸ συναμφότερον.
Εἰ μὲν μετὰ τῶν ἰδιωμάτων νοοῖτο, ὅπερ ἐστί τι ἀσώματον καί τι συναμφότερον, ἃ
καὶ ἄτομα λέγομεν, τοῦτό ἐστιν ἡ ὑπόστασις· εἰ δέ τι, ἢ ὡς συναμφότερον καθόλου
25 νοοῖτο, ἢ ὡς ὕλη, ἢ ὡς λέγονται αἱ ἀσώματοι οὐσίαι καθόλου, τοῦτο οὔτε φύσιν οὔτε
ὑπόστασιν, ἀλλ’ αὐτὸ τοῦτο οὐσίαν.
Παράδειγμα δέ σοι τῶν εἰρημένων ἔστω τι τῶν δένδρων, εἰ βούλῃ δρῦς· αὕτη
καθ’ ὅσον μὲν ἐν τῷδε τῷ τόπῳ, καὶ εἰς τοσόνδε ὕψος ἠρμένη, καὶ τὴν ἕξιν τοιάδε,
καὶ συνελόντι φάναι κατὰ τὰ λοιπὰ ἰδιώματα, ὑπόστασίς ἐστι. Καθὸ μέντοι τοῖς
30 τέτρασι στοιχείοις τοῖς εἰς τὴν γένεσιν αὐτῆς παραληφθεῖσιν τοιόνδε εἶδος ἐπελθὸν
ἐποίησεν αὐτὸ δρῦν εἶναί τε καὶ λέγεσθαι, κατὰ τοῦτο δὴ τὸ εἶδος λέγεται φύσις
εἴναι, οὔτε δὲ κατὰ τὴν ὕλην, τουτέστι τὰ στοιχεῖα, οὐτε κατὰ τὴν καθόλου δρῦν,
καθ’ ἣν πᾶσαί τε κοινωνοῦσιν ἀλλήλαις καὶ καλοῦνται δρύες, ἢ φύσις ἢ ὑπόστασις
λέγεται, ἀλλ’ αὐτὸ τοῦτο μόνον οὐσία.
35 Ἐκ δὲ τούτων φανερόν ἐστί σοι καὶ ἐπὶ τῶν προκειμένων καὶ ζητουμένων
δογμάτων, πῶς τε τὴν οὐσίαν καὶ τὴν φύσιν καὶ τὴν |77 ὑπόστασιν ἐκδέχεσθαι χρή.
Ταύτῃ γὰρ καὶ οἱ ἐν Νικαίᾳ πατέρες ἀκολουθήσαντες τῇ ἐννοίᾳ, τὴν μίαν οὐσίαν
ἐπὶ τῆς καθόλου, τὴν δ᾽ ὑπόστασιν ἐπὶ τῆς μερικῆς καὶ ἀτόμου ἐδέξαντο. Φύσιν γὰρ
ὅλως ἐπὶ Θεοῦ παρακεκινδυνευμένον λέγειν· ἐῶ γὰρ τὸ περὶ οὐσίας λέγειν τὰ νῦν.
40

Ὅτι οἱ αἱρετικοὶ μίαν φύσιν λέγοντες, οὐ λέγουσι καὶ μίαν οὐσίαν.

Καὶ ἄκουσον Σευήρου τοῦ Ἕλληνος ἐν τῷ κατὰ τοῦ Καισαρέως γραμματικοῦ Ὅτι οἱ αἱρετικοὶ
βιβλίῳ α´ κεφαλαίῳ α´ οὕτω λέγοντος· Οὐκ ἂν τὸ ἓν τῇ φύσει καὶ τῇ ὑποστάσει ταὐτὸν φύσιν καὶ ὑπό-
45 τῇ οὐσίᾳ κακούργως νοῶν, μῶμον τὸν οὐκ ὄντα τῶν ὑγιῶς γραψάντων κατέγραφες. στασιν λέγοντες,
Εἰ μὲν οὖν μίαν φύσιν λέγοντες, μίαν καὶ οὐσίαν ὡμολόγουν ἐπὶ τοῦ Kυρίου, ἴσως ἂν οὐσίαν καὶ ὑπό-
δικαίως ἡμῖν τὴν ἀπορίαν ταύτην προέφερον. Ἐπειδὴ δὲ μίαν φύσιν ὁμολογοῦντες, στασον οὐ λέγουσι
δύο οὐσίας ἀξιοῦσιν ἐπὶ τοῦ Κυρίου λέγειν, πῶς οὐκ ἄν τις δικαίως αὐτοῖς ὑπὲρ ταὐτόν.
77 | 80 Κεφάλαιον Ϛ´ 40

τῆς τοιαύτης ἀπορίας ἐνίσταιτο λέγων· τί δήποτε τὸν ἄνθρωπον μίαν οὐσίαν
λέγοντες, καίτοι ἐκ ψυχῆς καὶ σώματος συγκείμενον, δύο οὐσιῶν καὶ φάσκοντες τὸν
αὐτὸν εἶναι τρόπον τῆς συνθέσεως ἐπὶ τῆς τοῦ Κυρίου οἰκονομίας, ὅνπερ ἐπὶ τοῦ
ἀνθρώπου φαμὲν, οὐχὶ καὶ οὐσίαν μίαν ἐπὶ τοῦ Κυρίου εἶναι ὁμολογοῦσιν; Περὶ μὲν
5 γὰρ τῆς οὐσίας, ὅτι ἡ πρώτη καὶ κυριω |78 τάτη καὶ μάλιστά ἐστιν ἡ ἄτομος, ἀξιοῦσιν
ὁμολογεῖν. Περὶ δὲ τῆς φύσεως οὐδὲ οἱ ἐκ τοῦ περιπάτου ταῦτα παραδιδόασιν, ἴσως
καὶ αὐτὸ τῆς φύσεως καὶ τῆς οὐσίας τὸ ὄνομα διαφοράν τινα ἔχειν πρὸς ἄλληλα
κρίναντες.
Ἰστέον ὡς οἱ ἐν Χαλκηδόνι ἅγιοι πατέρες, τοῖς ἐν Νικαίᾳ πατράσιν
10 ἀκολουθήσαντες, εἶπαν φύσιν καὶ οὐσίαν ταὐτὸν εἶναι, ἕτερον δὲ παρὰ τὴν φύσιν
τὸ ἄτομον καὶ τὴν ὑπόστασιν, καὶ οὐχὶ τοῖς ἔξω φιλοσόφοις, οἵτινες μίαν οὐσίαν τὴν
πρώτην εἶναι λέγουσιν τὸ ἄτομον, οὐ πρώτην δὲ φύσιν τὸ ἄτομον, ἀλλ’ οὐδὲ ταὐτὸν
φύσιν καὶ οὐσίαν.
Οἱ δὲ αἱρετικοί, οἱ Εὐτυχοῦς καὶ Σευήρου τοῦ Ἕλληνος μαθηταὶ, οὐδὲ τοῖς
15 ἁγίοις πατράσιν ἀκολουθοῦσιν, λέγουσιν οὐσίαν καὶ φύσιν ταὐτὸν εἶναι, ἕτερον δὲ
παρὰ ταῦτα τὸ ἄτομον καὶ τὴν ὑπόστασιν· οὐδὲ τοῖς ἔξω φιλοσόφοις πρώτην καὶ
κυριώτατα οὐσίαν, τὸ ἄτομον καλοῦσιν, οὐ πρώτην δὲ φύσιν. Οἱ γὰρ τοῦ Σευήρου,
ὡς εἴρηται, ταὐτὸν λέγοντες φύσιν καὶ ὑπόστασιν καὶ ἄτομον, οὐσίαν καὶ ὑπόστασιν
καὶ ἄτομον ταὐτὸν εἰπεῖν οὐκ ἀνέχονται, ὥσπερ οἱ τῶν Ἑλλήνων σοφοὶ, ἀλλ’ οὐδὲ
20 ὡς οἱ πατέρες εἰρήκασιν.

Ἐκ τῶν Παμφίλου.

Φησὶν ὁ Ἀριστοτέλης, Οὐσία ἐστὶν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη,
25 ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ ἐστίν. |79 Κυριώτατα δὲ Cat. 5
εἶπεν, διότι κυρίως λέγεται καὶ οὐ κατὰ μεταφοράν. Τὸ δὲ πρώτως δηλοῖ, ὅτι οὐ διὰ
μέσου τινὸς ἡμῖν νοεῖται, ἀλλὰ πρώτως αὐτὴν γινώσκομεν. Διὰ δὲ τοῦ εἰπεῖν μάλιστα
λεγομένη, τὴν τῶν πολλῶν δόξαν ἐσήμανεν. Ἐν γὰρ τοῖς τελειοτέροις αὐτοῦ λόγοις,
οὐ τὴν ἄτομον καὶ μερικὴν λέγει πρώτην οὐσίαν, ἀλλὰ τὴν καθόλου, τουτέστι τὰ
30 γένη καὶ τὰ εἴδη. Ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστι, διότι συμβεβηκὸς οὐχ ὑπάρχει· τὰ γὰρ
συμβεβηκότα, ὡς ἐν τῇ οὐσία θεωρούμενα, ἐν ὑποκειμένῳ λέγεται. Τὸ δὲ μηδὲ καθ’
ὑποκειμένου τινὸς εἶναι σημαίνει ὅτι οὐ κατηγορεῖται κατά τινος, οὔτε ὑποδιαιρεῖται
εἰς ἑτέραν οὐσίαν, μερικὴ οὖσα καὶ ἄτομος.

35 Περὶ διαφορᾶς οὐσίας καὶ φύσεως.

Οἱ μὲν ἔξω φιλόσοφοι, ἕτερον εἶπαν τὸ τῆς οὐσίας σημαινόμενον, ἕτερον δὲ τὸ


τῆς φύσεως, καθὼς οἱ παρ’ αὐτῶν ἀποδοθέντες ὅροι δηλοῦσιν. Οἱ δὲ τῆς ἐκκλησίας
διδάσκαλοι ἀδιαφόρως τοῖς ὀνόμασιν ἐχρήσαντο. Ὅθεν καὶ ἡμεῖς, τούτοις ἑπόμενοι,
40 περὶ τὴν ὀνομασίαν αὐτῶν ἀδιαφοροῦμεν, ἐν τοῖς περὶ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ θείοις δόγμασι τὴν αὐτὴν οὐσίαν καὶ φύσιν ὀνομάζοντες. Tit 2.13
Καθ’ ἑτέραν δὲ ἐπίνοιαν, ἀκριβέστερον τὸν περὶ τούτων γυμνάζοντες λόγον,
καὶ δια |80 φορὰν τούτων εἰπεῖν δυνάμεθα. Τὸ μὲν γὰρ τῆς φύσεως ὄνομα φερόμενον
εὑρίσκομεν καταχρηστικῶς κατά τε ἀνυποστάτων καὶ κατὰ τῶν ἐν οὐσίᾳ καὶ
45 ὑποστάσει ἰδίᾳ θεωρουμένων· τὸ δὲ τῆς οὐσίας ὄνομα κατὰ ἐνυποστάτων καὶ
μόνον. Οὐσίαν γὰρ οὐκ ἂν εἴποιμεν ἀνυπόστατον. Φύσεις δὲ πολλὰς εὑρίσκομεν
ἀνυποστάτους, καθ’ ἑαυτὰς δίχα οὐσίας μηδέποτε ὑφεστώσας, ὡς θυμοῦ καὶ ἀγάπης
καὶ χρόνου καὶ ψεύδους <καὶ ἄλλων τινῶν. Χρόνου γὰρ καὶ ψεύδους> καὶ λόγου
80 | 82 Κεφάλαιον Ϛ´ 41

φύσιν ὀνομάζων, ὁ μέγας Βασίλειός φησιν ἐν τοῖς πρὸς Εὐνόμιον· Πολλοῦ γὰρ ἂν
ἄξιον ἦν τὰ ψεύδη λέγειν, εἴπερ ἡ φύσις τοῦ ψεύδους τοῖς λεγομένοις συνδιεφθείρετο· PG29.521B
ἀλλ’ οὐκ ἔχον ἐστὶ φύσιν τοῦτό γε. Καὶ πάλιν· Ἐπεί τοι καὶ ἀφορίσασθαι ἡμῖν τοῦ
χρόνου τὴν φύσιν ὁ σοφὸς τὰ πάντα προήχθη. Καὶ πάλιν ὁ αὐτός· Καὶ γὰρ ὁλκὸς μὲν PG29.557C
5 ὕδατος δείκνυσιν τὴν οἰκείαν πηγὴν, λόγου δὲ φύσις τὴν προενέγκασαν καρδίαν. PG32.569C

Περὶ τῆς ὑποστάσεως τοῦ Χριστοῦ, ὁμοίως ἐκ τῶν Παμφίλου.

Τὴν μίαν ὑπόστασιν, ἣν ἐπὶ τοῦ δεσπότου Χριστοῦ δοξάζειν οἱ τῆς ἐκκλησίας
10 διδάσκαλοι παρέδωκαν ἡμῖν, πότερον οὐσίαν ὀνομάζειν δεῖ ἢ συμβεβηκός.
Ἐκ τῶν ἀνωτέρω λεχθέντων περὶ οὐσίας καὶ ὑποστάσεως δυνάμεθα τὴν λύσιν
εὑρεῖν |81 τοῦ προκειμένου ζητήματος. Εἰρήκαμεν γὰρ τὴν μὲν οὐσίαν, τὴν ὕπαρξιν
ἑκάστου πράγματος σημαίνειν, τὴν δὲ ὑπόστασιν, τὴν πληθὺν τῶν χαρακτηριστικῶν
ἰδιωμάτων. Καὶ πάλιν ἐδείξαμεν, ὡς ἡ μὲν οὐσία τὴν κοινὴν φύσιν τῶν ἀτόμων
15 τὴν χωρὶς τῶν ἰδιωμάτων οὖσαν τῶν ἀφοριζόντων τὰς ὑποστάσεις σημαίνει, ἡ δὲ
ὑπόστασις τὸ ἴδιον καὶ τὸ ἄτομον τοῖς ἰδιώμασιν ἀφορίζει. Ἡ οὖν οὐσία τὸ κοινὸν
σημαίνει, ἡ δὲ ὑπόστασις τὸ ἰδικόν. Οὐκ ἔστι δὲ ταὐτὸν τὸ ἰδικὸν τῷ κοινῷ· οὐκ ἔστιν
ἄρα ταὐτὸν ἡ οὐσία τῇ ὑποστάσει· καὶ διὰ τοῦτο οὐκ ὀφείλομεν τὴν ὑπόστασιν τὴν
κατὰ Χριστὸν ὡς ὑπόστασιν ἁπλῶς οὐσίαν εἰπεῖν. Καὶ πάλιν εἰ τὴν ὑπόστασιν τοῦ
20 Χριστοῦ, σύνθετον οὖσαν, οὐσίαν προσαγορεύσομεν, ἀνάγκη καὶ αὐτὴν σύνθετον
καὶ ἄτομον ὑποθέσθαι. Καὶ εἰ τοῦτο, πῶς τὸ ἀσύγχυτον καὶ ἄτρεπτον τῶν φύσεων,
ἐξ ὧν ἠ θεία καὶ ὑπερφυὴς ἔνωσις γεγένηται, πεφύλακται; Πῶς δὲ ἡ αὐτὴ φύσις,
ἤγουν οὐσία, κτιστὴ καὶ ἅκτιστος, ζωοποιὸς καὶ ζωοποιουμένη, καὶ ὁμοούσιος τῷ
θεῷ καὶ Πατρὶ ἡ αὐτὴ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα
25 δύναται εἶναι;
Διὰ ταῦτα μὲν οὖν καὶ τὰ ἀνωτέρω εἰρημένα περὶ τοῦ μὴ δεῖν οὐσίαν σύνθετον ἐπὶ
τοῦ δεσπότου Χριστοῦ δοξάζειν, τὴν ὑπόστασιν <οὐκ οὐσίαν ἁπλῶς ὡς ὑπόστασιν>
λέγειν προσήκει, συμβεβηκὸς δὲ πολλοῦ γε καὶ δεῖ διὰ |82 τὸ ὑπερτελές τε καὶ ἄϋλον
καὶ ὑπερκείμενον πάσης νοητῆς τε καὶ αἰσθητῆς ὑπάρξεως τῆς θείας καὶ μακαρίας
30 φύσεως.
Ἐπεὶ οὖν οὔτε οὐσίαν ἅπλῶς, οὔτε συμβεβηκὸς λέγειν αὐτὴν ὀφείλομεν, ὅ τί
ποτε χρὴ τὸ δηλούμενον ὀνομάζειν, ἢ τὸ ἀποτέλεσμα τῶν ἑνωθεισῶν δύο φύσεων,
ἤγουν οὐσιῶν, μετὰ τῶν ἰδιωμάτων αὐτῶν, θεότητός τέ φημι καὶ ἄνθρωπότητος,
ὡς εἶναι τὴν κατὰ Χριστὸν ὑπόστασιν πρᾶγμα σύνθετον ἐνούσιον, ἢ ἄτομον ἐν δύο
35 φύσεσι γνωριζόμενον.

40

45

2 : <καὶ ἄλλων... ψεύδους> : om. A (homeoteleuton).


28 : <οὐκ οὐσίαν... ὑπόστασιν> : om. A (homeoteleuton).
82 | 84 Κεφάλαιον Ζ´. 42

Κεφάλαιον Ζ´.

Ὅτι Θεὸς ἅμα καὶ ἄνθρωπος ὁ Χριστὸς, καὶ περὶ τοῦ τρόπου τῆς οἰκονομίας,
ὅπως οἱ πατέρες παρέδωκαν.
5

§1 Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα προσφωνητικοῦ. PG76.1157A

Τὸν τοῦ Θεοῦ μεσίτην καὶ ἀνθρώπων, κατὰ τὰς Γραφὰς, συγκεῖσθαί φαμεν ἔκ 1Tim 2.5
τε τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος, τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ
10 πεφηνότος κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ Μονογενοῦς. Διαβεβαιούμεθα δὲ σύνοδόν
τινα, καὶ τὴν ὑπὲρ λόγον συνδρομὴν, εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων πεπρᾶχθαι
φύσεων. Ἕνα δ’ οὖν ὅμως Χριστὸν, καὶ Κύριον, καὶ Υἱὸν ἐπιγινώσκομεν, ἐν ταὐτῷ καὶ
ὑπάρχοντα καὶ νοούμενον Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. Ἀδιάσπαστόν τε παντελῶς
τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα, τὸν αὐτὸν εἶναι πιστεύοντες Μονογενῆ καὶ
15 πρωτότοκον· |83 Μονογενῆ μὲν, ὡς ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ
πεφηνότα· πρωτότοκον δ’ αὖ, καθὸ γέγονεν ἄνθρωπος, καὶ ἐν πολλοῖς ἀδελφοῖς. Ro 8.29

§2 Καὶ μετ’ ὀλίγα· PG76.1168B

20 Γεγέννηται γὰρ κατ᾽ ἀλήθειαν ἐκ γυναικὸς, καὶ πέφηνεν ἄνθρωπος, ὁ ζῶν καὶ Gal 4.4
συνυπάρχων, καὶ συναΐδιος τῷ Πατρὶ Θεὸς Λόγος, ὁ μορφὴν δούλου λαβών· καὶ Phil 2.7
ἔστιν ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος· οὐκ ἐκ μόνης
θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ Υἱὸν καὶ Κύριον συγκείμενος, ἀλλ’ ἐκ δυοῖν
τέλειον, ἀνθρωπότητος δὴ λέγω καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως
25 συνδούμενος.

[Σχόλιον.]
Ἰστέον ὡς ταῦτα καὶ ἐν τοῖς πρὸς Ἑρμείαν αὐταῖς αὐτῷ λέξεσιν εἴρηται, ἐν οἷς
ἐπέγραψεν περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς, καὶ ὅτι Χριστὸς εἷς καὶ
30 Κύριος κατὰ τὰς Γραφάς.

§3 Καὶ μεθ᾽ ἑτέρα· PG76.1200B

Πανταχόθεν οὖν ἄρα συνωθούμενοι πρὸς ἀλήθειαν, καὶ τὸ τοῖς ἱεροῖς δόγμασι
35 δοκοῦν ἰχνηλατεῖν εὖ μαλα σπουδάζοντες, καὶ ταῖς τῶν πατέρων ἑπόμενοι δόξαις,
τὸν ἐκ ῥίζης Ἰεσσαὶ, τὸν ἐκ στέρματος Δαυῒδ, τὸν ἐκ γυναικὸς κατὰ σάρκα, τὸν μεθ’
ἡμῶν ὑπὸ νόμον ὡς ἄνθρωπον, καὶ ὑπὲρ ἡμᾶς, ὑπέρ νόμον ὡς θεὸν, τὸν δι’ ἡμᾶς τε,
καὶ μεθ’ ἡμῶν ἐν νεκροῖς, τὸν ὑπὲρ ἡμᾶς δι’ ἑαυτὸν ζωοποιὸν, καὶ ζωὴν, Υἱὸν εἶναι
τοῦ Θεοῦ κατὰ ἀλήθειαν πιστεύομεν· οὔτε |84 ψιλοῦντες θεότητος τὸ ἀνθρώπινον,
40 οὔτε μὴν ἀνθρωπότητος ἀπαμφιεννύντες τὸν Λόγον μετὰ τὴν ἄφραστόν τε
καὶ ἀπόρρητον ἕνωσιν, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦντες Χριστὸν, ἐκ δυοῖν
πραγμάτοιν εἰς ἕν τι ἐξ ἀμφοῖν ἀρρήτως ἐκπεφηνότα, καθ’ ἕνωσιν δηλονότι τὴν
ἀνωτάτω, καὶ οὐ φύσεως παρατροπήν.

45 §4 Τοῦ αὐτοῦ πρὸς Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας.

Λέγοντες δὲ Θεὸν παθητὸν, τουτέστι τὸν Χριστὸν, ὁμολογοῦμεν αὐτὸν οὐ τούτῳ


παθόντα ᾧ ἦν, ἀλλ’ ᾧ γέγονεν, τουτέστι τῇ οἰκείᾳ σαρκί. Καὶ οὕτω κηρύττοντες,

24 : Χριστόν : Θεόν A.
84 | 87 Κεφάλαιον Ζ´. 43

οὐδ’ ὅλως σφαλλόμεθα, ἐπείπερ καὶ τὸν ἕνα τῆς Τριάδος κατὰ σάρκα ἐσταυρῶσθαι
ὁμολογοῦμεν, καὶ θεότητα παθητὴν οὐ συκοφαντοῦμεν.

§5 Πρόκλου Κωνσταντινουπόλεως. PG65.842C


5

Οὗτος γὰρ ἀληθῶς Θεὸς καὶ ἀψευδῶς ἄνθρωπος, τῷ Πατρὶ καθ’ ὃ ἦν ὁμοούσιος
καὶ ἐμοὶ καθ’ ὃ γέγονεν ἄνευ ἁμαρτίας ὁμόφυλος, ἡ θεία φύσις ἄκτιστος καὶ ἡ ἐξ
ἐμοῦ πρόσληψις ἀνόθευτος. Καὶ ἔστιν εἷς Υἱὸς, οὐ τῶν φύσεων εἰς δύο ὑποστάσεις
διαιρουμένων, ἀλλὰ τῆς φρικτῆς οἰκονομίας τὰς δύο φύσεις εἰς μίαν ὑπόστασιν
10 ἑνωσάσης· ἔστιν εἷς Υἱὸς, κἂν αἱρετικοὶ διαρρήγνυνται, κἂν Ἰουδαῖοι μαίνωνται, κἂν
Ἕλληνες διασπαράσσωνται.

§6 Ἀμβροσίου ἐκ τῆς πίστεως περὶ τῆς θείας ἐνανθρωπήσεως. PL16.847A

15 Ὁμολογοῦμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ |85 Θεοῦ τὸν
μονογενῆ, πρὸ πάντων μὲν τῶν αἰώνων ἀνάρχως ἐκ Πατρὸς γεννηθέντα κατὰ τὴν
θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν ἐκ τῆς ἁγίας Παρθένου Μαρίας τὸν αὐτὸν
σαρκωθέντα καὶ τέλειον ἄνθρωπον ἐκ ψυχῆς λογικῆς καὶ σώματος ἀνειληφότα,
ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα·
20 δύο γὰρ φύσεων ἕνωσις γεγένηται ἀφράστως.
Διὸ ἕνα Χριστὸν, ἕνα Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ
τὸν μονογενῆ ὁμολογοῦμεν, εἰδότες ὅτιπερ συναΐδιος ὑπάρχων τῷ ἑαυτοῦ Πατρὶ
κατὰ τὴν θεότητα, καθ’ ἣν καὶ πάντων ὑπάρχει δημιουργὸς, κατηξίωσεν μετὰ τὴν
συγκατάθεσιν τῆς ἁγίας Παρθένου, ἡνίκα εἴρηκεν πρὸς τὸν ἄγγελον, Ἰδοὺ ἡ δούλη
25 Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, ἀπορρήτως ἑαυτῷ ἐξ αὐτῆς οἰκοδομῆσαι ναὸν Lk 1.38
καὶ τοῦτον ἑνῶσαι ἑαυτῷ ἐξ αὐτῆς συλλήψεως· οὐ συναΐδιον ἐκ τῆς αὐτοῦ οὐσίας
ἀνθρώπινον ἐπιφερόμενος σῶμα, ἀλλ’ ἐκ τοῦ φυράματος τῆς ἡμέτερας οὐσίας,
τουτέστιν ἐκ τῆς Παρθένου τοῦτο εἰληφὼς καὶ ἑαυτῷ ἑνώσας. Οὐχὶ ὁ Θεὸς Λόγος
εἰς σάρκα τραπεὶς, οὔτε μὴν φάντασμα φανεὶς, ἀλλ’ ἀτρέπτως, ἀναλλοιώτως τὴν
30 ἑαυτοῦ φυλάττων οὐσίαν, τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμέτερας εἰληφὼς, ἑαυτῷ |86
ἥνωσεν.
Οὐκ ἀρχὴν ὁ Θεὸς Λόγος ἐκ τῆς Παρθένου εἰληφὼς, ἀλλὰ συναΐδιος τῷ
ἑαυτοῦ Πατρὶ ὑπάρχων, τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῷ διὰ πολλὴν
ἀγαθότητα ἑνῶσαι κατηξίωσεν· οὐ κραθεὶς, ἀλλ’ ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ ὁ
35 αὐτὸς φανεὶς, κατὰ τὸ γεγραμμένον, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις
ἐγερῶ αὐτόν. Λύεται γὰρ Χριστὸς Ἰησοῦς κατὰ τὴν ἐμὴν οὐσίαν, ἣν ἔλαβεν, καὶ Jn 2.19
λελυμένον ἐγείρει τὸν ἴδιον ναὸν ὁ αὐτὸς κατὰ τὴν θείαν αὐτοῦ οὐσίαν, καθ’ ἣν καὶ
πάντων ὑπάρχει δημιουργός.
Οὐδέποτε δὲ μετὰ τὴν ἕνωσιν τῆς ἡμετέρας φύσεως, ἣν ἐξ αὐτῆς τῆς συλλήψεως
40 ἑαυτῷ ἑνῶσαι κατηξίωσεν, ἀποστὰς τοῦ ἰδίου ναοῦ, ἢ ἀποστῆναι διὰ τὴν ἄφατον
αὐτοῦ φιλανθρωπίαν δυνάμενος, ἀλλ’ ἔστιν ὁ αὐτὸς Κύριος Ἰησοῦς Χριστὸς, καὶ
<παθητὸς καὶ ἀπαθὴς>, παθητὸς κατὰ τὴν ἀνθρωπότητα, καὶ ἀπαθὴς διὰ τὴν
θεότητα· Ἴδετε γὰρ, ἴδετε, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. Dt 32.39; Mal 3.6
Ἐγείρας τοιγαροῦν τὸν ἑαυτοῦ ναὸν ὁ Θεὸς Λόγος, καὶ ἐν αὐτῷ τῆς φύσεως
45 ἡμῶν ἀνάστασιν καὶ ἀνανέωσιν ἐργασάμενος, καὶ ταύτην μετὰ τὴν ἐκ νεκρῶν
ἀνάστασιν τοῖς ἑαυτοῦ δείξας μαθηταῖς ἔλεγε, Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα
σάρκα καὶ ὀστᾶ οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Οὐκ εἶπεν κα |87 θὼς ἐμὲ Lk 24.39
θεωρεῖτε ὄντα, ἀλλ’ ἔχοντα, ἵνα καὶ τὸν ἔχοντα καὶ τὸν ἐχόμενον κατανοήσας, οὐ

11 : διασπράσσωνται : διασπράσσονται A.
42 : <παθητὸς καὶ ἀπαθὴς> : om. A (homeoteleuton).
87 | 89 44

κρᾶσιν, οὐ τροπὴν, οὐκ ἀλλοίωσιν, ἀλλ’ ἕνωσιν ἄφραστον γεγενημένην ἐπίδῃς.


Διὰ τοῦτο καὶ τοὺς τύπους τῶν ἥλων καὶ τὴν νύξιν τῆς λόγχης ὑπέδειξεν, καὶ Lk 24.39
ἔμπροσθεν τῶν μαθητῶν αὐτοῦ ἔφαγεν, ἵνα διὰ πάντων τὴν ἀνάστασιν τῆς ἡμετέρας Lk 24.43
φύσεως ἐν αὐτῷ ἀναθεωθεῖσαν πιστώσηται αὐτούς. Καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς
5 θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος, ἀπαθὴς, ἀθάνατος, ἀνενδεὴς φανερωθεὶς,
πάντα τά πάθη εἴασεν ἐπενεχῆναι τῷ ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει.

§7 Γρηγορίου Ναζιανζοῦ ἐκ τῶν πρὸς Κληδόνιον, PG37.177C


ἅτινα προεκομίσθη καὶ ἐν τῇ κατ’ Ἔφεσον ἁγίᾳ συνόδῳ κατὰ Νεστορίου.
10
Εἴ τις οὐ Θεοτόκον τὴν Μαρίαν ὑπολαμβάνοι, χωρίς ἐστι τῆς θεότητος.
Εἴ τις ὡς διὰ σωλῆνος τῆς Παρθένου δραμεῖν, ἀλλὰ μὴ ἐν αὐτῇ διαπεπλάσθαι
λέγει, θεϊκῶς μὲν, ὅτι χωρὶς ἀνδρὸς, ἀνθρωπικῶς δὲ, νόμῳ κυήσεως, ἄθεος.
Εἴ τις διαπεπλάσθαι τὸν ἄνθρωπον, εἴθ’ ὑποδεδυκέναι λέγει Θεὸν, κατάκριτος.
15 Οὐ γέννησις γὰρ Θεοῦ τοῦτό ἐστιν, ἀλλὰ φυγὴ γεννήσεως.
Εἴ τις εἰσάγει δύο Υἱοὺς, |88 ἕνα μὲν τὸν ἐκ Θεοῦ Πατρὸς, δεύτερον δὲ τὸν ἐκ
μητρὸς, ἀλλ’ οὐχ ἕνα καὶ τὸν αὐτὸν, καὶ τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης
τοῖς πιστεύουσιν. Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα·
υἱοὶ δὲ οὐ δύο, οὐδὲ θεοί. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὀ Παῦλος
20 τὸ ἐντὸς τοῦ ἀνθρώπου, καὶ τὸ ἐκτὸς προσηγόρευσεν. Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, 2Cor 4.16; Eph 3.16
ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Σωτὴρ, εἴπερ μὴ ταὐτὸν τὸ ὁρατὸν τῷ ἀοράτῳ, καὶ τὸ
ἄχρονον τῷ ὑπὸ χρόνον, οὐκ ἄλλος δὲ καὶ ἄλλος· μὴ γένοιτο. Τὰ γὰρ ἀμφότερα ἐν
τῇ συγκράσει, Θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος, ἢ ὅπως ἄν τις
ὀνομάσειεν. Λέγω δὲ ἄλλο καὶ ἄλλο ἔμπαλιν ἢ ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ
25 ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο δὲ καὶ ἄλλο, ἓν γὰρ
τὰ τρία, καὶ ταὐτὸν τῇ θεότητι.
Εἴ τις, ὡς ἐν προφήτῃ, λέγει κατὰ χάριν ἐνηργηκέναι, ἀλλὰ μὴ κατ’ οὐσίαν
συνῆφθαί τε καὶ συναναπέπλασθαι, εἴη κενὸς τῆς κρείττονος ἐνεργείας, μᾶλλον δὲ
πλήρης τῆς ἐναντίας.
30 Εἴ τις μὴ προσκυνεῖ τὸν ἐσταυρωμένον, ἀνάθεμα ἔστω, καὶ τετάχθω μετὰ τῶν
θεοκτόνων.
Εἴ τις ἐξ ἔργων τετελειωμένον, ἢ μετὰ τὸ βάπτισμα, ἢ μετὰ τὴν ἐκ νεκρῶν ἀ
|89 νάστασιν υἱοθεσίας ἠξιῶσθαι λέγοι, καθάπερ οὖν Ἕλληνες παρεγγράπτους
εἰσάγουσιν, ἀνάθεμα ἔστω. Τὸ γὰρ ἠργμένον, ἢ προκόπτον, ἢ τελειούμενον, οὐ
35 Θεὸς, κἂν διὰ τὴν κατὰ μικρὸν ἀνάδειξιν οὕτω λέγηται.

§8 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ θεοφάνια λόγου. PG36.328C

Ἀπεστάλη μὲν, ἀλλ’ ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν· ἐπεὶ καὶ ἐκοπίασεν, καὶ
40 ἐπείνησεν, καὶ ἐδίψησεν, καὶ ἠγωνίασεν, καὶ ἐδάκρυσεν, νόμῳ σώματος· εἰ δὲ καὶ ὡς
Θεὸς, τί τοῦτο; Τὴν εὐδοκίαν τοῦ Πατρὸς, ἀποστολὴν εἶναι νόμισον, ἐφ᾽ ὃν ἀναφέρει
τὰ ἑαυτοῦ, καὶ ὡς ἀρχὴν τιμῶν ἄχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Ἐπεὶ καὶ
παραδεδόσθαι λέγεται, ἀλλὰ καὶ ἑαυτὸν παραδεδωκέναι γέγραπται· καὶ ἐγηγέρθαι
παρὰ τοῦ Πατρὸς, καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστακέναι, καὶ ἀνεληλυθέναι
45 πάλιν· ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας.

15 : ὑποδεδυκέναι : ὑποδεδοικέναι A. 23 : τῷ : τὸ A. 36 : λέγηται : λέγεται A.


89 | 91 45

§9 Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀπολιναρίου α´ λόγου. PG26.1105B

Ἀλλ’ ὁ ὢν φύσει Θεὸς γεννᾶται ἄνθρωπος, ἵνα εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ
πάντα, φυσικὴν καὶ ἀληθεστάτην γέννησιν ἐπιδειξάμενος.
5

§ 10 Γρηγορίου Νύσσης ἐκ τοῦ κατηχητικοῦ λόγου. PG45.41B

Ἀλλὰ μικρὸν, φησὶ, καὶ εὐπερίγραπτον ἡ ἀνθρωπίνη φύσις· ἄπειρον δὲ ἡ θεότης.


Καὶ πῶς ἂν περιληφθείη τῷ ἀτόμῳ τὸ ἄπειρον; Καὶ τί τοῦτό φησιν, ὅτι τῇ περιγραφῇ
10 τῆς σαρκὸς καθάπερ ἐν ἀγγείῳ τινὶ ἡ ἀπειρία τῆς |90 θεότητος περιελήφθη; Οὔτε
γὰρ ἐπὶ τῆς ἡμετέρας ζωῆς ἐντος κατακλείεται τῶν τῆς σαρκὸς ὅρων ἡ νοερὰ φύσις.
Ἀλλ’ ὁ μὲν ὄγκος ἐν τοῖς οἰκείοις μέρεσι περιγράφεται, ἡ ψυχὴ δὲ τοῖς τῆς διανοίας
κινήμασιν πάσῃ κατ’ ἐξουσίαν ἐφαπλοῦται τῇ κτίσει, καὶ μέχρις οὐρανῶν ἀνιοῦσα,
καὶ τῶν ἀβύσσων ἐπιβατεύουσα, καὶ τῷ πλάτει τῆς οἰκουμένης ἐπερχομένη, καὶ
15 πρὸς τὰ καταχθόνια διὰ τῆς πολυπραγμοσύνης εἰσδύνουσα, πολλάκις δὲ καὶ τῶν
οὐρανίων θαυμάτων ἐν περινοίᾳ γίνεται, οὐδὲν βαρυνομένη τῷ ἐφολκίῳ τοῦ
σώματος. Εἰ δὲ ἀνθρώπου ψυχὴ κατὰ τὴν τῆς φύσεως ἀνάγκην, συγκεκραμένη
τῷ σώματι πανταχοῦ κατ’ ἐξουσίαν γίνεται, τίς ἀνάγκη τῇ φύσει τῆς σαρκὸς τὴν
θεότητα λέγειν ἐμπεριείργεσθαι, καὶ μὴ διὰ τῶν χωρητικῶν ἡμῖν ὑποδειγμάτων
20 στοχασμόν τινα πρέποντα περὶ τῆς θείας οἰκονομίας λαμβάνειν;

§ 11 Ἐκ τῆς συνοδικῆς Κυρίλλου πρὸς Νεστόριον ἐπιστολῆς. PG77.48B

Ἐὰν δὲ τὴν καθ’ ὑπόστασιν ἕνωσιν, ἢ ὡς ἀνέφικτον, ἢ ὡς ἀκαλλῆ παραιτούμεθα,


25 ἐμπίπτομεν εἰς τὸ λέγειν δύο υἱούς.

§ 12 Ἰσιδώρου πρεσβυτέρου πρὸς Ἀρχίδιον πρεσβύτερον. PG78.1256A

Τὸ, Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ἐγὼ οἶμαι |91 Col 2.9
30 εἰρῆσθαι, ἀντὶ τοῦ, οὐσιωδῶς. Οὐ γὰρ ἐνέργεια θεότητος, ἣν οὐσία τίκτει, τὸν ναὸν
ἐκεῖνον ἐκυβέρνα τὸν ἄχραντον, ἀλλ’ οὐσία μυρίας ἐνεργείας ἔχουσα, οὐ μερικὸν
χάρισμα, ἀλλ’ ἡ πηγὴ τῶν ἀγαθῶν. Αὐτὸς, φησὶν, ὁ τῷ Πατρὶ συμβασιλεύων, καὶ τὰς
τῶν ὑπερκοσμίων ἡνίας ἔχων, καὶ τὰ ἐπίγεια οἰακίζων, ἐνηνθρώπησεν.

35 § 13 Ἀθανασίου. PG26.1112A

Εἰ δὲ πιστεύετε, διδασκόμενοι ὑπὸ τῶν θείων Γραφῶν, ὅτι Θεὸς ὢν ὁ Λόγος,


υἱὸς ἀνθρώπου γέγονεν, γνώσεσθε, ὅτι εἷς ἐστιν ὁ Χριστὸς, Θεὸς καὶ ἄνθρωπος ὁ
αὐτός.
40

§ 14 Κυρίλλου ἐκ τῆς εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον <ἑρμηνείας>. PG73.357C

Ὡς γὰρ ἤδη τὴν τοῦ Λόγου μορφὴν περικείμενος καὶ ἄνθρωπος γενόμενος διὰ τὸ
ἑνωθῆναι σαρκὶ, οὐκ ἐλευθέραν, οὐδὲ ἀνειμένην παντελῶς εἰς θεοπρεπῆ παρρησίαν
45 ἐποιεῖτο τὴν διάλεξιν· ἐχρῆτο δὲ μᾶλλον ταύτῃ δι’ οἰκονομίαν ἔσθ’ ὅτε, ἥπερ ἂν
πρέποι Θεῷ τε ὁμοῦ καὶ ἀνθρώπῳ. Καὶ γὰρ ἦν ὅντως κατὰ ταὐτὸν ἀμφότερα.
91 | 93 46

§ 15 Τοῦ αὐτοῦ ἐκ τῶν σχολίων. PG75.1385C

Οὐ διοριστέον ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς <καὶ
Θεὸν ἰδικῶς>, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν εἶναί φαμεν, τὴν τῶν φύσεων
5 εἰδότες διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις τηροῦντες αὐτάς.

§ 16 Τοῦ αὐτοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα. PG76.1180C

Ὅτε τῷ γυναίῳ προσλαλῶν, ὁ εἷς καὶ μόνος Κύριος ἦν Ἰησοῦς Χριστὸς, ἐκ τῆς Jn 4.7 ff.
10 προσκυνούσης ἀνθρωπότητος, καὶ τῆς προσκυνουμένης |92 θεότητος, τὸ εἶναί τε
καὶ ὀνομάζεσθαι Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ἀληθὲς ἔχων ἐν ἑαυτῷ.

§ 17 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπιστολῆς. PG77.192A

15 Πῶς γὰρ νοοῖτο πρὸς ἡμῶν ὁμοούσιον εἶναι κατὰ τὴν ἀνθρωπότητα ἡμῖν, καίτοι
γεννηθεὶς ἐκ Πατρὸς κατὰ τὴν θεότητα, εἰ μὴ νοοῖτο καὶ λέγοιτο Θεὸς τε ὁμοῦ καὶ
ἄνθρωπος ὁ αὐτός;

§ 18 Ἱππολύτου ἐπισκόπου Ῥώμης καὶ μάρτυρος. PG10.701A


20

Διὰ τοῦτο πυλωροὶ ᾅδου ἰδόντες σε ἔπτηξαν καὶ συνετρίβησαν πύλαι χαλκαῖ Job 38.17
καὶ μοχλοὶ σιδηροῖ συνεκλάσθησαν. Καὶ ἰδοὺ ὁ Μονογενὴς εἰσῆλθεν ὡς ψυχὴ μετὰ Ps 106.16
ψυχῶν, Θεὸς Λόγος ἔμψυχος. Τὸ γὰρ σῶμα ἔκειτο ἐν μνημείῳ οὐχὶ κενωθὲν τῆς
θεότητος, ἀλλ’ ὥσπερ ἐν ᾅδῃ ὢν, τῇ οὐσίᾳ ἦν πρὸς τὸν Πατέρα, οὕτως ἦν καὶ ἐν τῷ
25 σώματι καὶ ἐν τῷ ᾅδῃ· ἀχώρητος γάρ ἐστιν ὁ Υἱὸς ὡς ὁ Πατὴρ καὶ πάντα περιέχει·
ἀλλὰ θέλων ἐχωρήθη ἐν σώματι ἐμψύχῳ, ἵνα μετὰ τῆς ἰδίας ψυχῆς πορευθῇ εἰς τὸν
ᾅδην καὶ μὴ γυμνῇ <τῇ> θεότητι.

§ 19 Γρηγορίου Νύσσης ἐκ τοῦ εἰς τὸ πάσχα λόγου. PG46.617A


30

Ἐν τῷ καιρῷ τῆς κατὰ τὸ πάθος οἰκονομίας οὐθ᾽ ἑτέρου μέρους ἀνεχώρησεν


τὸ ἅπαξ ἐγκραθὲν (ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ)· ἀλλὰ τὴν μὲν ψυχὴν
τοῦ σώματος ἡ θεότης ἑκουσίως διέζευξεν, ἑαυτὴν δὲ ὲν ἀμφοτέροις μένουσαν
ἔδειξεν. Διὰ μὲν γὰρ τοῦ σώματος, |93 ἐν ᾧ τὴν ἐκ τοῦ θανάτου φθορὰν οὐκ ἐδέξατο,
35 κατέλυσε τὸν ἔχοντα τοῦ θανάτου τὸ κράτος· διὰ δὲ τῆς ψυχῆς ὡδοποίησε τῷ λῃστῇ Heb 2.14
τὴν ἐπὶ τὸν παράδεισον εἴσοδον· καὶ τὰ δύο κατ’ αὐτὸν δι’ ἀμεροτέρων ἐνεργεῖται, Lk 23.43
τῆς θεότητος τὸ ἀγαθὸν κατορθούσης· διὰ μὲν τῆς τοῦ σώματος ἀφθαρσίας, τὴν
τοῦ θανάτου κατάλυσιν, διὰ δὲ τῆς ψυχῆς πρὸς τὴν ἰδίαν ἑστίαν ἐπειγομένης, τὴν
ἐπὶ τὸν παράδεισον τῶν ἀνθρώπων ἐπάνοδον. Ἐπεὶ οὖν διπλοῦν μὲν τὸ ἀνθρώπινον
40 σύγκραμα, ἁπλῆ δὲ καὶ μονοειδὴς ἡ τῆς θεότητος φύσις, ἐν τῷ καιρῷ τῆς τοῦ
σώματος ἀπὸ τῆς ψυχῆς διαζεύξεως, οὐ συνδιασχίζεται τῷ συνθέτῳ τὸ ἀδιαίρετον,
ἀλλὰ τὸ ἔμπαλιν γίνεται. Τῇ γὰρ ἑνότητι τῆς θείας φύσεως τῆς κατὰ τὸ ἴσον ἐν
ἀμφοτέροις οὔσης, πάλιν πρὸς ἄλληλα τὰ διαστάντα συμφύεται. Καὶ οὕτω γίνεται ὁ
θάνατος μὲν, <ἐκ τῆς τῶν συμπεφυκότων διαιρέσεως, ἡ ἀνάστασις δὲ,> ἐκ τῆς τῶν
45 διαιρεθέντων ἑνώσεως.

3 : ἄρα τὸν : ἀόρατον with τὸν added above A.


3 : <καὶ Θεὸν ἰδικῶς> : om. A (homeoteleuton).
39 : <ἐκ τῆς τῶν συμπεφυκότων... ἀνάστασις δὲ> : om. A (homeoteleuton).
93 | 95 Κεφάλαιον Η´. 47

§ 20 Κυρίλλου ἐκ τῆς πρὸς Θεοδόσιον τὸν βασιλέα. PG76.1165A

Καὶ ἦν θαυμαστὸν, ὅτι σῶμα μὲν ἀνεβίω τὸ τῇ φύσει φθαρτόν· ἦν γὰρ ἴδιον
τοῦ ἀφθάρτου Λόγου. Ψυχὴ δὲ δὴ πάλιν, τὴν πρὸς αὐτὸν λαχοῦσα συνδρομήν
5 τε καὶ ἕνωσιν, καταπεφοίτηκε μὲν εἰς ᾅδου, θεοπρεπεῖ δὲ δυνάμει καὶ ἐξουσίᾳ
χρωμένη, καὶ τοῖς ἐκεῖσε πνεύμασι κατεφαίνετο. |94 Ὥσπερ γὰρ τοῖς ἔτι μετὰ σαρκὸς
συνανεστράφη μετὰ σαρκὸς, οὕτω καὶ ταῖς ἐν ᾅδου ψυχαῖς διεκήρυξεν, ἴδιον ἔχων
φόρημα, τὴν ἑνωθεῖσαν αὐτῷ ψυχήν. Καὶ βαθὺς μὲν ἴσως καὶ ἀπόρρητος ἀληθῶς καὶ
ταῖς ἡμετέραις διανοίαις οὐχ ἁλώσιμος ὁ τῆς ἐνανθρωπήσεως τρόπος.
10

§ 21 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Νεστόριον α´ ἐπιστολῆς. PG77.48A

Οὕτω φαμὲν αὐτὸν καὶ παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ Θεοῦ Λόγου παθόντος
εἰς ἰδίαν φύσιν, ἢ πληγὰς, ἢ διατρήσας ἥλων, ἤγουν τὰ ἕτερα τῶν τραυμάτων· ἀπαθὲς
15 γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώματον. Ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθεν
ταῦτα, πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν· ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι
σώματι. Κατὰ τὸν ἴσον δὲ τρόπον, καὶ ἐπὶ τοῦ τεθνάναι νοοῦμεν.

§ 22 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Νεστόριον γ´ ἐπιστολῆς. PG77.113A


20

Ὁμολογοῦμεν δὲ ὅτι αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς γεννηθεὶς Υἱὸς καὶ Θεὸς


μονογενὴς, καίτοι κατὰ φύσιν ἰδίαν ὑπάρχων ἀπαθὴς, σαρκὶ πέπονθεν ὑπὲρ ἡμῶν,
κατὰ τὰς Γραφὰς, καὶ ἦν ἐν τῷ σταυρωθέντι σώματι τὰ τῆς ἰδίας σαρκὸς ἀπαθῶς
οἰκειούμενος <πάθη>.
25

§ 23 Ἀμφιλοχὶου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς. PG39.113A

Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει. Οἰκειοῦται δὲ ὁ Θεὸς


Λόγος ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ ἀνθρώπινα πάθη, σταυρόν φημι καὶ θάνατον καὶ
30 τ’ ἄλλα, ὅσα |95 περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται οἰκειοῦται, αὐτὸς πάσχων οὐδέν.

Κεφάλαιον Η´.

Ὅτι ἡ ἐν πρόθεσις ἔγνωσται τοῖς πατράσι προτασσομένη τῶν Χριστοῦ φύσεων.


35

§1 Βασιλείου ἐκ τῆς πρὸς Ἀμφιλόχιον ἐπιστολῆς.

Ἀλλ’ ἰδίαν ἔχων ὑπόστασιν ὁ Υἱὸς ἐν ἑκατέρᾳ οὐσίᾳ, δηλαδὴ ἐν τῇ τοῦ Πατρὸς
καὶ ἐν τῇ τῆς Παρθένου μητρὸς, γνωρίζεται.
40

§2 Ἀμβροσίου ἐκ τῆς πρὸς Γρατιανὸν τὸν βασιλέα. PL16.576B

Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός· εἷς γὰρ ἐν ἑκατέρᾳ
λαλεῖ ὁ τοῦ Θεοῦ Υἱός· ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ.
45
95 | 97 Κεφάλαιον Η´. 48

§3 Κυρίλλου ἐκ τῆς πρὸς Θεοδόσιον. PG76.1168B

Ὁ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, μορφὴν δούλου λαβὼν ὥσπερ ἐν Phil 2.7
θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος.
5

§4 Τοῦ αὐτοῦ ἐκ τοῦ Περὶ Τριάδος. PG75.853C

Μεθόριον δὲ ὥσπερ τι θεότητος καὶ ἀνθρωπότητος, ὁ Χριστὸς, τὴν ἐν ἀμφοῖν


ἔχων ὡς ἐν ἑνὶ σύνοδον, καὶ τῶν τῇ φύσει διεστηκότων, τὴν εἰς αὐτὸ συνδρομὴν
10 καθ’ ἕνωσιν καὶ ἀναπλοκήν.

§5 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπιστολῆς περὶ τοῦ ἀποπομπαίου. PG77.220C

Ὥστε κἂν εἰ δύο χιμάρους παρεκόμισεν ἡ χρεία πρὸς παράδειξιν τοῦ μυστηρίου
15 τοῦ κατὰ Χριστὸν, κἂν εἰ δυὰς ὀρνιθίων ἦν, ἀλλὰ εἷς ἦν ὁ ἐν ἀμφοῖν, καὶ ὡς ἐν πάθει,
καὶ ἔξω πάθους, καὶ ἐν θανάτῳ, καὶ ὑπὲρ θάνατον.

§6 Τοῦ αὐτοῦ ἐκ τῶν σχολίων. PG75.1497C

20 Νοεῖται γὰρ πάντως ὡς ἕτερον ἐν ἑτέρῳ, |96 τὸ κατοικοῦν τουτέστιν ἡ θεία φύσις
ἐν ἀνθρωπότητι.

§7 <Ἀμβροσίου ἐκ τοῦ περὶ πίστεως λόγου> πρὸς Γρατιανὸν τὸν βασιλέα. PL16.571B

25 Ὅθεν ἐκεῖνο τὸ ἀναγνωσθὲν, ὡς ὁ Kύριος τῆς δόξης ἐσταύρωται, μὴ τῇ ἑαυτοῦ 1Cor 2.8
δόξῃ σταυρωθέντα νομίσωμεν, ἀλλ’ ἐπειδὴ ὁ αὐτὸς Θεός τε καὶ ἄνθρωπος, κατὰ
μὲν τὴν θεότητα Θεὸς, κατὰ δὲ τὴν πρόσληψιν τῆς σαρκὸς ἄνθρωπος Ἰησοῦς
Χριστὸς, ὁ Κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται. Καὶ γὰρ ἑκατέρας μετέχει
φύσεως, τουτέστιν ἀνθρωπίνης καὶ θείας. Ἐν τῇ τοῦ ἀνθρώπου γὰρ φύσει τὸ πάθος
30 ὑπέμεινεν, ἵνα ἀδιαιρέτως καὶ Κύριος τῆς δόξης καὶ υἱὸς ἀνθρώπου εἶναι λέγηται ὁ
παθών, καθὼς γέγραπται, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Jn 3.13

§8 Τοῦ αὐτοῦ ἐκ τοῦ δ´ λόγου τῆς ἐνανθρωπήσεως. PL.16.827C

35 Οὐ διῃρημένος, ἀλλ’ εἷς, ἐπείπερ ἑκάτερον εἷς, καὶ ὁ εἷς ἐν ἑκατέρῳ, τουτέστι
καὶ θεότητι καὶ σώματι. Οὐδὲ γὰρ ἕτερος μέν ἐστιν ἐκ Πατρός, ἕτερος δὲ ἐκ τῆς
Παρθένου, ἀλλ’ ὁ αὐτὸς, ἄλλως μὲν ἐκ Πατρὸς, ἄλλως δὲ ἐκ Παρθένου.

§9 Ἀθανασίου πρὸς Ἐπίκτητον. PG26.1060A


40

Οὐ γὰρ, ὥς τινες ὑπενόησαν ἡ οὐσία αὐτοῦ τοῦ Λόγου τραπείσα περιετμήθη,


ἀναλλοίωτος οὖσα καὶ ἄτρεπτος, λέγοντος μὲν αὐτοῦ τοῦ Σωτῆρος, Ἴδετέ με, ἴδετέ
με, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· τοῦ δε Παύλου γράφοντος, Ἰησοῦς Χριστὸς, χθὲς Mal 3.6
καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας· ἀλλ’ ἐν τῷ περιτμη |97 θέντι σώματι, καὶ Heb 13.8
45 βασταχθέντι, καὶ φαγόντι, καὶ καμόντι, καὶ ἐν ξύλῳ καθηλωθέντι, ἦν ὁ ἀπαθὴς καὶ
ἀσώματος τοῦ Θεοῦ Λόγος.

14 : χιμάρους : χειμάρους A. 14 : τοῦ μυστηρίου : ἡ μυστηρίου A.


97 | 98 Κεφάλαιον Η´. 49

§ 10 Καὶ μεθ’ ἕτερα· PG26.1065C

Θεὸς γὰρ καὶ Kύριος τῆς δόξης ὢν ὁ Υἱὸς, ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ καὶ 1Cor 2.8
ἀτιμαζομένῳ σώματι.
5

§ 11 Τοῦ αὐτοῦ ἐν τῷ λόγῳ τῷ εἰς τὰ θεοφάνια κατὰ Ἀπολιναρίου. PG26.1156B

Οὐδαμοῦ δὲ αἷμα Θεοῦ οὐ καθ᾽ἡμᾶς παραδεδώκασιν αἱ Γραφαὶ, ἢ Θεὸν διὰ


σαρκὸς παθόντα καὶ ἀναστάντα. Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα, ἐπειδὴ μήτε
10 Θεὸν ἀληθινὸν τὸν Υἱὸν τοῦ Θεοῦ ὁμολογοῦσιν. Αἱ δὲ ἅγιαι Γραφαὶ ἐν σαρκὶ Θεοῦ
καὶ σαρκὸς Θεοῦ ἀνθρώπου γενομένου, αἷμα, καὶ πάθος, καὶ ἀνάστασιν κηρύττουσι
σώματος Θεοῦ.

§ 12 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῆς σωτηριώδους ἐπιφανείας τοῦ Χριστοῦ PG26.1152A
15 κατὰ Ἀπολιναρίου.

Εἰ γὰρ μὴ πρωτότοκος ἐγεγόνει ἐν πολλοῖς ἀδελφοῖς, πῶς ἂν πρωτότοκος Ro 8.29


ὤφθη ἐκ τῶν νεκρῶν; Πῶς οὖν λέγετε, ὁ Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστάς; Col 1.18
Φεῦ τῆς βλασφημίας! Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα. Ἐκεῖνοι γὰρ τὴν τοιαύτην
20 βλασφημίαν προβάλλονται ἀδεῶς, Θεὸν προσποιητῶς ὀνομάζειν τὸν Υἱὸν τοῦ
Θεοῦ μεμαθηκότες, καίτοι τῆς Γραφῆς διδασκούσης, ὄτι διὰ Θεοῦ θελήματος ἐν
σαρκὶ αὐτοῦ τὸ πάθος γέγονεν, καὶ οὐχὶ Θεὸς διὰ σαρκὸς ἔπαθεν.

§ 13 Ἀμφιλοχίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς. |98 PG39.113B


25

Πάσχει ὁ Χριστὸς, οὐ θεότητι, ἀλλὰ ἀνθρωπότητι, τουτέστιν ὁ Χριστὸς ἔπαθεν


σαρκὶ, ἀλλ’ οὐχ ἡ θεότης σαρκὶ ἔπαθεν· ἄπαγε τὸ δυσμενὲς καὶ βλάσφημον, δείλαιε.
Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ προσλαβοῦσα ἀπαθὴς μένει. Οἰκειοῦται δὲ ὁ PG39.113Α
Θεὸς ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ, σταυρόν φημι καὶ θάνατον, καὶ τὰ ἄλλα ὅσα περὶ
30 αὐτὸν οἰκονομικῶς θεωρεῖται οἰκειοῦται, αὐτὸς πάσχων οὐδέν.

§ 14 Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς. PG77.113A

Ὁμολογοῦμεν δὲ ὅτι αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς γεννηθεὶς Υἱὸς καὶ Θεὸς


35 μονογενὴς, καίτοι κατὰ φύσιν ἰδίαν ὑπάρχων ἀπαθὴς, σαρκὶ πέπονθεν ὑπὲρ ἡμῶν,
κατὰ τὰς Γραφὰς, καὶ ἦν ἐν τῷ σταυρωθέντι σώματι τὰ τῆς ἰδίας σαρκὸς ἀπαθῶς
οἰκειούμενος πάθη.

§ 15 Λέοντος Ῥώμης ἐκ τῆς πρὸς Φλαβιανόν. PL54.772A


40

Καὶ πάλιν ὁ Υἱὸς τοῦ Θεοῦ σταυρωθεὶς λέγεται καὶ ταφείς· ὁπότε ταῦτα οὐκ ἐν
αὐτῇ θεότητι, ἐν ᾗ Μονογενὴς, καὶ συναΐδιος τῷ Πατρὶ, ἀλλ᾽ ἐν τῇ ἀσθενείᾳ τῆς
ἀνθρωπίνης ὑπομεμένηκε φύσεως.

45 [Σχόλιον]
Τούτων τὰ μὲν διὰ τοὺς συκοφαντοῦντας τὴν ἐν δύο φύσεσι φωνὴν πεπόνηται,
τὰ δὲ διὰ τοὺς κατηγοροῦντας τοῦ Tρισαγίου, ἐν ᾧ εἴρηται, ὁ σταυρωθεὶς ἐν σαρκὶ
ὑπὲρ ἡμῶν. |99
99 | 100 Κεφάλαιον Θ´ 50

Κεφάλαιον Θ´

Ὀτι ἀδύνατον μίαν εἶναι φύσιν σύνθετον, ἐξ ἀκτίστου καὶ κτιστῆς συντεθειμένην·
καὶ ὅτι Ἀπολινάριος πρὸς ἀναίρεσιν τῶν δύο φύσεων τὴν τῆς συνθέτου μιᾶς
5 φύσεως φωνὴν ἀπεκύησεν ἀσεβῶς, καὶ πρό γε αὐτοῦ Μάνης, ἔτι δὲ καὶ οἱ Ἀρειανοὶ,
οἷς ἠκολούθησαν Εὐτυχὴς καὶ Σευῆρος οἱ δυσσεβέστατοι.

§1 Γρηγορίου τοῦ θεολόγον ἐκ τοῦ περὶ ἁγίου Πνεύματος. PG36.140A

10 Τὸ Πνεῦμα τὸ ἅγιον, ἢ τῶν καθ’ ἑαυτὸ ὑφεστηκότων πάντως ὑποθετέον, ἢ


τῶν ἐν ἑτέρῳ θεωρουμένων, ὧν τὸ μὲν οὐσίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί, τὸ
δὲ συμβεβηκός. Εἰ μὲν οὖν συμβέβηκεν... καὶ τὰ ἑξῆς, δι’ ὧν, κατασκευάζων τὸ μὴ
εἶναι τὸ Πνεῦμα τὸ ἅγιον συμβεβηκὸς, ἐπιφέρει ταῦτα·
Εἰ δὲ οὐσία τις, οὐ τῶν περὶ τὴν οὐσίαν, ἤτοι κτίσμα ὑποληφθήσεται, ἢ Θεός. PG36.140B
15 Μέσον γάρ τι τούτων, ἤτοι μηδετέρου μετέχον, ἢ ἐξ ἀμφοῖν σύνθετον, οὐδ’ ἂν οἱ
τοὺς τραγελάφους πλάττοντες ἐννοήσαιεν.
[Σχόλιον]
Ἰδοὺ προφανῶς καὶ καθόλου παντὸς ἀναπλασμοῦ χεῖρον ὁ θεολόγος ἀπο-
φαίνεται τὸ οὐσίαν τινὰ σύνθετον λέγειν μίαν ἐκ θεότητος καὶ κτίσματος.
20

§2 Εὐσταθίου Ἀντιοχείας ἐκ τοῦ κατὰ Ἀρειανῶν α´ λόγου. PG18.691

Εἰ γὰρ κτιστὸς, οὐκ ἄρα γεννητός· εἰ δὲ γεννητὸς, οὐκ ἄρα κτιστὸς, ἐπεὶ μηδὲ
οἷόν τε περὶ τὴν αὐτὴν φύσιν ἑκατέρων στρέφεσθαι τὸ γένος. |100
25 [Σχόλιον]
Σημειωτέον, ὅτι ἀδύνατον εἰπεῖν περὶ μίαν καὶ τὴν αὐτὴν φύσιν τὸ κτιστὸν
ὑπάρχειν καὶ τὸ ἄκτιστον· καθολικὸς γὰρ ὁ λόγος τῷ διδασκάλῳ.

§3 Κυρίλλου ἐκ τοῦ κατὰ συνουσιαστῶν λόγου. PG76.1429C


30

Δεῖ γὰρ τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει σώζεσθαι καθαρῶς τὸ ἁπλοῦν
καὶ ἀσυμμιγὲς ἑτέρῳ, καὶ τὸ μὴ συντεθεῖσθαι δοκεῖν ἔν γε τοῖς καθ’ ἑαυτὴν, ἤγουν
προσθήκης δεδεῆσθαί τινος καὶ ἀσυμφυοῦς αὐτῇ πράγματος εἰς κοινωνίαν ἐλθεῖν
τὴν ἐν ταυτότητι φύσεως, ἤγουν ὁμοουσιότητα.
35 [Σχόλιον]
Σκόπει κἀνταῦθα, ὅτι τὸ συντεθεῖσθαι δοκεῖν τὴν θείαν φύσιν, εἴ τε πρὸς ἑαυτὴν,
εἴ τε πρὸς ἄλλην ἑτεροφυῆ αὐτῆς, ἀπηγόρευσεν ὁ διδάσκαλος, ἀδύνατον δείξας τὸ
εἰς ταὐτότητα φύσεως ἢ ὁμοουσιότητα ἐλθεῖν τὴν θείαν φύσιν πρὸς ἑτέραν.

40 §4 Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. PG45.1213D

Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς


σαρκός τε καὶ τῆς θεότητος, πῶς μία αἱ δύο;

45 §5 Ἀμβροσίου ἐκ τοῦ θ´ λόγου τοῦ κατὰ αἱρέσεων. PL16.831B

Ἀρχηγοὶ δὲ τούτων ἁπάντων εἰσὶν οἱ τὴν θεότητα καὶ τὸ σῶμα τοῦ Δεσπότου μιᾶς
φύσεως λέγοντες γεγενῆσθαι. Ἀνέγνων γὰρ, ὅπερ οὐκ ἐπίστευον, εἰ μὴ ἐτύγχανον
100 | 102 Κεφάλαιον Θ´ 51

÷ ἀναγνούς· ἀνέγνων, φημὶ, βιβλίοις ἐντυχὼν οὕτως ἐγκείμενον· τὸ ὄργανον αὐτὸ καὶ
÷ τὸ ὑφ’ οὗ ἐκινεῖτο τὸ ὄργανον, μιᾶς ἐν τῷ |101 Χριστῷ φύσεως γεγενῆσθαι. Ὅπερ διὰ
τοῦτο οὕτως ἐνέθηκα, ἵνα ἐξ αὐτῶν τῶν γεγραμμένων φωραθῇ τὸ τοῦ γράψαντος
ὄνομα, καὶ προσχῶσιν, εἰ καὶ τὰ μάλιστα κατεχρήσαντό τισιν ἐξερευνηθείσαις καὶ
5 κεκομψευμέναις κατασκευαῖς τε καὶ φράσεσιν, ὡς οὐ δυνατὸν τὴν τῆς ἀληθείας
ἐπισκιάζεσθαι δύναμιν.

§6 Τοῦ δυσσεβοῦς Πολέμονος μαθητοῦ Ἀπολιναρίου


κατὰ Τιμοθέου συμμαθητοῦ αὐτοῦ.
10

÷ Οὐδὲν δὲ χεῖρον ἐννοῆσαι κἀκεῖνο· Θεὸν γὰρ λέγοντες καὶ ἄνθρωπον τὸν
÷ αὐτὸν, οὐκ αἰσχύνονται μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην καθάπερ μίαν
÷ σύνθετον ὁμολογοῦντες. Εἰ γὰρ Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος ὁ αὐτὸς,
÷ δύο φύσεις ἄρα ὁ αὐτὸς, καθάπερ ἡ τῶν Καππαδοκῶν εἰσηγεῖται καινοτομία καὶ
15 ÷ Ἀθανασίου ἡ οἴησις καὶ τῶν ἐν Ἰταλίᾳ ὁ τῦφος. Καὶ σχηματίζονται μὲν ὡς δῆθεν
÷ ἡμέτεροι φρονεῖν τὰ τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀπολιναρίου, κηρύττουσι δὲ καθάπερ
÷ οἱ Γρηγόριοι τὴν τῶν φύσεων δυάδα, οὐδενὸς, ὡς ἔοικεν, ἐρασθέντες, ἢ μόνης τῆς
÷ ἐν τῷ βίῳ φθαρτῆς δόξης τῇ πρὸς ἱερωσύνην ἐλπίδι δελεασθέντες. Τί οὖν αὐτοῖς
÷ καὶ ἡμῖν; Τί δὲ συμβαίνειν πειρῶνται τῇ ἀξιαγάστῳ φωνῇ; Τί δὲ Ἀπολιναρίῳ τῷ θείῳ
20 ÷ μαθητιᾶν σχηματίζονται; Ταύτην γὰρ ἐπ’ ἀναιρέσει τῆς τῶν φύ |102 σεων δυάδος τὴν
÷ φωνὴν μόνος ἡμῖν αὐτὸς ἀπεκύησεν.

§7 Ἀπολιναρίου πρὸς Πέτρον.

25 ÷ Φύσει μὲν Θεὸν καὶ φύσει ἄνθρωπον τὸν Κύριον λέγομεν, μιᾷ δὲ συγκράτῳ τῇ
÷ φύσει σαρκικῇ τε καὶ θεϊκῇ.

§8 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ σαρκώσεως λόγου.

30 ÷ Ὤ καινὴ πίστις καὶ μίξις θεσπεσία· Θεὸς καὶ σὰρξ μίαν ἀπετέλεσαν φύσιν.

§9 Τοῦ αὐτοῦ κατὰ Διοδώρου πρὸς Ἡράκλειον.

÷ Ἄλλης καὶ ἄλλης οὐσίας μίαν εἶναι καὶ τὴν αὐτὴν προσκύνησιν, ἀθέμιτον,
35 ÷ τουτέστι ποιητοῦ καὶ ποιήματος, Θεοῦ καὶ ἀνθρώπου, μία δὲ ἡ προσκύνησις τοῦ
÷ Χριστοῦ. Καὶ κατὰ τοῦτο ἐν τῷ ἑνὶ ὀνόματι νοεῖται Θεὸς καὶ ἄνθρωπος. Οὐκ ἄρα
÷ ἄλλη καὶ ἄλλη οὐσία, Θεὸς καὶ ἄνθρωπος, ἀλλὰ μία κατὰ σύνθεσιν Θεοῦ πρὸς σῶμα
÷ ἀνθρώπινον.

40 [Σχόλιον]
Εὔκαιρόν ἐστι παραθέσθαι καὶ ἃ προφέρουσιν οἱ ἀντιτεταγμένοι ψευδο-
γραφήσαντες τόν τε λόγον τὸν ὡς Ἀθανασίου προδήλως Ἀπολιναρίου ὄντα, ὡς
μαρτυρεῖ Τιμόθεος ὁ τὸν πίνακα τῶν λόγων Ἀπολιναρίου συντάξας, ἐν οἷς καὶ τὸν
προφερόμενον ὡς Ἀθανασιόυ ἐνέταξεν· ναὶ μὴν καὶ ὃν ἐπιγράφουσιν Ἰουλίου, ἵνα ἐκ
45 τῆς τῶν λόγων συγγενείας ἐπιγνωσθῇ τούτων ὁ γνήσιος πατήρ. Προφέρουσι τοίνυν
ὡς Ἀθανασίου λόγον, ἐξ οὗ προβάλλονται μαρτυρίαν ἔχουσαν ὧδε.
102 | 105 Κεφάλαιον Θ´ 52

§ 10 Ἀπολιναρίου ἐξ ἐπιστολῆς πρὸς Ἰωβινιανὸν τὸν βασιλέα. |103

÷ Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ,
÷ γενόμενον ἐκ γυναικὸς, καὶ εἶναι αὐτὸν Υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν κατὰ πνεῦμα, Gal 4.4
5 ÷ υἱὸν ἀνθρώπου κατὰ σάρκα, οὐ δύο φύσεις τὸν ἕνα Yἱὸν, μίαν προσκυνητὴν
÷ καὶ μίαν ἀπροσκύνητον, ἀλλὰ μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην καὶ
÷ προσκυνουμένην μετὰ τῆς σαρκὸς αὐτοῦ μιᾷ προσκυνήσει.
[Σχόλιον]
Ταῦτα μὲν τὰ ὡς παρὰ Ἀθανασίου προφερόμενα, καὶ εἴ τις ἀληθείας φροντίζει,
10 συγκρινάτω αὐτὰ τοῖς λοιποῖς Ἀθανασίου δόγμασιν, εἰ μὴ πάντῃ τὸ ἀνόμοιον
εὑρήσει τούτων πρὸς ἐκεῖνα. Εἰ τοίνυν τῶν Ἀθανασίου ἀπᾴδουσι, γειτονοῦσι δὲ τοῖς
Ἀπολιναρίου, καὶ αὕτη ἦ σύγκρισις ἱκανή ἐστι παραστῆσαι τὸ ἀληθές. Πλὴν ἡμεῖς
καὶ χωρὶς τῆς συγκρίσεως τοῖς ἀληθέσιν ἐπέστημεν ἐντυχόντες τῷ πίνακι Τιμοθέου,
καθὰ φθάσαντες ἔφαμεν.
15 Οὕτω καὶ Ἰούλιον τὸν Ῥώμης πλαστογραφοῦντες ἐξ αὐτῆς τῆς ἐπιγραφῆς, οὐ
μόνον ἐλέγχονται συκοφαντοῦντες, ἀλλὰ γὰρ καὶ τῆς φράσεως αὐτῆς. Οὔτε γὰρ
τοιαύτην ποτὲ ποιοῦνται πρός τινα ἐπιγραφὴν Ῥωμαῖοι, οὐδὲ πρὸς ἐπίσκοπον, εἰ καὶ
πάντων εἴη ἐξοχώτατος, μή τί γε δὴ πρὸς πρεσβύτερον. Οὔτε μὴν ἡ φράσις ὡς ἐξ
ἑρμηνείας ἐστὶ μεταβεβλημένη ῥωμαῖκῶν, λίαν ἐξελληνισμένη τυγχάνουσα. Γράφει
20 γὰρ οὕτως Ἀπολινάριος, οὐδὲ γὰρ |104 Ἰούλιος, πρός τινα Διονύσιον, πρὸς ὃν τοιάνδε
ποιεῖται τὴν ἐπιγραφήν·
÷ Τῷ δεσπότῃ μου τῷ ποθεινοτάτῳ συλλειτουργῷ Διονυσίῳ Ἀπολινάριος.
Οὗτοι δὲ οἱ πλαστογραφήσαντες πεποιήκασιν·
÷ Ἰούλιος ἐπίσκοπος Ῥώμης ἐν Κυρίῳ χαίρειν.
25 Εἶτα μετά τινα τῶν ἐν προοιμίοις καὶ ἄλλα πολλὰ ἐπάγει ταῦτα·
÷ Ἀνάγκη γὰρ δύο λέγοντας φύσεις, τὴν μὲν προσκυνεῖν, τὴν δὲ μὴ προσκυνεῖν,
÷ εἰς μὲν τὴν θεϊκὴν βαπτίζεσθαι, εἰς δὲ τὴν ἀνθρωπίνην μὴ βαπτίζεσθαι. Εἰ δὲ εἰς τὸν
÷ θάνατον τοῦ Κυρίου βαπτιζόμεθα, μίαν ὁμολογοῦμεν φύσιν τῆς ἀπαθοῦς θεότητος
÷ καὶ τῆς παθητῆς ἀνθρωπότητος.
30 Ταῦτα μὲν ὡς παρὰ Ἰουλίου προφέρουσιν.
Ἐπισυνάψωμεν δὲ αὐτοῖς τὰ Ἀπολιναρίου, δεικνύντες τὴν συγγένειαν ὅση.

§ 11 Ἀπολιναρίου πρὸς Διόδωρον.

35 ÷ Πῶς τὸ πρᾶγμα οὐ δυσσεβὲς ἄλλην οὐσίαν κτιστὴν καὶ δουλικὴν μίαν ἔχειν καὶ
÷ τὴν αὐτὴν προσκύνησιν τῷ κτίστῃ καὶ δεσπότῃ;

§ 12 Καὶ πάλιν ἐν τῷ περὶ σαρκώσεως λόγῳ φησίν·

40 ÷ Ἀδύνατον τὸν αὐτὸν καὶ προσκυνητὸν ἑαυτὸν εἰδέναι καὶ μή. Ἀδύνατον ἄρα
÷ τὸν αὐτὸν εἶναι Θεόν τε καὶ ἄνθρωπον ἐξ ὁλοκλήρου, ἀλλ’ ἐν μονότητι συγκράτου
÷ φύσεως θεϊκῆς σεσαρκωμένης.
Ταῦτα τοῦ Ἀπολιναρίου τὰ ἀξιάγαστα, καθὰ Πολέμων ὁ μαθητὴς |105 αὐτοῦ
45 φησιν· ταῦτα πλείστην ἔχει τὴν ὁμοιότητα πρὸς τὰ παρ’ αὐτῶν πεπλασμένα ὡς
Ἀθανασίου καὶ Ἰουλίου.
105 | 106 Κεφάλαιον Θ´ 53

Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ ἀληθινὲ τοῦ Θεοῦ καὶ τῷ Πατρὶ ὁμοούσιε· οἶδας, Κύριε, ὅτι διὰ τὴν ἀγάπην In margin
σου καὶ τῶν ἀδελφῶν τῶν σκανδαλισθέντων ἐκ τοῦ τεμμαχίου τοῦ δυσσεβοῦς Εὐδοξίου καὶ ἄλλων
σκανδαλισθέντων ἄν, φοβηθεὶς τὸ άπὸ σοῦ κρῖμα διὰ τὴν τάξιν, εἰς ἣν μὲ ἔταξας τὸν ἐλάχιστον
σκώληκα σου, ὡς εὐδόκησα καὶ εἷπον, καὶ ἐν τοῖς μετώποις ἔγραψα, πρὸς ἀντίρρησιν τοῦ ἀσεβοῦς καὶ
5 ὠφέλειαν τῶν τέκνων σου. Καὶ περὶ διορθώσεως ὅλου τοῦ βιβλίου ἄλλο γε ἐβουλόμην, ἐρραπίσθην
δέ· καὶ ὑπέμεινα, ὥς καὶ σύ, Κύριε, τοὺς ῥαπισμοὺς τοῦ Εὐδοξίου. Καὶ συχνοὺς μου καὶ ἄλλοτε,
πολλάκις ἀκανθίνους στεφάνους ὲφόρεσα διὰ τὴν ἀλήθειαν, ἥτις εἶ σὺ, οὓς σὺ οἶδας ἐν ὅλῃ μου τῇ
ζωῇ. Καὶ προσετέθη καὶ τοῦτο τὸ ῥάπισμα. Οἶδας σὺ, Κύριε, καὶ τὴν λύπην μου καὶ τὴν εὐφροσύνην
μου ἐπὶ τούτῳ, καὶ ἀρκεῖς μοι σύ. Διὰ τοῦτο αὐτοὶ μὲν ἐρράπιζον, ἐγὼ δὲ προσευχόμην.
10

§ 13 Μάνου τοῦ μυσαροῦ ἐκ τῆς πρὸς Κόνδαρον Σαρακηνὸν ἐπιστολῆς.

÷ Ἰουδαίων βουλομένων λιθάσαι ποτὲ τὸν Χριστὸν καὶ τῆς παρανομίας αὐτῶν τὴν
÷ τόλμαν εἰς ἔργον ἀγαγεῖν, ἔδειξε σαφῶς τὴν ἑαυτοῦ οὐσίαν ὁ τοῦ ἀνωτάτου φωτὸς
15 ÷ Υἱὸς, καὶ μέσος αὐτῶν διελθὼν οὐχ ὡρᾶτο. Ἡ γὰρ ἄϋλος μορφὴ συσχηματισαμένη
÷ τὸ εἶδος τῆς σαρκὸς, ὁρατὴ μὲν οὐκ ἦν, ἐψηλαφᾶτο δὲ οὐδαμῶς, διὰ τὸ μηδεμίαν
÷ ἔχειν κοινωνίαν τὴν ὕλην πρὸς τὸ ἄϋλον. Μία γὰρ φύσις τὸ ὅλον, εἰ καὶ σαρκὸς
÷ ὡρᾶτο μορφή.

20 § 14 Εὐδοξίου Κωνσταντινουπόλεως Ἀρειανοῦ ἐκ τοῦ περὶ σαρκώσεως λόγου.

÷ Πιστεύομεν εἰς ἕνα τὸν μόνον ἀληθινὸν Θεὸν καὶ Πατέρα, τὴν μόνην ἀρχὴν
÷ ἀγέννητον καὶ ἀπάτορα· ἀσεβῆ, ὅτι μηδένα σέβειν πέφυκεν ὡς ἐπαναβεβηκυῖα. Καὶ
÷ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱόν· εὐσεβῆ, ἐκ τοῦ σέβειν ὀρθῶς τὸν Πατέρα,
25 ÷ καὶ μονογενῆ μὲν, ὅτι κρείττων ἁπάσης τῆς μετ’ αὐτὸν κτίσεως· πρωτότοκον δὲ, ὅτι τὸ
÷ ἐξαίρετον καὶ πρώτιστόν ἐστι τῶν κτισμάτων· σαρκωθέντα, οὐκ ἐνανθρωπήσαντα,
÷ οὔτε γὰρ ψυχὴν ἀνθρωπίνην ἀνείληφεν, ἀλλὰ σὰρξ γέγονεν, ἵνα διὰ σαρκὸς τοῖς
÷ ἀνθρώποις ὡς διὰ παραπετάσματος Θεὸς ἡμῖν χρηματίσῃ· οὐ δύο φύσεις, |106 ἐπεὶ μὴ
÷ τέλειος ἦν ἄνθρωπος, ἀλλ’ ἀντὶ ψυχῆς, Θεὸς ἦν ἐν σαρκί· μία τὸ ὅλον κατὰ σύνθεσιν Ὅτι καὶ Ἀρειανοὶ τῇ
30 ÷ φύσις· παθητὸς δι’ οἰκονομίαν, οὔτε γὰρ ψυχῆς ἢ σώματος παθόντος τὸν κόσμον τῆς μιᾶς συνθέτου
÷ σώζειν ἠδύνατο. Ἀποκρινέσθωσαν οὖν, πῶς ὁ παθητὸς καὶ θνητὸς τῷ κρείττονι φύσεως ἐχρήσαντο
÷ τούτων Θεῷ πάθους τε καὶ θανάτου ἐπέκεινα δύναται εἶναι ὁμοούσιος. φωνῇ.

§ 15 Λουκίου Ἀλεξανδρείας τοῦ Ἀρειανοῦ ἐκ τοῦ εἰς τὸ πάσχα λόγου.


35

÷ Ποῦ τοίνυν ἔδει ψυχῆς, ἵνα τέλειος ἄνθρωπος συμπροσκυνῆται Θεῷ; διὰ τοῦτο
÷ βοᾷ τὴν ἀλήθειαν Ἰωάννης, ὁ Λόγος σὰρξ ἐγένετο, ἀντὶ τοῦ, συνετέθη σαρκὶ, οὐ μὴν Jn 1.14
÷ ψυχῇ, καθάπερ οἱ νῦν τὴν πίστιν καπηλεύοντες λέγουσιν, ἀλλ’ ἥνωτο μὲν τῷ σώματι
÷ καὶ εἷς γέγονε μετ’ αὐτοῦ. Ἐπεὶ πῶς Χριστὸς, εἰ μὴ ἓν πρόσωπον, μία σύνθετος φύσις,
40 ÷ καθάπερ τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον γνωρίζομεν; εἰ δὲ καὶ ψυχὴν εἶχεν, ὡς
÷ οἱ νόθοι τὰ νόθα νῦν ταῖς ἐκκλησίαις διδάσκουσιν, μάχεται τὰ κινήματα Θεοῦ καὶ
÷ ψυχῆς· αὐτοκίνητον γὰρ τούτων ἑκάτερον, καὶ πρὸς ἐνεργείας διαφόρους ἀγόμενον.

45
106 | 107 Κεφάλαιον Ι´ 54

Κεφάλαιον Ι´.

Ὅτι τινὲς τῶν πατέρων τὸ τῆς κράσεως ὄνομα ἐπὶ τῆς κατὰ τὴν οἰκονομίαν
ἑνώσεως παρῃτήσαντο.
5

§1 Ἀμβροσίου ἐκ τοῦ περὶ τῆς θείας ἐνανθρωπήσεως λόγου. PL16.849A

Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν, ἢ παθητὸν τὸν Θεὸν, ἢ εἰς
σάρκα τραπέντα, |107
10

§2 Καὶ μετ’ ὀλίγον·

ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν,
καὶ τὰ ἑξῆς κεῖται εἰς τὸ Β´ κεφάλαιον. § 12
15 [καὶ μὴ ὁμολογοῦντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγ-
χύτους, ἓν δὲ πρόσωπον, καθ’ ὃ εἷς Χριστὸς, εἷς Υἱὸς, τούτους ἀναθεματίζει ἡ
καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.]

§3 Ἰωάννου τοῦ Χρυσοστόμου πρὸς Καισάριον μοναχόν. PG52.757


20

Τοῦτο, θαυμάσιε, τοῦ παράφρονος Ἀπολιναρίου τὸ ἀποτόπημα, αὕτη τῶν


εἰσαγόντων κρᾶσιν καὶ συναλιφὴν ἡ δυσσεβεστάτη αἵρεσις.

§4 Κυρίλλου περὶ πίστεως. PG77.1112C


25

Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς


πίστεως καὶ τῆς τοῦ Θεοῦ ὀρθῆς παραδόσεως. Ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν
φύσεων ἐργάζεται.

30 §5 Τοῦ αὐτοῦ πρὸς ἀνατολικούς. PG77.180B

Τοὺς δὲ λέγοντας, ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ Θεοῦ Λόγου
πρὸς τὴν σάρκα, καταξιωσάτω ἡ σὴ ὁσιότης ἐπιστομίζειν.

35 Κεφάλαιον ΙΑ´.

Ὅτι ὅλον τὸ θεῖον ὅλῃ τῇ ἀνθρωπότητι ἥνωται καὶ οὐ μέρος μέρει, καθὼς οἱ ἀπὸ
Ἀρείου καὶ Ἀπολιναρίου φασὶν καὶ οἱ τὰς μερικὰς πρεσβεύοντες οὐσίας.

40 §1 Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα. PG76.1164A

Ὅλον ὅλῃ συνηνῶσθαί φαμεν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ Θεοῦ Λόγον.

§2 Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ βαπτίσματος λόγου. PG36.424B


45

Ὅλον ἄνθρωπον τὸν αὐτὸν καὶ Θεὸν ὑπὲρ ὅλου τοῦ πεπονθότος, ἵνα ὅλῳ σοι τὴν
σωτηρίαν χαρίσηται, ὅλον τὸ κατάκριμα λύσας τῆς ἁμαρτίας.
107 | 109 Κεφάλαιον ΙΑ´ 55

§3 Κυρίλλου πρὸς Θεοδόσιον. PG76.1164Α

Οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχὴν, οὐδενὸς ἂν ἠξίωσε λόγου,


μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας |108 τοὺς πόνους. Ἐπράττετο δὲ δι’ ἀμφοῖν
5 καλῶς τῆς οἰκονομίας τὸ μυστήριον.

§4 Διονυσίου Ἀρεοπαγίτου ἐκ τοῦ περὶ θείων ὀνομάτων. PG3.441Α


Περὶ τῆς Ἐκκλ. Ἱεραρχ.
Ἡ δὲ θεαρχικὴ ἀγαθότης ἀπειροτάταις φιλανθρωπίαις τὴν αὐτουργὸν ἡμῶν κεφ. γ´.
10 ἀγαθοπρεπῶς οὐκ ἀπηνήνατο πρόνοιαν, ἀλλὰ ἐν μεθέξει τῶν καθ’ ἡμᾶς γενομένη
πάντων ἀναμαρτήτως, καὶ πρὸς τὸ ταπεινὸν ἡμῶν ἑνοποιηθεῖσα, μετὰ τῆς τῶν
οἰκείων ἀσυγχύτου παντελῶς ἕξεως, τὴν πρὸς αὐτὴν ἡμῖν κοινωνίαν ὡς ὁμογενέσι
λοιπὸν ἐδωρήσατο, καὶ μετόχους ἀνέδειξε τῶν οἰκείων ἀγαθῶν.

15 §5 Κυρίλλου ἐκ τῶν ὑπομνημάτων τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. PG74.1005C

Εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδε-
δραμηκότων αἱ φύσεις, σαρκὸς δὴ λέγω καὶ Θεοῦ, ἀλλ’ οὖν εἷς τε καὶ μόνος ἐξ
ἀμφοῖν Υἱὸς ἀληθῶς ἔχοντος ἡμῖν ἀραρότως τοῦ καὶ ἐψυχῶσθαι ψυχῇ λογικῇ τὸν
20 ἑνωθέντα τῷ Λόγῳ ναόν.

§6 Βασιλείου ἐκ τῆς πρὸς Σωζοπολίτας ἐπιστολῆς. PG32.972B

Ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεχόμενος πρὸς βεβαίωσιν


25 τῆς ἀληθινῆς, καὶ οὐ κατὰ φαντασίαν, ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα
τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν καταρρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος
ἀπωσάμενος. Διὰ τοῦτο εἴρηται γεγενῆσθαι ἐν ὁμοιωματι σαρκὸς ἁμαρτίας. |109 Ro 6.5
Ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβεν μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν
δὲ οὐκ ἐποίησεν.
30

§7 Ἐπιφανίου Κύπρου ἐκ τοῦ ἀγκυρωτοῦ. PG43.157C

Ὅσα γὰρ ἐν ἀνθρώπῳ, καὶ οἷα ἄνθρωπος, καὶ εἰ τι ἐστὶν ἄνθρωπος, ταῦτα ἦλθεν
καὶ ἔλαβεν ὀ Μονογενὴς, ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας
35 Θεὸς ὢν ἀπεργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος
εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου.

§8 Ἀθανασίου Ἀλεξανδρείας ἐκ τοῦ περὶ τῆς σωτηριώδους ἐπιφανείας τοῦ Χριστοῦ. PG26.1140A

40 Πάντα ἔλαβεν ἐκ Παρθένου, ὅσα ἀρχῆθεν ὀ Θεὸς εἰς σύστασιν ἀνθρώπου


ἔπλασεν καὶ ἐποίησεν χωρὶς ἁμαρτίας, οὐ τῆς θεότητος μεταποίησιν ἐπιδειξάμενος,
ἀλλὰ τῆς ἀνθρωπότητος καινοποίησιν ἐργασάμενος, κατὰ τὸ αὐτοῦ θέλημα.

[Σχόλιον.]
45 Καὶ ταῦτα μὲν πρὸς τοὺς ἄψυχον καὶ ἄνουν λέγοντας ἀνειληφέναι σῶμα τὸν
Κύριον· πρὸς δὲ τοὺς λέγοντας τὴν μερικὴν τοῦ Λόγου οὐσίαν τῇ μερικῇ τοῦ
ἀνθρώπου φύσει ἑνωθῆναι, καὶ μὴ ὁμολογοῦντας, ὅτι πᾶσα ἡ θεότης ἐν ἑκάστῃ τῶν
τριῶν ὑποστάσεων ἀνελλειπῶς ὑπάρχει καὶ ὁλικῶς, τὰ ἑξῆς εἰρήσθω.

10 : ἀπηνήνατο : ἀπενήνατο A. 15 : φαντασίαν : φαντασίας A.


16 : καταρρυπαίνει : καταρυπαίνει A.
109 | 111 Κεφάλαιον ΙΑ´ 56

§9 Τοῦ ἀποστόλου πρὸς Κολασσαεῖς. Col 1.19

Ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι
τὰ πάντα εἰς αὐτόν.
5

§ 10 Καὶ μεθ’ ἕτερα· Col 2.8-10

Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν |110 διὰ τῆς φιλοσοφίας καὶ κενῆς
ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ
10 κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ
ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.

§ 11 Διονυσίου ἐκ τοῦ περὶ ἡνωμένων καὶ διακεκριμένων θεολογίας <κεφαλαίου> β´. PG3.636C

15 Τοῦτο μὲν οὖν, καὶ ὲν ἄλλοις ἐξετασθὲν, ἡμῖν ἀποδέδεικται, τὸ πάσας ἀεὶ τὰς
θεοπρεπεῖς θεωνυμίας οὐ μερικῶς, ἀλλ’ ἐπὶ τῆς ὅλης καὶ παντελοῦς, καὶ ὁλοκλήρου
καὶ πλήρους θεότητος ὑπὸ τῶν λογίων ὑμνεῖσθαι, καὶ πάσας αὐτὰς, ἀμερῶς,
ἀπολύτως, ἀπαρατηρήτως, ὁλικῶς, ἁπάσῃ τῇ ὁλότητι ὁλοτελοῦς, καὶ πάσης
θεότητος ἀνατίθεσθαι.
20

§ 12 Τοῦ αὐτοῦ περὶ τὸ τέλος τοῦ αὐτοῦ κεφαλαίου. PG3.652A

Ταύτας ἡμεῖς τὰς κοινὰς καὶ ἡνωμένας τῆς ὅλης θεότητος διακρίσεις, εἴτουν
ἀγαθοπρεπεῖς προόδους, ἐκ τῶν φαινουσῶν αὐτὰς ἐν τοῖς λογίοις θεωνυμιῶν
25 ὑμνῆσαι κατὰ τὸ δυνατὸν πειρασόμεθα, τούτου καθάπερ εἴρηται προεγνωσμένου,
τοῦ πᾶσαν ἀγαθουργικὴν θεωνυμίαν, ἐφ’ ᾗπερ κείται τῶν θεαρχικῶν ὑποστάσεων,
ἐπὶ τῆς ὅλης αὐτὴν ἐκληφθῆναι θεαρχικῆς ὁλότητος ἀπαρατηρήτως.

§ 13 Τοῦ αὐτοῦ ἐκ τῶν περὶ θείων ὀνομάτων. PG3.589D


30

Ὅθεν ἐν πάσῃ σχεδὸν τῇ θεολογικῇ πραγματείᾳ τὴν θεαρχίαν ὁρῶμεν


ἱερῶς |111 ὑμνουμένην, ὡς μονάδα μὲν καὶ ἑνάδα, διὰ τὴν ἁπλότητα καὶ ἑνότητα
τῆς ὑπερφυοῦς ἀμερίας, ἐξ ἧς, ὡς ἑνοποιοῦ δυνάμεως, ἑνιζόμεθα, καὶ τῶν
μεριστῶν ἡμῶν ἑτεροτήτων ὐπερκοσμίως συμπτυσσομένων, εἰς θεοειδῆ μονάδα
35 συναγόμεθα, καὶ θεομίμητον ἕνωσιν· ὡς Τριὰδα δὲ, διὰ τὴν τρισυπόστατον τῆς
ὑπερφυοῦς γονιμότητος ἔκφανσιν, ἐξ ἧς πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἔστι
καὶ ὀνομάζεται, ὡς αἰτίαν δὲ τῶν ὄντων, ἐπειδὴ πάντα εἰς τὸ εἶναι παρήχθη, διὰ
τὴν αὐτῆς οὐσιοποιὸν ἀγαθότητα, σοφὴν δὲ καὶ καλὴν, ὅτι τὰ ὄντα πάντα <τὰ>
τῆς οἰκείας φύσεως ἀπαράφθαρτα διασώζοντα, πάσης ἁρμονίας ἐνθέου καὶ ἱερᾶς
40 εὐπρεπείας ἐστὶν ἀνάπλεα· φιλάνθρωπον δὲ διαφερόντως, ὅτι τοῖς καθ’ ἡμᾶς πρὸς
ἀλήθειαν ὁλικῶς ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἐκοινώνησεν, ἀνακαλουμένη πρὸς
ἑαυτὴν καὶ ἀνατιθεῖσα τὴν ἀνθρωπίνην ἐσχατιάν.

§ 14 Ἐκ τῶν συνηγορικῶν Εὐλογίου Ἀλεξανδρείας πρὸς τοὺς λέγοντας· PG86.2.2944D


45 εἴ φατε τὸν Χριστὸν δύο ἔχειν οὐσίας, πάντως ἡ ἁγία Τριὰς
πᾶσα σεσάρκωται τὴν ἀνθρωπότητα.

39 : διασώζοντα : διασώζονται A. 47 : πᾶσα : πᾶσαν A.


111 | 114 Κεφάλαιον ΙΑ´ 57

Ταῦτα τῶν ἐναντίων ὑπάρχει τὰ προβλήματα. Οἴονται γὰρ ἴσως μεριστὴν εἶναι
τὴν τῆς θεότητος οὐσίαν, καὶ τὸ μὲν αὐτῆς ἐν Πατρὶ θεωρεῖσθαι, τὸ δὲ ἐν Υἱῷ, τὸ δὲ
ἐν ἁγίῳ Πνεύματι, ὡς ἑκάστης τῆς ὑποστάσεως |112 ἐκ μέρους, ἀλλ’ οὐκ ἐν πᾶσιν τοῖς
τῆς θεότητος ἰδιώμασι γνωριζομένης.
5 Ἡμεῖς δὲ οὐκ εἰς τοσοῦτον ἀσεβείας ἠλάσαμεν, ὡς μερισμὸν ἡγεῖσθαι καὶ
κατατομὴν περὶ τὴν θείαν ὑπάρχειν οὐσίαν, ἀλλά φαμεν, ἑκάστην χαρακτηριστικὴν
ὑπόστασιν ἀνελλιπῶς τὰ τῆς θεότητος ἔχειν γνωρίσματα, τὸ ἀγαθὸν, τὸ
δημιουργικὸν, καὶ ὅσα περὶ τὴν ἄκτιστον φύσιν ὑπάρχει.
Οὕτω γὰρ καὶ ὁμοούσιον τὴν Τριάδα φαμὲν, ὡς τῆς αὐτῆς οὐσίας ὁλοτελῶς
10 ἐν τρισὶ προσώποις γνωριζομένης. Καὶ γὰρ ὁ Πατὴρ τελείαν ἔχει τὴν τῆς θεότητος
οὐσίαν, ὁμοίως ὁ Υἱὸς, ὁμοίως τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν τέλειος Θεὸς ὁ Πατὴρ,
τέλειος Θεὸς ὁ Υἱὸς, τέλειος Θεὸς τὸ Πνεῦμα.
Τούτοις καὶ ὁ τῆς ἀληθείας κῆρυξ Παῦλος συνηγορεῖ φάσκων, ἐν αὑτῷ γὰρ
κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Οὐ γὰρ τὸν Πατέρα φησὶ Col 2.9
15 σεσαρκῶσθαι, ἀλλ’ ὅτι πᾶσα ἡ θεότης ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἀνελλιπὴς ὑπάρχει,
ἐν Πατρί, ἐν Υἱῷ, ἐν ἁγίῳ Πνεύματι, ἐν ἑκάστῃ ὑποστάσει τελείως ἐνυπάρχουσα
κατὰ τὴν φωνὴν τοῦ Σωτῆρος τὴν λέγουσαν, Πάντα τὰ τοῦ Πατρὸς ἐμά ἐστι, Jn 16.15
τουτέστιν ὅσα τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχει γνωρίσματα, ταῦτα τοῦ Θεοῦ Λόγου
καὶ σαρκωθέντος ἐστίν· οὐχ ὡς τοῦ Πατρὸς ὄντος Υἱοῦ ἢ τοῦ Υἱοῦ ὄντος Πατρός·
20 ταῦ |113 τα γὰρ ὀνόματα σημαντικὰ τῆς πρὸς ἀλλήλους σχέσεως ὑπάρχει.
Πῶς οὖν μὴ εἴπωμεν τὴν οὐσίαν τῆς θεότητος ἀνελλιπῶς ἐν τῷ Χριστῷ εἶναι, ὁπότε
τέλειον αὐτὸν εἶναί φαμεν; Πῶς δὲ καὶ τέλειον αὐτὸν ἄνθρωπον ὁμολογοῦντες, οὐ
πᾶσαν ἀνθρωπότητος οὐσίαν ἐνυπάρχειν αὐτῷ προσομολογήσωμεν; Οὐ γὰρ μέρος
αὐτῆς προσείληφεν, ὡς Ἀπολινάριός φησι, σάρκα δίχα λογικῆς ψυχῆς, ἀλλὰ πᾶσαν
25 τὴν οὐσίαν, ὅ ἐστι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ. Αὕτη γὰρ κοινῶς ἐν τοῖς
καθ’ ἕκαστον ἀνθρώποις τελείως ἐνυπάρχουσα, οὐσία εἰκότως ἂν εἴη. Χωρίζονται
γὰρ ἀλλήλων οἱ κατὰ μέρος, οὐ τῇ οὐσίᾳ, τοῖς δὲ παρεπομένοις ἰδιώμασιν, μεγέθει
καὶ χρώματι καὶ ἁπλῶς εἰπεῖν, ταῖς χαρακτηριστικαῖς τῶν προσώπων ποιότησιν.
Πῶς δὲ καὶ ἐκ δύο φύσεων φήσουσι τὸν Χριστὸν, εἰ μὴ ἀντὶ οὐσιῶν αὐτοῖς
30 νοηθείη τὸ τῆς φύσεως ὄνομα; Οὐ γὰρ ἀντὶ ὑποστάσεων χαρακτηριστικῶν
τολμήσουσι λέγειν, ἐπεὶ καὶ ἐκ δύο προσώπων ἀναγκασθήσονται εἰπεῖν. Ἡ γὰρ
ὑπόστασις ἡ χαρακτηριστικὴ πρόσωπον δίδωσιν ἐννοεῖν. Ἐν χαρακτῆρι δέ φημι,
μήπως τῇ συνήθει τῶν αἱρετικῶν ἀπάτῃ δίχα χαρακτῆρος ὑπόθωνται τὴν ὑπόστασιν.
Τότε γὰρ τὴν τῆς οὐσίας σημασίαν ἀποφέρεται. Πῶς δὲ καὶ ὁμοούσιον τῷ Πατρὶ καὶ
35 ἡμῖν ὁμοούσιον τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ὑποτίθενται; Καὶ οὐ |114 ναρκῶσι δύο
μὲν ὁμοούσια ὁμολογοῦντες, ἀρνούμενοι δὲ τὰς δύο οὐσίας;

§ 15 Ἀντιθέσεις πρὸς τοὺς λέγοντας ἰδικὴν οὐσίαν εἶναι τοῦ Πατρὸς, καὶ ἰδικὴν τοῦ
40 Υἱοῦ, καὶ ὁμοίως τοῦ Πνεύματος.

Εἰ ὁ Λόγος, καθὸ Λόγος ἐστὶ, φύσις ἐστὶ, καὶ οὐ καθὸ θεὸς, καὶ ὁ Πατὴρ, καθὸ
Πατὴρ, φύσις ἐστὶ, καὶ οὐ καθὸ θεὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καθὸ ἐκπορευτὸν,
φύσις ἐστὶ, καὶ οὐ καθὸ θεὸς, οὐδ’ ὁπότερος αὐτῶν ἔσται φύσει θεὸς, εἴπερ τὸ θεὸς
45 οὐκ οὐκέτι καὶ πατρότης καὶ υἱότης καὶ ἐκπόρευσις· εἰ δὲ μὴ θεὸς, κτίσμα πάντως.
114 | 116 Κεφάλαιον ΙΑ´ 58

§ 16 Καὶ πάλιν·

Εἰ οἷς διακρίνεται τοῦ Πατρὸς ὁ Λόγος, τούτοις καὶ φύσις ἐστὶ, τούτοις δὲ καὶ
πρὸς τὴν σάρκα ταυτίζεται ὁ Λόγος, ὁμοφυὴς μὲν ἔσται οὕτω γε τῇ σαρκὶ, ἑτεροφυὴς
5 δὲ τῷ Πατρί.
Τὸ καθέκαστον, τὸ κοινὸν ἔχον τῆς φύσεως μετὰ τῶν ἀφοριστικῶν αὐτοῦ ἀπὸ τοῦ
κοινοῦ ἰδιωμάτων, οὐ κατὰ τὰ ἀφοριστικὰ αὐτοῦ ἀπὸ τῶν λοιπῶν ὁμοουσίων κατὰ
ταῦτα ἡ κοινὴ φύσις ἐστὶν, ἀλλά κατὰ τὴν ὅλην ὅλῳ ἐνυπάρχουσαν αὐτῷ ὁριστικῶς
φύσιν. Οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ ὑπόστασις κατὰ τοὺς θεοφόρους πατέρας ἢ οὐσία
10 μετὰ τῶν ἰδιωμάτων. Περιττεύει γὰρ πάντως ἡ ὑπόστασις τῆς οὐσίας αὐτῆς τοῖς
ἀφοριστικοῖς ἀπὸ τῶν λοιπῶν ὁμοειδῶν ἰδιώμασιν, ὅθεν οὐδὲ ἐν τῷ ὅρῳ τῆς οὐσίας
αὐτῆς λαμβάνεται, ἀλλ’ ἐν τῇ ὑπογραφῇ, ἐπειδὴ ἑπουσιώδη τυχγά |115 νουσιν, οὐκ
οὐσιώδη. Διὸ καὶ Βασίλειός φησιν, ὅτι ἕκαστος ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ PG32.789A
τοῦ εἶναι μετέχει καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνά ἔστι καὶ ὁ δεῖνα.
15 Εἰ χωρίσαντες τῇ ἐπινοίᾳ τὰ συμβεβηκότα ἰδιώματα καὶ ἐφ’ ἑαυτὴν τὴν Πέτρου
σκοπήσαντες φύσιν ὁριζόμενοι οὕτω λέγομεν, ὅτι ζῷον λογικὸν θνητὸν, ὁ αὐτὸς δὲ
ὅρος καὶ ἐπὶ τῆς ἁπλῶς φύσεως παρ’ ἡμῶν ἀποδίδοται, ὁ αὐτὸς ἄρα ἔσται λόγος ἐπὶ
τῆς ἁπλῶς φύσεως καὶ ἐπὶ τῆς ἔν τινι θεωρουμένης. Ποῦ οὖν τὸ μὴ δύνασθαι τὴν
φύσιν τοῦ καθέκαστον κοινὴν εἶναι, κἂν εἰ πολλάκις ἐξ αὐτῆς λέγηται, ὅπερ ἄνω καὶ
20 κάτω στρέφοντες ἐκεῖνοι διαβεβαιοῦνται. Ὥστε ἡ μὲν φύσις τοῦ καθέκαστον κοινὴ,
ἡ δὲ ὑπόστασις ἰδική.
Εἰ τὴν κοινὴν φύσιν ὁ Λόγος οὐκ ἀνέλαβεν, ἐμὲ οὐκ ἀνέλαβεν. Εἰ δὲ λέγουσιν
ἐκεῖνοι· οὐκοῦν καὶ τὸν Ἰούδαν ἀνέλαβεν, ἀπολογούμεθα ἡμεῖς, ὅτι τὴν φύσιν
εἴπομεν αὐτὸν ἀναλαβεῖν, οὐ μὴν τὰ ὑποστατικὰ ἑκάστου ἰδιώματα. Ταῦτα γὰρ ποιεῖ
25 τὸν Ἰούδαν καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα.
Ὅτι τοῖς καθόλου οὐ συνεισάγεται τὰ μερικά, τοῖς δὲ μερικοῖς τὰ καθόλου,
πᾶσίν ἐστιν εὔδηλον. Διόπερ ἐκ κοινῶν οὐσιῶν λέγοντες τὴν ἕνωσιν γενέσθαι, οὐκ
ἀναγκαζόμεθα συνεισάγειν τὰς ὑπ’ αὐτὰς ὑπο |116 στάσεις πάσας, ὡς οἱ συκοφάνται
ληροῦσιν. Εἰ τὸν Υἱὸν, τελείαν, ἀνελλιπῆ καὶ ὑπερπλήρη ἔχοντα ἐν ἑαυτῷ τῆς
30 θεότητος τὴν φύσιν, ἐνανθρωπῆσαι λέγομεν, ποία ἂν ἀνάγκη ἡμᾶς τοῦτο λέγοντας,
πάντως καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα καταβιβάζειν εἰς τὴν ἐνανθρώπησιν; Τί
γὰρ Πέτρου σταυρωθέντος, ἢ Παύλου ἀποτμηθέντος καὶ θατέρου αὐτῶν πλήρη
καὶ ὁλόκληρον τὴν κοινὴν <ἔχοντος> τῶν ἀνθρώπων φύσιν, τοὺς λοιποὺς τοῦτο
παρέβλαψεν τοὺς ὑπὸ τὴν αὐτὴν ἀναγομένους φύσιν;
35 Ὅτι οὐ φύσεων, ἀλλ’ ὑποστάσεων ἰδιότητας διδασκόμεθα, Γρηγόριος ἐν τῷ
δευτέρῳ κατ’ Εὐνομίου λόγῳ οὕτω φησὶ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος,
ὡς διὰ τῶν κλήσεων τούτων, οὐ φύσεων διαφοράν διδασκόμεθα, ἀλλὰ μόνας τὰς τῶν PG45.472D
ὑποστάσεων γνωριστικάς ἰδιότητας.

40

45

10 : πάντως : πάντων A. 29 : τελείαν, ἀνελλιπῆ : τελειανελλιπῆ A.


116 | 118 Κεφάλαιον ΙΒ´ 59

Κεφάλαιον ΙΒ´.

Ὅτι ὧν ἡ οὐσία μία, τούτων καὶ ἡ ἐνέργεια πάντως μία· καὶ οἷς τὸ ἴσον κατὰ τὴν
ἐνέργειαν, τούτοις πάντως τὸ ταὐτὸν καὶ κατὰ τὴν οὐσίαν ὑπάρξει· καὶ ὅτι οὐκ
5 ἔστιν ἑτερότης οὐσίας ἔνθα ταὐτότης γνωρίζεται ἐνεργείας· παρηλλαγμένων γὰρ
τῶν οὐσιῶν, παρηλλαγμένας εἶναι δεῖ καὶ τὰς ἐνεργείας.

§1 Κυρίλλου ἐκ τοῦ α´ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου ι´. PG75.105A

10 Τὰ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα καὶ ταῖς αὐταῖς δυνάμεσι φυσικαῖς ἀπο–
κεχρημένα, τῆς αὐτῆς εἶναι πάντως οὐσίας ἀνάγκη. |117 Οὐδὲν γὰρ τῶν ὄντων πρὸς
τὸ ἑτερογενές τε καὶ ἑτεροούσιον τὰς αὐτὰς ἀπαραλλάκτως φορήσει δυνάμεις τε
καὶ ἐνεργείας· κεχρήσεται δὲ μόνα τοῖς ἰδίοις ἱδιώμασι τὰ μίαν λαχόντα τὴν φύσιν·
οἷς γὰρ ἡ ἐν τῇ οὐσίᾳ κοινότης μία, τούτοις ἀκολουθήσει καὶ τὸ ἀλλήλοις κατὰ
15 πάντα προσεοικέναι.

§2 Τοῦ αὐτοῦ ἐκ τοῦ ιδ´ κεφαλαίου τοῦ αὐτοῦ βιβλίου. PG75.241B

Τὰ ἑτερογενῆ τε καὶ ἑτεροφυῆ τὴν αὐτὴν ἐνέργειαν, οὐκ ἄν τις ἔχειν δοίη
20 σωφρονῶν. Οὐδὲ γὰρ ὕδατι πῦρ ἕν τι καὶ ταὐτὸν ἐνεργήσειεν, ἀλλ’ ὥσπερ
ἀπεσχοινισμένον ἔχουσι τῆς οὐσίας, ἤτοι τῆς ποιότητος τὸν λόγον, οὕτω καὶ
διάφορον ἀποδώσει τὴν ἐνέργειαν.

§3 Τοῦ αὐτοῦ ἐκ τοῦ β´ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου λβ´. PG75.517D


25

Φιλεῖ γὰρ ἀεὶ τὰ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα, τῆς αὐτῆς ὑπάρχειν οὐσίας, καὶ τὸ
ἑτεροφυὲς ἐν τούτοις ἀπίθανον.

§4 Τοῦ αὐτοῦ ἐκ τοῦ λα´ κεφαλαίου. PG75.605D


30

Πῶς ἐκ διαφόρου καὶ παρηλλαγμένης οὐσιώδους ποιότητος, ἴση καὶ


ἀπαράλλακτος ἂν δοθήσεται δύναμις; Τὰ γὰρ μίαν ἔχοντα τὴν ἐνέργειαν. ἕνα καὶ
τὸν τοῦ πῶς ἐστι φορήσει λόγον.

35 §5 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἰωάννην ὑπομνήματος. PG75.349C

Ἐνεργήσει γὰρ ὁμοίως τὰ τὴν αὐτὴν ἀλλήλοις λαχόντα φύσιν· οἷς δὲ ὁ τοῦ πῶς
εἶναι λόγος ἐξηλλαγμένος, τούτοις ἂν εἴη καὶ ὁ τῆς ἐφ᾽ ἅπασιν ἐνεργείας τρόπος
οὐχ ὁ αὐτός.
40

§6 Τοῦ αὐτοῦ ἐκ τοῦ γ´ λόγου πρὸς Ἑρμείαν. PG75.797D

Φύσεις γὰρ ἀλλήλαις εἰς διαφορὰν ἠγμέναι τὴν καθ’ ἑτερότητα νοουμένην, |118
εἰς ἀλλοτριότητα τὴν εἰς ἅπαν ἐκπεφορημέναι, τὸ ταὐτοειδὲς καὶ κατ’ ἐνέργειαν
45 ἀπαραλλάκτως ἴσον, οὐκ ἂν ἔχοιεν ἐπί τισι τῶν ὄντων, ἀλλὰ καθάπερ ὁ τοῦ πῶς
εἶναί τισιν ἑτεροφανὴς εἴη λόγος, ἕψεται πάντως ἐκεῖ καὶ τὸ κατ’ ἐνέργειαν οὐχ
ὁμοίως ἔχειν.
118 | 120 Κεφάλαιον ΙΒ´ 60

§7 Τοῦ αὐτοῦ ἐκ τοῦ β´ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου λβ´. PG75.453B

Οὐ γὰρ δή που μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος·
ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀνγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ
5 ἐξαίρετον εἰς τὸν τοῖς γενητοῖς πρέποντα κατγάγωμεν τόπον. Οἷς γὰρ ἡ ἐνέργεια
καὶ ἡ δύναμις ἀπαράλλακτος, μίαν τούτοις ἀνάγκη καὶ τὴν τοῦ εἴδους κοινότητα
σώζεσθαι.

§8 Τοῦ αὐτοῦ ἐκ τοῦ ιβ´ κεφαλαίου τοῦ α´ βιβλίου τοῦ θησαυροῦ. PG75.196B
10

Λέγει που πρὸς Ἰουδαίους λίαν ἀπειθοῦντας ὁ Σωτήρ· Ὀ πέμψας με Πατὴρ,


ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ, οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος
αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν
ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Jn 5.38
15

§9 Καὶ μετ’ ὀλίγα· PG75.196B

Ταῦτα πάντα τοίνυν ἐστὶν ὁ Υἱὸς, καὶ εἶδος, καὶ Λόγος τοῦ Πατρός. Εἰ δὲ εἶδός
ἐστι, δῆλον ὅτι καὶ εἰκὼν καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ γεγεννηκότος. Heb 1.3
20

§ 10 Καὶ ἑξῆς· PG75.196C

Ὁ πατριάρχης Ἰακὼβ μετωνομάσθη παρὰ τοῦ Θεοῦ καὶ κέκληται Ἰσραὴλ, ὅτε,
καθά φησιν ἡ |119 Γραφὴ, Ἀνέτειλεν αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ Θεοῦ. Gen 32.31
25 Εἶδος δὲ Θεοῦ τί ἂν ἕτερον εἴη, εἰ μὴ πάντως ὁ μετὰ παρρησίας βοῶν, Ὁ ἑωρακὼς ἐμὲ, Jn 14.9; 14.10;
ἑώρακε τὸν Πατέρα· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ· Ἐγὼ καὶ ὀ Πατὴρ ἕν ἐσμεν; 10.30

Ἀμβροσίου ἐκ τοῦ β´ πρὸς Γρατιανὸν λόγου. PL.16.574C


§ 11
30 Ἴσος οὖν ἐν τῇ τοῦ Θεοῦ μορφῇ, ἐλάττων ἐν τῇ προσλήψει τῆς σαρκὸς καὶ τῷ
τοῦ ἀνθρώπου πάθει γεγένηται. Ποίῳ γὰρ τρόπῳ ἡ αὐτὴ δύναται ἐλάττων εἶναι καὶ
ἴση φύσις; Πῶς δὲ, εἰ ἐλάττων ἐστὶν, ἡ αὐτὴ ὁμοίως ἅπερ ὁ Πατὴρ ποιεῖ; Ποίῳ γὰρ
τρόπῳ ἡ αὐτὴ ἐνέργεια ἐκ διαφόρου ἐστὶν οὐσίας; Μὴ γὰρ οὕτω δύναται ἡ ἐλάττων
ὥσπερ ἡ μείζων ἐνεργεῖν, ἢ δύναται μία ἐνέργεια εἶναι, ὅπου διάφορος οὐσία ἐστίν;
35

Βασιλείου κατὰ Εὐνομίου γ´ λόγου. PG29.689B


§ 12
Τὸ ἓν ἐπὶ τῶν ἀσωμάτων, ἢ ἐνεργείᾳ, ἢ βουλήσει, ἢ οὐσίᾳ λέγεται. Ὁ Σωτὴρ οὖν
εἰπὼν, Ἐγὼ καὶ ὀ Πατὴρ ἕν ἐσμεν, καθ᾽ ἕν τι τῶν προγεγραμμένων εἴρηκεν. Οὐκοῦν εἰ Jn 10.30
40 μὲν κατ᾽ ἐνέργειαν λέγουσιν, ἀνάγκη καὶ κατ᾽ οὐσίαν λέγειν· τῶν γὰρ ἑτεροουσίων
οὐκ ἂν εἴη ἡ ἐνέργεια ὁμοία.

§ 13 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ. PG29.717B

45 Εἰ πάντα ἐνεργεῖ Θεὸς καθὼς βούλεται, πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ


αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, πῶς ἑτερότης οὐσίας, ἐν ᾗ
ταὐτότης ἐνεργείας γνωρίζεται; Παρηλλαγμένων γὰρ τῶν οὐσιῶν, παρηλλαγμένας
εἶναι δεῖ καὶ τὰς |120 <ἐνεργείας>.
120 | 121 Κεφάλαιον ΙΒ´ 61

§ 14 Γελασίου ἐπισκόπου Καισαρείας Παλαιστίνης ἐκ τοῦ εἰς τὸ πάσχα λόγου,


οὗ ἡ ἀρχὴ, Ἄσωμεν τῷ Κυρίῳ.

Ὥσπερ γὰρ σαρκωθεὶς μεμένηκε κατὰ φύσιν Θεὸς ἀναφὴς, οὕτως ἀθανατισθεὶς
5 ἁπτὸς ὁ αὐτὸς κατὰ φύσιν μεμένηκεν ἄνθρωπος, ἀμφότερα πάλιν ἑαυτὸν, ὡς ἔφην,
τῷ διπλῷ τῆς ἐνεργείας ὄντα δεικνύς.

§ 15 Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς εἰς τὸν α´ ψαλμὸν ὁμιλίας. PG29.216D

10 Διὰ τί, φησὶν, ὁ προφήτης τὸν ἄνδρα μόνον ἐκλεξάμενος μακαρίζει; Ἆρα μὴ
τοῦ μακαρισμοῦ τὰς γυναῖκας ἀπέκλεισεν; Μὴ γένοιτο· μία γὰρ ἀρετὴ ἀνδρὸς καὶ
γυναικὸς, ἐπειδὴ καὶ ἡ κτίσις ὁμότιμος, ὥστε καὶ ὁ μισθὸς ὁ αὐτὸς ἀμφοτέροις.
Ἄκουε τῆς Γενέσεως· Ἐποίησεν ὁ Θεος, φησὶ, τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ
ἐποίησεν αὐτόν· Ὧν δὲ ἠ φύσις μία, τούτων αἱ ἐνέργειαι αἱ αὐταί. Gen 1.27
15

§ 16 Γρηγορίου Νύσσης ἐκ τοῦ εἰς τὴν εὐχὴν τοῦ εὐαγγελίου λόγου. PG44.1160A

Ὧν δὲ ἡ ἐνέργεια μία, τούτων καὶ ἡ δύναμις πάντως ἡ αὐτή. Πᾶσα γὰρ ἐνέργεια
δυνάμεώς ἐστιν ἀποτέλεσμα. Εἰ οὖν καὶ ἐνέργεια καὶ δύναμις μία, πῶς ἔστιν
20 ἑτερότητα φύσεων ἐπινοῆσαι, ἐν οἷς οὐδεμίαν κατὰ τὴν δύναμίν τε καὶ ἐνέργειαν
διοφορὰν ἐξευρίσκομεν;

§ 17 Σευηριανοῦ ἐπισκόπου Γαβάλων ἐξ ὁμιλίας, ἧς ἡ ἀρχή· Οὐδεὶς ἀγγελικὸς ἢ


ἀνθρώπινος τῇ τοῦ Θεοῦ δυνάμει.
25

Ὅρα δὲ πῶς ἐν πᾶσιν τῷ διττῴ τῆς ἑτεροφυοῦς ἐνεργείας ἑαυτὸν Θεὸν ὄντα καὶ
ἄνθρωπον δείκνυσιν. |121

§ 18 Τοῦ ἁγίου Γρηγορίου Νύσσης ἐκ τῆς πρὸς Εὐστάθιον ἐπιστολῆς PG32.692D


30 περὶ τῆς ἁγίας Τριάδος.

Ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειραγωγεῖσθαι πρὸς τὴν τῆς θείας
φύσεως ἔρευναν. Οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρά
τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐνεργουμένας, διαφόρους
35 εἶναι καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχαζόμεθα.
Οὔτε γὰρ ἐνδέχεται τὰ διεστηκότα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν
ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι (οὔτε ψύχει τὸ πῦρ, οὔτε θερμαίνει ὁ
κρύσταλλος), ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχωρίζονται ἀπ᾽ ἀλλήλων καὶ
<αἱ> παρὰ τούτων ἐνέργειαι. Ἐὰν δὲ μίαν ἴδωμεν τὴν ἐνέργειαν ἐπὶ Πατρὸς καὶ Υἱοῦ
40 καὶ ἁγίου Πνεύματος, ἀνάγκη τῇ ταὐτότητι τῆς ἐνεργείας τὸ ἡνωμένον τῆς φύσεως
συλλογίζεσθαι.

45
121 | 123 Κεφάλαιον ΙΓ´ 62

§ 19 Ὅτι Ἀπολινάριος μίαν φύσιν λέγων Χριστοῦ, μίαν λέγει καὶ τὴν ἐνέργειαν·
οὐ γὰρ δίδωσιν αὐτῷ ἀνθρωπίνην ἐνέργειαν.
Φησὶν οὖν ἐν τῷ περὶ τῆς θείας σαρκώσεως κεφαλαίῳ ιβ´·

5 ÷ Ἀλλά γὰρ τὰ σαφῶς ἐληλεγμένα καὶ παγκοσμίως ἐκκεκηρυγμένα νῦν πάλιν


÷ ἀνανεοῦσθαί τινες ἐπικεχειρήκασιν, καὶ τὸν ἐξ οὐρανοῦ δεύτερον ἄνθρωπον
÷ παραδεδομένον ὑπὸ τῶν ἀποστόλων ἐκ γῆς ἄνθρωπον εἶναι, οἷον τὸν πρότερον 1Cor 15.47
÷ βλασφημοῦσιν, τὸ ἀνθρώπινον |122 τοῦ Λόγου εἰς ἐνέργειαν τὴν ἐν ἀνθρώπῳ μετα-
÷ βάλλοντες.
10

§ 20 [Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Διοδώρου.]

÷ Ὄργανον καὶ τὸ κινοῦν μίαν πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν. Ὧν δὲ μία ἠ


÷ ἐνέργεια, μία καὶ ἡ οὐσία· μία ἄρα γέγονεν οὐσία τοῦ Λόγου καὶ τῆς σαρκός.
15

§ 21 Ἐλέγχει δὲ τοῦτον Κύριλλος ἐν τοῖς πρὸς Θεοδόσιον τὸν βασιλέα· αἰτιώμενος PG76.1156D
γὰρ τοὺς ψυχῆς καὶ νοῦ τὴν ἐνέργειαν τῷ Λόγῳ προσάπτοντας, γράφει οὕτως· PG75.1208B

Οὐ μὴν οὐδ’ ἐκείνους ἐπαινέσαιμεν ἂν, φιλοθηρεῖν εὖ μάλα δεδιδαγμένοι


20 τἀληθὲς, οἳ τητᾶσθαι λέγουσιν ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα. Σαρκὶ
γάρ που μόνῃ καὶ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχούσῃ κίνησιν ἀμφιεννύντες
τὸν Λόγον παραφέρουσιν, εἰς κόσμον τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῷ
Mονογενεῖ.
[Σχόλιον.]
25 Ἐκ τούτων δῆλον ὡς οἱ λέγοντες μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ τῷ Θεῷ Λόγῳ
προσάπτουσι τῆς νοερᾶς ψυχῆς τὰ πάθη, φόβον φημὶ καὶ λύπην καὶ ἀγωνίαν.

Κεφάλαιον ΙΓ´.

30 Ὅτι ταὐτὸν ἐνέργεια καὶ ἐνέργημα παρά τισι· καὶ τί ἐνέργεια καὶ ποσαχῶς ἡ
ἐνέργεια· καὶ περὶ τοῦ δεῖν ἑκατέρας φύσεως γνωρίζειν τὰ ἴδια.

§1 Ἀναστασίου Ἀντιοχείας ἐκ τοῦ περὶ ἐνεργειῶν λόγου.

35 Ἀλλ’ ἐπειδὴ πολύσημός ἐστι τῆς ἐνεργείας ἡ φωνὴ καὶ τὸ ὁμώνυμον πλάνης
πολλάκις |123 αἴτιον γίνεται τοῖς πολλοῖς, ἀναγκαῖον διευκρινῆσαι σαφῶς, ποσαχῶς ἡ
ἐνέργεια λέγεται. Καὶ μὴ ἀπατώμεθα τυχὸν ἀκούοντες μὲν ὀνόματος, περιελκόμενοι
δὲ κατὰ τὸ εἰκὸς πρὸς σημασίαν ἑτέραν, παρ’ ἣν ὁ λόγος.
Λέγεται γὰρ ἐνέργεια, τὸ πρῶτον ἐν ἡμῖν συνιστάμενον νόημα, καὶ ἔστιν ἁπλῆ
40 καὶ ἄσχετος ἐνέργεια τοῦ νοῦ, καθ’ αὐτὸν ἀφανῶς τὰ ἴδια νοήματα προβαλλομένου,
ὧν χωρὶς οὐδὲ νοῦς ἂν κληθείη δικαίως.
Λέγεται πάλιν ἐνέργεια, ἠ διὰ τῆς προφορᾶς τοῦ λόγου φανέρωσις καὶ
ἐξάπλωσις τῶν νενοημένων. Αὕτη δὲ οὐκέτι ἄσχετός ἐστι καὶ ἁπλῆ, ἀλλ’ ἐν σχέσει
θεωρουμένη. Καὶ γὰρ καὶ αὐτὴ ἡ σχέσις, ἣν ἔχει πρὸς τὸ γινόμενον ὁ ποιῶν, ἐνέργειά
45 τις ἐστι. Καὶ αὐτὸ πάλιν τὸ ἀποτελούμενον ὁμοίως, οἷον ὡς ἐπὶ τῆς ἀρχιτεκτονικῆς
ἢ ναυπηγικῆς ἔστιν ἰδεῖν· προεθεώρησαν γὰρ τὸ ἐσόμενον ἐν αὐτοῖς, τὴν οἰκίαν μὲν
ὁ ἀρχιτέκτων καὶ τὸ σκάφος ὁ ναυπηγὸς, εἶτα προήγαγον εἰς φῶς τὸ νενοημένον,
ἐχειρούργησαν πάλιν καὶ ἀπετέλεσαν.

19 : ἐκείνους : ἐκεῖνο A cf. Chapter 15 § 37.


123 | 126 Κεφάλαιον ΙΓ´ 63

Ἆρ’ οὐ δοκεῖ σοι τούτων ἕκαστον ἐνέργεια τοῦ ποιοῦντος εἶναι; Πάντως, ἐρεῖς.
Καὶ τὸ μέν ἐστι ψυχῆς ἁπλῶς, τὸ δὲ ψυχῆς σώματι κεχρημένης, τὸ δὲ σώματος
νοερῶς ἐψυχωμένου, πλήν τῆς ἐνεργείας ἀποτέλεσμα ἕν ἐστι τοῦ ἀνθρώπου.
Τοιοῦτό μοι νόει καὶ ἐπὶ τῶν προκειμένων ἡμῖν εἰς ζήτη |124 σιν ἐνεργειῶν
5 τοῦ Σωτῆρος ἡμῶν, ἐπεὶ καὶ οἱ ἅγιοι ἡμῶν πατέρες πολλάκις τῷ κατὰ τὸν κοινὸν
ἄνθρωπον ἐχρήσαντο παραδείγματι, διασκοπούμενοι τῶν φύσεων τὴν ἕνωσιν.
Ὥσπερ οὖν ἄλλη μὲν ψυχῆς ἐνέργεια νοερᾶς, ἄλλη δὲ σώματος, τὸ δὲ ἐκ τούτων
κοινὸν τοῦ ἐξ ἑκατέρων ἐστὶ συνεστῶτος ἀνθρώπου, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ
Σωτῆρος ἡμῶν τοῦ ἐνανθρωπήσαντος Θεοῦ Λόγου νοοῦμεν, θείας μὲν ἐνεργείας
10 τὰς θείας ὁρῶντες, οἷον τὸ πλάσαι τὸ ἴδιον σῶμα χωρὶς ἀνδρὸς κοινωνίας ἐκ
Παρθένου κόρης πᾶσαν φυσικὴν ἀγνοούσης ἡδονὴν, τὸ μεταβαλεῖν τὸ ὕδωρ εἰς
οἶνον ὁρμῇ μόνῃ θελήματος, καὶ ὅσα τοιαῦτα· ἀνθρωπείας δὲ, τὴν ζωὴν αὐτὴν λέγω
τὴν κατὰ ἄνθρωπον, καθ’ ἣν κινούμεθα πρὸς ὄρεξιν τροφῆς, πρὸς αὔξησιν· ἐνέργεια
γὰρ καὶ ἡ ζωὴ καὶ ἡ πρώτη τοῦ ζῴου ἐνέργεια. Εἰ δὲ μὴ ἐνέργεια τυχὸν, ὡς ἄν τινες
15 ἴσως οἰηθεῖεν, πάντως πάθος, ὅπερ ἄτοπον· οὐκοῦν ἐνέργεια πάντως.
Ἀλλὰ ταῦτα θεωρήσαντες ὥσπερ καὶ τὰς φύσεις, ὅθεν προΐασιν αἱ ἐνέργειαι, καὶ
ἑνώσαντες αὐτὰς ἀλλήλαις, ὥσπερ ἐκ τῶν συνελθουσῶν φύσεων μίαν ἐθεωρήσαμεν
ὑπόστασιν ἀδιαίρετόν τε καὶ ἀσύγχυτον, οὕτω καὶ ἐκ τῶν διαφόρων ἐνεργειῶν τὸ
ἀποτέλεσμα ἓν καὶ ἑνὸς Χριστοῦ θεωροῦμεν.
20

§2 Βασιλείου ἐκ τῶν κατ’ Εὐνομίου συλλογισμῶν λόγου γ´. |125 PG29.689C

Εἰ ὁ Χριστὸς ἐνέργημα, καὶ οὐ γέννημα, οὔτε ὁ ἐνεργήσας, οὔτε μὴν τὸ ἐνεργηθὲν Ὅτι ἐνέργημα καὶ
αὐτός ἐστιν (ἕτερον γὰρ ἦν ἡ ἐνέργεια παρ᾽ αὐτὰ), ἀλλὰ καὶ ἀνυπόστατος· Εἰ δὲ τὸ ἐνέργειαν ταὐτὸν
25 ἐνεργηθὲν, τρίτος ἐκ Πατρὸς, καὶ οὐκ ἀμεσίτευτος· ὁ ἐνεργήσας γὰρ πρῶτος, εἶτα ἡ εἶπεν.
ἐνέργεια, καὶ οὕτω τὸ ἐνεργηθέν.

[Σχόλιον.]
Σημειωτέον ὅτι ἐνέργημα πρῶτον εἰπὼν, ὕστερον τὸ αὐτὸ ἐνέργειαν ἐκάλεσεν.
30 Εἶπεν οὖν, ὅτι ἄλλο τὸ ἐνεργοῦν καὶ ἄλλο τὸ ἐνεργηθὲν καὶ ἕτερον ἡ ἐνέργεια παρὰ
ταῦτα, ἥτις, φησὶν, καὶ ἀνυπόστατός ἐστιν. Οὐ γὰρ ἔχει ἰσχὺν γνωρίζεσθαι τῆς
οὐσίας ἐκτὸς, ἀλλὰ καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύεται. Τοιοῦτον γὰρ ἡ ἐνέργεια, ὡς
§3 καὶ Γρηγόριος ὁ θεολόγος ἐδίδαξεν ἐν τῷ περὶ Πνεύματος ἁγίου λόγῳ, εἰπὼν οὕτως· PG36.140A

35 Τὸ πνεῦμα τὸ ἅγιον, ἢ τῶν καθ’ ἑαυτὸ ὑφεστηκότων πάντως ὑποθετέον, ἢ τῶν


ἐν ἑτέρῳ θεωρουμένων, ὧν τὸ μὲν, οὐσίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοὶ, τὸ δὲ,
συμβεβηκός. Εἰ μὲν οὖν συμβέβηκεν, ἐνέργεια τοῦτ᾽ ἂν εἴη Θεοῦ. Τί γὰρ ἕτερον, ἢ
τίνος; Τοῦτο γάρ πως μᾶλλον, καὶ φεύγει σύνθεσιν. Καὶ εἰ ἐνέργεια, ἐνεργηθήσεται
δηλονότι, οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι, παύσεται· τοιοῦτον γὰρ ἡ
40 ἐνέργεια. Πῶς οὖν ἐνεργεῖ, καὶ τάδε λέγει, καὶ ἀφορίζει, καὶ λυπεῖται, καὶ παροξύνεται,
καὶ ὅσα κινουμένου σαφῶς ἐστιν, οὐ κινήσεως;

§4 Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον προσφωνητικοῦ. |126 PG76.1200A

45 Ὁ νόμῳ σαρκὸς καὶ φύσει τῇ καθ’ ἡμᾶς τεθνηκὼς, καὶ ἐγηγερμένος· ἀνθρώπινον Ὅτι ταὐτὸν
μὲν τὸ τεθνάναι πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι δεικνὺς, ἵνα δι’ ἀμφοῖν ἐνέργεια καὶ
γνωρίζηται καθ’ ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς Θεός. ἐνέργημα.

37 : εἴ : ἢ A.
126 | 128 Κεφάλαιον ΙΓ´ 64

§5 Ὥσπερ ἐν ἐκείνοις τῷ τῆς ἀνθρωπήσεως νόμῳ τὸν αὐτῷ πρέποντα λόγον


σωφρόνως τετήρηκεν (σαρκὸς γὰρ τὸ γεννηθῆναι καὶ μὴν καὶ τραφῆναι καὶ
βαπτισθῆναι), οὕτω καθηκόντως καὶ τοῖς πρέπουσι λογισμοῖς ἐπὶ τὸ ἔχον ὀρθῶς
πηδαλιουχούμενος ἀπονέμει τῇ θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει τὰ ἀληθῶς αὐτῆς
5 ἐνεργήματα, οὔτε ἀπιστεῖσθαι τὴν διήγησιν ἐῶν, εἰ κατορθώματα λέγοιτο τοῦ ἐν
σαρκὶ ὑπὲρ τὴν σάρκα, ὁποῖόν ἐστιν ἡ νεκρῶν ζωοποίησις καὶ τὸ κατ’ αὐτοῦ τοῦ
διαβόλου τρόπαιον, οὔτε μὴν εἰς τὰ ἰδίως ἐνυπάρχοντα τῇ σαρκὶ κατασύρων πάθη
τὸν ἐν αὐτῇ λόγον, ἵνα μή τι καὶ πεπονθὼς τῶν παρὰ φύσιν ἰδίαν ὑποπτευθείη
πρός τινος ὁ τροπὴν οὐκ εἰδὼς, διά γε τὸ φύσει Θεὸς, ὁποῖόν ἐστι τὸ πεινῆν καὶ
10 κάμνειν. Ἐπειδὴ δὲ, καθάπερ ἔναγχος ἔφην, Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον οἶδεν
τὸν Ἐμμανουήλ, ἐκατέρῳ τῶν πραγμάτων, δι’ ὥν εἰς ἕνα καὶ τὸν αὐτὸν ἠ σύνοδος,
ἀπονέμει τὰ οἰκεῖα.
[Σχόλιον.]
Ταῦτα μὲν ὁ Κύριλλος· οἱ δὲ τὴν ἐπίτριπτον ψευδοπαιδείαν ἠσκη |127 κότες
15 ἀποφυγὰς ἑαυτοῖς ἐπινοοῦντες τῶν ἐλέγχων, οὔ φασιν ταὐτὸν εἶναι ἐνέργειαν καὶ
ἐνέργημα, πόθεν τοῦτο λαβόντες οὐκ οἶδα, ὡς εἰ καὶ τὴν ποίησιν καὶ τὸ ποίημα
διαφέρειν κατὰ τὴν ἔννοιαν εἴποι τις ἂν, ὅπερ οὐκ ἀληθεύοντός ἐστιν, ἀλλὰ
σοφιζομένου τὸ ἀληθὲς πεπλασμένων λόγων πλοκαῖς. Εἴτε γὰρ ἐνέργειαν, εἴτε
ποίημα, εἴτε ἔργον εἴποιμεν τὸ ἀποτελούμενον ἐκ τῆς ἐν ἡμῖν κατὰ δύναμιν ἐνεργείας
20 ἢ καὶ ἐνέργημα, ταὐτὸν ἂν εἴη τὸ διὰ πάντων νοούμενον. Οὐδὲν γὰρ νοεῖται διὰ
τούτων, ἢ ὅτι κινηθεὶς ὁ δεῖνα τόδε πεποίηκεν ἢ ἐνήργησεν. Καὶ τὸ γενόμενον, ὡς ἂν
ἐθέλοις καλεῖν, εἴτε ἐνέργειαν, εἴτε ἐνέργημα, ταὐτὸν δηλώσεις, ὡς ἂν εἴποις ποίημα
καὶ ποίησιν.
Πλὴν ἄκουε καὶ ἐτέρων φωνῶν τοῦ αὐτοῦ μακαρίου πατρός, καὶ ἴσως ἐντραπήσῃ
25 τὸ σαφὲς τοῦ λόγου.

§6 Κυρίλλου ἐκ τοῦ θησαυροῦ εἰς τὸ ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν. PG75.389A


Jn 3.35
Ἔστιν οὖν ἰδεῖν κατὰ ταὐτὸν ἀμφότερα ἐν αὐτῷ. Ἐπυνθάνετο γὰρ, Ποῦ κεῖται
30 Λάζαρος, ἀνθρωποπρεπῶς, ἤγειρεν δὲ αὐτὸν ὡς Θεός. Καὶ τῇ μὲν μητρὶ λεγούσῃ, Jn 11.34
Οἶνον οὐκ ἔχουσιν, ἐπέπληττεν ὡς ἄνθρωπος, τὸ δὲ ὕδωρ εὐθὺς εἰς οἶνον μετεποίει. Jn 2.3
Θεὸς γὰρ ἦν ἀληθινὸς ἐν τῇ σαρκὶ, καὶ σὰρξ ἀληθὴς ἐν Θεῷ. Δι’ ὧν οὖν ἔδει
γνωρίζεσθαι Θεὸν, ταῦτα θεϊκῶς ἐνήργει, καὶ ἀφ’ ὧν ἦν ἀναγκαῖον ἄνθρωπον
ὄντως ὁρᾶσθαι, ταῦτα ποιεῖ καὶ λέγει |128 οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν.
35 Ἀποδιδόσθω οὖν Θεῷ τὰ Θεῷ χρεωστούμενα, καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ
πρέποντα, καὶ οὕτως ἔξω παντὸς σκανδάλου καὶ πλάνης ὁ εἰς αὐτὸν πιστεύων
γενήσεται.
[Σχόλιον.]
Κἀνταῦθα πάλιν οἱ σοφισταὶ κατὰ τὸ εἰκὸς εὑρησιλογοῦντες εἴποιεν ἂν, τὴν
40 ἐνέργειαν καὶ τὴν ποίησιν μὴ εἶναι δύο ποιήσεις ἢ δύο πάλιν ἐνεργείας, ὅτι ἐπὶ μὲν
Θεοῦ τὸ ἐνεργεῖν ἔταξεν, ἐπὶ δὲ τῆς ἀνθρωπότητος τὸ ποιεῖν. Ἀλλ’ ἡμεῖς ποιότητα
λέξεως οὐ πάντως ἐτάζομεν· οὐδὲ γὰρ ἄξιον ἐν θείοις δόγμασιν ἐρεσχελεῖν καὶ σκοπὸν
ἔχειν τὸ κακῶς νικῆσαι πάντως. Τοῖς δὲ διὰ τῶν λέξεων σημαινομένοις προσέχοντες
τὸν νοῦν τῶν ἐκθεμένων πατέρων εἰδότες, αὐτοῖς ἐκείνοις ἐξακολουθεῖν ἐκρίναμεν,
45 εἰδότες ὅτι οὐκ αὐτοὶ μαρτυροῦντες τῇ ἀληθείᾳ ἐλάλουν, ἀλλὰ τὸ Πνεῦμα τοῦ
Πατρὸς αὐτῶν ἦν Θεοῦ τὸ λαλοῦν ἐν αὐτοῖς.
Εἰ τοίνυν, ὡς ἔφη Κύριλλος, ἐνήργει ὡς Θεὸς καὶ ἐποίει ὡς ἄνθρωπος, τί σοι δοκεῖ
Λέων παρὰ ταῦτα φθέγγεσθαι; Τάχα δὲ κατὰ σὲ βλασφημεῖν ἐν τῷ λέγειν ἐνεργεῖ γὰρ

25 : τὸ σαφές : τὰ σαφές A.
29 : κατὰ ταὐτόν : κατ᾽ αὐτόν A.
128 | 131 Κεφάλαιον ΙΓ´ 65

ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας τοῦθ’ ὅπερ ἴδιον ἔσχεν. Καὶ εἰ καλῶς ἔφη PL54.768B
Κύριλλος, Ἀποδιδόσθω τοίνυν Θεῷ τὰ Θεῷ χρεωστούμενα, καὶ τῇ ἀνθρωπότητι τὰ
αὐτῇ πρέποντα καὶ ὀφει |129 λόμενα, ἢ ὡς ἔφη Γρηγόριος, Τὰ μὲν ὑψηλότερα πρόσαγε PG75.389A
τῇ θεότητι καὶ τῇ κρείττονι φύσει παθῶν καὶ σώματος, τὰ δὲ ταπεινότερα τῷ διὰ σὲ
5 κενωθέντι, πῶς παραγράφῃ Λέοντα τὰ ὅμοια τούτοις λέγοντα, ὅτι Τὸ μὲν αὐτῶν PG36.97B
διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν; PL54.768B

§7 Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος. PG6.1225A

10 Ὅταν οὖν ἀκούσῃς τοῦ ἐνὸς Υἱοῦ τὰς ἐναντίας φωνὰς, καταλλήλων μέριζε ταῖς
φύσεσι τὰ λεγόμενα· ἂν μέν τι μέγα καὶ θεῖον, τῇ θείᾳ φύσει προσνέμων, ἂν δέ τι
μικρὸν καὶ ἀνθρώπινον, τῇ ἀνθρωπείᾳ λογιζόμενος. Οὕτω γὰρ καὶ τὸ τῶν φωνῶν
ἀσύμφωνον διαφεύξῃ, ἑκάστης ἃ πέφυκεν δεχομένης φύσεως, καὶ τὸν Υἱὸν τὸν ἕνα,
καὶ πρὸ πάντων αἰώνων καὶ πρόσφατον, κατὰ τὰς θείας Γραφάς ὁμολογήσεις.
15

§8 Κυρίλλου ἐκ τοῦ περὶ τριάδος τόμου. PG75.681C

Διττὸς οὖν ἄρα ἐστὶν ὁ ἐπὶ Χριστῷ λόγος· ἀναθετέον δὴ οὖν τὰ τοῦ Θεοῦ ὡς
Θεῷ, καὶ ὡς καθ᾽ ἡμᾶς γεγονότι, τὰ καθ᾽ ἡμᾶς, τουτέστι, τὰ ἀνθρώπινα.
20

§9 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος.

Οἶδεν ὁ λόγος τῆς θεοπνεύστου Γραφῆς ἄνθρωπον ὄντα καὶ Θεὸν τὸν Χριστόν,
εἰ καὶ εἷς νοοῖτο καὶ ὁ αὐτός. Ἀπονέμει τοιγαροῦν ὁ μακάριος εὐαγγελιστὴς τὸ οἱονεὶ
25 τῶν μερῶν ἑκατέρῳ πρέπον, ἀπλανῆ καὶ ἀσύγχυτον τοῦ μυστηρίου διατηρήσας τὸν
λόγον. Τὰ μὲν γὰρ ἰδικῶς |130 οἶδεν ὄντα τε καὶ πρέποντα τοῖς τῆς ἀνθρωπότητος
μέτροις, τὰ δὲ ταῖς ὑπεροχαῖς τῆς ἀφράστου θεότητος, εἰ καὶ δι’ ἀμφοῖν ἰέναι τὰ
πάντα κατὰ τὸ ἑκατέρῳ πρέπον ὁ τῆς ἑνώσεως τρόπος, καὶ ἡ πρὸς ἕν τι νοουμένη
σύνοδος ἀναγκαίως ἀπαιτεί.
30

§ 10 [Ἀθανασίον ἐκ τοῦ δογματικοῦ λόγου.] PG26.1277A

Ὅσαι ταπειναὶ λέξεις καὶ ἔργα πτωχὰ, ταῦτα εἰς τὸ σῶμα τοῦ Κυρίου γεγραμμένα
νόει· ὅσα δὲ ἔνδοξα πράγματα, εἰς τὴν τοῦ Λόγου θεότητα. Ὅταν πεινᾷ μετὰ τὸ
35 νηπεῦσαι, τοῦ σώματος ἐλάττωμα· ἡνίκα δὲ ἐκ πέντε ἄρτων πεντακισχιλίους ἄνδρας, Mt 4.2
χωρὶς γυναικῶν καὶ παιδίων, τρέφῃ, καὶ δώδεκα κλασμάτων κοφίνους περισσεύῃ, Mt 14.19-21
τῆς θεότητος τοῦ Λόγου ἔργον. Ὅταν ἐπὶ τὸ προσκεφάλαιον ἐν τῷ πλοίῳ κοιμᾶται, Mk 4.38
ἀναπαύσεως σωματικῆς ἔργον. Ὅταν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἀπειλῇ τοῖς
κύμασιν καὶ τοῖς ἀνέμοις, Σιώπα, πεφίμωσο, εὐθὺς ἀκούει παρὰ τῶν ἐν τῷ πλοίῳ Mk 4.39
40 μεθ’ ὅρκου ὁμολογούντων, ὅτι Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Mt 14.33

§ 11 [Γρηρορίου Νύσσης ἐκ τοῦ ι´ λόγου κατ’ Εὐνομίου.] PG45.884B

Ἀλλ’ ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προκείμενον, ὅπερ ἐστὶν


45 αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. Οἴονται γὰρ ἰσχυροτάτην
ἀπόδειξιν ὡς λέγουσιν ἔχειν οἱ τὸ μεγαλεῖον |131 τῆς τοῦ Μονογενοῦς δόξης εἰς
ταπεινοὺς καὶ δουλοπρεπεῖς ὑπολήψεις κατάγοντες, τὸν πρὸς τὴν Μαρίαν τοῦ
Κυρίου λόγον, ὃν μετὰ τὴν ἀνάστασιν πρὸ τῆς ἀνόδου πεποίηται λέγων, Μή μου
131 | 133 Κεφάλαιον ΙΓ´ 66

ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου
καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ
Θεὸν ὑμῶν. Τὴν μὲν οὖν εὐσεβῆ τῶν εἰρημένων διάνοιαν, καθ’ ἣν πεπιστεύκαμεν Jn 20.17
εἰρῆσθαι ταῦτα πρὸς τὴν Μαρίαν, πρόδηλον οἶμαι τοῖς παραδεξαμένοις ἐν ἀληθείᾳ
5 τὴν πίστιν· προστεθήσεται δὲ ὅμως καὶ παρ’ ἡμῶν ὁ περὶ τούτου λόγος ἐν τῷ
καθήκοντι τόπῳ. Τέως δὲ μαθεῖν ἄξιον παρὰ τῶν προφερόντων ἡμῖν τὰς τοιαύτας
φωνὰς, ὅτι τὸ ἀναβαῖνον καὶ τὸ ὁρώμενον, καὶ τὸ διὰ τῆς ἁφῆς γνωριζόμενον καὶ
ἔτι πρὸς τούτοις τὸ τοῖς ἀνθρώποις διὰ τῆς ἀδελφότητος οἰκειούμενον, ἆρα τῆς
θείας, ἢ τῆς ἀνθρωπίνης φύσεως ἴδιον εἶναι νομίζουσιν; Εἰ μὲν γὰρ ψηλαφητὸν
10 καὶ ὁρατὸν, καὶ βρώσει καὶ πόσει διοικούμενον, καὶ τοῖς ἀνθρώποις ὁμογενὲς
καὶ ἀδελφὸν, καὶ ὅσα περὶ τὴν σωματικὴν καθορᾶται φύσιν, ταῦτα πάντα καὶ ἐν
τῇ θεότητι βλέπουσιν, λεγέτωσαν περὶ τοῦ Μονογενοῦς Θεοῦ καὶ ταῦτα, καὶ ὅσα
βούλονται μαρτυρείτωσαν αὐτῷ, καὶ τὴν πορευτικὴν ἐνέργει |132 αν, καὶ τὴν τοπικὴν
μετάστασιν, ὅπερ ἴδιον τῶν ἐν σώματι περιγεγραμμένων ἐστίν.
15

§ 12 Καὶ μετ’ ὀλίγα· PG45.885C

Ὁ εἰπὼν, ΙΙορεύομαι, τὴν τοπικὴν διασημαίνει μετάστασιν. Ὁ δὲ τὰ πάντα


ἐμπεριειληφὼς, ἐν ᾧ, καθά φησιν ὁ Ἀπόστολος, ἐκτίσθη τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα
20 συνέστηκεν, οὐδὲν ἐν τοῖς οὖσιν ἔξω αὑτοῦ ἔχει, εἰς ὃ κατά τινα κίνησιν ἡ μεταχώρησις Col 1.16-17
γένηται. Οὐδὲ γάρ ἐστιν ἑτέρως ἐνεργῆσαι τὴν κίνησιν, εἰ μὴ τοῦ μεθισταμένου τὸν
μὲν ἐν ᾧ ἦν ἀπολείποντος, ἕτερον δὲ ἀντιμεταλαμβάνοντος <τόπον>.

[Σχόλιον.]
25 Ἰστέον ὡς πάσας τὰς ἐνεργείας ὁ διδάσκαλος, ἃς παρήγαγεν, μετὰ τὴν
ἀνάστασιν ἔχειν τὸν Χριστὸν ἐπεσημήνατο, τοῦ ἀναβαίνω τὴν πορευτικὴν, τὴν
τοπικὴν μετάστασιν, καὶ τὰ λοιπά.

§ 13 Ἰωάννου Σκυθοπόλεως ἐν τῷ κατὰ Σευήρου η´ λόγῳ.


30

Εἰπὲ δὴ ἡμῖν, βέλτιστε, πότερον τὸν Θεὸν Λόγον οὐσιωδῶς ἡνῶσθαι πεπίστευκας
τῇ σαρκὶ καὶ ψυχῇ, ᾗπερ ἥνωται; Ναί φησιν.
Τοῦτον δὲ τὸν ἐπὶ πᾶσι Θεὸν τῷ ἐξαιρέτῳ τῆς θεότητος περιδεδρᾶχθαι οὐρανοῦ
καὶ γῆς καὶ θαλάσσης, αἰθέρος τε καὶ ἀέρος, ἀγγέλων τε καὶ ἀρχαγγέλων, ἀρχῶν Dan 7.10
35 τε καὶ ἐξουσιῶν, καὶ συλλήβδην εἰπεῖν, τῶν ἐν τῇ ἀσωμάτῳ μακαριότητι χιλίων
χιλιάδων καὶ μυρίων μυριάδων ἁγίων λειτουργικῶν καὶ ἀοράτων οὐσιῶν συνέχειν
τὴν ὕπαρξιν καὶ προνοεῖν, |133 κοινῇ πάντων ὁρατῶν τε καὶ ἀοράτων καὶ ἰδίᾳ ἑκάστου;
Nαὶ οἶμαι δώσεις, εἴπερ μὴ πάντῃ ἐξέστηκας.
Τὴν δὲ τοιαύτην πρόνοιαν οὐκ ἐνέργειαν καλέσεις Θεοῦ; Καὶ πρὸς τοῦτο οὐκ
40 ἀντιλέξεις, εἴπερ μὴ καὶ νῦν βούλῃ προὖπτον τῇ θεότητι μάχεσθαι.
Οὕτω μὲν οὖν δώσεις τοῦ Θεοῦ καὶ σαρκωθέντος διηνεκῆ τὴν ἐνέργειαν, τὴν
ψυχὴν δὲ τὴν νοερὰν τὴν αὐτῷ καθ’ ὑπόστασιν ἡνωμένην εἴποις ἂν διανοεῖσθαι ἢ
ἀδιανόητον εἶναι.
Ἀλλ’ εἰ μὲν ἀδιανόητον, περιέπεσας τῇ Ἀπολιναρίου τοῦ σοῦ πατρὸς βλασφημίᾳ,
45 ἄνουν εἰρηκότος τὴν ἑνωθεῖσαν τῷ Λόγῳ καὶ Θεῷ ἀνθρωπότητα. Εἰ δὲ φῂς τὸν νοῦν
διανοεῖσθαι, καὶ μὴ δίκην τῶν ἀψύχων ἢ ἀλόγων ἀδιανόητον εἶναι, δώσεις πάντως,
εἴπερ τοῖς ἀκολούθοις ἕπεσθαι κἂν νῦν θελήσειας λόγοις, τὴν διανόησιν ἐνέργειαν
εἶναι τοῦ νοῦ, οἷον οἶδεν ὅτι ἥνωται τῇ θεότητι, εἰ καὶ τῆς αὐτῆς ἀνθρώποις χωρὶς

6 : Τέως : Πῶς A.
133 | 136 Κεφάλαιον ΙΓ´ 67

ἁμαρτίας καθέστηκε φύσεως· ἐπίσταται ὅτιπερ ἐπαναβέβηκεν πᾶσαν κτίσιν ὁρατήν


τε καὶ ἀόρατον, καὶ προσκυνεῖται ὑπὸ τῶν ἄνω δυνάμεων ἡ ἀμερίστως ἡνωμένη
ψυχὴ τῷ δημιουργῷ τῶν ὅλων Θεῷ· μέμνηται τῆς Θεοτόκου τῆς Παρθένου καὶ τῆς
ἐξ αὐτῆς κατὰ σάρκα γεννήσεως, τῶν ἐπὶ γῆς διατριβῶν, τοῦ σωτηρίου πάθους, τοῦ
5 σταυροῦ, τοῦ τάφου, τῆς ἀναστάσεως, τῆς εἰς οὐρανοὺς |134 ἀναλήψεως· γινώσκει
πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ περικεχυμένην αὐτῇ καὶ λατρεύουσαν οἷα
Θεοῦ ψυχῇ. Τὴν δὲ τοιαύτην διανόησιν ἐνέργειαν εἴποις ἂν καὶ αὐτὸς, οἶμαι, τῆς
διανοουμένης ψυχῆς καὶ τῆς ἀμερίστως ἡνωμένης τῇ θεότητι.
Ὁρᾷς ὅτι ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύο ὁρῶμεν
10 τὰς ἐνεργείας, τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος ἀμερίστως τε καὶ
ἀναλλοιώτως.

§ 14 Γρηγορίου Νύσσης ἐκ τοῦ κατηχητικοῦ λόγου. PG45.49B

15 Ἀλλὰ πρὸς ταῦτα πάλιν τῷ αὐτῷ χρησώμεθα λόγῳ, ὅτι τὸ πάθος, τὸ μὲν κυρίως,
τὸ δὲ ἐκ καταχρήσεως λέγεται. Τὸ μὲν οὖν προαιρέσεως ἁπτόμενον, καὶ πρὸς κακίαν
ἐκ τῆς ἀρετῆς μεταστρέφον, ἀληθῶς πάθος ἐστί· τὸ δ’ ὅσον ἐν τῇ φύσει κατὰ τὸν ἴδιον Ὁτι τὰ φυσικὰ πάθη
εἱρμὸν πορευόμενον διεξοδικῶς θεωρεῖται, τοῦτο κυριώτερον ἔργον ἂν ἢ μᾶλλον κυρίως ἐνέργειαί
πάθος προσαγορεύοιτο, οἷον γένεσις, αὔξησις, ἡ διὰ τῆς ἐπιρρύτου καὶ ἀπορρύτου εἰσιν.
20 τροφῆς τοῦ ὑποκειμένου διαμονὴ, ἡ τῶν στοιχείων πρὸς τὸ σῶμα συνδρομὴ, ἡ τοῦ
συνθέτου πάλιν διάλυσίς τε καὶ πρὸς τὰ συγγενῆ μεταχώρησις. Τίνος οὖν λέγετε τὸ
μυστήριον ἡμῶν ἧφθαι τὸ θεῖον; τοῦ κυρίως λεγομένου πάθους, ὅπερ κακίας ἐστὶν,
ἢ τοῦ κατὰ φύσιν κινήματος; Εἰ μὲν γὰρ ἐν τοῖς ἀπηγορευμένοις |135 γεγενῆσθαι τὸ
θεῖον ὁ λόγος διϊσχυρίζετο, φεύγειν ἔδει τὴν ἀτοπίαν τοῦ δόγματος, ὡς οὐδὲν ὑγιὲς
25 περὶ τῆς θείας φύσεως διεξιόντος. Εἰ δὲ τῆς φύσεως ἡμῶν αὐτὸν ἧφθαι ὁ Λόγος
φησὶν, ἧς καὶ ἡ πρώτη γένεσίς τε καὶ ὑπόστασις παρ’ αὐτοῦ τὴν ἀρχὴν ἔσχεν, ποῦ
τῆς θεοπρεποῦς ἑννοίας διαμαρτάνει τὸ κήρυγμα, μηδεμιᾶς παθητικῆς διαθέσεως
ἐν ταῖς περὶ Θεοῦ ὑπολήψεσιν τῇ πίστει συνιούσης;

30 § 15 Τοῦ αὐτοῦ ἐκ τῶν κατ’ Εὐνομίου λόγου δ´. PG45.721B

Πρὸς δὲ τοὺς τῷ πάθει προσπταίοντας, καὶ διὰ τοῦτο κατασκευάζοντας


τὴν τῶν οὐσιῶν ἑτερότητα, ὡς τοῦ Πατρὸς μὲν διὰ τὸ ὑπερέχον τῆς φύσεως οὐ
παραδεχομένου τὸ πάθος, τοῦ δὲ Υἱοῦ διὰ τὸ καταδεὲς καὶ παρηλλαγμένον πρὸς
35 τὴν τῶν παθημάτων κοινωνίαν συγκατιόντος. Ταῡτα προσθεῖναι βούλομαι τοῖς
εἰρημένοις, ὅτι οὐδὲν κατ᾽ ἀλήθειαν πάθος ἐστὶν ὃ μὴ εἰς ἁμαρτίαν φέρει. Οὐδὲ
κυρίως ἄν τις τὸν ἀναγκαῖον τῆς φύσεως εἱρμὸν πάθος λέγοι, βλέπων ὁδῷ προϊοῦσαν
ἐν τάξει τινὶ καὶ ἀκολουθίᾳ τὴν σύνθετον φύσιν. Ἡ γὰρ τῶν ἑτεροφυῶν στοιχείων
πρὸς ἄλληλα συνδρομὴ, κατὰ τὴν τοῦ σώματος ἡμῶν κατασκευὴν, σύνθεσίς τίς
40 ἐστι διὰ πλειόνων ἀνομοίων |136 ἁρμοζομένη. Ἐκλυθείσης δὲ τῷ καθήκοντι καιρῷ
τῆς συνδεούσης τὴν τῶν στοιχείων συνδρομὴν ἁρμονίας, πάλιν τὸ σύνθετον εἰς
τὰ ἐξ ὧν συνέστηκεν ἀναλύεται. Ἔργον οὖν ἐστι τοῦτο μᾶλλον, καὶ οὐχὶ πάθος τῆς
φύσεως. Μόνον γὰρ τὸ ἐξ ἐναντίου τῇ κατὰ τὴν ἀρετὴν ἀπαθείᾳ νοούμενον, κυρίως
προσαγορεύομεν πάθος, οὗ καὶ τῇ κοινωνίᾳ τῆς ἡμετέρας φύσεως ἀμέτοχον διαμεῖναι
45 τὸν τὴν σωτηρίαν ἡμῖν χαριζόμενον πεπιστεύκαμεν, πεπειραμένον κατὰ πάντα καθ’
ὁμοιότητα χωρὶς ἁμαρτίας. Τοῦ μὲν οὖν κατ᾽ ἀλήθειαν πάθους, ὃ προαιρέσεώς
ἐστι, οὐκ ἐκοινώνησεν. Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ ηὑρέθη δόλος ἐν
τῷ στόματι αὐτοῦ. Τῶν δὲ τῆς φύσεως ἡμῶν ἰδιωμάτων, ἂ, διά τινος συνηθείας καὶ 1Pet 2.22

41 : ἁρμονίας : ἁρμονίαν A.
136 | 138 Κεφάλαιον ΙΔ´ 68

καταχρήσεως ὁμωνύμως λέγεται πάθη, τούτων μετασχεῖν ὁμολογοῦμεν τὸν Κύριον,


γεννήσεως, καὶ αὐξήσεως, τροφῆς, ὕπνου τε καὶ κόπου, καὶ ὅσα πρὸς τὰς σωματικὰς
ἀχθηδόνας ἡ ψυχὴ φυσικῶς συνδιατίθεσθαι πέφυκεν, οἷον τὴν τοῦ ἐνδέοντος ἔφεσιν
ἐκ τοῦ σώματος ἐπὶ τὴν ψυχὴν τῆς ὀρέξεως διατεινούσης, καὶ λύπης αἴσθησιν, καὶ
5 δειλίαν πρὸς τὸν θάνατον, καὶ ὅσα τοιαῦτα, πλὴν εἰ μή τι πρὸς ἁμαρτίας ἀκολουθίαν
φέρει.

§ 16 Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τῶν Πράξεων λόγου β´. PG60.18

10 Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τὸ πάθος αὐτοῦ πρᾶξιν καλέσας· ἐν τῷ γὰρ πάντα
παθεῖν |137 ἐποίησεν τὸ μέγα καὶ θαυμαστὸν ἐκεῖνο ἔργον, τὸν θάνατον καταλύσας,
καὶ τὰ ἄλλα πάντα ἐργασάμενος.

§ 17 Ἀθανασίου ἐκ τοῦ κατὰ εἰδώλων. PG25.32B


15

Εἴθε γὰρ, εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης, ἵνα
μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον. Ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν
τῶν ἀκεραίων, ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων, οἷον Ὅτι τὸ ἴστασθαι
ὀφθαλμοὺς, καὶ ῥῖνα, καὶ ὦτα, καὶ χεῖρας, καὶ στόμα εἶχον ἀκινήτως κείμενα πρὸς καὶ καθέζεσθαι
20 τὴν τῆς αἰσθήσεως χρῆσιν καὶ τῶν αἰσθητῶν ἀντίληψιν. Νῦν δὲ ἔχοντες οὐκ ἔχουσιν, καὶ ὁρᾶν καὶ
καὶ στήκοντες οὐ στήκουσι, καὶ καθεζόμενοι οὐ καθέζονται. Οὐ γὰρ ἔχουσι τούτων ὀσφραίνεσθαι
τὴν ἐνέργειαν. ἐνέργειά ἐστιν.

Κεφάλαιον ΙΔ´.
25

Ὅτι τῶν οὐσιῶν αἱ ἐνέργειαί εἰσι σημαντικαὶ καὶ οὐκ ἄλλως αἱ φύσεις
γνωρίζονται, εἰ μὴ διὰ τῶν ἐνεργειῶν· καὶ ὅτι ἀδύνατον φύσιν εἶναι ἀνενέργητον,
καὶ πῶς ἡ θεία νοεῖται ἐνέργεια.

30 §1 Ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου.

Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ
ἐφανέρωσεν τὴν δόξαν αὑτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. Jn 2.11

35 §2 Ἐκ τοῦ αὐτοῦ.

Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ
πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε. Jn 10.37f.

40 §3 Ἰγνατίου θεοφόρου καὶ μάρτυρος ἐκ τῆς ἐπιστολῆς τῆς <πρὸς τοὺς> ἐν Ταρσῷ. |138

Εἰ γὰρ ᾔδεις, ὅτι Θεοῦ Υἱὸς ἦν, ἐγίνωσκες, ὅτι τεσσαράκοντα ἡμέρας ἀνενδεὲς
ποιήσας τὸ φθαρτὸν σῶμα, καὶ εἰς τὸ διηνεκὲς ἐδύνατο τοῦτο ποιῆσαι. Διὰ τί οὖν Mt 4.2
πεινᾷ; ἵνα δείξῃ, ὅτι ἀληθῶς ἀνέλαβεν σῶμα ὁμοιοπαθὲς ἀνθρώποις. Διὰ μὲν γὰρ
45 τοῦ πρώτου ἔδειξεν ὅτι Θεὸς, διὰ δὲ τοῦ δευτέρου, ὅτι καὶ ἄνθρωπος.
138 | 139 Κεφάλαιον ΙΔ´ 69

§4 Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ περὶ τριάδος βιβλίου. PG6.1228B

Ὁ δὲ Χριστὸς οὐκ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἀπετελέσθη. Χριστὸς,


ἄλλος ὢν παρὰ ταῦτα, ἀλλὰ καὶ Θεὸς καὶ ἄνθρωπος ἑκάτερα τυγχάνει· Θεὸς μὲν
5 νοούμενος τῇ τῶν τεραστίων ἐνεργείᾳ, ἄνθρωπος δὲ δεικνύμενος τῇ τῆς φύσεως
ὁμοιοπαθείᾳ.

§5 Ἀθανασίου ἐκ τοῦ κατὰ εἰδώλων λόγου. PG25.33B

10 Εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ
δὲ ἀνθρώπων εἰσὶ, καὶ ἀνθρώπων οὐ καλῶν οἷον τὸ μοιχεύειν, καὶ τὰ προειρημένα
ἔργα, ἄνθρωποι ἂν εἶεν καὶ οἱ ταῦτα πράξαντες, καὶ οὐ θεοί. Κατ’ ἀλλήλους γὰρ ταῖς
οὐσίαις καὶ τὰς πράξεις εἶναι χρὴ, ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῇ, καὶ
ἐκ τῆς οὐσίας ἡ πρᾶξις ἐπιγνωσθῆναι δυνηθῇ.
15

§6 Βασιλείου ἐκ τοῦ περὶ νηστείας λόγου. PG31.177D

Ἀπρόσιτος γὰρ ἦν αὐτῷ διὰ τὸ ὕψος τῆς θεότητος, εἰ μὴ διὰ νηστείας ὑπέβη
πρὸς τὸ ἀνθρώπινον. Ἐπανιὼν μέντοι εἰς οὐρανοὺς, τροφῆς ἥψατο, τὴν φύσιν τοῦ
20 σώματος τοῦ ἀναστάντος πιστούμενος. Lk 24.42-43

§7 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ εὐχαριστίας. |139 PG31.228C

Διόπερ, ἐπιδακρύσας τῷ φίλῳ, αὐτὸς τὴν κοινωνίαν τῆς ἀνθρωπίνης φύσεως Jn 11.35
25 ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ᾽ ἑκάτερα παθῶν ἠλευθέρωσεν· μήτε καταμαλακίζεσθαι
πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων.

§8 Τοῦ αὐτοῦ ἐκ τῶν ἐπιγεγραμμένων πρὸς <τὴν> Εὐνομίου δόξαν,


ἧς Ἀέτιος ἤρξατο.
30

Ἐξ ὧν δὲ παρήγαγεν αὐτὸς περί τε τῆς οὐσίας καὶ τῆς ἐνεργείας λογισμῶν


σαθρῶν, ὁ λόγος ἀποδείκνυσιν καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν ὅμοιον εἶναι τὸν
Υἱὸν τῷ Πατρί, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν, τὸν αὐτόν.

35 §9 Καὶ μετὰ βραχέα·

Οὔτε γὰρ οὐσία κατὰ φύσιν ἐνεργείας ἄνευ, οὔτε ἐνέργεια χωρὶς οὐσίας ποτὲ,
μᾶλλον δὲ τὴν οὐσίαν διὰ τῆς ἐνεργείας γνωρίζομεν, αὐτὴν τὴν ἐνέργειαν δεῖγμα
τῆς οὐσίας πρὸς πίστωσιν ἔχοντες. Οὐσίαν γὰρ οὐδεπώποτέ τις εἶδεν Θεοῦ, διὰ δὲ
40 τῆς ἐνεργείας ὅμως τὴν οὐσίαν πιστούμεθα.

[Σχόλιον.]

Ὁρᾷς ὡς ἀλλήλοις ταῦτα συνέζευξεν, καὶ οὔτε φύσιν ἐνεργείας ἄνευ ἔστι, φησὶ,
45 θεάσασθαι, ἵνα μὴ πρὸς τὸ <μὴ> ὂν ἀπονεύσῃ ἐνεργείας ἀμοιροῦσα, οὐδ’ αὖ πάλιν
ἐνέργειαν τῆς ἐνεργούσης αὐτὴν ἐκτὸς φύσεως.

39 : εἶδεν : ἴδεν A.
139 | 142 Κεφάλαιον ΙΔ´ 70

[Σχόλιον.]

Εἰ πᾶσα τοίνυν ἐνέργεια φύσεώς τινος οὐσιώδης ὁρίζεται κίνησις, ὡς οἱ περὶ


ταῦτα δεινοὶ διειλήφασιν, ποῦ φύσιν τις εἶδέν ποτε ἀκίνη |140 τον, ἢ παντελῶς
5 ἀνενέργητον, ἢ ἐνέργειαν ηὕρηκεν οὐ φυσικῆς δυνάμεως ὑπάρχουσαν κίνησιν, ἵνα,
ὅπερ οὐδαμῇ καθορᾶσθαι ἢ λέγεσθαι δύναται, τοῦτο ἐπὶ μόνου Χριστοῦ καθορᾶται
καὶ λέγεται, μᾶλλον δὲ μὴ καθορώμενον λέγεται;
Ἐπειδὴ δὲ τῶν οὐσιῶν ἐστιν ὁμολογουμένως ἡ ἐνέργεια, ἀνάγκη θεωρεῖν σὺν
ταῖς οὐσίαις καὶ τὰς ἐνεργείας, ἵνα μὴ κολοβῶμεν ἐν τῇ ἑνώσει τὰ τῶν ἑνωθέντων
10 ἰδιώματα· λῆρος γὰρ ἂν εἴη πλατὺς, φύσιν μὲν ὁμολογεῖν, ἀνενέργητον δὲ αὐτὴν
τίθεσθαι.

§ 10 Γρηγορίου Νύσσης ἐκ τῆς πρὸς Εὐστάθιον ἐπιστολῆς περὶ τῆς ἁγίας Τριάδος. PG32.692D

15 Ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειραγωγεῖσθαι πρὸς τὴν τῆς θείας
φύσεως ἔρευναν. Οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρά
τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐνεργουμένας, διαφόρους
εἶναι καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχαζόμεθα.

20 [Σχόλιον.]
Εἰδέναι χρὴ ὡς ἐν τῇ οὐσίᾳ, ἤτοι περὶ τὴν οὐσίαν, τὰ ἰδιώματα τῆς οὐσίας
θεωρεῖται, οἱονεὶ σήμαντρά τινα τῇ μονοειδεῖ παρεπόμενα φύσει· ἐκ δὲ τῆς οὐσίας
προϊέναι τὰς ἐνεργείας δοξάζομεν. Καὶ ἰδιώματα μὲν τῆς θεότητός φαμεν, ὅσα τὴν
κτίσιν ὑπερβαί |141 νει καὶ ὑπεράλλεται, τὸ ἄτρεπτον, τὸ ἀΐδιον, τὸ ἀπερίγραπτον, Ὅτι τὰς ἐνεργείας
25 τὸ ἀπαθὲς φύσει, τὸ ἀθάνατον, τὸ ἄφθαρτον, τὸ πανσθενὲς, καὶ ὅσα τοιαῦτα. αἱ οὐσίαι προ-
Θεοπρεπεῖς δὲ ἐνέργειαί εἰσι τὸ δημιουργικὸν, τὸ προνοητικὸν, τὸ τῶν ὅλων βάλλονται
συστατικὸν, τὸ ἁγιαστικὸν, τὸ ζωοποιὸν, καὶ τὰ τούτοις ἐοικότα. Ἡ τοίνυν ἀθανασία,
καὶ ἡ ἀφθαρσία, καὶ ἡ ἀπάθεια ἐπὶ τοῦ Λόγου καὶ ποιότητές εἰσι φυσικαὶ καὶ πάλιν
ἐνέργειαι. Καθὸ μὲν γὰρ αὐτῷ προσπέφυκε ταῦτα, τὴν ὡς ποιότητος φυσικῆς ἔχουσι
30 τάξιν, καθὸ εἰς τοὺς ἔξω πρόεισι παρ’ αὐτοῦ, νοοῖντ’ ἂν αὐτοῦ ὡς ἐνέργειαι.

Πῶς δεῖ νοεῖν τὴν ἐνέργειαν ἐπὶ Θεοῦ;

Ὁ μὲν Χρυσόστομος ἐν τῷ ὑπομνήματι τῆς πρὸς Κολασσαεῖς ἐπιστολῆς,


35 γυμνάσας μετὰ καὶ ἄλλων περὶ Θεοῦ κεφαλαίων καὶ ἀπορίᾳ τὴν ἀπορίαν διαλύσας,
ἀκατάληπτον αὐτὸ ἀπεφήνατο. Ὁ δὲ Ἀρεοπαγίτης τὸ συνεκτικὸν, καὶ περιεκτικὸν,
καὶ προνοητικὸν, ἐκάλεσεν ἐνέργειαν Θεοῦ.
Ἔγραψαν δὲ οὕτως·

40 § 11 Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὴν πρὸς Κολασσαεῖς ἐπιστολήν. PG62.335

Ἔχει ἐνέργειαν ἐκείνη ἡ οὐσία. Καὶ τί ἐστιν ἐνέργεια ἐπ’ αὐτοῦ; Ἆρα κίνησίς ἐστιν;
Οὐκοῦν οὐκ ἄτρεπτος· τὸ γὰρ κινούμενον, οὐκ ἄτρεπτον· ἐξ ἀκινησίας γὰρ κινεῖται.
Ἀλλ᾽ ὅμως κινεῖται, καὶ οὐδέποτε ἵσταται. Ποίαν δὲ κίνησιν, εἰπέ μοι; Παρὰ γὰρ ἡμῖν
45 ἑπτά τινές εἰσιν |142 κινήσεις, ἢ κάτω, ἢ ἄνω, ἢ ἐκτὸς, ἢ ἐντὸς, ἢ δεξιὰ, ἢ ἀριστερὰ, ἢ
κυκλοφορικῶς· ἢ, εἰ μὴ τοῦτο, αὔξησις, μείωσις. Ἀλλ’ οὐδεμίαν τούτων. Ἀλλ’ οἷαν ὁ
νοῦς κίνησιν κινεῖται; Ἀλλ’ οὐδὲ τοῦτο· μὴ γένοιτο· πολλὰ γὰρ καὶ ἀτόπως ὁ νοῦς
κινεῖται. Τὸ θέλειν ἐστὶ τὸ ἐνεργεῖν; Ἀλλὰ πάντας δὲ ἀνθρώπους θέλει ἀγαθοὺς

4 : εἶδεν : ἴδεν A.
142 | 144 Κεφάλαιον ΙΕ´ 71

εἶναι· πῶς οὖν οὐ γίνονται; Ἀλλ’ ἕτερον τὸ θέλειν, ἄλλο δὲ τὸ ἐνεργεῖν; Οὐκοῦν
οὐκ ἀρκεῖ πρὸς ἐνέργειαν τὸ θέλειν· πῶς οὖν λέγει ἡ Γραφὴ, Πάντα, ὅσα ἠθέλησεν,
ἐποίησεν; καὶ πάλιν ὀ λεπρός φησι τῷ Χριστῷ, Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι; Εἰ Ps 134.6
γὰρ ἅμα τῷ θελήματι ἕπεται τοῦτο, τί ἐστι λοιπὸν εἰπεῖν; Mt 8.2
5

§ 12 Διονυσίου Ἀρεοπαγίτου ἐκ τοῦ περὶ μεγάλου καὶ μικροῦ, ταὐτοῦ, ἑτέρου, PG3.916C
ὁμοίου, ἀνομοίου, στάσεως, κινήσεως, ἰσότητος κεφαλαίου θ´.

Τί δὲ, καὶ ὅταν αὖθις οἱ θεολόγοι καὶ ἐπὶ πάντα προϊόντα, καὶ κινούμενόν φασι
10 τὸν ἀκίνητον, οὐ θεοπρεπῶς καὶ τοῦτο νοητέον; Κινεῖσθαι γὰρ αὐτὸν εὐσεβῶς
οἰητέον, οὐ κατὰ φορὰν, ἢ ἀλλοίωσιν, ἢ ἑτεροίωσιν, ἢ τροπικὴν, ἢ τοπικὴν κίνησιν,
οὐ τὴν εὐθεῖαν, οὐ τὴν κυκλοφορικὴν, οὐ τὴν ἐξ ἀμφοῖν, οὐ τὴν νοητὴν, οὐ τὴν
ψυχικὴν, οὐ τὴν φυσικὴν, ἀλλὰ τὸ εἰς οὐσίαν ἄγειν τὸν Θεὸν καὶ συνέχειν τὰ πάντα,
καὶ παντοίως πάντων προνοεῖν, καὶ τὸ παρεῖναι πᾶσι τῇ πάντων ἀσχέτῳ περιοχῇ,
15 καὶ ταῖς |143 ἐπὶ τὰ ὄντα πάντα προνοητικαῖς προόδοις καὶ ἐνεργείαις.

Κεφάλαιον ΙΕ´.

Ὅτι θεϊκῶς ἅμα καὶ ἀνθρωπίνως ὁ εἷς καὶ μόνος ἐνεργεῖ Χριστὸς, τὴν διπλῆν
20 ἐνδεικνύμενος ἐνέργειαν· καὶ ὅτι οὐκ ἄμοιρος τῶν ἰδίων ἐνεργειῶν ἡ θεία
αὑτοῦ ὑπῆρχε σάρξ· καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὰ ἀνθρώπινα αὐτοῦ ἔργα, οὐκ
ἐνεργείας, ἀλλὰ πράξεις καὶ πάθη δεῖ καλεῖν· καὶ ὅτι ὡς ὀργάνῳ τῷ ἰδίῳ σώματι ὁ
Λόγος ἐχρῆτο πρὸς τὰς ἐνεργείας.

25 §1 Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὴν χήραν τὴν τὰ δύο λεπτὰ προσενέγκασαν.

Κάθηται τοίνυν πρὸ τοῦ γαζοφυλακίου ὁ Χριστὸς, καὶ τοὺς φιλανθρώπους ὁ


φιλάνθρωπος θεωρεῖ. Οἰκειοῦται τῶν προφητῶν τὴν μαρτυρίαν, Ὀφθαλμοὶ Κυρίου
ἐπὶ δικαίους. Ὅπερ ἐν οὐρανῷ ποιεῖ, τοῦτο καὶ ἐπὶ τῆς γῆς διαπράττεται τῷ βλέμματι Ps 32.18.
30 τῆς θεότητος. Καὶ ἐν μὲν τοῖς ἄλλοις τῶν συναφθεισῶν φύσεων διάφορος ἡ ἐνέργεια,
οἷόν τι λέγω· κάτω κοπιᾷ καὶ ἄνω συγκροτεῖ τὰ στοιχεῖα, κάτω πεινᾷ καὶ ἄνωθεν
ὑετοὺς χορηγεῖ, κάτω δειλιᾷ καὶ ἄνω βροντᾷ, κάτω δικαστηρίῳ παρέστηκε καὶ
ἄνωθεν πάντα θεωρεῖ. Περὶ δὲ τὴν ἐλεημοσύνην συντρέχει τὰ τῆς διπλῆς ἐνεργείας·
ὁ γὰρ ἄνωθεν ἐκ τῶν χερουβεὶμ βραβεύων τοῖς ἐλεήμοσιν, οὗτος πρὸ τοῦ γαζοφυ
35 |144 λακίου καθήμενος, δοκιμάζει τοὺς φιλανθρώπους, καὶ ἓν θέατρον τὴν διπλῆν
φύσιν ἐμφαίνει· Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει, πῶς ὁ
ὄχλος βάλλει χαλκόν, καὶ τὰ ἑξῆς. Mk 12.41

§2 Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου ἐκ τοῦ πρὸς Γρατιανὸν β´ λόγου. PL.16.574C


40

Ἴσος οὖν ἐν τῇ τοῦ Θεοῦ μορφῇ, ἐλάττων ἐν τῇ προσλήψει τῆς σαρκὸς καὶ τῷ
τοῦ ἀνθρώπου πάθει <γεγένηται>. Ποίῳ γὰρ τρόπῳ ἡ αὐτὴ δύναται ἐλάττων εἶναι
καὶ ἴση φύσις; Πῶς δὲ, εἰ ἐλάττων ἐστὶν αὐτὴ, ὁμοίως ἅπερ ὁ Πατὴρ ποιεῖ; Ποίῳ γὰρ
τρόπῳ ἡ αὐτὴ ἐνέργεια ἐκ διαφόρου ἐστὶν οὐσίας; Μὴ γὰρ οὕτω δύναται ἡ ἐλάττων Ὅτι οὐ μία ἐνέργεια
45 ὥσπερ ἡ μείζων ἐνεργεῖν, ἢ δύναται μία ἐνέργεια εἶναι, ὅπου διάφορος οὐσία ἐστίν;

37 : ἐμφαίνει : εὐφραίνει A.
144 | 146 Κεφάλαιον ΙΕ´ 72

§3 Γελασίου ἐπισκόπου Καισαρείας ἐν ἐξηγήσει τοῦ μαθήματος.

Ἦλθεν οὖν εἰς ταὐτὸν Θεὸς ἅμα καὶ ἄνθρωπος, ἵνα σῶμα μὲν ὑπηρετήσηται, Ὅτι διπλᾶ πάντα,
Θεὸς δὲ δι’ αὐτοῦ τὴν ἐνέργειαν παράσχηται. Διπλᾶ πάντα καὶ τέλεια πάντα, καὶ ὅσα δηλονότι πρὸς
5 φιμούσθω πᾶν αἱρετικῶν στόμα. φύσιν ὁρᾷ.

§4 Κυρίλλου Ἰεροσολύμων ἐκ τῆς εἰς τὸ εὐαγγέλιον ὁμιλίας, ἔνθα ὁ Κύριος PG33.1181A


τὸ ὕδωρ οἶνον ἐποίησεν. Jn 2.1ff.

10 Ἐσπούδασεν μήτε δι’ ὅλου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα, μήτε εἰς τὸ παντελὲς
ἀποκρύψαι. Ἐσπούδασεν μὴ φανερῶσαι διὰ τοὺς τότε, ἐσπούδασεν μὴ ἀποκρύψαι
|145 διὰ τοὺς μετὰ ταῦτα, ἀλλὰ δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος Τῆς θεότητος καὶ
αὐτοῦ τρανὰς τὰς ἐνεργείας, ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ, μήτε ἡ ἀνθρωπίνη τῆς ἀνθροπότητος
φύσις ἀπιστηθῇ. Ἐπειδὴ γὰρ ἔμελλεν αἵρεσις ἀνακύπτειν ἡ λέγουσα, ὅτι Φάντασμα τὰς ἐνεργείας
15 ἦν τὸ σῶμα καὶ ἐξ οὐρανοῦ κατῆλθεν, οὐ γὰρ ἂν ἔλαβεν τοῦ φθαρτοῦ σώματος σάρκα
ἡ ἄφθαρτος φύσις, οὐδ’ ἂν κατεδέξατο ῥύπον ἢ μολυσμὸν ἢ σπῖλον, ἵνα πιστώσηται
ὁ Θεὸς τῶν ἀνθρώπων τὸ γένος, ὅτι τοῦτο ἐγένετο ὅ ἐσμεν, μένων ὃ ἦν, διὰ τοῦτο
συνεχώρησεν τῇ σαρκὶ πάσχειν τὰ ἴδια.

20 §5 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. PG33.1181B

Ἐγεννήθη, ἐθαυματούργησεν, ἔδειξεν τὴν διπλῆν ἐνέργειαν, πάσχων μὲν ὡς


ἄνθρωπος, ἐνεργῶν δὲ ὡς Θεὸς ὁ αὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως καὶ
ἄλλως.
25

§6 Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ γ´ βιβλίου τοῦ περὶ τῆς Τριάδος. PG6.1225B

Τινὲς τὴν ἕνωσιν, ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες, οὕτως ἐκδεδώκασιν. Καὶ
ἁρμόδιόν γε τὸ παράδειγμα, εἰ καὶ μὴ κατὰ πᾶν· κατὰ τί γοῦν; Ὥσπερ γὰρ εἷς μέν
30 ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις διαφόρους δύο· καὶ κατ’ ἄλλο μὲν λογίζεται,
κατ’ ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ· ψυχῇ μὲν νοερᾷ |146 λογισάμενος, εἰ τύχοι, τοῦ
πλοίου τὴν σύμπηξιν, χερσὶ δὲ τὸ νοηθὲν εἰς πέρας ἄγων· οὕτως ὁ Χριστὸς, εἷς ὢν
καὶ δύο φύσεις, κατ’ ἄλλην μὲν τὰς θεοσημείας εἰργάζετο, κατ’ ἄλλην δὲ τὰ ταπεινὰ
παρεδέχετο. ᾟ μὲν γὰρ ἐκ Πατρὸς καὶ Θεὸς ἐνεργεῖ τὰ θαύματα· ᾖ δὲ ἐκ Παρθένου
35 καὶ ἄνθρωπος, τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὰ παραπλήσια, ἃ φυσικῶς ἐθέλων
ὑπέμενεν.

§7 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ κεφαλαίου. PG6.1232A

40 Ὥσπερ τοῦ φωτὸς, ᾗ φῶς ἐστιν ἓν, τὴν ἐνέργειαν οὐκ ἄν τις χωρίσειεν τοῦ
σώματος αὐτοῦ τοῦ δεκτικοῦ, τῷ λόγῳ δὲ διαιρῶν, γνωρίσειε τὴν φύσιν ᾗ ἐστιν
ἰδία ἡ ἐνέργεια, οὕτως ἐπὶ τοῦ ἑνὸς Υἱοῦ τοῦ Θεοῦ, πᾶσαν μὲν ἐνέργειαν οὐκ ἄν τις
χωρίσειε τῆς μιᾶς υἱότητος, τῆς δὲ φύσεως ἧς ἐστὶν οἰκεῖον τὸ γινόμενον τῷ λόγῳ
γνωρίσειεν.
45
146 | 148 Κεφάλαιον ΙΕ´ 73

§8 Κυρίλλου ἐκ τοῦ θησαυροῦ βιβλίου β´ λόγου λβ´. PG75.453B

Οὐ δή που μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος· ἵνα
μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ
5 ἐξαίρετον εἰς τὸν τοῖς γενητοῖς πρέποντα καταγάγωμεν τόπον.

§9 Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἐβραίους ἐπιστολῆς. PG74.1005B

Εἰ δὲ τετελείωκεν ἡμᾶς δι’ ὕδατος καὶ |147 πνεύματος, πῶς οὐκ ἐνήργηκεν θεϊκῶς Jn 3.5
10 τε ἅμα καὶ ἀνθρωπίνως ὁ αὐτὸς ὑπάρχων καὶ ὡς ἐν ἑνὶ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος;

§ 10 Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα προσφωνητικοῦ. PG76.13320A

Καὶ ἐκτείνας ὁ Κύριος τὴν χεῖρα, φησὶν, ἥψατο τοῦ λεπροῦ, λέγων, Θέλω,
15 καθαρίσθητι. Θαυμάσεις ἐν τούτοις θεϊκῶς τε ἅμα καὶ σωματικῶς ἐνεργοῦντα Mt 8.3
Χριστόν· θεϊκὸν μὲν γὰρ τὸ θέλειν, ἀνθρώπινον δὲ τὸ ἐκτεῖναι τὴν χεῖρα. Εἷς οὖν ἐξ
ἀμφοῖν νοεῖται Χροστὸς, εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος. Jn 1.14

§ 11 Λέοντος πάπα Ῥώμης πρὸς Φλαβιανόν. PL.54.768B


20

Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκεν,
τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ’ ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος
ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος. Καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασιν, τὸ
δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν.
25

§ 12 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ τόμου. PL.54.772A

Εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῷ Δεσπότῃ ἡμῶν Ἰησοῦ Χριστῷ τοῦ Θεοῦ καὶ
ἀνθρώπου ἕν ἐστι πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο, ὅθεν ἐν ἑκατέρῳ κοινόν
30 ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἒξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν.

Σχόλιον.
Προδήλως τὸ πρόσωπον ἀντὶ τῆς ὑποστάσεως ἔλαβεν· τὸ δὲ ἕτερον καὶ ἕτερον
οὐ περὶ προσώπων εἴρηται, ἀλλὰ περὶ οὐσιῶν. Καὶ μηδεὶς τοῦ λόγου κατατρεχέτω·
35 τὴν γὰρ ἑαυτοῦ ἔννοιαν εὐθὺς |148 <διὰ> τῶν ἑξῆς ἐφανέρωσε, σαφηνίσας τὸ ἕτερον
καὶ ἕτερον καὶ εἰπὼν οὕτως·

§ 13 Ἐξ ἡμῶν μὲν γάρ <ἐστιν αὐτῷ ἡ> ἐλάσσων τοῦ Πατρὸς ἀνθρωπότης, ἀπὸ δὲ τοῦ PL.54.772A
Πατρός ἐστιν αὐτῷ ἡ μετὰ τοῦ Πατρὸς ἴση θεότης.
40

Σχόλιον.
Σκόπει ὡς οὔκ εἰσι θεότης καὶ ἀνθρωπότης προσώπων σημαντικαὶ, ἀλλ’ οὐσιῶν,
ὧν τὴν διαφορὰν εἶναι εἰπὼν ἐν τῷ Χριστῷ, πάλιν τὴν καθ’ ὑπόστασιν ἕνωσιν εὐθὺς
παρεδήλωσεν· ἐπήγαγε γάρ·
45

3 : τὸν τοῖς : τὸ τοῖς A. 17 : Λέοντος : Λεοντίου A.


38 : <ἐστιν αὐτῷ ἡ> : αὐτῶν A. 42 : σημαντικαί : σημαντικά A.
148 | 150 Κεφάλαιον ΙΕ´ 74

§ 14 Διὰ ταύτην τοῦ προσώπου τὴν μονότητα τὴν ἐν ἑκατέρᾳ φύσει νοεῖσθαι PL.54.772A
ὀφείλουσαν, καὶ Υἱὸν ἀναγινώσκομεν ἀνθρώπου κατεληλυθέναι ἐξ οὐρανοῦ, ὁπότε Jn 3.13
ὁ Υἱὸς τοῦ Θεοῦ τὸ σῶμα ἐξ αὐτῆς <τῆς> Παρθένου, ἐξ ἧς ἐτέχθη, προσέλαβεν. Καὶ
πάλιν ὁ Υἱὸς τοῦ Θεοῦ σταυρωθεὶς λέγεται καὶ ταφεὶς, ὁπότε ταῦτα οὐκ ἐν αὐτῇ τῇ
5 θεότητι, ἐν ᾗ μονογενὴς καὶ συναΐδιος καὶ ὁμοούσιος τῷ Πατρὶ, ἀλλ’ ἐν τῇ ἀσθενείᾳ
τῆς ἀνθρωπίνης ὑπομεμένηκε φύσεως.

[Σχόλιον.]
Καὶ ἐνταῦθα τὴν τοῦ προσώπου μονότητα, ἤγουν ἕνωσιν, ἀντὶ τῆς μιᾶς εἶπεν
10 ὑποστάσεως τῆς ἐν ἑκατέρᾳ φύσει νοουμένης, καὶ ἐν ᾗ ἑκατέρα θεωρεῖται φύσις
ἀδιαιρέτως, ὡς αὐτὸς ἐν τοῖς ἑξῆς ἐδήλωσεν.

§ 15 Τοῦ αὐτοῦ μεθ’ ἕτερα. PL.54.774B

15 Ὅπως ἂν ἐν αὐτῷ μεμενηκέναι γνωσθῇ ἡ ἰδιότης τῆς τε θείας καὶ τῆς ἀνθρωπίνης
φύσεως ἀδιαιρέτως. |149

§ 16 Τοῦ αὐτοῦ πρὸς Λέοντα βασιλέα. PL.54.1164B

20 Εἰ τὰ μάλιστα γὰρ ἐν τῷ ἑνὶ δεσπότῃ Χριστῷ, τῷ ἀληθινῷ Υἱῷ Θεοῦ καὶ Υἱῷ
ἀνθρώπου, τοῦ τε Λόγου καὶ τῆς σαρκὸς, ἓν ὑπάρχει τὸ πρόσωπον, ὅπερ ἀχωρίστως
καὶ ἀδιαιρέτως κοινὰς ἔχει τὰς πράξεις· δεῖ νοεῖν ὅμως αὐτῶν τῶν ἔργων τὰς
ποιότητας, καὶ τῇ κατανοήσει τῆς εἰλικρινοῦς πίστεως δεῖ καθορᾶν, ἐπὶ ποίᾳ μὲν ἡ
τῆς σαρκὸς προσάγεται ταπεινότης, ἐπὶ ποίᾳ δὲ τὸ ὑψηλὸν τῆς θεότητος ἐπικλίνεται,
25 καὶ τί μέν ἐστιν, ὅπερ ἡ σὰρξ οὐ πράττει δίχα τοῦ Λόγου, τί δὲ εἴη ὅπερ ὁ Λόγος
χωρὶς τῆς σαρκὸς οὐ κατεργάζεται.

§ 17 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. PL.54.1166A

30 Εἰ καὶ τὰ μάλιστα τοίνυν ἐξ ἐκείνης τῆς ἀρχῆς, ἀφ᾽ ἧς ἐν τῇ γαστρὶ τῆς Παρθένου
ὁ Λόγος γέγονε σὰρξ, οὐ δ᾽ ὅτι οὖν ἦν διαιρέσεως τῆς ἑκατέρας μορφῆς, καὶ δι᾽
ἁπάσης αὐξήσεως σωματικῆς ἑνὸς προσώπου αἱ τοῦ παντὸς χρόνου πράξεις γε-
γόνασιν· ὅμως αὐτὰ, ἅπερ ἀχωρίστως γεγένηται, κατ᾽ οὐδεμίαν ἐπιμιξίαν συγχέομεν,
ἀλλ᾽ ὅτι ποίας εἴη μορφῆς ἐκ τῆς τῶν ἔργων ποιότητος αἰσθανόμεθα.
35

§ 18 Εὐσταθίου ἐπισκόπου Βηρυτοῦ περὶ τῆς τοῦ μακαρίου Λέοντος ἐπιστολῆς


ἀπολογία πρὸς Τιμόθεον τὸν Αἴλουρον.

Γνῶθι δὲ καὶ ἐκ τῶν ἐφεξῆς τὴν τούτου τῶν δογμάτων ἀκρίβειαν. Εἰπὼν γὰρ,
40 Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, |150 ὅπερ ἔσχηκεν ἴδιον, Περὶ τοῦ Ἐνεργεῖ
ἐπάγει, Τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ’ ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος γὰρ ἑκατέρα μορφή.
ἐκτελοῦντος ὅσα ἐστὶ τοῦ σώματος, καὶ διὰ μὲν τοῦ εἰπεῖν τοῦ Λόγου κατεργαζομένου,
τὴν αὐθεντίαν καὶ τὴν ἐξουσίαν καὶ τὸ ἀδούλωτον τῆς θεότητος ἐσήμανεν. Ὅσα γὰρ
τοῦ Λόγου, ταῦτα ἀρχικὰ καὶ βασιλικά ἐστιν. Οὐκ ἐπήγαγεν δὲ καὶ τοῦ σώματος
45 ἐργαζομένου, ἀλλ’ ἐκτελοῦντος ὅσα ἐστὶ τοῦ σώματος, ὡς ἄν σοι κατασημήνῃ,
ὅτιπερ τὸ σῶμα πρὸς τὸ βούλημα τοῦ ἑνωθέντος αὐτῷ Λόγου, οὗ καὶ γέγονεν
ἴδιον, ἐκινεῖτο κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως, ἡνίκα τοῦτο παρασταίη τῷ Θεῷ
Λόγῳ. Οὐ γὰρ ἀφ’ ἑαυτοῦ πρὸς τὰ φυσικὰ πάθη τὴν ὁρμὴν ἐποιεῖτο ἢ τὰ ἔξωθεν

37 : Αἴλουρον : Ἔλουρον A.
150 | 152 Κεφάλαιον ΙΕ´ 75

προσπίπτοντα, ἀλλὰ τοῦ Λόγου συγχωροῦντος οἰκονομικῶς.

§ 19 Γρηγορίου Νύσσης ἐκ τοῦ κατ’ Εὐνομίου λόγου γ´. PG45.705C

5 Οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις, οὔτε δακρύει τὸν κείμενον ἡ
ἀπαθὴς ἐξουσία, ἀλλ’ ἴδιον τοῦ ἀνθρώπου τὸ δάκρυον, ἡ δὲ ζωὴ τῆς ὅντως ζωῆς·
οὐ τρέφει τὰς χιλιάδας ἡ ἀνθρωπίνη πτωχεία, οὔτε τρέχει ἐπὶ τὴν συκῆν ἡ παντο-
δύναμος ἐξουσία. Τίς ὁ κοπιῶν ἐκ τῆς ὁδοιπορίας; Τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον
συστησάμενος; Τί τὸ τῆς δόξης ἀπαύγασμα; Τί τὸ τοῖς ἥλοις καταπειρόμενον; Ποία
10 μορφὴ ἐπὶ τοῦ πάθους ῥαπίζεται, |151 καὶ ποία ἐξ ἀϊδίου δοξάζεται; Φανερὰ γὰρ
ταῦτα κἂν μή τις ἐφερμηνεύῃ τῷ λόγῳ· αἱ μὲν πληγαὶ, τοῦ δούλου, ἐν ᾧ ὁ Δεσπότης·
αἱ δὲ τιμαὶ τοῦ Δεσπότου, περὶ ὃν ὁ δοῦλος· ὡς διὰ τὴν συνάφειάν τε καὶ συμφυΐαν
κοινὰ γίνεσθαι ἑκατέρου τὰ ἀμφότερα· τοῦ μὲν Δεσπότου τοὺς δουλικοὺς μώλωπας
εἰς ἑαυτὸν ἀναλαμβάνοντος, τοῦ δὲ δούλου τῇ δεσποτικῇ δοξαζομένου τιμῇ.
15

§ 20 Διονυσίου ἐπισκόπου Ἀθηνῶν ἐκ τῆς πρὸς Γάϊον δ´ ἐπιστολῆς. PG3.1072B

Ἔστιν δὲ οὐδὲν ἧττον ὑπερουσιότητος ὑπερπλήρης ὁ ἀεὶ ὑπερούσιος· ἀμέλει


τῇ αὐτῆς περιουσίᾳ, καὶ εἰς οὐσίαν ἀληθῶς ἐλθὼν, ὑπὲρ οὐσίαν οὐσιώθη, καὶ ὑπὲρ
20 ἄνθρωπον ἐνήργει τὰ ἀνθρώπου. Καὶ δηλοῖ παρθένος ὑπερφυῶς κύουσα, καὶ ὕδωρ
ἄστατον ὑλικῶν καὶ γεηρῶν ποδῶν ἀνέχον βάρος, καὶ μὴ ὑπεῖκον, ἀλλ’ ὑπερφυεῖ
δυνάμει πρὸς τὸ ἀδιάχυτον συνιστάμενον.

§ 21 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. PG3.1072B


25

Καὶ γὰρ ἵνα συνελόντες εἴπωμεν, οὐδὲ ἄνθρωπος ἦν, οὐχ ὡς μὴ ἄνθρωπος, ἀλλ’
ὡς ἐξ ἀνθρώπων ἀνθρώπων ἐπέκεινα καὶ ὑπὲρ ἄνθρωπον ἀληθῶς γεγονώς. Καὶ
τὸ λοιπὸν οὐ κατὰ Θεὸν τὰ θεῖα δράσας, οὐ τὰ ἀνθρώπινα κατὰ ἄνθρωπον, ἀλλ’
ἀνδρωθέντος Θεοῦ, καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν ἐμπεπολιτευμένος.
30

Σχόλιον.
Θεανδρικῶς, ἤγουν θεϊκῶς ἅμα καὶ ἀνδρικῶς, τά τε θεῖα καὶ τὰ ἀνθρώπινα PG91.1056CD
δράσας, ἢ σαφέστερον εἰπεῖν, θεϊκὴν ἐν ταὐτῷ καὶ ἀνδρικὴν ἐνέργειαν |152
πεπολιτευμένος. Εἰ γὰρ τῆς διαφορᾶς τὸν λόγον ὁ τῆς ἑνώσεως τρόπος ἔχει
35 σωζόμενον, ἄρα περίφρασίς ἐστιν ἡ τοῦ ἁγίου φωνὴ, καταλλήλῳ κλήσει τοῦ διττοῦ
τὴν φύσιν Χριστοῦ τὴν διττὴν παραδηλοῦντος ἐνέργειαν.

§ 22 Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. PG26.1124A

40 Διὰ τοῦτο ὁ Κύριος ἔλεγεν, Νῦν ἡ ψυχή μου τετάρακται. Τὸ δὲ νῦν, τοῦτό ἐστιν, Jn 12.27
ὅτε ἠθέλησεν. Ὅμως μέντοι τὸ ὂν ἐπιδείκνυται· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν,
ὡς δοκήσει γινομένων τῶν λεγομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγίνετο.

§ 23 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. PG26.1153B


45

Οὐδαμοῦ δὲ θεότης πάθος προσίεται δίχα πάσχοντος σώματος· οὔτε ταραχὴν


καὶ λύπην ἐπιδείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταρασσομένης· οὔτε ἀδημονεῖ
καὶ προσεύχεται δίχα νοήσεως ἀδημονούσης καὶ προσευχομένης, ἀλλὰ γὰρ κἂν

41 : παρὸν : παρ᾽ ὂν A.
152 | 154 Κεφάλαιον ΙΕ´ 76

μὴ ἡττήματι φύσεως συνέβαινε τὰ λεγόμενα, ἀλλ’ ἐπιδείξει ὑπάρξεως ἐγίνετο τὰ


γινόμενα.

§ 24 Κυρίλλου ἐκ τοῦ διαλογικοῦ συντάγματος, ὅτι εἷς ὁ Χριστός. PG75.1332A


5

Ὁ γάρ τοι σοφὸς εὐαγγελιστὴς, σάρκα γεγονότα προενεγκὼν τὸν Λόγον, Jn 1.14
δείκνυσιν αὐτὸν οἰκονομικῶς ἐφέντα τῇ ἰδίᾳ σαρκὶ, διὰ τῶν τῆς ἰδίας φύσεως ἰέναι
νόμων. Ἀνθρωπότητος δὲ τὸ προκόπτειν ἐστὶν ἡλικίᾳ τε καὶ σοφίᾳ, φαίην δ’ ἂν ὅτι
καὶ χάριτι. Lk 2.52
10

§ 25 Τοῦ αὐτοῦ ἐκ τοῦ β´ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου κδ´. |153 PG75.393C

Ὅθεν οὖν ἔδει φαίνεσθαι σαφῶς, ὅτιπερ ἄνθρωπος εἴη καὶ οὐ φάντασμα, ἐκεῖθεν
αὐτὸ δεικνύειν ἠπείγετο. Ἁμαρτίαν μὲν γὰρ, ὡς ἀναμάρτητος καὶ οὐκ εἰδὼς τοῦτο
15 παθεῖν, παραιτεῖται δικαίως· ἐπιτρέπει δὲ τῷ σώματι καὶ τῇ ἀνθρωπότητι τὰ τῇ φύσει
προσόντα παθεῖν, εἰς ἀπόδειξιν τοῦ ὅντως καὶ κατὰ ἀλήθειαν φορῆσαι σάρκα, καὶ
ἄνθρωπον γενέσθαι, κατὰ τὰς Γραφάς.

§ 26 Τοῦ αὐτοῦ ἐκ τοῦ β´ βιβλίου τοῦ εἰς τὸ κατὰ Ματθαῖον ὑπομνήματος. PG72.392A
20

Συνεισβαίνουσι τοίνυν οἱ μαθηταὶ, καὶ προσδέχεται μὲν τὸν ὕπνον αὐτὸς,


οἰκονομικῶς δὲ μάλιστα κατ’ ἐκεῖνο καιροῦ τὸ παθεῖν ἀφιεὶς τὰ ἴδια τῇ σαρκί, καίτοι
διέπων αὐτὸς ἐνέργειάν τε καὶ φύσιν οὐρανοὺς καὶ γῆν καὶ τὰ ἔτι τούτων ἐπέκεινα.

25 § 27 Γρηγορίου Νύσσης ἐκ τοῦ εἰς τοὺς μακαρισμοὺς λόγου δ´. PG44.1236D

Ὁ κατὰ πάντα κοινωνήσας ἡμῖν χωρὶς ἁμαρτίας καὶ συμμετάσχων ἡμῖν τῶν
αὐτῶν παθημάτων, τὴν πεῖναν οὐκ ἔκρινεν ἁμαρτίαν, οὐδὲ ἀπώσατο τῆς ἑαυτοῦ
σαρκὸς τὸ κατ’ αὐτὴν πάθος, ἀλλ᾽ ἐδέξατο τὴν ὀρεκτικὴν τῆς φύσεως ὁρμὴν τὴν
30 ἐπὶ τῇ τροφῇ γινομένην. Ἀπόσιτος τεσσαράκοντα ἡμερῶν διαμείνας, ὕστερον
ἐπείνασεν· ἔδωκεν γὰρ καιρῷ ὅτε ἠβούλετο τῇ φύσει τὰ ἑαυτῆς ἐνεργῆσαι. Mt 4.2

§ 28 Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα προσφωνητικοῦ. PG76.1273B

35 Διά τί δὲ καὶ διὰ σαρκικοῦ φυσήματος τὸ Πνεῦμα δίδωσιν; Ὅτι μὴ ἀλλοτρία Jn 20.22
τοῦ Λόγου |154 γέγονεν ἡ αὐτοῦ σὰρξ, ἀλλὰ ἰδικῶς αὐτοῦ. Καὶ ἀνθρώπινον μὲν
τὸ διὰ σαρκὸς ἐμφύσημα, θεϊκῆς δὲ δυνάμεως ἔργον τὸ μετόχους ἀποφαίνειν τοῦ
Πνεύματος τοὺς ἠξιωμένους.

40 § 29 Τοῦ αὐτοῦ εἰς τὸ Νῦν ἡ ψυχή μου τετάρακται. PG76.1413C


Jn 12.27
Ὥσπερ δὲ οἰκονομικῶς συγκεχώρηκε τῇ οἰκείᾳ σαρκὶ παθεῖν ἔσθ’ ὅτε τὰ ἴδια,
οὕτω πάλιν συγχωρεῖ καὶ τῇ ψυχῇ τὰ οἰκεῖα παθεῖν· καὶ τὸ τῆς κενώσεως μέτρον
τετήρηκε πανταχοῦ, καίτοι Θεὸς ὢν φύσει, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν.
45

1 : φύσεως : φύσεως ἀδημονούσης καὶ προσευχομένης, ἀλλὰ γὰρ κἂν μὴ ἡττήματι σύφεως A.
43 : οἰκεῖα : οἰκείᾳ A.
154 | 156 Κεφάλαιον ΙΕ´ 77

§ 30 Τοῦ αὐτοῦ ἐκ τοῦ ἐκ τοῦ κατὰ Ἰωάννην ὑπομνήματος. PG74.52D

Ἐπειδὴ δὲ οὐ Θεὸς κατὰ φύσιν μόνον, ἀλλὰ καὶ ἄνθρωπος ἦν ὁ Χριστὸς, πάσχει
μετὰ τῶν ἄλλων τὸ ἀνθρώπινον. Ἀρχομένης γάρ πως ἐν αὐτῷ κινεῖσθαι τῆς λύπης,
5 καὶ νευούσης ἤδη πρὸς δάκρυον τῆς ἁγίας σαρκὸς αὐτοῦ, οὐκ ἀφίησιν αὐτὴν Jn 11.33
τοῦτο παθεῖν ἐκλύτως, καθάπερ ἔπος εἰπεῖν. Ἐμβριμᾶται δὲ τῷ πνεύματι, τουτέστι
τῇ δυνάμει τοῦ πνεύματος, καὶ ἐπιπλήττει τρόπον τινὰ τῇ ἰδίᾳ σαρκί. Ἡ δὲ, τὸ τῆς
ἑνωθείσης αὐτῇ θεότητος μὴ ἐνεγκοῦσα κίνημα, τρέμει τε καὶ θορυβεῖται. Τοῦτο γὰρ
σημαίνει τὸ ἐτάραξεν ἑαυτόν. Πῶς γὰρ ἂν ἄλλως ὑπομείνῃ θόρυβον; Ταραχθήσεται Jn 11.33
10 δὲ κατά τινα τρόπον ἡ ἀνάλωτος ἀεὶ καὶ γαληνιῶσα φύσις. Ἐπιτιμᾶται τοίνυν ἡ σὰρξ
διὰ τοῦ πνεύματος τὰ ὑπὲρ φύσιν ἰδίαν διδασκομένη φρονεῖν.

§ 31 Ἀθανασίου ἐκ τοῦ γ´ λόγου κατὰ Ἀρειανῶν. |155 PG26.397B

15 Ταῦτα ἀναγκαίως προεξητάσαμεν ἵνα, ἐὰν ἴδωμεν αὐτὸν ὡς δι’ ὀργάνου τοῦ
ἰδίου σώματος τὸν Θεὸν Λόγον θεϊκῶς πράττοντά τι ἢ καὶ λέγοντα, γινώσκωμεν,
ὅτι Θεὸς ὢν, ταῦτα ἐργάζεται· καὶ πάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντά Σημειωτέον τὸ ἐξ
τι καὶ πάσχοντα ἢ πράττοντα, μὴ ἀγνοῶμεν, ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος, ἑνὸς προσώπου
καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ, ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες, καὶ ἀμφότερα ἐξ ὁμοίως τοῖς
20 ἑνὸς προσώπου πραττόμενα βλέποντες. Λέοντος.

§ 32 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς.

Οὐ γὰρ ἦν ἀνθρώπου ψιλοῦ καὶ τῶν καθ’ ἡμᾶς ἑνὸς τῆς κατὰ φύσιν ζωῆς
25 ἀποπεραίνειν δύνασθαι τὴν ἐνέργειαν. Διὰ τοῦτο χάριτι Θεοῦ καὶ αὐτὸ τὸ σῶμα
τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, καίτοι κατὰ φύσιν ὄντος ζωῆς, ὑπὲρ τῆς
ἁπάντων σωτηρίας ἐγεύσατο θανάτου, καθά φησιν αὐτὸς ὁ ἱερώτατος Παῦλος, ἵνα Heb 2.9
μὴ τοῦ γηΐνου σώματος ἔργον εἶναι νομισθῇ τὸ καταργῆσαι θάνατον, αὐτοῦ δὲ δὴ Heb 2.14
μᾶλλον τοῦ ἑνωθέντος αὐτῷ καὶ παρ’ αὐτὸ ἑτέρου κατὰ φύσιν ὑπάρχοντος Λόγου.
30

§ 33 Ἰωάννου Χρυσοστόμου εἰς Θωμᾶν τὸν ἀπόστολον καὶ κατὰ Ἀρειανῶν. PG59.500

Δεῦρο λάβε τὸ θαῦμα τῇ πείρᾳ· μάθε τὴν ἀνάστασιν ἔργῳ· φέρε τὴν χεῖρα, καὶ Jn 20.27
βλέπε τὸ σῶμα. Εἰ χωρεῖς, κράτει· εἰ καθαρους ἔχεις δακτύλους, ἅψαι τῶν τύπων· εἰ
35 πιστεύεις, καὶ φθάνεις· εἰ δὲ φιλονεικεῖς, |156 οὐχ εὑρίσκεις· εἰ ἀπιστεῖς, οὐ γνωρίζεις·
εἰ ἁμφιβάλλεις, τὸ ἀπαθὲς οὐκ ἔχεις· εἰ πάθος ἔχεις, τὸ ἀπαθὲς οὐ γνωρίζεις. Ταῦτα
ἀκούσας ἐκάθηρα τὴν ψυχὴν ἀπιστίας· ἀπεδυσάμην τὴν ἀμφίβολον γνώμην· Σκόπει ἐνταῦθα
ἀνέλαβον τὸ πεπεισμένον· ἡψάμην τοῦ σώματος χαίρων καὶ τρέμων· ἐξήπλωσα μετὰ ῥητῶς τὰς δύο
των δακτύλων καὶ τὸ τῆς ψυχῆς ὄμμα, καὶ δύο λοιπὸν ἐνεργειῶν ᾐσθόμην. ἐνεργείας.
40

§ 34 Κυρίλλου ἀπὸ σχολίου ιη´. PG75.1398C

Ἴδιον τοῦ Λόγου τὸ σῶμα λέγεται πρὸς ἡμῶν, οὐ καθάπερ ἴδιον τοῦ ἀνθρώπου
τὸ γελαστικὸν, ἢ τοῦ ἵππου τὸ χρεμετιστικὸν, ἀλλ’ ὅτι γέγονεν αὐτοῦ καθ’ ἕνωσιν Ὅτι καὶ τὸ σῶμα
45 ἀληθῆ τὴν ὀργανικὴν αὐτῷ χρείαν ἀποπληροῦν, πρὸς ἃ πέφυκεν ἐνεργεῖν, δίχα ἐνεργεῖ ὀργανικὴν
μόνων τῶν εἰς ἁμαρτίαν. ἐκτελοῦν χρείαν.

39 : λοιπόν : λοιπῶν A.
156 | 158 Κεφάλαιον ΙϚ´ 78

§ 35 Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Θεοδόσιον προσφωνητικοῦ. PG76.1164B

Προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ τῇ ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα τε καὶ


ἀρρωστήματα, φυσικὰ καὶ ὅσα μώμου μακράν· ψυχῇ δὲ αὐτῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινα
5 καὶ ἀνυπαίτια πάθη.

§ 36 Γελασίου ἐπισκόπου Καισαρείας (εἷς οὗτος ἐκ τῶν ρν´) ἐκ τοῦ βιβλίου τῆς κατὰ
τὴν ἐκκλησίαν πρακτικῆς στοιχειώσεως .

10 Εἰ τοίνυν οἰκειοτάτη τοῖς ἀνθρώποις καὶ μάλιστα πρέπουσα καὶ κατὰ φύσιν
ἐνέργεια ἡ διὰ τοῦ νοῦ γίνεται θεωρία, καθ᾽ ἣν τῶν ἄλλων ζῴων διαφέρων ὁ Σημειωτέον
ἄνθρωπος, θεῖόν τι ζῷον |157 εἶναι πεπίστευται· ταύτης δὲ τῆς οὕτως ἐν ἡμῖν ἐνταῦθα καὶ
τιμιωτέρας φύσεως, ἡ περὶ τῶν θείων διάληψις τιμιωτέρα, ἥτις καὶ τὸν τῆς πίστεως τοῦ νοῦ καὶ τοῦ
ἐπέχει λόγον, εὔδηλον ὡς ἡ περὶ ταῦτα σχολὴ βελτίων ἂν εἴη καὶ προτιμοτέρα, καὶ σώματος τὰς
15 οὐκ ὀλίγῳ γε τῷ μέτρῳ, εἴγε δύο συστοιχείαις ὅλαις προτεροῦσα φαίνεται. Εἰ γὰρ αἱ κινήσεις, ἐνεργείας
μὲν τῆς ψυχῆς ἐνέργειαι τῶν τοῦ σώματος ἀεὶ προτιμοτέραι, τούτων δὲ μία τις οὖσα κληθείσας παρὰ
φαίνεται ἡ θεολογία, οὐκ ἐκ δευτερείων τὰ πρωτεῖα, ἀλλ᾽ ἐκ τῶν ἀναβεβηκότων τῇ τοῦ πατρός.
φύσει τὰ πρεσβεῖα δικαίως ἀποίσεται.

20 § 37 Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον προσφωνητικοῦ. PG76.1156D

Οὐ μὴν οὐδ᾽ ἐκείνους ἐπαινέσαιμεν ἄν, φιλοθηρεῖν εὖ μάλα δεδιδαγμένοι τὸ ἀληθὲς, Ὅτι ἄτοπον τὴν
οἳ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα. Σαρκὶ γάρ που ψυχικὴν τοῦ νοῦ
μόνῃ, καὶ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχούσῃ κίνησιν ἀμφιεννύντες τὸν Λόγον, ἐνέργειαν προσ-
25 παραφέρουσιν εἰς κόσμον, τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῷ Μονογενεῖ. άπτειν τῷ Λόγῳ.

Κεφάλαιον ΙϚ´.

Κατὰ τῶν ἀγνοίαν κατηγοροῦντων ἀσεβῶν τοῦ Κυρίου·


30 καὶ κατὰ ἀφθαρτοδοκητῶν· καὶ περὶ δειλίας.

Σχόλιον.
Ἰστέον ὅτι τὸν περὶ ἀγνοίας λόγον, διαφόρως οἱ τῆς ἐκκλησίας ἐξέθεντο
διδάσκαλοι, καθὼς ἐν τοῖς ἑξῆς εὑρήσεις· δῆλον δὲ, ὡς πάντες εὐσεβῶς. |158
35 Σημειωτέον τοίνυν ὡς, εἰ καί τινες αὐτῶν ἀνθρωπίνως ἔφησαν εἰπεῖν τὸν
Σωτῆρα ἠγνοηκέναι τῆς συντελείας καὶ τῆς κρίσεως τὴν ἡμέραν, οὐχ ὡς ἄγνοιαν Mt 24.36
αὐτοῦ κατηγοροῦντες τοῦτο εἰρήκασιν, ἀλλ’ ἀπέδειξαν τὴν φύσιν αὐτὴν, φημὶ δὴ
τὴν ἀνθρωπίνην, οὐκ ἔχουσαν οἴκοθεν καὶ ἐξ ἑαυτῆς τῶν μελλόντων τὴν γνῶσιν
οὐσιωδῶς· ὡς μέντοι ἡνωμένην τῷ Θεῷ Λόγῳ καὶ ἀχώριστον αὐτοῦ οὖσαν καὶ
40 ἓν πρὸς αὐτὸν λελογισμένην διὰ τὴν ὑποστατικὴν ταυτότητα, μετὰ τῶν ἄλλων
θεοσημειῶν καὶ τῶν ἐσομένων τὴν γνῶσιν καταπεπλουτηκέναι αὐτὴν, οὐδεὶς
ἀντερεῖ λόγος. Τότε γὰρ ἀγνοεῖν αὐτὸν ὡς ἄνθρωπον νοήσεις κατὰ τὸν θεολόγον
Γρηγόριον, ὅτε τὸ φαινόμενον χωρίσεις τοῦ νοουμένου, τουτέστιν ὅτε αὐτὴν καθ’ PG 36.124B
ἑαυτὴν τὴν ἀνθρωπίνην φύσιν τῇ ἐπινοίᾳ θεωρήσεις.
45 Καὶ τοῦτο δὲ γινώσκειν χρὴ, ὡς πρὸς Ἀρειανοὺς καὶ Εὐνομιανοὺς τοῖς πατράσιν
τὰ περὶ ἀγνοίας ἤδη ἐσπούδασται. Ὁ γὰρ Θεμίστιος, ὃς ἐγένετο ὕστερον τῶν
ἀγνοητῶν ἀρχηγὸς, τῶν Θεοδοσιανῶν ἐστιν ἀπόσχισμα, καὶ μίαν Χριστοῦ φύσιν
ἐπρέσβευσεν, ὥσπερ ἐκεῖνοι, σύνθετον.

11 : νοῦ : ναοῦ A.
158 | 161 Κεφάλαιον ΙϚ´ 79

§1 Κυρίλλου ἐκ τοῦ β´ βιβλίου τοῦ θησαυροῦ. κ´. PG75.369A

Εἰ γὰρ τὰ ἐσόμενα πάντα πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης διηγεῖται σαφῶς, Mt 24.4-51
καί φησιν, Ἔσται μὲν τόδε, συμβήσεται δὲ ἐκεῖνο, εἶτα τὸ τέλος, δῆλον ὅτι ὁ τὰ πρὸ
5 αὐτῆς εἰδὼς, καὶ αὐτὴν ἐπίσταται. Μετὰ γὰρ τὰ εἰρημέ |159 να ὑπ’ αὐτοῦ, τίθησιν, ὅτι
Τὸ τέλος ἐστίν. Τέλος δὲ τί ἂν ἓτερον εἴη, <ἢ πάντως> ἡ ἐσχάτη ἡμέρα, ἣν ἀγνοεῖν Mt 24.6, 14
ἔφησεν οἰκονομικῶς, ἁποσώζων πάλιν τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; Mt 24.36
Ἀνθρωπότητος γὰρ ἴδιον, τὸ μὴ εἰδέναι τὰ μέλλοντα.

10 §2 Βασιλείου ἐκ τοῦ κατ’ Εὐνομίου συλλογισμῶν λόγου γ´. PG29.696B

Εἰ τὴν γνῶσιν πάντων ὧν ὁ Πατὴρ ἔχει, ὁ Υἱὸς οὐκ ἔχει, ἐψεύσατο εἰπὼν, Πάντα Jn 16.15
ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, καὶ, Καθὼς ὁ Πατὴρ γινώσκει με, κἀγὼ γινώσκω αὐτόν. Jn 10.15
Εἰ δὲ ἕτερον τὸ τὸν Πατέρα εἰδέναι, καὶ ἕτερον τὰ τοῦ Πατρὸς, μεῖζον δὲ τὸ εἰδέναι
15 τὸν Πατέρα τοῦ τὰ αὐτοῦ εἰδέναι, καθόσον ἕκαστος αὐτὸς τῶν ἑαυτοῦ μείζων, τὸ
μεῖζον οὖν εἰδὼς, Οὐδεὶς γάρ, φησιν, οἶδεν τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, τὸ ἔλαττον Mt 11.27
οὐκ ᾔδει, ὅπερ ἀδύνατον. Διὰ τὸ μὴ συμφέρειν οὖν τοῖς ἀνθρώποις ἀκοῦσαι, τὸν
καιρὸν τῆς κρίσεως παρεσιώπησεν. Ἡ μὲν γὰρ εἰς ἀεὶ προσδοκία θερμοτέρους περὶ
τὴν εὐσέβειαν ἀπεργάζεται· ἡ δὲ τοῦ πολὺν τῶν μεταξὺ χρόνων ἔσεσθαι γνῶσις,
20 ὀλιγωροὺς ἂν περὶ τὴν εὐσέβειαν ἐποίησεν, ἐλπίδι τοῦ καὶ ὕστερον μεταβαλλομένους
δυνηθῆναι σωθῆναι. Ἐπεὶ πῶς ὁ πάντα τὰ μέχρι τῆς ὥρας ἐκείνης εἰδὼς, εἶπεν γοῦν
αὐτὰ, οὐχὶ κἀνείνην τὴν ὥραν ᾖδει; Μάτην δὲ καὶ ὁ Παῦλος ἔλεγεν, Ἐν ᾧ εἱσι πάντες
οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. |160 Col 2.3

25 §3 Κυρίλλου ἐκ τοῦ εἰς τὸ κατὰ Ματθαῖον ὑπομνήματος. PG72.444C

Ἠγνοηκέναι δέ φησιν, οὐχ ᾗ νοεῖται Θεὸς, ἀλλ’ ᾗ καὶ αὐτὸς, καίτοι Θεὸς ὢν
Λόγος, γέγονέ τε καὶ κεχρημάτικεν ἄνθρωπος, ὃς ἀγνοεῖ τὰ ἐσόμενα κατά γε τὴν ἰδίαν
φύσιν καὶ τὸ τῆς ἀνθρωπότητος μέτρον, δέχεται δὲ πολλάκις ἐξ ἀποκαλύψεως Θεοῦ.
30 Καὶ μήτοι θαυμάσῃς, εἰ τὸ τῆς ἀγνοίας καταδέχεται σμικροπρεπές. Εἰ γὰρ δεσπότης Phil 2.7
ὑπάρχων κέκληται δοῦλος διὰ τὸ ἀνθρώπινον, καὶ Κύριος ὢν τῆς δόξης, δόξαν ὡς οὐκ 1Cor 2.8
ἔχων αἰτεῖ παρὰ τοῦ Πατρὸς, καὶ αὐτὸς ὢν κατὰ ἀλήθειαν ἡ ζωὴ καὶ πάντα ζωογονῶν, Jn 17.5
ἐν δυνάμει τοῦ Πατρὸς ἐγηγέρθαι λέγεται, καὶ συναΐδιος ὢν τῷ Θεῷ καὶ Πατρὶ, ὡς εἰς Ac 10.40
ἀρχὰς τοῦ εἶναι κεκλημένος, ὅτε καὶ καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος, ἤκουεν λέγοντος
35 αὐτοῦ, Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε, καίτοι τοῦ σήμερον τὸν ἐνεστηκότα Ps 2.7; Heb 1.5
καιρὸν σημαίνοντος, τί τὸ παράδοξον, εἰ καὶ ὅπερ πρόσεστι κατὰ φύσιν τουτέστι
τὸ ἀγνοῆσαί τι τῶν ὄντων τυχὸν μετὰ τῶν ἄλλων αὐτῆς ἰδιωμάτων οἰκειώσασθαι
κατηξίωσεν; Εἰ γὰρ ἐφ’ ἑνὶ δὴ τούτων σκανδαλιζόμεθα, λελύσθω μετ᾽ αὐτων καὶ τὰ
ἔτερα. Καὶ τί τὸ ἐντεῦθεν; Οἰχήσεται λοιπὸν τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ Λόγος καὶ
40 ἀνατετράφθω τὸ μυστήριον, δι’ οὗ καὶ σεσώσμεθα. Γεγόναμεν γὰρ κατ’ αὐτὸν ἡμεῖς,
ἐπειδὴ γέγονε καθ’ ἡμᾶς αὐτός. Ὀρθῶς τοιγαροῦν νοοῦντες εἰδέναι μὲν |161 φήσομεν
τὸν Υἱὸν, καθὸ καὶ νοεῖται καὶ ἔστι Θεὸς, ἀγνοεῖν δὲ ὅσον ἧκεν εἰς ἀνθρώπου φύσιν,
ἐπειδὴ καὶ γέγονεν ἄνθρωπος, ψευδομυθμήσει οὐδαμῶς, ὅταν λέγῃ καὶ μὴ εἰδέναι,
καὶ οὐχ ὅτι τοῖς τῆς θεότητος ἀξιώμασιν τὸ χρῆμα προσάψομεν, ἀλλὰ τῇ τοῦ δούλου
45 μορφῇ καὶ τῇ καθ’ ἡμᾶς πτωχείᾳ περιτιθεὶς, ἢ τῷ Θεῷ Λόγῳ τὰ ἀνθρώπινα. Γέγονε
γὰρ οὐκ ἐν ἀνθρώπῳ κατὰ τήν τινων ἀβουλίαν, ἀλλ’ αὐτὸς κατ’ ἀλήθειαν ἄνθρωπος
μετὰ τοῦ εἶναι καὶ φύσει Θεός.

43 : ψευδομυθήσει : ψευδομήσει* A.
161 | 163 Κεφάλαιον ΙϚ´ 80

§4 Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ υἱοῦ β´ λόγου. PG36.124A

Δέκατόν ἐστιν αὐτοῖς ἡ ἄγνοια, καὶ τὸ μηδένα γινώσκειν τὴν τελευταίαν


ἡμέραν ἢ ὥραν, μηδὲ τὸν Υἱὸν αὐτὸν, εἰ μὴ τὸν Πατέρα. Καίτοι πῶς ἀγνοεῖ τι τῶν
5 ὄντων ἡ σοφία, ὁ ποιητὴς τῶν αἰώνων, ὁ συντελεστὴς καὶ μεταποιητὴς, τὸ πέρας
τῶν γενομένων; Ὁ οὕτω τὰ τοῦ Θεοῦ γινώσκων, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ
ἐν αὐτῷ; Τί γὰρ ταύτης τῆς γνώσεως τελειότερον; Πῶς δὲ τὰ μὲν πρὸ τῆς ὥρας 1Cor 2.11
ἀκριβῶς ἐπίσταται, καὶ τὰ οἷον ἐν χρόνῳ τοῦ τέλους, αὐτὴν δὲ ἀγνοεῖ τὴν ὥραν;
Αἰνίγματι γὰρ τὸ πρᾶγμα ὅμοιον, ὥσπερ ἂν εἴ τις τὰ μὲν πρὸ τοῦ τείχους ἀκριβῶς
10 ἐπίστασθαι λέγοι, αὐτὸ δὲ ἀγνοεῖν τὸ τεῖχος· ἢ τὸ τῆς ἡμέρας τέλος εὖ ἐπιστάμενος,
τὴν ἀρχὴν τῆς νυκτὸς μὴ γινώσκειν· ἔνθα ἡ τοῦ ἑτέρου γνῶσις ἀναγκαίως συνεισάγει
τὸ ἕτερον. Ἢ πᾶσιν |162 εὔδηλον, ὅτι γινώσκει μὲν ὡς Θεὸς, ἀγνοεῖν δέ φησιν ὡς
ἄνθρωπος, ἄν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου; Τὸ γὰρ ἀπόλυτον εἶναι
τὴν τοῦ υἱοῦ προσηγορίαν καὶ ἄσχετον, οὐ προσκειμένου τῷ υἱῷ τοῦ τίνος, ταύτην
15 ἡμῖν δίδωσι τὴν ὑπόνοιαν, ὥστε τὴν ἄγνοιαν ὑπολαμβάνειν ἐπὶ τὸ εὐσεβέστερον, τῷ
ἀνθρωπίνῳ, μὴ τῷ Θεῷ, ταύτην λογιζομένους.
Εἰ μὲν οὖν οὗτος αὐτάρκης ὁ λόγος, ἐνταῦθα στήσωμεν, καὶ μηδὲν πλέον
ἐπιζητείσθω· εἰ δὲ μὴ, τὸ δεύτερον, ὥσπερ τῶν ἄλλων ἕκαστον, οὕτω δὴ καὶ ἡ
γνῶσις τῶν μεγίστων ἐπὶ τὴν αἰτίαν ἀναφερέσθω, τιμῇ τοῦ γεννήτορος. Δοκεῖ
20 δέ μοί τις, μηδ᾿ ἂν ἐκείνως ἀναγνοὺς, ὡς τῶν καθ᾿ ἡμᾶς φιλολόγων τις, μικρὸν
ἐννοῆσαι, ὅτι οὐδὲ ὁ Υἱὸς ἄλλως οἶδεν τὴν ἡμέραν ἢ τὴν ὥραν, ἢ ὡς ὁ Πατήρ. Τὸ
γὰρ συναγόμενον ὁποῖον; Ἐπειδὴ ὁ Πατὴρ γινώσκει, διὰ τοῦτο καὶ ὁ Υἱὸς, ὡς δῆλον,
ὅτι μηδενὶ γνωστὸν τοῦτο μηδὲ ληπτὸν, πλὴν τῆς πρώτης φύσεως.

25 §5 Κυρίλλου ἐν ὁμιλίᾳ ἐπιγεγραμμένῃ· Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν PG72.441C
ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ Mt 24.29
ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς
οἶδεν. Mt 24.36

30 Ἀλλ’ ὅταν καὶ τοῦτο λέγῃ, οὐ πάντως ἑαυτὸν σημαίνει. Οὔτε γὰρ προσέθηκεν
ἀκριβῶς, |163 Οὐδὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ’ ἀπολελυμένως, Οὐδὲ ὁ υἱός φησιν, ἵνα Mt 24.36
τοιοῦτόν τι νοῇς· ἐσπούδαζον κατὰ ἀκρίβειαν πάντα μανθάνειν οἱ μαθηταὶ καὶ
ἐπεχείρουν, ἵν᾽ οὕτως εἴπω, καὶ αὐτὰ περιεργάζεσθαι τὰ βάθη τοῦ Θεοῦ, ἀλλ’ ἦν τὸ 1Cor 2.10
πρᾶγμα λίαν ὑπὲρ αὐτούς. Ἵνα τοίνυν μὴ ἀπαγορεύσας τὴν ἐξήγησιν, ὡς ἠβούλοντο
35 μαθεῖν, δόξῃ πως λυπεῖν τοὺς γνησιεύοντας, ἐπεσκιασμένως φησὶ, Περὶ δὲ τῆς
ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ Πατὴρ, Mk 24.36
ἵνα νοῇς οὕτως· εἰ καὶ κέκληται πρὸς υἱοθεσίαν ὁ ἄνθρωπος καὶ υἱὸς ἀνεδείχθη νέος, Mk 13.32
ἀλλὰ μὴ ζητείτω τὰ ὑπὲρ τὴν φύσιν, μή ἀξιούτω μαθεῖν, ἅπερ οὐδὲ τοῖς ἀγγέλοις
ἀπεκάλυψεν. Εἰ δὲ ἄγγελος οῦκ οἶδεν, οὐδὲ ἄνθρωπος εἴσεται, κἂν εἰ κέκληται πρὸς
40 υἱοθεσίαν.

§6 Ἀμφιλοχίου Ἰκονίου ἐκ τοῦ περὶ τῆς ἡμέρας καὶ τῆς ὥρας λόγου α´. PG39.104A
Δύο γὰρ αὐτῷ περὶ τούτου πεποίηνται συντάγματα.

45 ’Ὀταν δὲ εἴπῃ, Οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ Πατὴρ, οὐκ ἄγνοιαν τοῦ υἱοῦ καταψεύδεται, Mk 13.32
ἀλλά τὴν αἰτίαν τῆς γνώσεως ἑρμηνεύει. Ἐπειδὴ γὰρ πάντα, ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Jn 16.15
Υἱοῦ προδήλως εἰσὶν, οὐδ’ ἂν ὁ Υἱὸς εἶχε τὴν τούτων γνῶσιν, εἰ μὴ ὁ Πατὴρ εἶχε
τὴν γνῶσιν. Ἀλλά μὴν ὁ Πατὴρ ἔχει καὶ ὁ Υἱὸς τοίνυν ὁμολογουμένως ἔχει. Τὸ
163 | 166 Κεφάλαιον ΙϚ´ 81

γὰρ εἰ μὴ, ποτὲ μὲν ἐπὶ |164 τοῦ στερητικοῦ τάττειν εἴωθεν ἡ Γραφὴ, ὡς τὸ Οὐδεὶς
οἶδεν τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ
Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τὸ ἐκ Θεοῦ. Ποτὲ δὲ τὸ εἰ μὴ <τίθησι> τῆς τῶν 1Cor 2.11
προσδοκηθέντων μὲν, μηκέτι δὲ γενομένων αἰτίας τὴν ἀπόδοσιν παριστῶσα, οἷον
5 ὅταν λέγῃ, Εἰ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν
καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Οὐκοῦν ἐπειδὴ ἐγκατέλιπεν ἡμῖν σπέρμα, οὐκέτι Is 1.9; Ro 9.29
γεγόναμεν ὡς Σόδομα, οὔτε μὴν ὡς Γόμορρα ὡμοιώθημεν. Καὶ πάλιν, Εἰ μὴ Κύριος
ἐβοήθησέν μοι, παρὰ βραχὺ παρῴκησεν τῷ ἅδῃ ἡ ψυχή μου. Οὐκοῦν ἐπειδήπερ Ps 93.17
ἐβοήθησέν μοι Κύριος, οὐκέτι παρῴκησεν τῷ ἅδῃ ἡ ψυχή μου. Παραπλήσιον δὲ
10 κἀκεῖνο, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα
ζῶντας ἂν κατέπιον ἡμᾶς. Οὐκοῦν ἐπειδὴ Κύριός ἐστιν ἐν ἡμῖν, εὔδηλον ὡς οὐκέτι Ps 123.2
ζῶντας κατέπιον ἡμᾶς. Κἀνταῦθα τοίνυν οὕτως, Οὐδὲ ὁ υἱὸς οἶδεν, εἰ μὴ ὁ Πατήρ.
Οὐκοῦν ἐπειδὴ οἶδεν ὁ Πατὴρ, οἶδεν ὁμολογουμένως καὶ ὁ Υἱός. Τὴν οὖν αἰτίαν
εἶπεν τῆς γνώσεως, οὐχὶ τήν ἄγνοιαν κατεψεύσατο.
15

§7 Ἀθανασίου Ἀλεξανδρείας εἰς τὸ Καὶ Ἰησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ PG39.105A
χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις. Lk 2.52

Προέκοπτε κατὰ τὴν ἡλικίαν ἀνδρουμένου |165 κατὰ φύσιν τοῦ σώματος·
20 σοφίᾳ, διὰ τοὺς παρ’ αὐτοῦ τὰ θεῖα σοφιζομένους· χάριτι, ἐφ’ ᾗ εὐφραινόμενοι
προκόπτομεν πιστεύοντες, ὅτι ἔσται τελείωσις τοῖς ὑπ’ αὐτοῦ λελαλημένοις περὶ Lk 1.45
τῆς ἐν ἡμῖν ἐλπίδος· παρὰ Θεῷ, ὅτι τὸ ἔργον τοῦ Πατρὸς τετελείωκεν σαρκωθεὶς
καὶ ἡμᾶς λυτρωσάμενος· καὶ παρὰ ἀνθρώποις, διὰ τὴν αὐτῶν ἐξ εἰδωλολατρείας ἐπὶ
τριαδικὴν θεογνωσίαν μετάστασιν. Κατὰ τούτους οὖν τοὺς τρόπους προέκοπτεν καὶ
25 ἀληθεύει, οὐ γὰρ κατὰ τοὺς ἄφρονας ἀπὸ τοῦ χείρονος ἐπὶ τὰ κρείττω.

§8 Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου. PG26.433B

Τίς γάρ ἐστιν ἡ λεγομένη προκοπὴ, καθὰ προεῖπον, ἢ ἡ παρὰ τῆς σοφίας μετα-
30 διδομένη τοῖς ἀνθρώποις θεοποίησις καὶ χάρις.

§9 Καὶ αὖθις· PG26.433C

Οὕτω γὰρ αὐξάνοντος ἐν ἡλικίᾳ τοῦ σώματος, συνεπιδίδοται ἐν αὐτῷ ἡ τῆς


35 θεότητος φανέρωσις, καὶ ἐδείκνυτο παρὰ πᾶσιν, ὅτι ναὸς Θεοῦ ἐστι, καὶ Θεὸς ἐν τῷ
σώματι.

§ 10 Κυρίλλου ἐκ τοῦ κζ´ κεφαλαίου τοῦ β´ βιβλίου τοῦ θησαυροῦ. PG75.428B

40 Τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ’ ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ


τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ’ ἐν αὐτῇ τὸ
ἀνθρώπινον, Ἀποκαλυπτομένης γὰρ καὶ φανερούσης ὁσημέραι τῆς θεότητος ἐν
αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ τοῦτό ἐστι τὸ, Προέκοπτεν
ἐν σοφίᾳ. |166 Lk 2.52
45

§ 11 Καὶ μεθ’ ἕτερα· PG75.429C


166 | 168 Κεφάλαιον ΙϚ´ 82

Ἐπιτήρει δὲ, ὅτι οὐκ εἶπεν, ὁ Λόγος δὲ προέκοπτεν, ἀλλ’ Ἰησοῦς, ἴνα μὴ
γυμνὸν νοήσῃς τὸν Λόγον, ἀλλ’ ὅτε γέγονε σάρξ. Καὶ προκόπτειν λέγεται, ὅτι τὸ
προκόπτειν πεφυκὸς ἀνεδέξατο, τουτέστι, τὸ ἀνθρώπινον, τῆς οὖν ἁνθρωπότητος
ἂν εἴη, καὶ κατ’ αὐτῆς εὐλόγως ἂν ἐκφέροιτο τὸ προέκοπτεν. Οὕτω γὰρ ἕκαστον
5 τῶν λεγομένων ἐν τῇ οἰκείᾳ τάξαι κείσεται, οὔτε τῶν ὅσα πρέπει γυμνῷ τῷ Λόγῳ
καταφερομένων εἰς τὸ ἀνθρώπινον, οὔτε μὴν τῶν ἀνθρωπίνων ἀναβαινόντων εἰς
τὸν τῆς θεότητος Λόγον.

§ 12 Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν πρὸς Κληδόνιον. PG37.180B


10

Εἴ τις ἐξ ἔργων τετελειωμένον μετὰ τὸ βάπτισμα, ἢ μετὰ τὴν ἐκ νεκρῶν


ἀνάστασιν υἱοθεσίας ἠξιῶσθαι λέγοι, καθάπερ οὖν Ἕλληνες παρεγγράπτους
εἰσάγουσιν, ἀνάθεμα ἔστω. Τὸ γὰρ ἠργμένον, ἢ προκόπτον, ἢ τελειούμενον, οὐ
Θεὸς, κἂν διὰ τὴν κατὰ μικρὸν ἀνάδειξιν οὕτως λέγηται.
15

§ 13 Κυρίλλου ἐκ τοῦ β´ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου κβ´. PG75.369D

Χρὴ δὲ μὴ δὲ διὰ τὴν τοιαύτην φωνὴν κατηγορεῖν τοῦ Θεοῦ Λόγου, καὶ ῥιψο-
κινδύνως ἄγνοιαν αὐτῷ προσάπτειν τινὰς, ἀλλὰ μᾶλλον αὐτοῦ θαυμάζειν τὴν
20 φιλανθρωπίαν, οὐ παραιτησαμένου διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν εἰς τοσαύτην ἑαυτὸν
ταπείνωσιν καταγαγεῖν, ὡς πάντα φορήσαι τὰ ἡμῶν, ὧν ἓν ὑπάρχει καὶ ἡ ἄγνοια.

§ 14 Καὶ ἑξῆς· PG75.377B

25 Εἰδὼς γὰρ ὡς Θεὸς Λόγος, δύναται καὶ ὡς ἄνθρωπος ἀγνοεῖν, |167 ἵνα κατὰ
πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ, κατὰ τὴν τοῦ Παύλου φωνήν. Heb 2.17

§ 15 Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Θεοδόσιον προσφωνητικοῦ. PG76.1164B

30 Προσεχρήσατο δὲ, καθάπερ ὀργάνῳ τῇ μὲν ἰδίᾳ σαρκὶ, πρὸς τὰ σαρκὸς ἔργα
τε καὶ ἁρρωστήματα φυσικὰ, καὶ ὅσα μώμου μακρὰν, ψυχῇ δ᾽ αὖ τῇ ἰδίᾳ, πρὸς τὰ Ὅτι τὰ φυσικὰ πάθη
ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. Πεινῆσαι γὰρ λέγεται, καὶ κόπους ὑπενεγκεῖν ἀναμάρτητα.
τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους, καὶ λύπην, καὶ ἀγωνίαν, καὶ τὸν
ἐπὶ τῷ σταυρῷ θάνατον, καὶ τὰ ἑξῆς.
35

§ 16 Τοῦ αὐτοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος βιβλίου η´. PG74.88D

Νῦν, φησὶν, ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας
ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Ὅρα δὴ πάλιν ἐν τούτοις τῆς Jn 12.27
40 μὲν ἀνθρωπείας φύσεως τὸ εἰς θορύβους εὔκολον καὶ εὐπαρακόμιστον εἰς δειλίαν,
τῆς δὲ θείας καὶ ἀρρήτου δυνάμεως τὸ ἐφ’ ἅπασιν ἄθραυστόν τε καὶ ἀρραγὲς καὶ εἰς
μόνην βλέπον τὴν αὐτῇ πρέπουσαν ἀνδρείαν. Ἡ μὲν γὰρ τοῦ θανάτου παρεισδῦσα
μνήμη ταράττειν πειρᾶται τὸν Ἰησοῦν, ἡ δὲ τῆς θεότητος δύναμις κεκινημένον εὐθὺς
χειροῦται τὸ πάθος, καὶ μεταμορφοῖ παραχρῆμα πρὸς ἀσύγκριτον εὐτολμίαν τὸ
45 δειλίᾳ νενικημένον. Οἰησόμεθα γὰρ καὶ ἐν αὐτῷ τῷ Σωτῆρι Χριστῷ κεκινῆσθαι τὰ
ἀνθρώπινα διὰ δύο τε καὶ ἀναγκαίους τρόπους. Ἔδει γάρ, ἔδει καὶ διὰ τούτων αὐτὸν
οὐ δοκή |168 σει καὶ ὑπονοίᾳ, φυσικῶς δὲ μᾶλλον καὶ ἀληθῶς ἄνθρωπον ἐκ γυναικὸς
γεγονότα φαίνεσθαι, πάντα φέροντα τὰ ἀνθρώπινα δίχα μόνης ἁμαρτίας. Φόβος δὲ

14 : λέγηται : λέγεται A.. 45 : οἰησόμεθα : οἰησώμεθα A.


168 | 171 Κεφάλαιον ΙϚ´ 83

καὶ δειλία, πάθη μὲν ἐν ἡμῖν φυσικὰ, τό γε μὴν ἐν ἁμαρτίαις τετάχθαι διαπεφευγότα.
Καὶ πρὸς τούτοις ἔτι χρησίμως ὑπεκινεῖτο καὶ ἐν Χριστῷ τὰ ἀνθρώπινα, οὐχ ἵνα
κινηθέντα κρατύνηται καὶ εἰς τὸ πρόσω χωρῇ, καθάπερ καὶ ἐφ’ ἡμῶν, ἀλλ’ ἵνα
κεκινημένα τῇ δυνάμει τοῦ Λόγου διακόπτηται πρὸς ἀμείνω τινὰ καὶ θειοτέραν
5 κατάστασιν μεταστοιχειουμένης τῆς φύσεως ἐν πρώτῳ Χριστῷ· ἦν γὰρ οὕτω καὶ
οὐχ ἑτέρως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸν τῆς ἰάσεως διαβῆναι τρόπον.

§ 17 Κατὰ ἀφθαρτοδοκητῶν τῶν ἀπὸ Ἰουλιανοῦ τοῦ Ἀλικαρνασέως PG86.1.1260B


καὶ Γαϊανοῦ τοῦ Ἀλεξανδρέως.
10

Οἱ ἀπὸ Ἰουλιανοῦ καὶ Γαϊανοῦ ἀφθαρτοδοκῆται λεγόμενοι ἐν μὲν τοῖς ἄλλοις


ἅπασι συμφέρονται τοῖς ἐκ Σευήρου, ἐν τούτῳ δὲ διαφέρονται πρὸς τούτους, ἐν
τῷ ἐκείνους μὲν τὸ δοκεῖν λέγειν διαφορὰν μετὰ τὴν ἕνωσιν ἐπὶ Χριστοῦ, τοὺς δὲ
Ἰουλιανιστὰς, ἤγουν Γαϊανίτας, μηδεμίαν διδόναι μετὰ τὴν ἕνωσιν διαφορὰν, ἀλλ’
15 ἄφθαρτον λέγειν τὸ σῶμα τοῦ Κυρίου ἐξ αὐτῆς διαπλάσεως. Καὶ λέγουσι μὲν τὰ
πάθη ὑπομεῖναι τὸν Κύριον, πεῖνάν φημι καὶ δίψαν καὶ κόπον, οὐ τὸν αὐτὸν δὲ
τρόπον ἡμῖν ταῦτα, φασὶν, ἔπαθεν. Ἡμεῖς |169 γὰρ ἐξ ἀνάγκης φυσικῆς καὶ πεινῶμεν
καὶ διψῶμεν, ὁ δὲ Χριστὸς ἑκουσίως πάντα ὑπέμεινεν. Οὐ γὰρ ἐδούλευεν τοῖς τῆς
φύσεως νόμοις, ἐπεὶ καὶ ἀκούσια ὁμολογήσομεν τὰ πάθη.
20 Ἡμεῖς οὖν πρὸς ταῦτα λέγομεν, ὅτι οὔτε ἡμεῖς ἐξ ἀνάγκης λέγομεν ταῦτα
πάσχειν τὸν Χριστὸν (ἑκούσια γὰρ ὁμολογουμένως τὰ πάθη), ἀλλὰ λέγομεν, ὅτι
ἑκουσίως ἐδούλευε τοῖς τῆς φύσεως νόμοις, καὶ ἑκὼν ἐδίδου τῷ σώματι καιρὸν, ὅτε
ἠβούλετο, παθεῖν τὰ ἴδια τὸν αὐτὸν τρόπον, ὃν καὶ ἡμεῖς πάσχομεν. Καὶ μαρτυροῦσι
τούτοις οἱ πατέρες. Ὁ μὲν γὰρ ἅγιος Γρηγόριός φησιν, ὅτι Ἐδίδου τῇ φύσει καιρὸν, ὅτε
25 ἠβούλετο, ἐνεργεῖν τὰ ἴδια. Ὁ δὲ μακάριος Ἀθανάσιος, ὅτι Διὰ τοῦτο ἔλεγεν ὁ Κύριος, PG44.1236D
Νῦν ἡ ψυχή μου τετάρακται. Τὸ δὲ νῦν τοῦτό ἐστιν, ὅτε ἠθέλησεν. Ὅμως μέντοι τὸ
ὂν ἐπιδείκνυται. Οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν, ὡς δοκήσει γινομένων τῶν
λεγομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγίνετο. Καὶ ἐν ἑτέρῳ πάλιν ὁ αὐτὸς, ὅτι PG26.1124A
Κἂν μὴ ἡττήματι φύσεως συνέβαινε τὰ λεγόμενα, ἀλλ’ ἐπιδείξει ὑπάρξεως ἐγίνετο τά
30 γινόμενα. Κύριλλος δὲ ὁ θαυμάσιος, Ἐφιέναι αὐτὸν τῇ ἰδίᾳ σαρκὶ ἐδίδασκεν διὰ τῶν PG26.1153B
τῆς ἰδίας φύσεως ἰέναι νόμων. Καὶ πάλιν ἑτέρωθι ἔλεγεν, ὡς Ἐπιτρέπει τῷ σώματι PG75.1332Α
καὶ τῇ ἀνθρωπότητι τὰ τῇ φύσει προσόντα |170 παθεῖν εἰς ἀπόδειξιν τοῦ ὄντως κατ’
ἀλήθειαν φορήσαι σάρκα καὶ ἄνθρωπον γενέσθαι κατὰ τὰς Γραφάς. PG75.393C
Εἰ τοίνυν κατὰ τὸν σκοπὸν τῶν θεοφόρων πατέρων τὸν αὐτὸν ἡμῖν τρόπον
35 ἔπασχεν, εἰ καὶ ἑκουσίως καὶ ὅτε ἤθελεν, πῶς δυνάμεθα τὸ πάσχον σῶμα ἄφθαρτον
εἰπεῖν καὶ μὴ φθαρτὸν τῇ φύσει, ὥσπερ τὸ ἡμέτερον; Καὶ ἀποροῦνται τοιαύτην
ἀπορίαν· ὅτι εἰ ἄφθαρτον λέγετε τὸ σῶμα τοῦ Χριστοῦ, οὐκ ἔστιν ἡμῖν ὁμοούσιον, εἰ
τὸ μὲν τοῦ Χριστοῦ σῶμα ἄφθαρτόν ἐστι, τὸ δὲ ἡμέτερον φθαρτόν. Ἀλλὰ πρὸς τοῦτο
ἀντείποιεν ἂν καὶ αὐτοὶ, ὅτι ὃν τρόπον μετὰ τὴν ἀνάστασιν ἄφθαρτον λέγοντες τὸ
40 σῶμα τοῦ Χριστοῦ, ὁμοούσιον αὐτὸ λέγετε ἡμῖν εἶναι, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς
πρὸ τῆς ἀναστάσεως ἄφθαρτον λέγοντες, ὁμοούσιον ἡμῖν αὐτὸ ὁμολογοῦμεν εἶναι.
Ἡμεῖς δὲ λέγομεν, ὅτι καὶ εἰ ἄφθαρτον αὐτὸ ὁμολογοῦμεν μετὰ τὴν ἀνάστασιν, οὐ
τῇ φύσει λέγομεν αὐτὸ ἄφθαρτον, τῇ χάριτι δέ. Εἰ δὲ εἴπωσιν· ἔστω καὶ πρὸ τῆς
ἀναστάσεως <χάριτι ἄφθαρτον, λέγομεν, ὅτι οὐ συγχωρεῖ τοῦτο τὰ περὶ Χριστοῦ
45 λεγόμενα. Πρὸ μὲν γὰρ τῆς ἀναστάσεως> καὶ πεινῆσαι λέγεται καὶ διψῆσαι. Καὶ
πῶς ἂν εἴη τὸ ταῦτα πεπονθὸς ἄφθαρτον; Μετὰ δὲ τὴν ἀνάστασιν οὐδὲν τούτων
ἔπαθεν, ὡς δῆλον, ὅτι πρὸ μὲν τῆς ἀναστάσεως, φθαρτὸν ἦν τὸ σῶμα, μετὰ δὲ τὴν
ἀνάστασιν, ἄφθαρτον. Εἰ γὰρ καὶ λέγεται φαγεῖν μετὰ τὴν ἀνάστασιν, τοῦτο |171 δι’ Lk 24.43
171 | 173 Κεφάλαιον ΙΖ´ 84

οἰκονομίαν ἐποίησεν, οὐχ ὡς τῷ ὄντι πεινῶν, ἀλλ’ ἵνα δείξῃ τοῖς μαθηταῖς αὐτοῦ,
ὅτι αὐτός ἐστιν ὁ ἀναστὰς ἐκ νεκρῶν, ὃν τρόπον καὶ τοὺς τύπους τῶν ἥλων λέγεται
ἐπιδεῖξαι αὐτοῖς. Καίτοι ἡμεῖς οὐδὲν τῶν πρὸ τῆς ἀναστάσεως παθῶν ἀνιστάμεθα Jn 20.27
ἔχοντες, ἀπαρχὴ δὲ τῆς ἐκ νεκρῶν ἡμῶν ἀναστάσεως ὁ Χριστὸς, καὶ ὅμως αὐτὸς 1Cor 15.23
5 ηὑρέθη ἔχων, ὡς δῆλον, ὅτι δι’ οἰκονομίαν τοῦτο γέγονεν. Ἀμέλει οὐδὲ λέγει ἡ
Γραφή, ὅτι ἐπείνασεν, ἀλλ’ ὅτι ἔφαγεν. Lk 24.43
Δέον δὲ ἐπιστῆσαι, ὅτι παραφέρουσι χρήσεις τινὰς ἀπὸ τῶν πατέρων, ἄφθαρτον
τὸ σῶμα τοῦ Χριστοῦ λεγούσας, ὥσπερ καὶ τὸν μακάριον Κύριλλον εἰπόντα, ὅτι οὐχ
ὑπεδέξατο φθορὰν ἡ τοῦ Λόγου σάρξ. Ὅταν δὲ τὰς τοιαύτας παραγάγωσι χρήσεις,
10 δεῖ ἐπισκέψαι, ὅτι ὁμώνυμόν ἐστι τὸ τῆς φθορᾶς ὄνομα. Λέγεται γὰρ φθορὰ, ἡ
παντελὴς διάλυσις τοῦ σώματος εἰς τά στοιχεῖα, ἐξ ὧν συνετέθη, καὶ λέγεται φθορὰ,
τὰ ἀνθρώπινα ταῦτα πάθη, οἷον πεῖνα καὶ δίψα καὶ κόπος, καὶ ὅσα τοιαῦτα. Ὅταν οὖν
εἴπῃ τις τῶν πατέρων, ὅτι οὐχ ὑπέμεινε φθορὰν τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτο λέγει,
ὅτι οὐ διαμπὰξ ἐλύθη, ὅπερ ἀληθές. Καὶ ὅτι τοῦτο ἀληθὲς, δῆλον ἐξ ὧν τἀναντία
15 λέγουσιν· ἐν πολλοῖς γὰρ πρὸ τῆς ἀναστάσεως φθαρτὸν αὐτὸ λέγουσιν, μετὰ δὲ τὴν
ἀνάστασιν, δηλονότι ἄφθαρτον. |172

Κεφάλαιον ΙΖ´.

20 Ὅτι ἐκ τῆς ταυτότητος τῆς φύσεως τὸ ἀπαράλλακτον δείκνυται τοῦ θελήματος,


καὶ ἡ τοῦ θελήματος πάλιν ἰσότης, τῆς φύσεως παρίστησι τὴν ὁμοιότητα· καὶ ὅτι
ἔνθα θελήματος διαφορὰ, καὶ τῆς οὐσίας γνωρίζεται τὸ ἀλλογενές· ἐν οἷς ὅτι τὸ
ἀνόμοιον τῆς οὐσίας ἐκ τῆς διαφορᾶς τοῦ θελήματος οἱ περὶ Ἄρειον καὶ Εὐνόμιον
κατεσκεύαζον.
25

§1 Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ υἱοῦ β´ λόγου. PG36.117D

Ἐπειδὴ δὲ ὡς παρὰ τοῦ προσλαβόντος ὁ λόγος (τοῦτο γὰρ τὸ κατεληλυθὸς), οὐ


τοῦ προσλήμματος, οὕτως ἀπαντησόμεθα· οὐχ ὡς ὄντος ἰδίου τοῦ Υἱοῦ θελήματος
30 παρὰ τὸ τοῦ Πατρὸς, ἀλλ᾽ ὡς οὐκ ὄντος ὁ λόγος, ἵν᾽ ᾖ τε τοιοῦτον τὸ συναγόμενον·
Οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν· οὐδὲ γάρ ἐστι τὸ ἐμὸν τοῦ σοῦ κεχωρισμένον, ἀλλὰ Jn 6.38
τὸ κοινὸν ἐμοῦ τε καὶ σοῦ, ὧν ὡς μία θεότης, οὕτω καὶ βούλησις.

§2 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θεολογίας σχεδιασθέντος α´ λόγου. PG35.1072A


35

Τηροῖτο δ’ ἂν, ὡς ὁ ἐμὸς λόγος, εἷς μὲν Θεὸς εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος Ὅρα πῶς ὁ θεολόγος
ἀναφερομένων, οὐ συντιθεμένων οὐδὲ συναλειφομένων, αἱ δὲ τρεῖς ὑποστάσεις τῇ τῆς οὐσίας ταυτ-
μηδεμιᾶς ἐπινοουμένης συναλιφῆς ἢ ἀναλύσεως ἢ συγχύσεως, ἵνα μὴ τὸ πᾶν ότητι τὸ ταὐτὸν τοῦ
καταλυθῇ, δι’ ὧν τὸ ἓν σεμνύνεται πλέον ἢ καλῶς ἔχει, καὶ κατὰ τὸ ἓν καὶ ταὐτὸν κινήματος, ἤγουν
40 τῆς θεότητος, ἵν᾽ οὕτως ὀνομάσω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐσίας τῆς ἐνεργείας καὶ
ταυτότητα. τοῦ θελήματος
συνῆψε θαυμασίως.
§3 Βασιλείου ἐκ τῶν πρὸς Ἀμφιλόχιον λ´ κεφαλαίων ἀπὸ κεφαλαίου η´. PG32.105B

45 Ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα· οὐ τὸν |173 χαρακτῆρα, οὐδὲ τὴν μορφήν· Jn 14.9
καθ-αρὰ γὰρ συνθέσεως ἡ θεία φύσις· ἀλλὰ τὸ ἀγαθὸν τοῦ θελήματος, ὅπερ,
σύνδρομον ὂν τῇ οὐσία, ὅμοιον καὶ ἴσον, μᾶλλον δὲ ταὐτὸν ἐν Πατρὶ καὶ Υἱῷ
θεωρεῖται.
173 | 175 Κεφάλαιον ΙΖ´ 85

Σχόλιον.
Σκόπει καὶ νῦν σύνδρομον καὶ ἴσον καὶ ὅμοιον καὶ ταὐτὸν τῇ οὐσίᾳ τὸ θέλημα
ὀρθῶς εἰρηκότα τὸν μέγαν Βασίλειον.

5 §4 Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. PG45.1196A

Ὁ γὰρ εἰπὼν ὅτι μὴ τὸ ἐμὸν, τὸ ἀνθρώπινον τῷ λόγῳ ἐσήμανεν. Προσθεὶς Lk 22.42


δὲ, τὸ σὸν, ἔδειξε τὸ συναφὲς τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα θεότητος, ἧς οὐδεμία
θελήματός ἐστι διαφορὰ, διὰ τὴν κοινωνίαν τῆς φύσεως.
10

§5 Τοῦ αὐτοῦ ἐκ τοῦ κατ’ Εὐνομίου λόγου β´. PG45.981C

Οὐ γὰρ σωματικήν τινα συμφυΐαν ἐπὶ τῆς νοερᾶς φύσεως τὸ ὄνομα τῆς
συναφείας ἐνδείκνυται, ἀλλὰ τὴν τοῦ νοητοῦ πρὸς τὸ νοητὸν διὰ τῆς ταυτότητος
15 τῶν θελημάτων ἕνωσίν τε καὶ ἀνάκρασιν. Διότι οὐδεμία ἐστὶ διαφορὰ μεταξὺ τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ ἐν θελήματι, ἀλλὰ κατὰ τὸ ἀρχέτυπον τῆς ἀγαθότητος κάλλος,
καὶ ἡ εἰκών ἐστι τῆς ἀγαθότητος.

§6 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. PG45.960C


20

Εἰ γὰρ μὴ πρότερον ἑρμηνεύομέν τι τῶν περὶ Θεοῦ λεγομένων, πρὶν ἂν νοήσωμεν·


νοοῦμεν δὲ δι’ ὧν ἐκ τῶν ἐνεργειῶν στοχαζόμεθα· προϋφέστηκε δὲ τῆς ἐνεργείας
ἡ δύναμις· ἡ δὲ δύναμις ἐξήρτηται τοῦ θείου βουλήματος, τὸ δὲ βούλημα ἐν τῇ
ἐξουσίᾳ τῆς θείας |174 ἀπόκειται φύσεως· ἆρα οὐ σαφῶς διδασκόμεθα, ὅτι ἐπιγίνονται
25 τοῖς πράγμασιν αἱ σημαντικαὶ τῶν γινομένων προσηγορίαι, καὶ ὥσπερ σκιαὶ τῶν
πραγμάτων εἰσὶν αἱ φωναὶ πρὸς τὰς κινήσεις τῶν ὑφεστώτων σχηματιζόμεναι;

Σχόλιον.
Ἰδοὺ σαφῶς καὶ διαρρήδην σὺν τοῖς ἄλλοις καὶ ὁ θεῖος οὗτος τῆς εὐσεβείας
30 συνήγορος τὸ θέλημα καὶ τὴν ἐνέργειαν καὶ τὴν οὐσίαν ἀλλήλων ἐξηρτῆσθαι
διετράνωσεν, μηδεμίαν εἶναι διαφορὰν θελήματος ἀποφηνάμενος ἔνθα κοινωνία
ὑπάρχει φύσεως, διὰ δὲ τῆς ταυτότητος τῶν θελημάτων, τὸ συναφὲς τῆς φύσεως
δείκνυσθαι διαβεβαιωσάμενος.

35 §7 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. PG45.1192C

Τί οὖν πολεμεῖται Ἄρειος; Τί δὲ οὐκ αὐτομολοῦσι πρὸς Εὐνόμιον, ὃς διαιρῶν


τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν φύσιν, συνδιατέμνει τῇ φύσει τὴν βούλησιν, καὶ διὰ
τούτου μάλιστα κατασκευάζει τὸ τῆς οὐσίας ἀλλότριον;
40

§8 Κυρίλλου ἐκ τοῦ πρὸς Ἑρμείαν, περὶ τοῦ ὅτι τὰ τῆς θεότητος ἐν τῷ Υἱῷ, PG75.945D
καθὰ καὶ ἐν τῷ Πατρί.

Πῶς οὖν ἐν ἁπλοῖς τε καὶ ἀσυνθέτοις ἕτερα παρὰ ταῦτα τὰ αὐτῶν εἶεν ἄν;
45 Ὥσπερ ἂν εἰ καὶ ἐκ νοῦ, νοοῖτο θέλησις πηγὴν ἔχουσα τὸν ἀναβράττοντα νοῦν, καὶ
ῥίζαν ὥσπερ τινὰ προϋποκειμένην, τὸ ἐν ᾧ στρέφεται νοηματικῶς. Νοῦς μὲν γὰρ
τῶν ἐν αὐτῷ κινήσεών τε καὶ ἐννοιῶν προκαταρκτικός· ποιότης δὲ κινημάτων, ἡ
ἐ |175 φ’ ὁτῳοῦν καὶ ἐφ’ ἑκάστῳ θέλησις, μονοειδὴς μέν τις οὖσα, κατά γε τὸ εἶναι

14 : τὸ νοητὸν : τὸν νοητὸν A. 15 : ἀνάκρασιν : ἀνάκρισιν A.


41 : Ἑρμείαν : Ἑρμίαν A.
175 | 176 Κεφάλαιον ΙΗ´ 86

θέλησις ἁπλῶς ταῖς δὲ τῶν πραγμάτων ποιότησι καὶ διαφοραῖς, οἷάπερ τισὶ βαφαῖς
καταχρωννυμένη πρὸς τὸ ἄλλο τε ἄλλως καὶ ἑτεροίως ἔχειν.

§9 Ἰωάννου τοῦ Χρυσοπόμου ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς, PG60.510
5 βιβλίου α´, λόγου ιδ´, εἰς τὸ ῥητόν·
Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ’ ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ οὐ
θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Ro 7.19-20

Οὐ γὰρ ταὐτὸν ψυχῆς οὐσία καὶ σώματος καὶ προαίρεσις, ἀλλὰ τὰ μέν ἐστιν Ὅτι φυσικὸν τὸ
10 ἔργα Θεοῦ, ἡ δὲ ἐξ ἡμῶν αὐτῶν γινομένη κίνησις, πρὸς ὅπερ ἂν αὐτὴν βουληθῶμεν ἁπλῶς θέλημα,
ἀγαγεῖν. Ἡ μὲν γὰρ βούλησις, ἔμφυτον καὶ παρὰ Θεοῦ, ἡ δὲ τοιάδε βούλησις, τὸ δὲ τοιόνδε
ἡμέτερον καὶ τῆς γνώμης ἡμῶν. γνωμικόν.

Κεφάλαιον ΙΗ´.
15

Πῶς δεῖ νοεῖν τὸ, Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· καὶ Mt 26.39
τὸ, Θεέ μου, Θεέ μου, ἵνα τί ἐγκατέλιπές με, ἐν τῷ σταυρῷ παρὰ τοῦ Σωτῆρος Mt 27.46
εἰρημένον; καὶ τὸ, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Mt 26.39

20 §1 Ἄθανασίου ἐκ τοῦ περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως λόγου. PG26.1021B

Καὶ ὅταν λέγῃ, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω· πλὴν μὴ τὸ Mt 26.39
ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν· τὸ Πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· δύο Mt 26.41
θελήματα ἐνταῦθα δείκνυσιν, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκὸς, τὸ δὲ
25 θεϊκόν. Τὸ γὰρ ἀνθρώπινον διὰ |176 τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος,
τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον.

§2 Κυρίλλου ἐκ τοῦ κατὰ Ματθαῖον ὑπομνήματος κεφαλαίου ια´. PG72.456C

30 Εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ συμβὰν οὐχὶ πάντῃ τε καὶ πάντως θελητὸν αὐτῷ, ἀλλ’
οὖν τῆς πάντων ἕνεκα σωτηρίας καὶ ζωῆς ἑκούσιον ἐποιήσατο τὸ ἐπὶ τῷ σταυρῷ
πάθος. ᾜδει γὰρ, ᾔδει τὰ ἐντεῦθεν ἐσόμενα κατορθώματα, καὶ ὅτι τὴν ἀνθρώπου
φύσιν ἀνακαινιεῖ καὶ αἵματι τῷ οἰκείῳ κατακτήσεται τῷ Θεῷ καὶ Πατρί. Εἰ γὰρ μὴ
ἐποιήσατο θελητὸν, καίτοι λίαν ἀβούλητον ὂν, τὸ παθεῖν, τίς ἂν νοοῖτο λοιπὸν ἡ
35 πρόφασις τοῦ προσεύχεσθαι καὶ λέγειν αὐτὸν, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’
ἐμοῦ τὸ ποτήριον τοῦτο; Mt 26.39

§3 Καὶ μεθ’ ἕτερα· PG72.456C

40 Θέα δὲ, πῶς ἀνεθέλητον μὲν τῷ Σωτῆρι τὸ πάθος. Ἐπειδὴ δὲ πάντῃ τε καὶ πάντως
ὑπομεῖναι ἐχρῆν διὰ τὰ ἐκ τοῦ παθεῖν ἀγαθὰ, θελητὸν ἐποιήσατο δι’ ἡμᾶς. Οὐ γὰρ
ἂν ἠπείλησε τῷ προδότῃ τὸ παντὸς ἐπέκεινα διελάσαι κακοῦ, καὶ ὅτι κρεῖττον ἦν
αὐτῷ τὸ μὴ γενέσθαι τὴν ἀρχὴν, ἀλλ’ οὐδ’ ἂν ὅλως ἄξιον κολάσεως ἡγήσατό ποτε Mt 26.24
τῶν ἰδίων θελημάτων τὸν ὑπουργὸν, εἴπερ ἦν αὐτῷ θελητὸν τὸ παθεῖν.
45
176 | 179 Κεφάλαιον ΙΗ´ 87

§4 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ βιβλίου ς´. PG72.456B

Καὶ ὑπόκειται τὸ δεῖμα τοῦ παθεῖν ἐν αὐτῷ διὰ τὸ ἀνθρώπινον, κατευνάζεται


δὲ παραχρῆμα τῇ τοῦ ἐνοικοῦντος Λόγου ῥώμῃ τε καὶ εὐσθενείᾳ. Θέα γὰρ, ὅπως
5 παραδεικνύει |177 μὲν ἐν αὐτῷ τὸ ἀνθρώπινον ἡ παραίτησις, τὸ δὲ τῆς θεότητος
ἀκαμπὲς ἀνέλαμψεν εὐθύς.

§5 Τοῦ αὐτοῦ ἐκ τοῦ θησαυροῦ βιβλίου β´ κεφαλαίου κδ´. PG75.396D

10 Γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ᾽ ἵνα
πάντα τὰ ἑαυτοῦ ταῖς ἡμῶν ἀσθενείαις ἀναμίξας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ
πρὸς τὴν αὐτοῦ μεταποιήσῃ στερρότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον
καὶ λέγων, Εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐννόει πάλιν ὅτι Mt 26.39
ὃειλιῶσα τὸν θάνατον ἡ σὰρξ, ἐδιδάσκετο φορουμένη παρὰ τοῦ Θεοῦ Λόγου μηκέτι
15 τοῦτο πᾶσχειν. Ἔλεγεν δὲ πρὸς τὸν Πατέρα, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Οὐκ
ἐφοβεῖτο μὲν γὰρ, καθὸ Λόγος ἐστὶ καὶ Θεὸς, τὸν θάνατον αὐτὸς, ἀλλ’ εἰς τέλος
διεξάγαγειν τὴν οἰκονομίαν ἠπείγετο. Τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ
καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς.
Διδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ
20 Θεοῦ θέλημα ζητεῖν, ὡς ἄνθρωπος λέγει, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Διὰ τοῦτο
γὰρ φαίνεται καὶ προσθεὶς, Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Mt 26.41

§6 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον βιβλίου γ´. PG73.532B

25 Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Ὁρᾷς ὅπως ἀτονοῦσα μὲν πάλιν ἡ ἀνθρώπου Mt 26.39
φύσις καὶ ἐν αὐτῷ τῷ Χριστῷ τὸ ὅσον εἰς αὐτὴν εὑρίσκεται, ἀνακομίζεται δὲ διὰ τοῦ
ἑνωθέντος αὐτῇ |178 Λόγου εἰς εὐτολμίαν θεοπρεπῆ.

§7 Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ λόγου τοῦ πρὸς τοὺς ἀπολειφθέντας τῆς PG48.765
30 συνάξεως καὶ τοῦ ὁμοούσιον τὸν Υἱὸν εἶναι τῷ Πατρὶ ἀπόδειξις, οὗ ἡ ἀρχή·
Πάλιν ἱπποδρομίαι.

Ἐρώτησον τοίνυν τὸν αἱρετικόν· Θεὸς δειλιᾷ, καὶ ἀναδύεται, καὶ ὀκνεῖ, καὶ
λυπεῖται; Κἂν εἴπῃ, ὅτι ναὶ, ἀπόστηθι λοιπὸν, καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ
35 διαβόλου, μᾶλλον δὲ καὶ κἀκείνου κατωτέρω· οὔτε γὰρ ἐκεῖνος τολμήσει τοῦτο
εἰπεῖν· ἐὰν δὲ εἴπῃ, ὅτι οὐδὲν τούτων ἄξιον Θεοῦ, εἰπὲ, οὐκοῦν οὐδὲ εὔχεται Θεός·
χωρὶς γὰρ τούτων καὶ ἕτερον ἄτοπον ἔσται, ἂν τοῦ Θεοῦ τὰ ῥήματα ᾖ. Οὔτε γὰρ
ἀγωνίαν μόνον ἐμφαίνει τὰ ῥήματα, ἀλλὰ καὶ δύο θελήματα, ἓν μὲν Υἱοῦ, ἓν δὲ
Πατρὸς, ἐναντία ἀλλήλοις· τὸ γὰρ εἰπεῖν, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σὺ, τοῦτο Mt 26.39
40 ἐμφαίνοντός ἐστι. Τοῦτο δὲ οὐδὲ ἐκεῖνοί ποτε συνεχώρησαν, ἀλλ’ ἡμῶν ἀεὶ λεγόντων
τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἐπὶ τῆς δυνάμεως, ἐκεῖνοι ἐπὶ τῆς θελήσεως εἰρῆσθαι Jn 10.30
τοῦτό φασιν, λέγοντες Πατρὸς καὶ Υἱοῦ μίαν εἶναι βούλησιν. Εἰ τοίνυν Πατρὸς καὶ
Υἱοῦ μία βούλησίς ἐστι, πῶς φησιν ἐνταῦθα, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ; Ἂν
μὲν γὰρ ἐπὶ τῆς θεότητος εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ
45 ἄτοπα ἐκ τούτου τίκτεται· ἂν δὲ ἐπὶ τῆς σαρκὸς, ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν
γένοιτ’ ἂν ἔγκλημα. Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, κατάγνωσις· φύσε
|179 ως γάρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται,
καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα.

3 : τὸ δεῖμα : τὸ δεῖνα A.
179 | 181 Κεφάλαιον ΙΗ´ 88

Ὅταν οὖν λέγῃ, Εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο, καὶ,
Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σὺ, οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ’ ἢ ὅτι σάρκα ἀληθῶς Mt 26.39
περιβέβληται φοβουμένην θάνατον· τὸ γὰρ φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ
ἀγωνιᾶν ἐκείνης ἐστί. Νῦν μὲν οὖν αὐτὴν ἔρημον ἀφίησιν, καὶ γυμνὴν τῆς οἰκείας
5 ἐνεργείας, ἵνα αὐτῆς δείξας τὴν ἀσθένειαν, πιστώσηται αὐτῆς καὶ τὴν φύσιν· νῦν δὲ
αὐτὴν ἀποκρύπτει, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν. Ὥσπερ εἰ διὰ παντὸς τὰ
ἀνθρώπινα ἐνεδείκνυτο, τοῦτο ἂν ἐνομίσθη, οὕτως, εἰ διὰ παντὸς τὰ τῆς θεότητος
ἐπετέλει, ἠπιστήθη ἂν ὁ τῆς οἰκονομίας λόγος. Διὰ τοῦτο ποικίλλει, καὶ ἀναμίγνυσιν
καὶ τὰ ῥήματα καὶ τὰ πράγματα, ἵνα μήτε τῇ τοῦ Παύλου τοῦ Σαμοσατέως, μήτε
10 τῇ Μαρκίωνος καὶ Μανιχαίου νόσῳ καὶ μανία παράσχῃ πρόφασιν· διὰ τοῦτο καὶ
προλέγει τὸ ἐσόμενον ὡς Θεὸς, καὶ ἀναδύεται πάλιν ὡς ἄνθρωπος.

§8 Σευηριανοῦ Γαβάλων εἰς, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον


τοῦτο, καὶ εἰς, Πάτερ, σῶσόν με ἀπὸ τῆς ὥρας ταύτης. Mt 26.39; Jn 12.27
15

Προλαβὼν ὁ Κύριος ἐμφράττει τῶν αἱρετικῶν τὰ στόματα, ἵνα δείξῃ ὅτι τὸ πολυ
|180 παθὲς τοῦτο ἐνεδύσατο σῶμα· τοῦτο τὸ ἀγωνιῶν τὸν θάνατον, τὸ τρέμον τοῦ
θανάτου τὴν βίαν, τὸ λυπούμενον καὶ ταραττόμενον πρὸς τὸ τοῦ βίου τέλος· λέγει,
Νῦν ἡ ψυχή μου τετάρακται· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· οὐχ ἡ θεότης Jn 12.27; Mk 14.34
20 μου, ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀτάρακτον καὶ ἀδείλαντον. Τὸ γὰρ πνεῦμά, φησιν ὁ
Κύριος, πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· ὥστε δύο θελήματα ἐμφαίνει, τὸ μὲν θεῖον, τὸ Mk 14.38
δὲ ἀνθρώπινον.

§9 Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὸ αὐτὸ ῥητόν. PG51.37


25

Εἰ γὰρ τούτων γενομένων τὸ πονηρὸν τοῦ διαβόλου στόμα διὰ Μαρκίωνος


τοῦ Ποντικοῦ καὶ Οὐαλεντίνου, καὶ Μανιχαίου τοῦ Πέρσου, καὶ ἑτέρων πλείστων
αἱρετικῶν ἐπεχείρησεν ἀνατρέψαι τὸν τῆς οἰκονομίας λόγον, καὶ ἤχησεν σατανικήν
τινα ἠχὴν, λέγων ὅτι οὐδὲ ἐσαρκώθη, οὐδὲ σῶμα περιεβάλετο, ἀλλὰ δόκησις τοῦτ᾽
30 ἦν καὶ φαντασία, καὶ σκιὰ καὶ ὑπόκρισις, καίτοι τῶν παθῶν βοώντων, τοῦ θανάτου,
τοῦ τάφου, τῆς πείνης· εἰ μηδὲν τούτων ἐγεγόνει, πῶς οὐ μᾶλλον τὰ πονηρὰ ταῦτα
ἀνέσπειρε δόγματα τῆς ἀσεβείας; Διά τοι τοῦτο, ὥσπερ ἐπείνησεν, ὥσπερ ἐκοπίασεν,
ὥσπερ ἐκαθεύδησεν, ὥσπερ ἔφαγεν, ὥσπερ ἔπιεν, οὕτω καὶ θάνατον παραιτεῖται, τὸ
ἀνθρώπινον ἐπιδεικνύμενος, καὶ τὴν ἀσθένειαν τῆς φύσεως τὴν οὐκ ἀνεχομένην
35 ἀπαθῶς ἀπορραγῆναι τῆς παρούσης ζωῆς. Εἰ γὰρ μηδὲν τοῦτων εἰ |181 ρήκει, εἶχεν
εἰπεῖν, εἰ ἄνθρωπος ἦν, ἔδει αὐτὸν παθεῖν τὰ τοῦ ἀνθρώπου. Τίνα δέ ἐστι ταῦτα;
Μέλλοντα σταυροῦσθαι, καὶ δειλιᾶν καὶ ἀγωνιᾶν, καὶ μὴ ἀπαθῶς ἀπορρήγνυσθαι
τῆς παρούσης ζωῆς· τῇ γὰρ φύσει ἔγκειται τὸ φίλτρον τὸ περὶ τὰ παρόντα· διά τοι
τοῦτο δεῖξαι βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν, καὶ τὴν οἰκονομίαν
40 πιστώσασθαι, μετὰ πολλῆς τῆς ἀποδείξεως τὰ πάθη γυμνὰ περιτίθησιν.

§ 10 Τοῦ αὐτοῦ ἐν τῷ ξζ´ κεφαλαίῳ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος. PG59.371

Οὐ λέγω, Ἀπάλλαξόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ τί; Πάτερ, δόξασόν σου τὸ
45 ὄνομα. Καίτοι τῆς ταραχῆς τοῦτο ἀναγκαζούσης λέγειν, τοὐναντίον λέγω, Δόξασόν Jn 12.28
σου τὸ ὄνομα, τουτέστιν, Ἀνάγαγε μὲ λοιπὸν ἐπὶ τοῦ σταυροῦ. Πολὺ τὸ ἀνθρώπινον
ἐπιδείκνυται, καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν, ἀλλὰ τῆς παρούσης
ἀντεχομένην ζωῆς· δεικνὺς ὅτι οὐκ ἐξω τῶν ἀνθρωπίνων παθῶν ἦν.
181 | 184 Κεφάλαιον ΙΗ´ 89

Ὥσπερ δὲ τὸ πεινῆν οὐκ ἔγκλημα, οὐδὲ τὸ καθεύδειν, οὕτως οὐδὲ τὸ τῆς


παρούσης ζωῆς ἐφίεσθαι.

§ 11 Θεοφίλου Ἀλεξανδρείας ἐκ τοῦ περὶ μετανοίας <λόγου>.


5

Ὥσπερ τὸ πεινῆν καὶ τὸ διψῆν καὶ τὸ κοπιᾶν οὐκ ἴδια τῆς θεότητος ἦν, ἀλλὰ
σωματικὰ γνωρίσματα, οὕτως καὶ τὸ, Ἵνα τί με ἐγκατέλιπες, σωματικωτέρας ἦν Mt 27.46
φωνῆς ἴδιον, πεφυκότος τοῦ σώματος μηδαμοῦ θέλειν τῆς συμφύτου στερεῖσθαι
ζωῆς. Εἰ γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ ἔλεγεν τοῦτο, ἀλλ’ ᾠοἰ |182 κειοῦτο τοῦ σώματος
10 τὴν ἀσθένειαν, μένων δύναμις καὶ σοφία Θεοῦ, ὅτι μὴ ἄλλου τινὸς ἀνθρώπου, ἀλλ’ 1Cor 1.24
αὐτοῦ τοῦ Σωτῆρος ἦν, ὅπερ ἐκ τῆς Μαρίας ᾠκοδόμησεν ἑαυτῷ σῶμα. Οὗ ἕνεκεν
ἔλεγεν, Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Mt 26.41

§ 12 Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου <λόγου>, οὗ ἡ ἀρχὴ, PG45.1189D


15 Καλὸν ἂν γένοιτο προοίμιον ἡμῖν.

Εἰ οὖν ἀνεπίδεκτος ἡ ἡμετέρα ψυχὴ τοῦ θανάτου, πῶς δέχεται θάνατον, εἰπά-
τωσαν οἱ εἰς μοῖραν τὸν Χριστὸν κερματίζοντες. Ἀλλὰ ταράσσονται, φησὶ, τὴν τῶν
ἀπίστων ταραχήν. Καθ’ ἡμῶν χρῆται τῇ λοιδορίᾳ, ταρασσομένους καὶ ἀπίστους
20 ἀποκαλῶν τοῦς τῇ εὐαγγελικῇ φωνῇ μὴ ἀνεξετάστως προσέχοντας, ἤ φησιν, Εἰ
δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν Mt 26.39
γινέσθω θέλημα. Τούτοις δὲ προστίθησι τὴν ἰδίαν λέξιν ἔχουσαν οὕτως· Καὶ οὐ Lk 22.42
μνημονεύουσί, φησιν, ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς,
καθὼς αὐτοὶ νομίζουσιν, ἀλλὰ τοῦ Θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ.
25 Τί ἂν ἐξεύροι τις τοιοῦτον εἰπεῖν; Οὐ λέγω τούτων τινὰ τῶν ἐπὶ αἱρέσει
κατεγνωσμένων, ἀλλ’ οὐδ’ αὐτὸν οἶμαι τὸν ἀσεβείας τε καὶ ψεύδους πατέρα εὑρεῖν Jn 8.44
τι τῶν εἰρημένων εἰς βλασφημίαν δεινότερον.
Ἆρα οἶδεν ὀ λογογράφος |183 τί φθέγγεται; Ὁ Θεὸς ἐξ οὐρανοῦ καταβὰς τὸ
ἴδιον τῆς θεότητος θέλημα παραγράφεται, καὶ οὐ βούλεται εἰς ἔργον ἐλθεῖν, ὅπερ
30 βούλεται. Οὐκοῦν μεμέρισται τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τὰ θελήματα; Καὶ πῶς ἂν
εἴη κοινὸν ἐπ’ ἀμφοτέρων τὸ θέλημα; Πῶς δ’ ἂν ἡ τῆς φύσεως ταυτότης τῇ διαφορᾷ
τῶν θελημάτων ἐμφαίνοιτο; Ἀνάγκη γὰρ πᾶσα σύνδρομον εἶναι τῇ φύσει τὴν
θέλησιν, καθώς φησί που ὁ Κύριος, Οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς
ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν. Καρπὸς δ’ ἂν εἴη φύσεως ἡ Mt 7.18
35 προαίρεσις, ὥστε ἀγαθῆς μὲν, ἀγαθὴν εἶναι, κακῆς δὲ, τοιαύτην. Εἰ οὖν διάφορος
ἐπὶ Πατρός τε καὶ Υἱοῦ ὁ καρπὸς τοῦ θελήματος, διάφορον ἐξ ἀνάγκης εἶναι καὶ τὴν
ἐκατέρων φύσιν ὁμολογεῖν. Τί οὖν πολεμεῖται Ἄρειος; Τί δὲ οὐκ αὐτομολοῦσι πρὸς
τὸν Εὐνόμιον; ὃς διαιρῶν τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ τὴν φύσιν, συνδιατέμνει τῇ
φύσει τὴν βούλησιν, καὶ διὰ τούτου μάλιστα κατασκευάζει τὸ τῆς οὐσίας ἀλλότριον,
40 τῷ ὑποβεβηκότι πρὸς τὸ προὔχον συνδιασχίζων τὸν τῆς θεότητος λόγον.
Πάλιν δὲ τὸ παρ’ αὐτοῦ ῥηθὲν ἀναλάβωμεν. Οὐ μνημονεύουσι, φησὶν, ὅτι τὸ
θέλημα τοῦτο ἴδιον εἴρηται, οὐ |184 κ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζουσιν,
ἀλλὰ Θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ. Ποῖον θέλημά φησιν ὁ λογογράφος; Ὃ
βούλεται δηλαδὴ μὴ γενέσθαι ὁ Κύριος, λέγων πρὸς τὸν Πατέρα, Μὴ τὸ ἐμὸν θέλημα,
45 ἀλλὰ τὸ σὸν γενέσθω; Ἆρα συνίησιν οἵᾳ περιπέπτωκεν αὐτῷ ὁ λόγος ἐναντιότητι; Lk 22.42
Ἐγγίζει τὸ πάθος, καὶ ὅσον οὐδέπω μέλλει ὁ προδότης ἐφίστασθαι μετὰ τοῦ
πλήθους, καὶ τότε γίνεται ἡ τοιαύτη εὐχή. Ὁ εὐχόμενος, ἄνθρωπος ἢ Θεός;
Εἰ Θεὸν εἶναι τὸν εὐχόμενον οἴεται, ἴσην αὐτῷ πρὸς τοὺς ἀνθρώπους ἐνορᾷ τὴν

7 : ἐγκατέλιπες : ἐγκατέλιπας A. 9 : ᾠκειοῦτο : οἰκειοῦτο A.


184 | 18 Κεφάλαιον ΙΘ´ 90

ἀσθένειαν. Πῶς οὖν Θεὸς, ὁ μηδὲν οἴκοθεν ἀγαθὸν ἔχων, ἀλλὰ τῆς ὑπερκειμένης
συμμαχίας δεόμενος; Εἶτα καὶ πῶς καταγινώσκει ἡ θεότης τοῦ ἰδίου θελήματος;
Ἀγαθὸν ἦν ἢ κακὸν, ὃ ἠβούλετο; Εἰ μὲν γὰρ ἀγαθὸν, διὰ τί οὐκ εἰς πέρας ἄγεται, ὃ
ἠβούλετο; Εἰ δὲ κακὸν, τίς πρὸς τὸ κακὸν τῇ θεότητι οἰκείωσις; Ἀλλ’ ὅπερ ἔφην, ὅτι
5 οὐ συνίησιν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον.
Εἰ γὰρ τοῦ Μονογενοῦς ἐστι Θεοῦ ἡ φωνὴ ἡ λέγουσα, Μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ
τὸ σὸν γινέσθω, αὐτὸς ὁ λόγος περὶ ἑαυτὸν, ἀεὶ διά τινος ἐναντιότητος στρέφεται, Lk 22.42
καὶ οὐδαμοῦ τὸ στάσιμον ἔχει. Ὁ γὰρ μὴ βουλόμενος τὸ ἴδιον θέλημα γενέσθαι,
αὐτὸ τοῦτο βούλεται πάντως, τὸ μὴ γενέσθαι ἃ βούλεται. Πῶς οὖν ἡ εὐχὴ πρὸς
10 πέρας ἀχθήσεται λέγοντος, ὅτι Τοῦτο θέλω |185 ἵνα ὃ θέλω μὴ γένηται;
Πρὸς τοὐναντίον πάντως τοῦ σπουδαζομένου περιτραπήσεται, καὶ ἀμηχανήσει
καθ’ ἑκάτερον ὁ τῆς τοιαύτης ἐπαΐων εὐχῆς. Ὅπερ γὰρ ἂν ποιήσῃ, πρὸς τὸ ἀβούλητον
τῷ εὐχομένῳ περιτρέπει τὴν ἔκβασιν. Ποιήσει τὸ θέλημα τοῦ εὐχομένου; Ἀλλ’ ἡ εὐχή
ἐστι μὴ γενέσθαι ὃ βούλεται. Μὴ ποιήσει ὃ βούλεται; Ἀλλ᾽ ὁ εὐχόμενος βούλεται
15 γενέσθαι αὐτὸ, ὃ μὴ βούλεται· ὥστε κατὰ πάντα τρόπον πάντῃ μεταλαμβανόμενον
ἀστατήσει τὸ νόημα, αὐτὸ ἑαυτῷ μαχόμενον, καὶ ὑφ’ ἑαυτοῦ καθαιρούμενον.
Τῆς δὲ τοιαύτης κατὰ τὸν λόγον ἀμηχανίας μία γένοιτ᾽ ἂν παραμυθία, ἡ
ἀληθὴς τοῦ μυστηρίου ὁμολογία, ὅτι τὸ μὲν δειλιᾶν πρὸς τὸ πάθος τῆς ἀνθρωπίνης
ἀσθενείας ἐστὶ, καθώς φησι καὶ ὁ Κύριος, τὸ πνεῦμα πρόθυμον εἶναι λέγων, ἀσθενῆ
20 δὲ τὴν σάρκα· τὸ δὲ ἀναδέχεσθαι τὸ ἐξ οἰκονομίας πάθος, τῆς θείας ἐστὶ καὶ βουλῆς Mt 26.41
καὶ δυνάμεως.
Ἐπειδὴ τοίνυν ἄλλο τὸ ἀνθρώπινον θέλημα, καὶ ἄλλο τὸ θεῖον, φθέγγεται
μὲν ὡς ἐκ τοῦ ἀνθρώπου τὸ τῇ ἀσθενείᾳ τῆς φύσεως πρόσφορον, ὁ τὰ ἡμέτερα
πάθη οἰκειωσάμενος· ἐπάγει δὲ τὴν δευτέραν φωνὴν, τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς
25 βούλημα κυρωθῆναι παρὰ τὸ ἀνθρώπινον ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας θέλων.
Ὁ γὰρ εἰπὼν, ὅτι Μὴ τὸ ἐμὸν, τὸ ἀνθρώπινον τῷ λόγῳ ἐσήμανεν. Προσθεὶς δὲ, Τὸ
σὸν, ἔδειξεν |186 τὸ συναφὲς τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα θεότητος, ἧς οὐδεμία
θελήματός ἐστι διαφορὰ διὰ τὴν κοινωνίαν τῆς φύσεως· τὸ γὰρ τοῦ Πατρὸς εἰπὼν
θέλημα, καὶ τὸ τοῦ Υἱοῦ ἐνεδείξατο. Τοῦτο δέ ἐστι τὸ πάντας ἀνθρώπους θέλειν
30 σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὅπερ <οὐκ ἦν> ἄλλως γενέσθαι, μὴ τῷ 1Tim 2.4
θανάτῳ καταγωνισθέντος, τοῦ πρὸς τὴν ζωὴν ἐμποδίζοντος. Τὸ δὲ ταπεινὸν τῆς
ἀνθρωπίνης δειλίας καὶ ῥῆμα καὶ πάθος οἰκειοῦται ὁ Κύριος, δεικνὺς ὅτι ἀληθῶς ἦν
περὶ αὐτὸν τὸ ἡμέτερον, ἐκ τῆς τῶν παθημάτων κοινωνίας.

35 Κεφάλαιον ΙΘ´.

Περὶ τοῦ θείου θελήματος, καὶ ὅτι εἶχεν θέλημα κατὰ φύσιν ἡ τοῦ Κυρίου ψυχὴ,
καὶ ὅτι συνουσίωται ἡμῖν ἡ προαιρετικὴ δύναμις, καὶ ἐλευθέραν πάσης ἀνάγκης
τὴν πρὸς τὰ θελήματα ὁρμὴν ἡ λογικὴ πᾶσα ἔχει φύσις.
40

§1 Γρηγορίου Νύσσης εἰς τὴν ἀπολογίαν τῆς ἑξαημέρου. PG44.68D

Χρὴ δὲ οἶμαι πρὸ τῆς ἐξετάσεως τῶν γεγραμμένων, ἐκεῖνο διομολογηθῆναι τῷ


λόγῳ, ὅτι ἐπὶ τῆς θείας φύσεως σύνδρομός ἐστι τῇ βουλήσει ἡ δύναμις, καὶ μέτρον
45 τῆς δυνάμεως τοῦ Θεοῦ τὸ θέλημα γίνεται· τὸ δὲ θέλημα, σοφία ἐστίν. Σοφίας δὲ
ἴδιον, τὸ μηδὲν ἀγνοεῖν ὅπως ἂν τὰ καθ’ ἕκαστον γένοιτο. Τῇ δὲ γνώσει συμπέφυκε
καὶ ἡ δύναμις· ὥστε ὁμοῦ ἔγνω τὸ δέον γενέσθαι, καὶ συνέδραμεν ἡ ἐνεργητικὴ
τῶν ὄντων ἰσχὺς, τὸ νοηθὲν εἰς ἐνέργειαν ἄγουσα, καὶ οὐδὲν μετὰ τὴν γνῶσιν |187

16 : αὐτὸ ἑαυτῷ : αὐτὰ ἑαυτῷ A.


187 | 189 Κεφάλαιον ΙΘ´ 91

ἐφυστερίζουσα, ἀλλὰ συνημμένως καὶ ἀδιαστάτως συναναδείκνυται τῇ βουλῇ τὸ


ἔργον.

§2 Καὶ ἑξῆς· PG44.69B


5

Καὶ μετ’ ἀλλήλων εἶναι ταῦτα, καὶ ἓν ἀμφότερα δείκνυσθαι, ὡς ἅμα καὶ κατὰ
ταὐτὸν τῷ ἑτέρῳ συγκαθορᾶσθαι τὸ ἕτερον. Τό τε γὰρ σοφὸν αὐτοῦ θέλημα τῇ
δυνάμει τῶν ἐνεργειῶν ἐφανερώθη, καὶ ἡ ἐνεργετικὴ αὐτοῦ δύναμις ἐν τῷ σοφῷ
θελήματι ἐτελειώθη.
10

§3 Τοῦ αὐτοῦ ἐκ τοῦ κατ’ Εὐνομίου β´ λόγου. PG45.988A

Τούτου χάριν ὁ Μωϋσῆς διὰ μὲν τοῦ εἰπεῖν τὸν Θεὸν, τόδε πρᾶξαι γενέσθαι, Gen 1.2
τὴν ὁρμητικὴν τοῦ θελήματος ἐξουσίαν παρέστησεν· διὰ δὲ τοῦ προσθεῖναι, Καὶ
15 ἐγένετο οὕτως, τὸ μηδεμίαν εἶναι διαφορὰν θελήματός τε καὶ ἐνεργείας ἐπὶ τῆς Gen 1.6
θείας ἐνδείκνυται φύσεως, ἀλλὰ διδάσκει καθηγεῖσθαι μὲν ἐπὶ Θεοῦ τῆς ἐνεργείας
τὴν νόησιν, οὐκ ἐφυστερίζειν δὲ μετὰ τὸ νοηθὲν τὴν ἐνέργειαν, ἀλλὰ τὰ δύο κατ᾽
αὐτὸν θεωρεῖσθαι, τήν τε προαιρετικὴν τοῦ νοῦ κίνησιν καὶ τὴν ἀποτελεστικὴν τοῦ
πράγματος δύναμιν.
20

§4 Καὶ μετ’ ὀλίγα· PG45.988D

Ὥστε τὰ δύο διὰ τῶν εἰρημένων μαθεῖν· καὶ ὅτι βουλήματι ὁ Θεὸς τὰ πάντα
κατείργασται, καὶ ὅτι ἀπραγμόνως καὶ ἀκόπως τὸ θεῖον βούλημα φύσις ἐγένετο.
25

Λέγει δὲ καὶ ἡ ἀνδρεία καὶ σώφρων Ἰουδὶθ, Ἐνενοήθης καὶ παρέστη σοι πάντα. Judith 9.5

§5 Γρηγορίου Νύσσης ἐκ τοῦ εἰς τὸ πάσχα λόγου. PG46.616C

30 Πρὸς ἑκάτερον τοίνυν τῶν τοῦ ἀνθρώπου τμημά |188 των καταλλήλως τῆς
θεότητος ἐμμιχθείσης, δι’ ἀμφοτέρων ἐπίδηλα τῆς ὑπερεχούσης φύσεως τὰ
γνωρίσματα ἦν. Τὸ μὲν γὰρ σῶμα τὴν ἐν αὐτῷ θεότητα διὰ τῆς ἁφῆς τὰς ἰάσεις
ἐνεργοῦν ἐπεσήμαινεν· ἡ ψυχὴ δὲ τῷ δυνατῷ ἐκείνῳ θελήματι τὴν θείαν ἐπεδείκνυτο
δύναμιν. Ὥσπερ γὰρ ἡ κατὰ τὴν ἁφὴν αἴσθησις τοῦ σώματός ἐστιν ἰδία, οὕτως καὶ
35 τῆς ψυχῆς ἡ κατὰ προαίρεσιν κίνησις. Προσέρχεται ὁ λεπρὸς διερρυηκὼς ἤδη
καὶ ἠχρειωμένος τῷ σώματι. Πῶς γίνεται παρὰ τοῦ Κυρίου ἐπὶ τούτου ἡ ἴασις; Ἡ
ψυχὴ θέλει, τὸ σῶμα ἅπτεται, δι᾽ ἀμφοτέρων φεύγει τὸ πάθος· Ἀπῆλθεν γάρ φησι
παραχρῆμα ἀπ᾽ αὐτοῦ ἡ λέπρα. Πάλιν τοὺς ἐν πολλαῖς χιλιάσιν κατὰ τὴν ἔρημον αὐτῷ Mk 1.42
προσεδρεύοντας, ἀπολῦσαι μὲν νήστεις οὐ θέλει, ταῖς δὲ χερσὶ διακλᾷ τοὺς ἄρτους. Mt 15.32
40 Ὁρᾷς πῶς δι’ ἀμφοτέρων ἡ ἑκατέρῳ συμπαρομαρτοῦσα θεότης δημοσιεύεται, τῷ τε
ἐνεργοῦντι σώματι, καὶ τῇ ὁρμῇ τοῦ ἐν τῇ ψυχῇ γινομένου θελήματος.

§6 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν προσευχὴν λόγου δ´. PG44.1165D

45 Ἡ μὲν τοῦ καλοῦ τε καὶ ἀγαθοῦ ἐπιθυμία, ὁμοτίμως ἑκατέρα συνουσιώθη τῇ Ὅτι αὐτεξούσιος
φύσει, καὶ τὸ αὐτοκρατές τε καὶ αὐτεξούσιον, καὶ πάσης ἀνάγκης ἐλεύθερον ἴσον πᾶσα ἡ λογικὴ
ἐπ᾽ ἀμφοῖν ὁ τοῦ παντὸς ἐπιστάτης ἐποίησεν, ὡς αὐτονόμῳ |189 τινὶ προαιρέσει φύσις.
οἰκονομεῖσθαι πᾶν ὅσον λόγῳ τε καὶ διανοίᾳ τετίμηται.

6 : μετ᾽ ἀλλήλων : μετ᾽ ἄλλων A. 24 : κατείργασται : κατήργασται A.


33 : ἐκείνῳ : ἐκεῖνο A. 46 : αὐτεξούσιον : αὐτέξιον A.
189 | 190 Κεφάλαιον ΙΘ´ 92

§7 Τοῦ αὐτοῦ ἐκ τῆς εἰς τὸν ἄνθρωπον θεωρίας κεφαλαίου δ´. PG44.136B

Ἠ μὲν γὰρ ψυχὴ, τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐτόθεν δείκνυσιν πόρρω


τῆς ἰδιωτικῆς ταπεινώσεως κεχωρισμένον, ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ
5 αὐτεξούσιον, ἰδίοις θελήμασιν καὶ αὐτοκρατορικῶς διοικουμένην.

§8 Μεθοδίου ἐπισκόπου καὶ μάρτυρος κατὰ Ὠριγένους PG41.1105A


ἐξ ὧν ἐν τοῖς Παναρίοις ὁ ἅγιος Ἐπιφάνιος ἔγραψεν.

10 Αὐτεξούσιος γὰρ ὢν καὶ αὐτοκράτωρ ὁ ἄνθρωπος, καὶ αὐτοδέσποτον βούλησιν


καὶ αὐτοπροαίρετον πρὸς τὴν αἵρεσιν, ὡς ἔφην, τοῦ καλοῦ λαβὼν, ἀκούσας τε, Ἀπὸ
παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγεσθε, καὶ τὰ ἑξῆς. Gen 2.16

§9 Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς. PG60.510
15

Οὐ γὰρ ταὐτὸν ψυχῆς οὐσία καὶ σώματος καὶ προαίρεσις, ἀλλὰ τὰ μέν ἐστιν
ἔργα Θεοῦ, ἡ δὲ ἐξ ἡμῶν αὐτῶν γινομένη κίνησις, πρὸς ὅπερ ἂν αὐτὴν βουληθῶμεν
ἀγαγεῖν. Ἡ μὲν γὰρ βούλησις, ἔμφυτον καὶ παρὰ τοῦ Θεοῦ, ἡ δὲ τοιάδε βούλησις,
ἡμέτερον καὶ τῆς γνώμης ἡμῶν.
20

§ 10 Κυρίλλου ἐκ τοῦ πρὸς Ἑρμείαν περὶ τοῦ ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα PG75.945D
φυσικῶς <ἐν τῷ Υἱῷ>, καθὼς καὶ ἐν τῷ Πατρί.

Πῶς οὖν ἐν ἁπλοῖς τε καὶ ἀσυνθέτοις ἕτερα παρὰ ταῦτα τὰ αὐτῶν εἶεν ἄν;
25 Ὥσπερ ἂν εἰ καὶ ἐκ νοῦ, νοοῖτο θέλησις πηγὴν ἔχουσα τὸν ἀναβράττοντα νοῦν, καὶ
ῥίζαν ὥσπερ τινὰ προϋποκειμένην, τὸ ἐν ᾧ στρέφεται νοηματικῶς. Νοῦς μὲν γὰρ
τῶν ἐν αὐτῷ κινήσεών τε καὶ ἐννοιῶν |190 προκαταρκτικός· ποιότης δὲ κινημάτων,
ἡ ἐφ’ ὁτῳοῦν καὶ ἐφ’ ἑκάστῳ θέλησις, μονοειδὴς μέν τις οὖσα, κατά γε τὸ εἶναι
θέλησις ἁπλῶς, ταῖς δὲ τῶν πραγμάτων ποιότησι καὶ διαφοραῖς, οἷάπερ τισὶ βαφαῖς
30 καταχρωννυμένη πρὸς τὸ ἄλλο τε ἄλλως καὶ ἑτεροίως ἔχειν.

§ 11 Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ Υἱοῦ λόγου β´. PG36.117C

Ἕβδομον λεγέσθω τὸ καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ τὸν Υἱὸν, οὐχ ἵνα ποιῇ τὸ
35 θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος. Εἰ μὲν οὖν μὴ παρὰ τοῦ κατεληλυθότος
αὐτοῦ ταῦτα ἐλέγετο, εἴπομεν ἂν ὡς παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον,
οὐ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου, τὸ γὰρ ἐκείνου θέλειν οὐδὲ ὑπεναντίον Θεῷ
θεωθὲν ὅλον.

40 Κεφάλαιον Κ´.

Πῶς δεῖ νοεῖν τὸ ὑπὸ τοῦ θεολόγου Γρηγορίου ἐν διαφόροις αὐτοῦ λόγοις
εἰρημένον, τεθεῶσθαί ποτε μὲν τὸ θέλημα, ποτὲ δὲ ὅλην αὐτοῦ τοῦ Λόγου τὴν
ἀνθρωπότητα, καὶ Θεὸν καλεῖσθαι καὶ ὁμόθεον καὶ τὰ τοιαῦτα· καὶ ὅτι τὰς θείας
45 ἐνεργείας διὰ τὴν πρὸς τὸν Λόγον ἀδιάσπαστον ἕνωσιν ἡ σὰρξ αὐτοῦ κατεπλούτει.

21 : Ἑρμείαν : Ἑρμίαν A. 32 : ἐκ τοῦ περὶ Υἱοῦ : ἐκ τοῦ εἰς τὸ περὶ Υἱοῦ A.


36 : εἴπομεν : εἴπαμεν A.
190 | 192 Κεφάλαιον Κ´ 93

§1 Ἰουστίνου φιλοσόφου ἐκ τοῦ περὶ τριάδος κεφαλαίου ιζ´. PG6.1233C

Πάλιν ἐρωτῶμεν, πῶς μετὰ τὴν ἕνωσιν ἀπεθεώθη τὸ σῶμα· ἆρ᾽ εἰς θεότητος
οὐσίαν μεταπεσὸν, ἔμεινεν καὶ ἀνθρώπου σῶμα, ἄφθαρτον δὲ καὶ ἀθάνατον διὰ
5 τὴν ἕνωσιν τοῦ λοιποῦ διαμεῖναν; Ἀλλ᾽ εἰ μὴ τοῦτο, |191 μένει μὲν σῶμα τὸ σῶμα,
ἐπείπερ οὐ σῶμα Θεὸς, μετείληφε δὲ θείας ἀξίας, οὐ φύσεως, εὐδοκίᾳ τοῦ Λόγου.
Εἰ δὲ ὁ Λόγος διὰ τὴν ἕνωσιν εἰς τὴν ἑαυτοῦ φύσιν τὸ σῶμα μετέβαλεν, πάλιν ἡμῖν
ἐρωτητέον, πῶς εἰς τὴν οὐσίαν τοῦ Λόγου μετεβλήθη τὸ σῶμα· ἆρα μεταβληθὲν εἰς
τὴν οὐσίαν τοῦ Λόγου, προσθήκην οὐσίᾳ παρέσχεν;
10

§2 Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον β´ ἐπιστολῆς. PG77.113D

Ζωὴ γὰρ ὢν κατὰ φύσιν ὡς Θεὸς, ἐπειδὴ γέγονεν ἓν πρὸς τὴν ἑαυτοῦ σάρκα,
ζωοποιὸν ἀπέφηνεν αὐτήν. Ὥστε κἂν λέγῃ πρὸς ἡμᾶς, Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν
15 μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐχ ὡς Jn 6.53
ἀνθρώπου τῶν καθ’ ἡμᾶς ἑνὸς αὐτὴν εἶναι λογιούμεθα (πῶς γὰρ ἡ ἀνθρώπου σὰρξ
ζωοποιὸς ἔσται κατὰ φύσιν τὴν ἑαυτῆς), ἀλλ’ ὡς ἰδίαν ἀληθῶς γενομένην τοῦ δι’
ἡμᾶς Υἱοῦ ἀνθρώπου γεγονότος τε καὶ χρηματίσαντος.

20 §3 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον α´ ἐπιστολῆς. PG77.236C

Ἴσον γάρ ἐστιν εἰς ἀτοπίας λόγον τὸ εἰπεῖν ὅτι μετεβλήθη ἡ σὰρξ εἰς θεότητος
φύσιν, καὶ μὴν κἀκεῖνο, ὅτι μετεβλήθη ὁ Λόγος εἰς τὴν ἀνθρωπότητος φύσιν. Ὥσπερ
δὲ τοῦτο ἀμήχανον, ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτός ἐστιν, οὕτως καὶ τὸ ἕτερον. Οὐ
25 γάρ ἐστι τῶν ἐφικτῶν εἰς θεότητος οὐσίαν, ἤτοι φύσιν, μεταχωρῆσαί τι δύνασθαι
τῶν κτισμάτων· κτίσμα δὲ καὶ ἡ σάρξ. Οὐκοῦν θεῖον μὲν εἶναί φαμεν |192 τὸ σῶμα
τοῦ Χριστοῦ, ἐπειδὴ σῶμα Θεοῦ ἐστι, καὶ ἀρρήτῳ δόξῃ κατηγλαϊσμένον, ἄφθαρτον,
ἅγιον, ζωοποιόν· ὅτι δὲ εἰς φύσιν θεότητος μετεβλήθη, οὔτε τῶν Πατέρων τις τῶν
ἁγίων πεφρόνηκεν, ἢ εἴρηκεν, οὔτε ἡμεῖς οὕτω διακείμεθα.
30

§4 Τοῦ αὐτοῦ ἐκ τῶν κατηγοριῶν Θεοδωρήτου. PG76.448B

Ἡμεῖς μὲν γὰρ ζωοποιὸν εἶναί φαμεν τὸ ἅγιον σῶμα τοῦ πάντων ἡμῶν Σωτῆρος
Χριστοῦ. Καὶ γάρ ἐστιν οὐχ ἑνὸς ἁπλῶς τοῦ καθ᾽ ἡμᾶς ἀνθρώπου κοινοῦ, ἴδιον δὲ
35 ἀληθῶς τοῦ τὰ πάντα ζωογονοῦντος Λόγου.

§5 Τοῦ αὐτοῦ ἐκ τοῦ <κατὰ> συνουσιαστῶν λόγου. PG76.1429D

Ναὶ μὴν καὶ ἐξ οὐρανοῦ καταβεβηκέναι λέγεται καὶ ζωὴν διδόναι τῷ κόσμῳ διὰ Ὅτι οὐ μετεβλήθη
40 τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβάντα Λόγον, οὗ καὶ ἰδία γέγονεν ἡ σάρξ. Οὐκοῦν εἰς θεότητος φύσιν
θεία μὲν, ὡς ἔφην, ἐστίν. Οὐ μὴν ὅτι καὶ εἰς φύσιν θεότητος μεταβαλεῖν ὑποτοπήσοι ἡ σάρξ.
τις ἂν, εἴ γε νοῦν ἔχοι, τὸν εὖ βεβηκότα καὶ δογματικῆς εὐτεχνίας ἐπιστήμονα.

§6 Ἀναστασίου Ἀντιοχείας ἐκ τῆς πρὸς Σέργιον τὸν γραμματικόν. PG89.1285B


45

Κέκρυπται ταῖς ἀληθείαις ὑπὸ τῆς θείας φύσεως ἡ ἀνθρωπεία, κἂν ὁ λόγος
διακρίνῃ τὴν οὐσίαν αὐτῆς· ὥστε μὴ ῥᾴδιον εἶναι διαγνῶναι τὴν φύσιν αὐτῆς,
καταποθείσης οἷον καὶ μεταποιωθείσης πρὸς τὴν προσλαβοῦσαν, ὥσπερ τὰ

41 : ὑποτοπήσοι : ὑποτοπίσοι A. 48 : καταποθείσης : καταπωθείσης A.


192 | 194 Κεφάλαιον Κ´ 94

ὁμιλοῦντα πυρὶ, τῆς τοῦ πυρὸς μεταλαμβάνει ποιότητος, ὡς σχεδὸν ἄγνωστον εἶναι
τὴν διάκρισιν τοῦ μετεχομένου καὶ τοῦ μετέχοντος.
Οὐκ ἔστι μὲν οὖν εὑρεῖν εἰκόνα παραστατικὴν τῆς ἑνώσεως ταύτης· πλὴν
πειρώμεθά τινα παραγαγεῖν, μετρίαν μὲν ὡς πρὸς τὸ μέγεθος τοῦ μυστηρίου, τῶν
5 δὲ λοιπῶν ἀληθεστέραν ἐμφέρειαν ἔχουσαν. Οἷον γὰρ ἄν τις |193 εἰκάσαι πάντα τὸν
ἐκτὸς οὐρανοῦ ἀέρα πεπυρακτῶσθαι, μᾶλλον δὲ πῦρ εἶναι, κόκκον δὲ σινάπεως
ἢ κέγχρου ἐμβεβλῆσθαι τῷ τοσούτῳ πυρὶ, ἀνάγκη κἀκεῖνον πρὸς τὸ ἐπικρατοῦν
πεποιῶσθαι, ὡς μὴ δοκεῖν ἕτερον εἶναι διὰ τὸ πῦρ, εἰ καὶ τῆς οὐσίας ὁ λόγος
ὑφέστηκεν· οὕτως ἡ ἀνθρωπεία φύσις ἑνωθεῖσα τῷ Θεῷ Λόγῳ κατεκρατήθη
10 τοσοῦτον, ὡς μὴ δοκεῖν ἔτι φύσιν ἀνθρώπου εἶναι, ταύτῃ τε λέγειν τοὺς Πατέρας
τεθεῶσθαι μὴ ἀποκνῆσαι τὴν φύσιν. Εἰ δὲ καὶ ἐπὶ τοσοῦτον ἀνεκράθη, τὴν οὐσιώδη
γε σώζει διαφοράν. Οὐ γὰρ κατὰ πρῶτον λόγον ἑαυτῆς ἐξέστη. Καὶ γὰρ καὶ ἡ θεία
φύσις μεμένηκεν ἀναλλοίωτος ἐν τῇ τοῦ φυράματος ἡμῶν προσλήψει, ὅπερ πᾶσα
παρίστησιν ἡ θεόπνευστος Γραφή.
15

§7 Τοῦ αὐτοῦ. PG89.1285B

Ἀλλ’ ἡ ἕνωσις μίαν ὑπέδειξεν ἡμῖν τὴν προσκύνησιν τοῦ τε θεοποιήσαντος Ὅτι ἡ θέωσις τῇ
καὶ τοῦ θεοποιηθέντος· μία γάρ ἐστιν ἀχώριστος ἡ ὑπόστασις, οὐ τῶν φύσεων ὑποστατικῇ νοεῖται
20 ἀλλοιωθεισῶν, οὐδὲ τῶν ἰδιοτήτων κατὰ πρῶτον λόγον ἀμειφθεισῶν, ἀλλὰ κατὰ ταυτότητι.
τὸν τῆς ἀνακράσεως, ἵν’ οὕτως εἴπω, τρόπον, καθ’ ὃν ἂν εἴποι τις αὐτὸν Θεὸν καὶ
ἄνθρωπον καὶ ὅλον Θεὸν καὶ ὅλον ἄνθρωπον. [Διαβέβληται.]

§8 Θεοδότου Ἀγκύρας.
25

Οἷον ὅταν σιδήρῳ τὸ πῦρ, ἢ χαλκῷ, ἢ ἀργύρῳ, ἢ ξύλῳ βαρεῖ συναφθῇ, ἡνίκα
|194 καὶ ταῦτα εἰς τὴν πυρὸς ἰδέαν μεθίσταται. Ἐνταῦθα γὰρ τῆς ἑκατέρου ἰδέας εἰς
τὸ ἕτερον μετάδοσις γίνεται, οὐδετέρου τῶν συνελθόντων ὑπομείναντος σύγχυσιν.
Καὶ γὰρ ὁ σίδηρος <μένων σίδηρος> καίει πῦρ γεγονὼς, καὶ τὸ πῦρ μένον πῦρ,
30 βάρος ἔχει, σιδήρῳ ἥ τινι τοιούτῳ γενόμενον συμμιγές. Καὶ ἔστι τὸ αὐτὸ σίδηρός τε
καὶ πῦρ, ἑκατέρου τὴν ἐνέργειαν ἀσυγχύτως δεξάμενον. Καὶ γὰρ καίει καὶ βαρεῖ τὸ
αὐτὸ ὑποκείμενον, σιδήρου καὶ πυρὸς εἰς ταὐτὸν συνημμένων.

Σχόλιον.
35 Δέδεικται διὰ πάντων, ὡς οὐ κατὰ μεταβολὴν φύσεως ἢ τροπὴν ἢ ἀλλοίωσιν ἢ
σύγχυσιν ἡ τοῦ Κυρίου σὰρξ τεθεῶσθαι λέγεται καὶ Θεὸς ὀνομάζεται, ἀλλὰ κατὰ
τὴν οἰκονομικὴν ἕνωσιν, καθ’ ἣν ἀδιασπάστως καὶ καθ’ ὑπόστασιν τῷ Θεῷ ἥνωται.
Λέγει μὲν γὰρ ὁ θεολόγος οὕτως ἐν τῷ εἰς τὸ Πάσχα λόγῳ· PG36.640C
Τέλειον δὲ οὐ διὰ τὴν θεότητα μόνον, ἧς οὐδὲν τελειότερον, ἀλλὰ καὶ διὰ τὴν
40 πρόσληψιν τὴν χρισθεῖσαν θεότητι, καὶ γενομένην, ὅπερ τὸ χρῖσαν, καὶ τολμῶ εἰπεῖν
ὁμόθεον.
Καὶ πάλιν ἐν τῷ· PG36.132B
Χριστὸς δὲ διὰ τὴν θεότητα· χρῖσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ
κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος, οὗ καὶ ἔργον
45 ποιῆσαι Θεὸν τὸ χριόμενον καὶ ἄνθρωπον ἀκοῦσαι τὸ χρῖσαν.

22 : ὅλον ἄνθρωπον. : ὅλον ἄνθρωπον. + διαβέβληται A. [In relation to following excerpt.]


194| 196 Κεφάλαιον Κ´ 95

Σχόλιον.
Ὥσπερ οὖν τὴν ἐνανθρώπησιν τοῦ Λόγου χωρὶς |195 μεταβολῆς καὶ τροπῆς
γεγενῆσθαι ὁμολογοῦμεν, οὕτω καὶ τὴν θέωσιν γενέσθαι τῆς σαρκὸς δοξάζομεν. Ὁ
γὰρ αὐτὸς καὶ ἀνθρωπισθέντα τὸν Λόγον ἐδίδαξεν, καὶ Διονύσιος δὲ ὁ θεσπέσιος, PG36.97C
5 ἀνδρωθέντα, καὶ πάντες οἱ διδάσκαλοι, σαρκωθέντα. Καὶ ἑκάτερα εὐσεβῶς PG3.1072C
λαμβανόμενα, τὴν ὑποστατικὴν ἡμῖν ταυτότητα ὑποφαίνουσιν, οὐ τῶν φύσεων
τὴν εἰς ἄλληλα μεταβολὴν, μὴ γένοιτο, καθὼς καὶ διὰ τῶν προκειμένων μαρτυριῶν
ἀποδέδεικται. Καὶ ἄνθρωπος γὰρ γεγενῆσθαι λέγεται ὁ Θεὸς Λόγος διὰ τὸ ἑνωθῆναι
σαρκὶ, καὶ Θεὸς καὶ ὁμόθεος ἡ αὐτοῦ σὰρξ, διὰ τὴν πρὸς αὐτὸν τὸν Λόγον ὁμοίως
10 ἀκραιφνεστάτην καὶ καθ’ ὑπόστασιν ἕνωσιν. Καὶ δῆλον ὅτι θάτερον αὐτῶν, ὥσπερ
ἂν ἐκλάβωμεν, οὕτως ἀνάγκη καὶ τὸ ἕτερον νοηθῆναι κατὰ τὴν ὀρθὴν τῶν Πατέρων
παράδοσιν.
Οὔτε οὖν διὰ τὸ σαρκωθῆναι ὁ Λόγος τῶν ὅρων ἐξέστη τῆς οἰκείας θεότητος,
οὔτε τῶν προσόντων αὐτῇ θεοπρεπῶν αὐχημάτων, οὔτε μὴν ἡ σὰρξ θεωθεῖσα τῶν
15 ἑαυτῆς ἐστέρηται φυσικῶν ἰδιωμάτων· μεμενήκασι γὰρ καὶ μετὰ τὴν ἕνωσιν αἵ τε
φύσεις ἀσύμφυρτοι καὶ αἱ τούτων ἰδιότητες ἀλώβητοι.

Ὅτι δὲ πάλιν τὰς θείας ἐνεργείας ἡ τοῦ Κυρίου σὰρξ καὶ τὸ ἰσοδυναμεῖν τῷ
Λόγῳ καὶ τὰ λοιπὰ θεοπρεπῆ διὰ τὴν πρὸς τὸν Λόγον ἐπλούτει ἕνωσιν, οὐδαμῶς
20 |196 τῶν κατὰ φύσιν ἰδίαν ἔκπτωσιν ὑποστᾶσα ἐνεργειῶν, καὶ αὐτὸς ὁ τῆς ἀληθείας
ἐχθρὸς διέγνω Σευῆρος.

§9 Φησὶν γὰρ ἐν τῇ ἀπολογίᾳ τῇ ὑπὲρ τοῦ φιλαλήθους πρὸς τὸ ρμγ´ κεφάλαιον


οὕτως·
25

Πᾶν γὰρ, ὅπερ ὑπάρξαι τῇ σαρκί φαμεν, ἐπὶ τὸ ἰᾶσθαι τοὺς ἐν ἀρρωστίαις, εἴτε
τὸ ἰσοδυναμεῖν τῷ Λόγῳ κατὰ τὴν ἐν πάσαις ταῖς θεοσημείαις ἐνέργειαν, εἴτε τὸ
ὑπὲρ φύσιν ἀναστῆναι, διὰ τὴν πρὸς αὐτὸν τὸν Λόγον ἕνωσιν αὐτῇ τοῦτο ὑπάρξαι
φαμέν.
30

§ 10 Ὁ μέντοι θειότατος Κύριλλος ἐν τῷ τετάρτῳ τῶν ἑαυτοῦ σχολίων οὕτως PG75.1374B


ἐδίδαξεν· Ὅτι ὁ Λόγος τῇ
σαρκὶ τὰ οἰκεῖα διὰ
Καταβῆναι δέ φαμεν ἐξ οὐρανοῦ καθ’ ἕνωσιν οἰκονομικὴν, τοῦ Λόγου προσ- τὴν πρὸς αὐτὴν
35 νέμοντος τῇ ἰδίᾳ σαρκὶ τῆς ἑαυτοῦ θεοπρεποῦς δόξης τὰ αὐχήματα. ἕνωσιν προσνέμει.

§ 11 Καὶ πάλιν ἐν τῷ ια´ σχολίῳ· PG75.1381A


Ὅτι μεμένηκεν
Ὅτι δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ἤγουν ὑποστάσεις, ἐντεῦθεν εἰσόμεθα. ἑκάτερον ὅπερ ἦν,
40 Τὸ γὰρ τὸ χρυσίον ἐπαληλιμμένον τῷ ξύλῳ μεμένηκεν, ὅπερ ἦν, καὶ καταπλουτεῖ μὲν εἰ καὶ κατεπλούτει ἡ
τὸ ξύλον τοῦ χρυσίου τὴν δόξαν, πλὴν οὐκ ἀπέστη τοῦ εἶναι ξύλον. σὰρξ τῆς θεότητος
τὴν δόξαν διὰ τὴν
Σχόλιον. πρὸς τὸν Λόγον
Ἀκούεις ὅτι οὐκ ἀπέστη τοῦ εἶναι ξύλον τὸ ξύλον. Πῶς οὖν δυνατὸν φρονεῖν ἕνωσιν.
45 περὶ αὐτοῦ, ὅτι τοῦ χρυσίου τοῦ ἐπ’ αὐτῷ οὐ διαφέρει;
196 | 199 Κεφάλαιον Κ´ 96

§ 12 Καὶ αὖθις εἰς τὸ κατὰ Ματθαῖον ὁ αὐτὸς ἐν τῷ β´ βιβλίῳ·

Ἅγιον μὲν γὰρ ὁμολογουμένως ἐστὶ τὸ σῶμα Χριστοῦ καὶ πᾶσαν ἔχον κατὰ Ὅτι οὐ διὰ τὴν ἰδίαν
πάσης νόσου τὴν δύναμιν. Ἀλλ’ ἦν τε καὶ ἔστιν ἅγιον, οὐκ ἐπεί |197 περ ἁπλῶς νοεῖται φύσιν, ἀλλὰ διὰ τὸν
5 σὰρξ, ἐν μόνοις οὖσα τοῖς ἰδίοις λόγοις, ἀλλ’ ᾗ ἐστι ναὸς τοῦ κατοικοῦντος ἐν αὐτῇ ἡνωμένων αὐτῇ
Θεοῦ Λόγου, ἁγιάζοντος τὴν ἰδίαν σάρκα διὰ τοῦ ἰδίου πνεύματος. Λόγον τὰ θεῖα ἡ
σὰρξ ἐνήργει.
Διδασκαλίαι Πατέρων, ἃς προβάλλονται οἱ ἀντιδιατιθέμενοι.

10 § 13 Κυρίλλου ἐκ τῶν σχολίων περὶ τοῦ ἄνθρακος. PG75.1377E

Φαμὲν δὲ τὸν ἄνθρακα τύπον ἡμῖν καὶ εἰκόνα πληροῦν τοῦ ἐνανθρωπήσαντος
Λόγου, ὃς εἴπερ ἅψαιτο τῶν χειλέων ἡμῶν, τουτέστιν ὅταν τὴν εἰς αὐτὸν Is 6.7
ὁμολογήσωμεν πίστιν, τότε καὶ ἁπάσης ἁμαρτίας ἀποφαίνει καθαροὺς καὶ
15 τῶν ἀρχαίων αἰτιαμάτων ἐλευθεροῖ. Πλὴν ἔστιν ἰδεῖν, ὡς ἐν εἰκόνι τῷ ἄνθρακι
ἑνωθέντα μὲν ἀνθρωπότητι τὸν τοῦ Θεοῦ Λόγον, οὐ μὴν ἀποβεβληκότα τὸ εἶναι
ὅ ἐστι, μεταστοιχειώσαντα δὲ μᾶλλον τὸ προσληφθὲν εἰς τὴν ἑαυτοῦ δόξαν τε
καὶ ἐνέργειαν. Ὅνπερ γὰρ τρόπον τὸ πῦρ ὁμιλῆσαν ξύλῳ καὶ εἰσδεδυκὸς ἐν αὐτῷ
καταδράττεται μὲν αὐτοῦ καὶ οὐκ ἐξίστησι τοῦ εἶναι ξύλον, μεθίστησι δὲ μᾶλλον
20 αὐτὸ εἰς τὴν τοῦ πυρὸς ὄψιν τε καὶ δύναμιν καὶ ἅπαν αὐτῷ τὸ ἴδιον ἐνεργάζεται
καὶ ὡς ἓν ἤδη λελόγισται μετ’ αὐτοῦ, οὕτω νοήσεις καὶ ἐπὶ Χριστοῦ. Ἑνωθεὶς γὰρ
ἀρρήτως ἀνθρωπότητι Θεὸς, τετήρηκε μὲν αὐτὴν τοῦθ’ ὅπερ εἶναί φαμεν, μεμένηκε
δὲ καὶ αὐτὸς, ὅπερ ἦν. Ἑνωθεὶς δὲ ἅπαξ, ὡς εἷς λελόγισται μετ’ αὐτῆς, οἰκειωσάμενος
μὲν τὰ αὐτῆς, ἐμποιήσας δὲ καὶ αὐτὸς |198 αὐτῇ τῆς ἰδίας φύσεως τὴν ἐνέργειαν.
25

Σχόλιον.
Σκοπητέον πρότερον εἰρηκότα τὸν διδάσκαλον οἰκειωσάμενος τὰ αὐτῆς, εἶθ’
οὕτως ἐπαγαγόντα τὸ ἐμποιήσας δὲ καὶ αὐτὸς αὐτῇ τῆς ἰδίας φύσεως τὴν ἐνέργειαν.
Εἰ οὖν τὸ δεύτερον κατὰ μεταβολὴν λοιπὸν λαμβάνει καὶ τῆς φυσικῆς ἰδιότητος
30 ἔκστασιν, ἀνάγκη καὶ τὸ πρῶτον οὕτως αὐτὸν ἐκδέξασθαι, ὅπερ ἄτοπον, μᾶλλον δὲ
βλάσφημον. Προείρηκε δὲ καί, ὅτι Οὐκ ἐξίστησι τοῦ εἶναι ξύλον τὸ ξύλον, Μεθίστησι
δὲ αὐτὸ εἰς τὴν τοῦ πυρὸς ὄψιν τε καὶ δύναμιν, καὶ πάλιν, ὅτι, Τετήρηκεν αὐτὴν
τοῦθ’ ὅπερ εἷναί φαμεν. Ἀλλὰ ταῦτα παρατρέχοντες γυμνὸν ἡμῖν παρατίθενται
τὸ μεταστοιχειωθῆναι εἰς τὴν αὐτοῦ ἐνέργειαν καὶ τὸ ἐμποιηθῆναι αὐτῇ τῆς θείας
35 φύσεως τὴν ἐνέργειαν.

§ 14 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἰωάννην. PG73.601C

Κἂν ἀσθενῆ τοιγαροῦν ἡ τῆς σαρκὸς φύσις, ὅσον ἧκεν εἰς ἑαυτὴν, εἰς τὸ
40 δύνασθαι ζωοποιεῖν, ἀλλ’ οὖν ἐνεργήσει τοῦτο τὸν ζωοποιὸν ἔχουσα Λόγον καὶ
ὅλην αὐτοῦ τὴν ἐνέργειαν ὠδίνουσα· σῶμα γὰρ ἦν τῆς κατὰ φύσιν ζωῆς.

Σχόλιον.
Κἀνταῦθα τὸ ἀσθενεῖν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, τὴν σάρκα πρὸς
45 τὸ ζωοποιεῖν ὑποδραμόντες, τὸ ὅλην αὐτὴν ὠδίνειν τοῦ Λόγου τὴν ἐνέργειαν
προβάλλονται, οὐ βουλόμενοι τὸ ἑπόμενον |199 νοεῖν· Σῶμα γὰρ ἦν, φησὶ, τῆς κατὰ
φύσιν ζωῆς.
199 | 201 Κεφάλαιον ΚΑ´ 97

§ 15 Τοῦ αὐτοῦ ὁμοίως εἰς τὸ κατὰ Ἰωάννην. PG73.577C

Καὶ γοῦν ὅτε τὸ τοῦ ἀρχισυναγώγου κόριον διανίστη, λέγων, Ἡ παῖς ἔγειρε,
ἐκράτησε τῆς χειρὸς αὐτῆς, καθὰ γέγραπται. Ζωοποιῶν μὲν γὰρ ὡς Θεὸς τῷ Lk 8.54
5 παντουργῷ προστάγματι, ζωοποιῶν δ’ αὖ πάλιν καὶ διὰ τῆς ἁφῆς τῆς ἰδίας σαρκός,
μίαν τε καὶ συγγενῆ δι’ ἀμφοῖν ἐπιδεικνὺς τὴν ἐνέργειαν.

Σχόλιον.
Τὴν μίαν ἐνταῦθα ἐνέργειάν τινες εἰς τὸ ἀποτέλεσμα ἔλαβον, τουτέστι τῆς παιδὸς
10 τὴν ζωοποίησιν, μίαν μὲν οὖσαν, συγγενῆ δὲ ταῖς φύσεσιν, ἐξ ὧν καὶ δι’ ὧν ἐγίνετο.
Δι᾽ ἀμφοῖν γάρ, φησι, τουτέστι διὰ τῆς ἁφῆς καὶ τοῦ παντουργοῦ προστάγματος,
ἤγουν διὰ τῶν ἑκατέρας φύσεως ἐνεργειῶν τὴν μίαν ἐπεδείξατο ἐνέργειαν, φημὶ δὴ
τῆς παιδὸς τὴν ζωοποίησιν. Ἄλλοι δὲ οὐχ οὕτως ἐξέδωκαν, ἀλλ’ ὅτι μίαν μὲν, ὡς διὰ
τὴν καθ’ ὑπόστασιν ἕνωσιν, συγγενῆ δὲ καὶ δι᾽ ἀμφοῖν, ὡς πρὸς τά μέρη. Προτάξας
15 γάρ, φησιν, ἀμφοτέρων τῶν φύσεων τὰς ἐνεργείας, τὸ παντουργὸν λέγω πρόσταγμα
καὶ τῆς χειρὸς τὴν ἁφὴν, ἐπήγαγεν μίαν καὶ συγγενῆ, ἵν’ ὥσπερ τὸ διάφορον ἔδειξε
τῶν φύσεων διὰ τῶν ἐνεργειῶν, οὕτω καὶ τὸ ἓν δηλώσῃ τῆς ὑποστάσεως.

§ 16 Διονυσίου ἐκ τῆς πρὸς Γάϊον δ´ ἐπιστολῆς. PG3.1072C


20

Οὐ κατὰ Θεὸν τὰ θεῖα δράσας, οὐ τὰ ἀνθρώπινα |200 κατὰ ἄνθρωπον, ἀλλ’


ἀνδρωθέντος Θεοῦ καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν ἐμπεπολιτευμένος.

Σχόλιον.
25 Θεανδρικὴν εἰπὼν, ἑκατέρας φύσεως τὴν ἐνέργειαν, τῆς θείας λέγω καὶ τῆς
ἀνδρικῆς, ἤγουν τῆς ἀνθρωπίνης, διὰ τῆς συνθέτου ταύτης παρεδήλωσε λέξεως.
Ταύτης τῆς χρήσεως ἕτερον σχόλιον ἐν τῷ ιε´ κεφαλαίῳ εὑρίσκεις μετ’ αὐτῆς § 21
τῆς χρήσεως.

30 Κεφάλαιον ΚΑ´.

Περὶ τῆς καθ’ ὑπόστασιν ἑνώσεως, πῶς οἱ Πατέρες ἐδίδαξαν.

§1 Κυρίλλου ἐκ τοῦ πρὸς τὰς Θεοδωρήτου μέμψεις· ἀπολογία τοῦ β´ ἀναθεματισμοῦ. PG76.400C
35

Ἰδοὺ δὴ πάλιν ὁ γεννάδας οὑτοσὶ πρόφασιν τῆς καθ’ ἡμῶν ἀθυροστομίας τὸ


παρατυχὸν ποιεῖσθαι σπουδάζων, διασύρει τὴν λέξιν, τὴν καθ’ ὑπόστασιν λέγω· Τί ἐστι τὸ κσθ᾽
καθορίζει δὲ τὸ ἀσύνηθες αὐτῆς, καὶ δὴ καὶ ξένως αὐτὴν πεποιῆσθαι διϊσχυρίζεται, ὑπόστασιν.
οὐκ ἐννοήσας, ὅτι ταῖς τῶν ἀνοσίων αἱρέσεων εὑρεσιλογίαις ἡ τῶν λέξεων δύναμις
40 τὸ ἀληθὲς ἀντεξάγουσα, παραλύειν ἐπιχειρεῖ τὸ ἀντιτετάχθαι δοκοῦν. Νεστορίου
τοιγαροῦν ἀναιροῦντος πανταχῇ τοῦ Θεοῦ Λόγου τὴν κατὰ σάρκα γέννησιν, καὶ
μόνων ἡμῖν ἀξιωμάτων ἑνότητα παρεισκρίνοντος, ἄνθρωπόν τε Θεῷ συνῆφθαι
λέγοντος, τῇ τῆς υἱότητος ὁμωνυμίᾳ τετιμημένον, ἀναγκαίως ἡμεῖς τοῖς ἐκείνου
μαχόμενοι, |201 τὴν καθ’ ὑπόστασιν ἕνωσιν γενέσθαι φαμὲν, τοῦ καθ’ ὑπόστασιν,
45 οὐδὲν ἕτερον ὑποφαίνοντος, πλὴν ὅτι μόνον ἡ τοῦ Λόγου φύσις, ἤγουν ἡ ὑπόστασις,
ὅ ἐστιν αὐτὸς ὁ Λόγος, ἀνθρωπείᾳ φύσει κατὰ ἀλήθειαν ἑνωθεὶς, τροπῆς τινος δίχα
καὶ συγχύσεως, καθὰ πλειστάκις εἰρήκαμεν, εἷς νοεῖται καὶ εἷς ἐστι Χριστὸς, ὁ αὐτὸς
Θεὸς καὶ ἄνθρωπος.

4 : γέγραπται : γεγέγραπται A.
201 | 203 Κεφάλαιον ΚΑ´ 98

§2 Ἀμβροσίου ἐκ τῆς πίστεως περὶ τῆς θείας ἐνανθρωπήσεως. PL16.847A

Ὁμολογοῦμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν
μονογενῆ, πρὸ πάντων μὲν τῶν αἰώνων ἀνάρχως ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ
5 τὴν θεότητα, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν ἐκ τῆς ἁγίας Παρθένου Μαρίας τὸν αὐτὸν
σαρκωθέντα καὶ τέλειον ἄνθρωπον ἐκ ψυχῆς λογικῆς καὶ σώματος ἀνειληφότα,
ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα·
δύο γὰρ φύσεων ἕνωσις γεγένηται ἀφράστως. Διὸ, ἕνα Χριστὸν, ἕνα Υἱὸν τὸν
Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ ὁμολογοῦμεν,
10 εἰδότες, ὅτιπερ συναΐδιος ὑπάρχων τῷ ἑαυτοῦ Πατρὶ κατὰ τὴν θεότητα, καθ’ ἣν
καὶ πάντων ὑπάρχει δημιουργὸς, κατηξίωσεν μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας
Παρθένου, ἡνίκα εἴρηκεν πρὸς τὸν ἄγγελον, Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ
τὸ ῥῆμά σου, ἀρρήτως ἑαυτῷ ἐξ αὐτῆς οἰκοδομῆσαι ναὸν καὶ τοῦτον ἑνῶσαι ἑαυτῷ Lk 1.38
ἐξ αὐτῆς συλλήψεως.
15

§3 Γρηγορίου τοῦ θεολόγον πρὸς Κληδόνιον. |202 PG37.177C

Εἴ τις προδιαπεπλᾶσθαι τὸν ἄνθρωπον, εἶθ’ ὑποδεδυκέναι λέγει Θεὸν, κατάκριτος.

20 §4 Ἀθανασίου ἐκ τῆς πρὸς Ἰωβιανὸν ἐπιστολῆς. PG28.532A

Ἅμα γὰρ σὰρξ, ἅμα Θεοῦ Λόγου σὰρξ, ἅμα σὰρξ ἔμψυχος λογικὴ, ἅμα Θεοῦ
Λόγου σὰρξ ἔμψυχος λογική· ἐν αὐτῷ γὰρ καὶ τὴν ὑπόστασιν ἔσχεν.

25 §5 Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ περὶ τριάδος ι´ λόγου κεφαλαίου ι´. PG6.1224C

Τότε τῶν οὐρανῶν οὐκ ἀποστὰς ὁ Θεὸς, δηλονότι καὶ Λόγος, πρὸς ἡμᾶς
κατελήλυθεν. Οὐ γὰρ ἦν σώματος ἠ κατάβασις, ἀλλὰ θεϊκῆς ἐνεργείας ἡ βούλησις·
μέσῃ δὲ Παρθένῳ, ἐκ δαυϊδικοῦ καταγομένῃ γένους διὰ τὰς πρὸς αὐτὸν ἐπαγγελίας,
30 πρὸς τὴν τῆς οἰκονομίας χρείαν χρησάμενος, καὶ ταύτης τῇ νηδύϊ εἰσδὺς οἱονεὶ θεῖος
σπόρος, πλάττει ναὸν ἐαυτῷ τὸν τέλειον ἄνθρωπον, μέρος τι λαβὼν τῆς ἐκείνης
φύσεως, καὶ εἰς τὴν τοῦ ναοῦ διάπλασιν οὐσιώσας.

§6 Ἐκ τοῦ ἰδίκτου Ἰουστινιανοῦ.


35

Εἴ τις οὐσιώδη, ἤγουν φυσικὴν, ἕνωσιν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου λέγων, Πῶς δεῖ νοεῖν τὴν
οὐχ οὕτως τοῦτο νοεῖ, ὡς τῆς φρικτῆς οἰκονομίας τὰς δύο οὐσίας ἤτοι φύσεις <εἰς> οὐσιώδη ἕνωσιν.
μίαν ὑπόστασιν ἑνωσάσης, ἀλλ’ ἐκ τούτου μίαν φύσιν, ἤγουν οὐσίαν, τοῦ Χριστοῦ
γεγενῆσθαι λέγει, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.
40

§7 Ἐκ τῶν Ἡρακλειανοῦ πρὸς Σωτήριχον.

Οἶσθα δέ, ὁσιώτατε, ὅτι καὶ οἱ τῆς ἐν Χαλκη |203 δόνι συνόδου εἰς μίαν ὑπόστασιν
τὴν συνδρομὴν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητός φασι γεγονέναι, ὅπερ οὐδὲν
45 ἕτερόν ἐστιν ἢ τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀναφανδὸν ὁμολογῆσαι.

18 : ὑποδεδυκέναι : ὑποδεδοικέναι A. 29 : μέσῃ δὲ : μεσίτῃ δὲ A.


34 : ἰδίκτου : ἰνδίκτου A.
203 | 206 Κεφάλαιον ΚΑ´ 99

§8 Ἀναστασίου Ἀντιοχείας ἐκ τοῦ περὶ ἐνεργειῶν λόγου. PG89.1281C

Τῶν δύο φύσεων ἡ συνδρομὴ μίαν ὑπόστασιν ἀπετέλεσεν. Ἦν μὲν γὰρ ἡ


ἀνθρωπεία φύσις, ἤτοι τὸ κοινὸν εἶδος, ἐξ οὗ τὸ ἡμέτερον προσελήφθη φύραμα,
5 τὸ πρότερον οὐκ ὂν ἐν ἰδικῇ ὑποστάσει, προσληφθὲν δὲ, τὴν αὐτὴν ὑπόστασιν
ἐπιγράφεται τοῦ προσλαβόντος. Ὥσπερ γὰρ τῷ Πατρὶ φυσικῶς ὁ Λόγος ἥνωται,
οὕτω καὶ ἡμῖν, καὶ ᾧ λόγῳ τοῦ Πατρὸς διῄρηται, καθ’ ὑπόστασιν γὰρ, τούτῳ καὶ
ἡμῶν. Οὐ γάρ ἐστιν ἡμῖν ὥσπερ ὁμοφυὴς, οὕτω καὶ ὁμοϋπόστατος, ὅτι μηδὲ τῷ ἰδίῳ
Πατρί· οὐ γὰρ ταὐτὸν φύσις τε καὶ ὑπόστασις. Ἑαυτῷ δὲ καθ’ ὑπόστασιν ἥνωται,
10 ἐκεῖνο μείνας, ὅπερ πρὸ τῶν αἰώνων ὑπῆρχεν Υἱός. Ἣν δὲ πρὸς ἑαυτὸν ἔχει ἕνωσιν,
οὔτε πρὸς τὸν Πατέρα, οὔτε πρὸς ἡμᾶς ἔχειν δύναται. Καθ’ ὑπόστασιν γάρ ἐστιν ἡ
τῶν φύσεων ἕνωσις, καὶ ἡ αὐτὴ αὐτοῦ ἐστιν ὑπόστασις. Υἱὸς γὰρ ὢν, πάλιν Υἱός ἐστι
καὶ τὴν ἀνθρωπείαν ἑνώσας ἑαυτῷ φύσιν. Οὐ γὰρ ὑπόστασιν ἑτέραν ἑαυτῷ λαβὼν
ἥνωσεν, ἀλλὰ |204 φύσιν ἥρμοσεν ἀφράστως τῇ ἑαυτοῦ ὑποστάσει.
15 Καὶ ἔστι κατὰ τοῦτο Θεὸς καὶ ἄνθρωπος κατ’ οὐσίαν, ὁ αὐτὸς δὲ καθ’ ὑπόστασιν Ὅτι οὐκ ἔστι χωρὶς
μόνος Υἱὸς καὶ Χριστὸς καὶ Κύριος. Οὕτως οὐκ ἔστι χωρὶς ὑποστάσεως οὐσία, κἂν ὑποστάσεως οὐσία.
ὁ λόγος τῆς οὐσίας ἕτερός ἐστιν, ἄλλος δὲ τῆς ὑποστάσεως. Κοινὴν γὰρ τὴν μίαν
καὶ τὴν αὐτὴν ὑπόστασιν αἱ συναφθεῖσαι πρὸς τὴν ἄρρητον ἕνωσιν ἔχουσι δύο Ὅτι κοινὴ τῶν
φύσεις. Διὸ προσθήκη τῇ ἁγίᾳ Τριάδι οὑκ ἐγένετο· προσθήκης γὰρ ἀνεπίδεκτός δύο φύσεων ἡ μία
20 ἐστιν. Ἄλλως τε δὲ καὶ ἡ τριὰς ὑποστάσεών ἐστιν· ἡ γὰρ οὐσία μοναδική ἐστι. ὑπόστασις, καὶ
Τῆς οὖν ὑποστάσεως τῆς αὐτῆς μεινάσης τοῦ Υἱοῦ, πῶς ἀμάσητα λαλοῦσί τινες, προσθήκη τῇ ἁγίᾳ
τερατευόμενοι τετράδα λέγειν ἀντὶ τριάδος τοὺς τὴν ἀλήθειαν ὁμολογοῦντας τῶν Τριάδι οὐκ ἔστι.
ἐν Χριστῷ φύσεων, ἢ τῶν ἐν αἷς ἐστιν ὁ Χριστός;
Ὅτι τὸ σαρκωθῆναι τὸν Λόγον οὐ ποιεῖ τέσσαρας τὰς ὑποστάσεις,
25 κἂν ἐν δύο φύσεσιν ὁ Χριστὸς ὁμολογεῖται.
Εἰ μὲν ὑποστῆναι πώποτε καθ’ ἑαυτὴν τὴν ἔμψυχον τοῦ Κυρίου σάρκα ἐλέγομεν, ἢ
ἰδίᾳ καὶ ἀνὰ μέρος αὐτὴν ἐνεργεῖν διεβεβαιούμεθα, καλῶς ἡμᾶς τετράδα ἀντὶ τριάδος
λέγειν ὑπελάμβανον. Εἰ δὲ μετὰ τοῦ συντεθειμένου καὶ συνυφεστῶτος αὐτῇ Λόγου
ἐνεργεῖν αὐτὴν πάντοτε ὁμολογοῦμεν ἀχωρίστως, καὶ οὔτε προϋφεστάναι λέγομεν
30 τῆς πρὸς αὐτὸν ἑνώσεως, ἀλλ’ ἐν αὐτῷ τὸ εἶναι λαβοῦσαν αὐτὴν γινώσκομεν, |205
κακῶς ἡμᾶς συκοφαντοῦσιν οἱ ἀβασανίστως ἅπερ βούλονται ἐρευγόμενοι.
Ἐξ ὑποδείγματος δὲ τὸ λεγόμενον σαφέστερον δείξομεν. Ὑπόθου τρεῖς εἶναι
στήλας χαλκᾶς, καὶ τὴν μίαν ἐκπυρωθεῖσαν ἄκρως καὶ ῥάβδον ἐν τῇ χειρὶ αὐτῆς
προστεθεῖσαν, εἶτα, ἐπειδὴ αἱ ἄλλαι δύο ἀβλαβεῖς τοῖς προσαπτομένοις εἰσὶν, αὐτὴ
35 δὲ ἀνέπαφος διὰ τὴν λαβρότητα τῆς ἐκπυρώσεως, παρὰ τοῦτο τέσσαρες στῆλαί εἰσι
καὶ οὐ τρεῖς; Ἢ τῆς ἰδίας ἐξέστηκε φύσεως ὁ χαλκὸς ἐκπυρωθεὶς, οὐχὶ δὲ μᾶλλον
προσθήκην μὲν ἔλαβεν τὴν τοῦ πυρὸς, οὗ καὶ τὴν ἐνέργειαν ἐπεκτήσατο, τῆς οἰκείας
οὐκ ἐκστὰς οὐσίας τε καὶ ἐνεργείας καὶ δυνάμεως;
Καὶ ἄλλως δὲ τὸ λεγόμενον διασαφήσωμεν. Ἔστω εἶναι τρεῖς πάλιν ἀνδριάντας
40 χαλκοῦς καὶ ἕνα χρισθῆναι κηρῷ, ἤγουν ἀναμιχθῆναι ἢ τυχὸν χρυσῷ ἢ πηλῷ, ὥστε
σκεπασθῆναι τὸν χαλκὸν καὶ ἀφανῆ γενέσθαι τῇ ὄψει. Λέγεις αὐτὸν βλαβῆναί τι εἰς
ἰδίαν οὐσίαν διὰ τὴν τοῦ κηροῦ ἢ τῶν ἄλλων πρόσληψιν; Οὐ λέγεις δὲ σώζεσθαι ἐν
αὐτῷ τὰς δύο τοῦ τε χαλκοῦ καὶ τοῦ κηροῦ ἢ τοῦ χρυσοῦ φύσεις ἀλωβήτους; Εἶτα
μὴ δυνάμεθα <λέγειν> τέσσαρας γενέσθαι αὐτοὺς ἀνδριάντας διὰ τὴν γενομένην
45 προσθήκην; Οὐκοῦν τῷ αὐτῷ παραδείγματι, ὡς ἐκ |206 τῶν μικρῶν τὰ μεγάλα
στοχάσασθαι καὶ ἀμυδραῖς τισιν εἰκόσιν τὴν ἀλήθειαν ἐνοπτρίσασθαι, νοήσεις καὶ
ἐπὶ Χριστοῦ δύο μὲν τὰς φύσεις, μίαν δὲ τὴν ὑπόστασιν, καὶ προσθήκην τῇ Τριάδι
γεγενῆσθαι οὐδαμῶς ὑποπτεύσεις.

14 : ἥρμοσεν : ἥρμωσεν A.
206 | 208 Κεφάλαιον ΚΒ´ 100

§9 Ἐκ τῶν τοῦ ἁγίου Μαξίμου. PG91.557D

Φύσις μὲν ἀνυπόστατος οὐκ ἔστιν· οὐ μὴν τὸ ἐνυπόστατον ὑπόστασις. Ὑπό-


στασις γάρ ἐστι πᾶν τὸ καθ’ αὑτὸ ὑφεστὼς καὶ ἰδίαν ἔχον ὕπαρξιν· ἐνυπόστατον δέ Τί ἐνυπόστατον καὶ
5 ἐστι τὸ καθ’ αὑτὸ μὲν ὅλως οὐχ ὑφιστάμενον, ἐν ἄλλῳ δὲ θεωρούμενον, ὡς εἶδος τί ὑπόστασις.
ἐν τοῖς ἀτόμοις, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν
συντιθέμενον.
Ὅταν γὰρ διαφόρων οὐσιῶν σύνοδος γένηται πρὸς ἑνός τινος σύνθεσιν,
ἑκατέρων τῶν φύσεων τῶν ἅμα πρὸς τὴν τοῦ ὅλου γένεσιν συνιόντων τὸ ἀφορίζον
10 αὐτὸ ἐκ τῶν ὁμογενῶν ἰδίωμα, οὐκ ἰδίᾳ καὶ καθ’ αὑτὸ καὶ ἀνὰ μέρος, ἀλλ’ ἐν τῇ
ἑνώσει καὶ συνυπάρξει προσλαβὸν δείκνυται ἐνυπόστατον, οὐ μὴν ὑπόστασις, ἐπειδὴ
μὴ καθ’ αὑτὸ ὑπέστη, εἷθ’ οὕτως ἡνώθη, μήτε ἰδίαν ἔσχεν καὶ κεχωρισμένην ὕπαρξιν,
ἀλλ’ ἅμα τῷ συγκειμένῳ καὶ συνυφεστῶτι τὸ εἶναι ἔσχεν. Ὑπόστασις δὲ μία ἄμφω
ἀπετελέσθησαν· ἑνωθέντα γὰρ πρὸς ἄλληλα τὰ συνδεδραμηκότα μίαν ἔσχον κοινὴν
15 ὑπόστασιν, καὶ τὰ θατέρου τῶν μερῶν ἴδια τὰ ἐκ τῶν |207 ὁμογενῶν αὐτὸ χωρίζοντα,
τοῦ ὅλου γέγονεν ἴδια. Τὸ γὰρ καθ’ ἑαυτὸ καὶ διωρισμένως συνεστὼς, τοῦτό ἐστιν
ὑπόστασις, εἴπερ ὑπόστασιν καλοῦσιν οἱ περὶ τὰ τοιαῦτα πεφυσιολογηκότες οὐσίαν
μετὰ ἰδιωμάτων ἀριθμῷ τῶν ὁμογενῶν διαφέρουσαν.
Οὐκοῦν οὐχ ὑπόστασις ἡ τοῦ Θεοῦ Λόγου σὰρξ καθέστηκεν· οὐδέποτε γὰρ οὐδ’
20 ὅσον ἐπινοίας ψιλῆς πέφυκε τάχος χωρεῖν, καθ’ ἑαυτὴν τὸ παράπαν ὑπέστη, τοῖς
ἀφορίζουσιν αὐτὴν ἰδιώμασιν διωρισμένη τῶν ὁμογενῶν, ἢ πρὸς τὸν συγκείμενον
καθ’ ὑπόστασιν Λόγον τοῦ κοινοῦ τὸ ἴδιον ἔχουσα κεχωρισμένον, ἀλλ’ ἐνυπόστατος,
ὡς ἐν αὐτῷ καὶ δι’ αὐτὸν λαβοῦσα τοῦ εἶναι τὴν γένεσιν, καὶ αὐτοῦ γενομένη καθ’
ἕνωσιν σὰρξ, καὶ πρὸς αὐτὸν καθ’ ὑπόστασιν ἑνιζομένη τῷ Λόγῳ τῆς τῶν λοιπῶν
25 ἀνθρώπων ἀφοριζούσης αὐτὸν ἰδιότητος.
Κοινὴν γὰρ σαρκὸς καὶ θεότητος κατὰ τὴν ἄρρητον ἕνωσιν γεγενῆσθαί φαμεν,
τῇ ἐξ αὐτῶν συνόδῳ τὴν καθ’ ἕνωσιν φυσικὴν, ἤγουν ἀληθῆ τε καὶ πραγματικὴν,
συμπληρωθεῖσαν τοῦ Χριστοῦ μίαν ὑπόστασιν, φημὶ δὲ κοινὴν, ὡς μίαν καὶ τὴν
αὐτὴν τῶν μερῶν ἰδικωτάτην ἐκ τῆς ἑνώσεως ἀποφανθεῖσαν ὑπόστασιν, μᾶλλον
30 δὲ μίαν τοῦ Λόγου καὶ τὴν αὐτὴν ὑπάρχουσαν νῦν τε καὶ πρότερον. Ἀλλὰ πρότερον
μὲν, ἀναιτίως ἁπλῆν τε |208 καὶ ἀσύνθετον, ὕστερον δὲ προσλήψει σαρκὸς νοερῶς
ἐψυχωμένης ἀτρέπτως γενομένην κατὰ ἀλήθειαν σύνθετον.

Κεφάλαιον ΚΒ´.
35

Ὅτι οὐκ ἐν ῥήμασι καὶ ἤχοις, οὐδὲ ἐν ὀνόμασιν, ἀλλ’ ἐν πράγμασιν ἡ εὐσέβεια·
καὶ ὅτι οὐ δεῖ γυμναῖς ἐνορᾶν ταῖς λέξεσιν, ἀλλ’ ἐρευνᾶν τὸν νοῦν τῶν λεγομένων·
καὶ ὅτι κατεχρήσαντο πολλάκις οἱ Πατέρες λέξεσί τισι καὶ ὀνόμασιν ἀδιαφόρως·
ἐν ᾦ καὶ περὶ τοῦ ἐν ἁγίοις Κυρίλλου καταχρησαμένου τῇ φωνῇ τῆς φύσεως καὶ
40 τῆς ὑποστάσεως ὁμωνύμως.

§1 Διονυσίου ἐκ τοῦ περὶ ἐρωτικῶν ὕμνων. PG3.708B

Ἐστιν μὲν γὰρ ἄλογον καὶ σκαιὸν, τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ
45 ταῖς λέξεσιν· καὶ τοῦτο οὐκ ἔστι τῶν τὰ θεῖα νοεῖν ἐθελόντων ἴδιον, ἀλλὰ τῶν ἤχους
ψιλοὺς ὑποδεχομένων, καὶ τούτους ἄχρι τῶν ὤτων ἀδιαβάτους ἔξωθεν δεχομένων,
καὶ οὐκ ἐθελόντων εἰδέναι, τί μὲν ἡ τοία λέξις σημαίνει, πῶς δὲ αὐτὴν χρὴ καὶ δι’
ἑτέρων ὁμοδυνάμων καὶ ἐκφαντικωτέρων λέξεων διασαφῆσαι, προσπασχόντων δὲ

9 : ἑκατέρων : ἑκάτερον A. 15 : αὐτὸ χωρίζοντα : αὐτὸν χωρίζοντα A.


21 : τὸν συγκείμενον : τὸ συγκείμενον A.
208 | 210 Κεφάλαιον ΚΒ´. 101

στοιχείοις καὶ γραμμαῖς ἀνοήτοις καὶ συλλαβαῖς καὶ λέξεσιν ἀγνώστοις, μὴ διαβαιν-
ούσαις εἰς τὸ τῆς ψυχῆς αὐτῶν νοερὸν, ἀλλ’ ἔξω περὶ τὰ χείλη καὶ τὰς ἀκοὰς αὐτῶν
βομβουμέναις.

5 §2 Γρηγορίου Νύσσης. PG45.665D

Διὰ τοῦτό φημι χρῆναι πρὸς τὸν νοῦν βλέπειν τῶν προβαλλομένων δῆθεν τὰ
τῆς πί |209 στεως ῥήματα καὶ μὴ πρὸς τὰς φωνὰς δελεάζεσθαι.

10 §3 Γρηγορίου <τοῦ> θεολόγου ἐκ τοῦ συντακτηρίου λόγου. PG36.477A

Τὰ δὲ τρία ταῖς ὑποστάσεσιν, εἴτουν προσώποις, ἢ ὅ τισι φίλον καλεῖν. Μηδὲ γὰρ
περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονείτωσαν, ὥσπερ ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς
εὐσεβείας.
15

§4 Κυρίλλου ἐκ τοῦ θησαυροῦ εἰς τὸ Τί με λέγεις ἀγαθόν; PG75.121A

Οὐκοῦν ἑκατέρῳ καιρῷ τε καὶ πράγματι σωζέσθω τὸ πρόσφορον, καὶ γυμ- Ὅτι δεῖ τοῖς καιροῖς
ναζέσθω μὲν τῆς θεολογίας ὁ λόγος, μὴ πάντως ἐξ ὧν ὡς ἄνθρωπος φαίνεται λαλῶν, καὶ τοῖς πράγμασι
20 ἀλλ’ ἐξ ὧν ἐστιν ἐκ Πατρὸς, ὡς Υἱὸς καὶ Θεὸς, συγχωρείσθω δὲ τῇ οἰκονομίᾳ τῇ συνεξετάζειν τὰ
μετὰ σαρκὸς, καὶ ἃ μὴ πρέπει γυμνῇ καὶ καθ’ ἑαυτὴν τῇ θεότητι. λεγόμενα.

§5 Τοῦ αὐτοῦ ἐκ τοῦ θησαυροῦ βιβλίου β´ κεφαλαίου κβ´. PG75.369B

25 Ἑν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀνάγκη τὸν χρόνον ἐξετάζεσθαι, καθ’ ὃν εἴρηται
παρ’ αὐτοῦ· οὕτω γὰρ τὸ πλανᾶσθαι διαφευξόμεθα. Εἰ μὲν οὖν πρὸ τῆς ἐναν-
θρωπήσεως ὁ τοῦ Θεοῦ Λόγος εὑρίσκεται ταπεινὸν φθεγξάμενός τι περὶ ἐαυτοῦ,
ἁπτέσθω τῆς θεότητος αὐτοῦ, καὶ φερέσθω κατ’ ἐκείνης τὰ ῥήματα. Εἰ δὲ ὅτε γέγονε
σὰρξ ἀνθρωπίναις ἐχρήσατο φωναῖς, ἵνα ὅντως ἄνθρωπον ὄντα ἑαυτὸν δείξῃ,
30 πῶς οὐκ ἀκολουθεῖ εἰς τὴν ἀνθρωπότητα φέρειν τὰ ἀνθρωπίνως εἰρημένα; Τοῦτο
γάρ ἐστιν ἀποδέχεσθαι τῆς οἰκονομίας τὸν τρόπον. Εἰ γὰρ οὐ γέγονεν ἄνθρωπος,
λαλείτω πάντα ὡς Θεός· εἰ δὲ γέγονεν ἄνθρωπος, συγχωρεί |210 σθω λαλεῖν καὶ
ὡς ἄνθρωπος, οὐδὲν αὐτὸν ἀδικούσης εἰς τὸν τῆς θεότητος λόγον τῆς καθ’ ἡμᾶς
οἰκονομίας.
35

§6 Γρηγορίου Νύσσης ἐκ τοῦ κατηχητικοῦ λόγου. PG45.49Β

Ἀλλὰ πρὸς ταῦτα πάλιν τῷ αὐτῷ χρησώμεθα λόγῳ, ὅτι τὸ πάθος τὸ μὲν κυρίως, Ὅτι τὰ φυσικὰ
τὸ δὲ ἐκ καταχρήσεως λέγεται. Τὸ μὲν οὖν προαιρέσεως ἁπτόμενον, καὶ πρὸς κακίαν πάθη, ἔργα κυρίως
40 ἀπὸ τῆς ἀρετῆς μεταστρέφον, ἀληθῶς πάθος ἐστὶ, τὸ δ’ ὅσον ἐν τῇ φύσει κατὰ τῆς φύσεώς εἰσι,
τὸν ἴδιον εἱρμὸν πορευόμενον διεξοδικῶς θεωρεῖται, τοῦτο κυριώτερον ἔργον ἂν καὶ ἐκ καταχρήσεως
μᾶλλον ἢ πάθος προσαγορεύοιτο, οἷον γέννησις, αὔξησις, ἡ διὰ τῆς ἐπιρρύτου τε ὀνομάζονται πάθη.
καὶ ἀπορρύτου τροφῆς τοῦ ὑποκειμένου διαμονὴ, ἡ τῶν στοιχείων πρὸς τὸ σῶμα
συνδρομὴ, ἡ τοῦ συνθέτου πάλιν διάλυσίς τε καὶ πρὸς τὰ συγγενῆ μεταχώρησις.
45 Τίνος οὖν λέγετε τὸ μυστήριον ἡμῶν ἧφθαι τὸ θεῖον; τοῦ κυρίως λεγομένου
πάθους, ὅπερ κακίας ἐστὶν, ἢ τοῦ κατὰ τὴν φύσιν κινήματος; Εἰ μὲν γὰρ ἐν τοῖς
ἀπηγορευμένοις γεγενῆσθαι τὸ θεῖον ὅλον διϊσχυρίζετο, φεύγειν ἔδει τὴν ἀτοπίαν
τοῦ δόγματος, ὡς οὐδὲν ὑγιὲς περὶ τῆς θείας φύσεως διεξιόντος. Εἰ δὲ τῆς φύσεως

32 : λαλείτω : ἀλλ᾽ ἤτω A.


210 | 213 Κεφάλαιον ΚΒ´ 102

ἡμῶν αὐτῶν ἐφῆφθαι ὁ Λόγος φησὶν, ἧς καὶ ἡ πρώτη γένεσίς τε καὶ ὑπόστασις παρ’
αὐτοῦ τὴν ἀρχὴν ἔσχεν, ποῦ τῆς θεοπρεποῦς ἐννοίας διαμαρτάνει τὸ κήρυγμα, μήτε
μιᾶς παθητικῆς διαθέσεως ἐν ταῖς περὶ Θεοῦ ὑπολή |211 ψεσι τῇ πίστει συνιούσης;

5 §7 Τοῦ αὐτοῦ ἐκ τοῦ κατ’ Εὐνομίου λόγου δ´ τόμου δ´. PG45.721B

Πρὸς δὲ τοὺς τῷ πάθει προσπταίοντας, καὶ διὰ τοῦτο κατασκευάζοντας


τὴν τῶν οὐσιῶν ἑτερότητα, καὶ τοῦ Πατρὸς μὲν διὰ τὸ ὑπερέχον τῆς φύσεως οὐ
δεχομένου τὸ πάθος, τοῦ δὲ Υἱοῦ διὰ τὸ καταδεὲς καὶ παρηλλαγμένον πρὸς τὴν τῶν
10 παθημάτων κοινωνίαν συγκατιόντος, ταῦτα προσθεῖναι βούλομαι τοῖς εἰρημένοις,
ὅτι οὐδὲν κατ᾽ ἀλήθειαν πάθος ἐστὶν ὃ μὴ εἰς ἁμαρτίαν φέρει. Οὐδὲ κυρίως ἄν τις
τὸν ἀναγκαῖον τῆς φύσεως εἱρμὸν πάθος λέγοι, βλέπων ὁδῷ προϊοῦσαν ἐν τάξει τινὶ
καὶ ἀκολουθίᾳ τὴν σύνθετον φύσιν. Ἡ γὰρ τῶν ἑτεροφυῶν στοιχείων πρὸς ἄλληλα
συνδρομὴ, κατὰ τὴν τοῦ σώματος ἡμῶν κατασκευὴν, σύνθεσίς τίς ἐστι διὰ πλειόνων
15 ἀνομοίων ἁρμοζομένη. Ἐκλυθείσης δὲ τῷ καθήκοντι καιρῷ τῆς συνδεούσης τὴν
τῶν στοιχείων συνδρομὴν ἁρμονίας, πάλιν τὸ σύνθετον εἰς τὰ ἐξ ὧν συνέστηκεν
ἀναλύεται. Ἔργον οὖν ἐστι τοῦτο μᾶλλον, καὶ οὐχὶ πάθος τῆς φύσεως. Μόνον γὰρ τὸ
ἐξ ἐναντίου τῇ κατὰ τὴν ἀρετὴν ἀπαθείᾳ νοούμενον, κυρίως προσαγορεύομεν πάθος,
οὗ καὶ τῇ κοινωνίᾳ τῆς ἡμετέρας φύσεως ἀμέτοχον διαμεῖναι τὸν τὴν σωτηρίαν ἡμῖν
20 χαριζόμενον πεπιστεύκαμεν, πεπειρα |212 μένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς
ἁμαρτίας. Τοῦ μὲν οὖν κατὰ ἀλήθειαν πάθους, ὃ προαιρέσεώς ἐστι, οὐκ ἐκοινώνησεν.
Ἁμαρτίαν γάρ, φησιν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Τῶν δὲ 1Pet 2.22
τῆς φύσεως ἡμῶν ἰδιωμάτων, ἃ διά τινος συνηθείας καὶ ἐκ καταχρήσεως ὁμωνύμως
λέγεται πάθη, τούτων μετασχεῖν ὁμολογοῦμεν τὸν Κύριον, γεννήσεως, τροφῆς,
25 αὐξήσεως, ὕπνου τε καὶ κόπου, καὶ ὅσα πρὸς τὰς σωματικὰς ἀχθηδόνας ἡ ψυχὴ
φυσικῶς συνδιατίθεσθαι πέφυκεν, οἷον τὴν τοῦ ἐνδέοντος ἔφεσιν ἐκ τοῦ σώματος
ἐπὶ τὴν ψυχὴν τῆς ὀρέξεως διατεινούσης, καὶ λύπης αἴσθησιν, καὶ δειλίαν πρὸς τὸν
θάνατον, καὶ ὅσα τοιαῦτα, πλὴν εἰ μή τι πρὸς ἁμαρτίας ἀκολουθίαν φέρει.

30 §8 Ἀθανασίου ἐκ τοῦ δ´κατὰ Ἀρειανῶν λόγου. PG26.517C

Ἔθος δὲ τοῦτο τῇ Γραφῇ ἀπεριέργως καὶ ἁπλῶς τὰς λέξεις ἐκφράζειν.

§9 Κυρίλλου ἐκ τοῦ ιε´ κεφαλαίου τοῦ α´ βιβλίου τοῦ θησαυροῦ. PG75.277A


35

Τὴν θεόπνευστον Γραφὴν ἀδιαφοροῦσαν περὶ τὰς λέξεις πολλάκις εὑρίσκομεν, Περὶ καταχρήσεως
οὐ μέντοι ἀγνοοῦσαν τὴν ἑκάστης δύναμιν, καταχρηστικῶς δὲ ἔσθ’ ὅτε δεχομένην λέξεων καὶ
αὐτάς. ἀδιαφορίας.

40 § 10 Τοῦ αὐτοῦ ἐκ τοῦ κα´ κεφαλαίου τοῦ β´ βιβλίου τοῦ θησαυροῦ. PG75.360B

Οὐδὲν αἱ λέξεις ἀδικοῦσιν, ὅταν ἑτέρως ἔχῃ τὰ πράγματα.

§ 11 Γρηγορίου Νύσσης ἐκ τοῦ ις´ κεφαλαίου τῆς εἰς τὸν ἄνθρωπον κατασκευῆς. PG44.176C
45

Πᾶν τὸ ἐν τοῖς οὖσι νοούμενον, εἰ μὲν τε |213 λείως εἴη, ὅπερ ἐστὶ, κυρίως καὶ
ὀνομάζεται, ὅπερ λέγεται· τὸ δὲ μὴ διὰ πάντων ὂν ἐκεῖνο, ὃ κατονομάζεται, ματαίαν
καὶ τὴν προσηγορίαν ἔχει.

7 : διᾶ τοῦτο : διὰ τούτου A. 12 : τὸν ἀναγκαῖον : τὴν ἀνάγκην A. (corrected in margin)
42 : ἔχῃ : ἔχει A. 47 : ἐκεῖνο : ἐκείνῳ A.
213 | 215 Κεφάλαιον ΚΒ´ 103

§ 12 Καὶ μετ’ ὀλίγα· PG44.176D

Καὶ πάντα δὲ κατὰ τὸν αὐτὸν λόγον, ἃ μὴ δι’ ὅλων ἐστὶν, ἅπερ λέγεται, ἐκ
καταχρήσεως ἔχει τὴν κλῆσιν.
5

Πρὸς τοὺς λέγοντας, ὅτι ἀδιαφόρως ἐχρήσατο τοῖς δυσὶ τούτοις ὀνόμασι Περὶ τοῦ ἁγίου
φύσεώς τε καὶ ὑποστάσεως ἐπὶ τῆς ἑνώσεως καὶ τῆς διαφορᾶς καὶ ἰδιότητος τῶν Κυρίλλου τῇ φωνῇ
ἑνωθέντων Κύριλλος ὁ θεσπέσιος, ὅτι καθάπερ λέγει φύσεων ἕνωσιν καὶ διαφορὰν τῆς φύσεως καὶ
καὶ ἰδιότητα, οὕτω καὶ ὑποστάσεων, ὡς ταὐτὸν σημαίνοντος, καθὰ διϊσχυρίζονται, τῆς ὑποστάσεως
10 τοῦ τῆς φύσεως καὶ τοῦ τῆς ὑποστάσεως ὀνόματος. ἀδιαφόρως
χρησαμένου.
§ 13 Εὐβούλου ἐπισκόπου Λύστρων ἐκ τοῦ λόγου τοῦ πρὸς τὸν χάρτην τὸν
ἐπιδοθέντα τῷ εὐσεβεστάτῳ βασιλεῖ Ἡρακλείῳ ὑπὸ Ἀθανασίου τοῦ τῶν
Σευηριανῶν ψευδεπισκόπου φωνηθέντος αὐτῷ.
15

Οὐ ταὐτὸν οἶδεν ὁ τῆς ἁγιωτάτης ἐκκλησίας νόμος τε καὶ ὅρος σημαίνειν


τὸ τῆς φύσεως καὶ ὑποστάσεως ὄνομα· ἀλλ’ οὔτε δὲ οἱ ἁγιώτατοι Πατέρες τοῦτο
διδάσκουσιν· οὔτε γάρ ἐστιν ἡ φύσις <ὑπόστασις, ἐπειδὴ ἡ μὲν φύσις> κοινόν τε καὶ
γενικόν πρᾶγμα σημαίνει, ἡ δὲ ὑπόστασις τὸ ἰδικὸν, τουτέστι τὸ καθ’ ἕνα.
20 Κεχρῆσθαι δὲ πολλάκις τὸν μακάριον Κύριλλον καὶ ἑτέρους πατέρας
ἀδιαφόρως τούτοις τοῖς δυσὶν ὀνόμασιν ἐπὶ ἑνὸς σημαινομένου, οὐκ ἀμφιβάλλομεν.
Κατεχρήσαντο γὰρ, πῇ μὲν τὴν ὑπόστασιν ἀντὶ |214 οὐσίας καὶ φύσεως, πῇ δὲ τὴν
φύσιν ἀντὶ ὑποστάσεως ἐκφωνοῦντες ἐπὶ τῆς θείας ἐνανθρωπήσεως, οὐχ ὡς ταὐτὸν
γινώσκοντες εἶναι φύσιν τε καὶ ὑπόστασιν. Εἴωθε γὰρ ἐξ ἀρχῆς οὐ μόνον ἡ θεία
25 Γραφὴ, ἀλλὰ καὶ οἱ ἁγιώτατοι τῆς ἐκκλησίας διδάσκαλοι ἀδιαφορεῖν περὶ τὰς λέξεις,
καταχρηστικῶς ἔσθ’ ὅτε παρ’ αὑτῶν ἐκφωνουμένας, ἐπειδὴ οὐδὲν ἀδικοῦσιν αἱ
λέξεις, ὅταν ἄλλως ἔχῃ τὰ πράγματα. Τὰ τοίνυν καταχρηστικῶς λεγόμενα οὔκ εἰσι PG75.360B
κυρίως, ἃ λέγονται, ἐπειδὴ ἐκ καταχρήσεως ἔχουσι τὴν κλῆσιν· οὔτε δὲ νοοῦνται, ὡς
ὀνομάζονται.
30 Ἡνίκα τοιγαροῦν ὑποστάσεων ἕνωσιν λέγει ὁ ἐν ἁγίοις Κύριλλος καὶ διαφορὰν PG77.120C
καὶ ἰδιότητα, ἀντὶ οὐσιῶν κέχρηται τῇ φωνῇ, τὸ ὑφεστὼς τῶν πραγμάτων τῶν
κυρίως ἑνωθέντων διὰ τοῦ ὀνόματος τῆς ὑποστάσεως δεικνὺς, σαφῶς διδάσκων
ὡς οὐχ ὁμοιοτήτων τινῶν ἢ μορφῶν ἀνυποστάτων γέγονεν ἕνωσις, ἀλλ’ αὐτῶν τῶν
πραγμάτων. Καὶ τῶν εἰρημένων μάρτυς ἀξιόπιστος αὐτὸς ὁ τῆς φωνῆς πατήρ.
35 Ταύτην γὰρ ἐξηγούμενος ἐν τῇ ἀπολογίᾳ τοῦ πρώτου ἀναθεματισμοῦ πρὸς τὰς
Θεοδωρήτου μέμψεις λέγει τάδε· PG76.396C
Ἐπειδὴ δέ φησι παρὰ τῆς τοῦ Θεοῦ μορφῆς ἀναληφθῆναι δούλου μορφὴν,
διδασκέτω παρελθὼν, εἰ δίχα τῶν ὑποστάσεων μό |215 ναι καθ’ ἑαυτὰς αἱ μορφαὶ Ἀντὶ τοῦ εἰπεῖν
συνῆλθον ἀλλήλαις. Ἀλλ’ οἶμαι καταβάλλῃ καὶ αὐτὸς αὐτόθεν. Οὔτε γὰρ ὁμοιότητες εἰ ἀνυπόστατοι
40 ἁπλῶς ἀνυπόστατοι καὶ μορφαὶ συνέβησαν ἀλλήλαις καθ’ ἕνωσιν οἰκονομικὴν, ἀλλὰ μορφαί
πραγμάτων αὐτῶν, ἤγουν ὑποστάσεων, γέγονε σύνοδος, ἵνα καὶ ὁ τῆς ἐνανθρωπήσεως
λόγος ἀληθῶς γεγενῆσθαι πιστεύηται. Καὶ μετ’ ὀλίγα· Ἐπυθόμην δ’ ἂν ἡδέως PG76.397B
αὐτοῦ, πότερον δὴ τὴν ἕνωσιν τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον, ἤγουν πρὸς τὸ ἅγιον
σῶμα ψυχωθὲν νοερῶς πεπρᾶχθαί φησι κατ᾽ ἀλήθειαν, ἢ τοῖς ἄλλοις ὁμοῦ καὶ αὐτὸς
45 κατὰ συνάφειαν σχετικὴν δουλοπρεποῦς καὶ ἀνυποστάτου μορφῆς πρὸς ἀνυπόστατον
καὶ θείαν μορφὴν, ἢ καὶ καθ’ ἕτερον τρόπον κατὰ μόνην τῆς υἱότητος τὴν ὁμωνυμίαν
καὶ κατὰ μόνην τῆς ἰσότητος τῶν ἀξιωμάτων.
215 | 218 Κεφάλαιον ΚΒ´ 104

Ὅτι δὲ οὐ ταὐτὸν εἶναι γινώσκει ὁ διδάσκαλος κατ’ ἐκείνους τὸ ἐκ τῶν δύο τούτων
ὀνομάτων, φύσεώς φημι καὶ ὑποστάσεως, σημαινόμενον, ἀλλὰ διάφορα ἐπίσταται
τὰ δι’ αὐτῶν δηλούμενα, κἂν εἰ καταχρηστικῶς πολλάκις ἐκφωνῇ τὰς λέξεις, δῆλον Ὅτι διαφορὰν
ἐξ ὧν ἐν ἑτέροις ἐδίδαξεν, τοὺς μὲν διαιροῦντας ἐπὶ δύο φύσεων τὰς εὐαγγελικὰς καὶ Κύριλλος
5 καὶ ἀποστολικάς φωνὰς τὰς περὶ τοῦ Κυρίου εἰρημένας, πρὸς τοὺς ἀνατολικοὺς οἶδεν φύσεως καὶ
ἐπισκόπους γράφων, |216 ἀσπαζόμενός τε καὶ ἀποδεχόμενος, τοὺς δὲ ὑποστάσεσι ὑποστάσεως.
δυσὶ ταύτας διανέμοντας φανερῶς ἀποβαλλόμενός τε καὶ ἀναθεματίζων, καθάπερ
ἔστιν εὑρεῖν καὶ ἐν τῷ τετάρτῳ κεφαλαίῳ τῶν ἀναθεματισμῶν τῶν πρὸς Νεστόριον
τὸν δυσσεβέστατον. Οὐκ ἂν δὲ τοῦτο ἔπραττεν ὁ μακάριος ἐκεῖνος, εἰ μὴ διάφορον
10 ἠπίστατο τῶν δύο τούτων ὀνομάτων τὴν σημασίαν. Ἐνταῦθα γὰρ διαρρήδην τῷ
χαρακτηριστικῷ προσώπῳ συνέζευξε τὴν ὑπόστασιν, καθὰ ἀπαιτεῖ ὁ τῆς ἐκκλησίας
ὅρος τε καὶ λόγος, καί φησιν· Εἴ τις προσώποις δυσὶν, ἤγουν ὑποστάσεσι, τάς τε ἐν
τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς συγγράμμασι διανέμει φωνὰς, καὶ τὰ ἑξῆς.
Ἐν δὲ τῇ πρὸς αὐτὸν Νεστόριον δευτέρᾳ ἐπιστολῇ οὕτω πάλιν ἔγραψεν· Τὰς
15 δέ γε ἐν τοῖς εὐαγγελίοις τοῦ Σωτῆρος ἡμῶν φωνὰς, οὔτε ὑποστάσεσι δυσὶν, οὔτε
μὴν προσώποις καταμερίζομεν. Οὐ γάρ ἐστι διπλοῦς ὁ εἷς καὶ μόνος Χριστὸς, κἂν
ἐκ δύο νοῆται καὶ διαφόρων πραγμάτων εἰς ἑνότητα τὴν ἀληθινὴν καὶ ἀμέριστον
συνενηνεγμένος.
Ἐν μέντοι τῇ πρὸς τοὺς ἀνατολικούς ἐπιστολῇ, τὰς ἐκείνων ἀναλαβὼν φωνὰς,
20 οὕτως ἔγραψεν· Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς PG77.177A
ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, |217
τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα
τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα παραδιδόντας. Καὶ ἐπάγει
ὁ Κύριλλος· Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς, οὕτω τε καὶ ἑαυτοὺς PG77.177B
25 φρονοῦντας εὑρίσκοντες (εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα), ἐδοξάσαμεν τὸν Eph 4.5
τῶν ὅλων Σωτῆρα Θεὸν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις Γραφαῖς καὶ
τῇ παραδόσει τῶν ἁγίων ἡμῶν Πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ἡμῖν
καὶ αἱ παρ’ ὑμῖν ἐκκλησίαι.
Ὑποδέδεικται τοίνυν τοῖς εὐγνωμονεῖν βουλομένοις ἡ ἀλήθεια, καὶ περὶ τῶν
30 αὐτῶν φιλονεικεῖν μάταιον.
Ὅτι δὲ πολλάκις καταχρηστικῶς λέγονταί τινα ὀνόματα παρὰ τῆς θείας Γραφῆς
καὶ τῶν ἁγίων Πατέρων, αὐτὸν τὸν μακάριον Κύριλλον παραγάγωμεν μάρτυρα καὶ
Γρηγόριον τὸν ἁγιώτατον τῆς Νυσσαέων ἐπίσκοπον τῷ αὐτῷ προσμαρτυροῦντας,
εἴπερ τούτοις πεισθήσονται. Ἀρκοῦσι γὰρ καὶ οὗτοι μόνοι ἀντὶ πάντων τῶν ἁγίων
35 Πατέρων παραγόμενοι. Κεῖνται αἱ χρήσεις ἐν τῇ ἀρχῇ τοῦ παρόντος κεφαλαίου.

§ 14 Τοῦ αὐτοῦ μετ’ ὀλίγα.

Ἐπειδὴ οὖν πολλάκις διϊσχυρίζονται οἱ τὸν προτεταγμένον χάρτην ἐπιδεδωκότες


40 καὶ τὰ ἀπὸ καρδίας λαλοῦντες διαβεβαιούμενοι, ὡς ταὐτὸν σημαίνει τὸ τῆς φύσεως
καὶ τῆς ὑποστάσεως ὄνομα, |218 οὐκ ἄτοπον οὐδὲ λόγου ἐκτός, ἐν ἐρωτήσεως
σχήματι πρὸς αὐτοὺς εἰπεῖν· Λέγε, ὦ οὗτοι, τί ἐστι τὸ ἐκ τῶν ὀνομάτων τούτων
φύσεώς τε καὶ ὑποστάσεως ἐπὶ Χριστοῦ σημαινόμενον καθ’ ὑμᾶς ταὐτόν; οὐσία, ἡ
τὸ κοινὸν καὶ γενικὸν σημαίνουσα καὶ κατὰ πολλῶν ὑποστάσεων, ἤγουν ἀτόμων,
45 κατηγορουμένη, ἢ χαρακτηριστικὸν πρόσωπον; Εἰ μὲν οὖν εἴπητε, ὅτι οὐσίαν οἶδεν
σημαίνειν τὸ τῆς φύσεως καὶ ὑποστάσεως ὄνομα, τί δήποτε μάτην ἀποστρέφεσθε
σὺν τοῖς καθηγηταῖς ὑμῶν τὴν τῶν δύο κοινῶν οὐσιῶν ἐπὶ Χριστοῦ λέγειν ἕνωσιν,
ταύτην ὁμολογοῦντες γεγενῆσθαι ἐκ δύο φύσεων ὡσαύτως καὶ δύο ὑποστάσεων;

3 : ἐκφωνῇ : ἐκφωνεῖ A.
16 : ἑνότητα τὴν ἀληθινὴν καὶ ἀμέριστον : ἑνότητα καὶ ἀληθινὴν τὴν καὶ ἀμέριστον A.
29 : ἀλήθεια : ἀκρίβεια A. (corrected to ἀλήθεια in margin)
39 : προτεταγμένον : προστεταγμένον A.
43 : καθ᾽ ὑμᾶς ταὐτόν; : καθ᾽ ὑμᾶς; ταὐτὸν A.
218 | 221 Κεφάλαιον ΚΒ´ 105

Ἐλεγχθήσεσθε δὲ ῥᾳδίως ἐκ τούτου καὶ μίαν οὐσίαν τὴν τὸ κοινὸν σημαίνουσαν


σύνθετον φρονοῦντες ἐπὶ Χριστοῦ, ὥσπερ καὶ μίαν φύσιν, ὡς ὑμεῖς φατε, σύνθετον
καὶ ὑπόστασιν, ὅπερ ὁμολογεῖν προφανῶς σὺν Σευήρῳ παραιτεῖσθε, τὴν ἰδίαν
νόσον ἀποκρυπτόμενοι. Εἰ δὲ τοῦτο ὡς εἰκὸς ἐκκλίνοντες ὡς βλάσφημον, οὐκ
5 οὐσίαν μᾶλλον, ἀλλὰ πρόσωπον ἐκ τῶν ὀνομάτων τούτων τὸ σημαινόμενον εἶναι
δογματίζετε, φανήσεσθε καὶ ἄκοντες, ὥσπερ ἐκ δύο φύσεων καὶ δύο ὑποστάσεων
ἕνωσιν λέγοντες, οὕτω καὶ ἐκ δύο προσώπων, ὅπερ ἐστὶ τοῦ πρώτου χεῖρον ἐν
βλασφημίᾳ· τῆς γὰρ Νεστορίου τοῦ δυσσεβοῦς κακουργίας τὸ ἀσέβημα, ὥσπερ καὶ
τὸ πρῶτον τῆς Ἀπολι |219 ναρίου κακοδοξίας.
10

Σχόλιον.
Ἰστέον ὡς, ἡνίκα ἁπλῶς καὶ ἀδιαφόρως ὁ λόγος πρόεισιν, τότε οὐ μόνον
τοὺς Πατέρας, ἀλλὰ καὶ αὑτὴν τὴν θείαν Γραφὴν συγχρωμένην τοῖς ὀνόμασι κατ’
ἐξουσίαν ἁπλῶς εὑρίσκομεν.
15 Ὁ μὲν γὰρ θεῖος Ἀπόστολος τὸ ἔσω τοῦ ἀνθρώπου καὶ τὸ ἔξω, ἀνθρώπους Ro 7.22; Eph 4.5
ἐκάλεσεν· Ἡσαΐας δὲ, Ὄψεταί, φησι, πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν· Ἰωὴλ Is 40.5
δὲ, Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· ὁ μὲν τῷ τοῦ ὅλου ὀνόματι τὰ Joel 2.28
μέρη καλέσας, οἱ δὲ τῷ τοῦ μέρους ὀνόματι τὸ ὅλον σημαίνοντες, καίτοι οὔτε σὰρξ
καθ’ ἑαυτὴν ἄνθρωπός ἐστιν, οὔτε ψυχὴ καθ’ ἑαυτὴν ἄνθρωπος ὀνομάζεται, εἴπερ τὸ
20 κυρίως σημαινόμενον ἑκατέρου σκοπῶμεν ὀνόματος.
Γράφει γὰρ Μεθόδιος κατὰ Ὠριγένους οὕτως· Ἄνθρωπος δὲ ἀληθέστατα λέγεται PG41.1097D
κατὰ φύσιν, οὔτε ψυχὴ χωρὶς σώματος, οὔτ’ αὖ σῶμα χωρὶς ψυχῆς, ἀλλὰ τὸ ἐκ
συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν. Καὶ ὅμως
οἱ μὲν προφῆται ἀντὶ τοῦ ἄνθρωπος, τὴν σάρκα ἔλαβον, ὁ δὲ Ἀπόστολος, τὰ μέρη
25 καταχρηστικῶς τῇ τοῦ ὅλου, ὡς εἴρηται, προσηγόρευκε κλήσει, καὶ οὐδὲν ἡ τῶν
ὀνομάτων ἀδιαφορία τὴν τῶν πραγμάτων παραβλάψαι δεδύνηται ἀκρίβειαν.
Ἡνίκα γὰρ καιρὸς καλέσοι ταῖς κυρίαις χρήσασθαι προσηγορίαις καὶ ὁριστικῶς
τὸν περὶ τοῦ ζητουμένου ἀποδοῦναι |220 λόγον, τότε τὰς ὁμωνυμίας ἐκκλείνοντες ταῖς
κυρίαις κεχρήμεθα σημασίαις, ἄνθρωπον ἀληθῶς ὁριζόμενοι τὸ ἐκ ψυχῆς λογικῆς
30 καὶ σώματος συντεθειμένον ζῷον. Καὶ οὐ τὰ μέρη καλοῦμεν κυρίως ἄνθρωπον, ἀλλὰ
τὸ συναμφότερον, ἐπεὶ καὶ ὁ θεῖος εὐαγγελιστὴς ταύτῃ χρησάμενος τῇ ἀδιαφορίᾳ
τῶν ὀνομάτων, σάρκα γεγονέναι τὸν Λόγον ἐκήρυξεν, ἀντὶ τοῦ εἰπεῖν, Ὁ Λόγος Jn 1.14
ἄνθρωπος ἐγένετο.
Ἀλλ’ οὐδὲν περὶ τούτων ζυγομαχοῦμεν· οὐ γὰρ ἐν ἤχοις καὶ φωναῖς καὶ ὀνόμασιν,
35 ἀλλ’ ἐν πράγμασιν ἡ εὐσέβεια. Δι᾽ ὃ καὶ ἄλογον ἡγούμεθα καὶ τῶν τὰ θεῖα νοεῖν
ἐθελόντων ἀλλότριον, ὡς τῶν ἱεροφάντων τις καλῶς εἴρηκεν, Τὸ μὴ τῇ δυνάμει τοῦ
σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσιν. Καὶ γὰρ καὶ ἡ κοινὴ συνήθεια παρὰ τὴν τοῦ PG3.708B
πράγματος ἀκρίβειαν ταῖς ὁμωνυμίαις ἐν πολλοῖς καὶ ἄλλοις ἁπλῶς συγχρωμένη,
τὸ τοῦ ἀνθρώπου σῶμα μετὰ τὴν τῆς ψυχῆς διάζευξιν, νεκρὸν ἄνθρωπον καλεῖν
40 οἶδεν· δέον εἰπεῖν ἀνθρώπου σῶμα νεκρὸν καὶ οὐχὶ ἄνθρωπον. Ἀλλ’ οὐκ, ἐπειδήπερ
δημώδης καὶ παλαιὰ ἡ τοιαύτη συνήθεια, ἄνθρωπον ἡμεῖς κυρίως καὶ ἀληθῶς τὸ
σῶμα καθ’ ἑαυτὸ ὁριζόμεθα τῆς λογικῆς χηρεῦον ψυχῆς.
Τί οὖν ἄτοπον, εἰ καὶ Κύριλλος ὁ θαυμάσιος, τὴν ἀληθῆ τῆς οἰκονομίας |221
πιστώσασθαι βουλόμενος καὶ δεῖξαι πραγμάτων ὑφεστώτων γενέσθαι ἕνωσιν, οὐκ
45 ἀξιωμάτων, ὑποστάσεις τὰ συνελθόντα ἐκάλεσεν;
Ἐπεὶ τοίνυν ἴδιον τῶν ὀνομάτων καθέστηκεν τὸ ἐπί τινων μὲν κυρίως λέγεσθαι,
ἐπί τινων δὲ καταχρηστικῶς, ὅταν τὰ ὀνόματα κυρίως λέγηται, αὐτοτελῆ συνάγει
τῆς ἰδίας σημασίας τὴν διάνοιαν, ὅταν δὲ καταχρηστικῶς προφέρωνται, τέλειον

27 : καλέσοι : καλείσοι A.
28 : ἐκκλείνοντες : κλέπτοντες with ἐκκλείνοντες written above A.
32 : γεγονέναι τὸν Λογον written twice.
221 | 223 Κεφάλαιον ΚΓ´ 106

τὸν ὅρον ἐπιδέχεσθαι οὐ δύνανται. Διά τινα γὰρ ὁμοίωσιν, ἣν πρὸς τὸ κυρίως
λεγόμενον ἔχει, τὴν καταχρηστικὴν ἐκείνην κέκτηται προσηγορίαν, οἷον ἔστιν ἰδεῖν
ἐπὶ τοῦ ἀνθρώπου. Αὐτό τε γὰρ τὸ ζῷον κυρίως λέγεται ἄνθρωπος, καταχρηστικῶς
δὲ καὶ ὁ γεγραμμένος ἄνθρωπος καλεῖται διὰ τὴν ὁμοιότητα, ἣν πρὸς τὸν κυρίως
5 λεγόμενον ἄνθρωπον ἔχει. Ὅτε μέντοι ὅρον τις ἀπαιτεῖται ἀνθρώπου, τὸν τοῦ ζῴου
πάντως ἀποδώσει λόγον, οὐδὲν παραβλαπτόμενον ἐκ τοῦ μὴ καὶ τὸν γεγραμμένον
ἄνθρωπον τὸν αὐτὸν ἐπιδέχεσθαι ὅρον· ὁ μὲν γὰρ καταχρηστικῶς λέγεται
ἄνθρωπος, ὁ δὲ κυρίως καὶ ἀληθῶς. Ἀληθὲς οὖν ἐστι καὶ κύριον ὄνομα, ὅπερ ἂν
κατὰ τὴν τοῦ ὀνόματος δύναμιν ὁλοτελῆ καὶ πληρεστάτην τὴν διάνοιαν συνεισάγῃ,
10 μηδὲν ἐλλείπουσαν πρὸς τὴν ὑπὸ τοῦ ὀνόματος δηλουμένην σημασίαν.
Αἱ γὰρ λέξεις, ὥς φησιν |222 ὁ θεσπέσιος Κύριλλος ἐν τῷ δευτέρῳ τοῦ θησαυροῦ
βιβλίῳ, οὐδὲν ἀδικοῦσιν, ὅταν ἑτέρως ἔχῃ τὰ πράγματα. Καὶ Γρηγόριος δὲ ὁ τῆς PG75.360B
Νυσσαέων ἐν τῷ ις´ κεφαλαίῳ τῆς εἰς τὸν ἄνθρωπον κατασκευῆς, Πάντα, φησὶν, ἃ PG44.176D
μὴ δι’ ὅλων ἐστίν, ἅπερ λέγεται, ἐκ καταχρήσεως ἔχει τὴν κλῆσιν. Πλὴν ὅτι καὶ αὐτὸς
15 Κύριλλος, ὅτε τὸ ὄντως σημαινόμενον τῆς οὐσίας καὶ τῆς ὑποστάσεως δηλῶσαι
ἠβουλήθη, διαρρήδην τὸ πρὸς ἄλληλα διάφορον αὐτῶν ἐκήρυξεν.
Ἔχει γοῦν τὰ παρ’ αὑτοῦ ἐν τῷ περὶ Τριάδος διαλόγῳ γεγραμμένα ἐπὶ λέξεως PG75.697D
οὕτως·
Β. Ἐν ἰδίᾳ φῂς οὖν εἶναι τὸν Υἱὸν οὐσίᾳ παρὰ τὴν τοῦ Πατρός;
20 Α. Οὐκ ἐν οὐσίᾳ μᾶλλον ἑτέρᾳ παρὰ τὴν ὡς Θεοῦ, ἀλλ’ ἐν ὑποστάσει τῇ ὡς Υἱῷ.
Β. Ἕτερον γάρ τί ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις;
Α. Ναί. Πολὺ γὰρ τὸ διεῖργον, εἴπερ ἐστὶν οὐσία τῶν καθέκαστα περιεκτική.
Ὅτι δὲ οὐ ταὐτὸν φύσις καὶ ὑπόστασις, ἐν ἰδιάζοντι τῷ ς´ κεφαλαίῳ τῆς
παρούσης βίβλου πολλὰς εὑρήσεις μαρτυρίας.
25

Κεφάλαιον ΚΓ´.

Ὅτι οὐκ ἐκώλυσεν Κύριλλος τὸ δύο λέγειν φύσεις μετὰ τὴν ἕνωσιν, ἀλλὰ καὶ
συνηγορεῖ τοῖς ἀνατολικοῖς τὰς δύο φύσεις ὀρθῶς πρεσβεύουσιν, καὶ οὔτε
30 Νεστόριον διὰ τὸ λέγειν δύο φύσεις καταμέμφεται, ἀλλὰ διὰ τὸ διαιρεῖν καὶ μὴ
ὁμολογεῖν τὴν καθ’ ὑπόστασιν ἕνωσιν, μηδὲ Θεοτόκον τὴν Παρθένον καλεῖν·
ἐν οἷς καὶ Σευήρου χρήσεις μαρτυροῦντος, ὡς πολλοὶ τῶν Πατέρων ἐχρήσαντο
ἀδιαβλήτως τῇ |223 φωνῇ τῶν δύο φύσεων.

35 §1 Κυρίλλου πρὸς Εὐλόγιον τὸν πρεσβύτερον. PG77.224D

Ἐπιλαμβάνονταί τινες τῆς ἐκθέσεως, ἣν πεποίηνται οἱ ἀνατολικοὶ, καί φασιν·


Διὰ τί δύο φύσεις ὀνομαζόντων αὐτῶν, ἠνέσχετο καὶ ἐπῄνεσεν ὁ τῆς Ἀλεξανδρείας;
Οἱ δὲ τὰ Νεστορίου φρονοῦντες λέγουσιν κἀκεῖνον οὕτως φρονεῖν, συναρπάζοντες
40 τοὺς οὐκ εἰδότας τὸ ἀκριβές.
Χρὴ δὲ τοῖς μεμφομένοις ἐκεῖνα λέγων· ὅτι οὐ πάντα, ὅσα λέγουσιν οἱ αἱρετικοὶ,
φεύγειν καὶ παραιτεῖσθαι χρή· πολλὰ γὰρ ὁμολογοῦσιν ὧν καὶ ἡμεῖς ὁμολογοῦμεν.
Οἷον, Ἀρειανοὶ ὅταν λέγωσι τὸν Πατέρα, ὅτι δημιουργός ἐστι τῶν ὅλων καὶ Κύριος,
καὶ διὰ τοῦτο φεύγειν ἡμᾶς ἀκόλουθον τὰς τοιαύτας ὀμολογίας; Οὕτω καὶ ἐπὶ
45 Νεστορίου· κἂν λέγῃ δύο φύσεις, τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς καὶ τοῦ Θεοῦ
Λόγου· ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύσις, καὶ ἑτέρα ἡ τῆς σαρκὸς, ἀλλ᾽ οὐκέτι τὴν
ἕνωσιν ὁμολογεῖν μεθ’ ἡμῶν. Ἡμεῖς γὰρ ἑνώσαντες ταῦτα, ἕνα Χριστὸν, ἕνα Κύριον,
τὸν αὐτὸν, ὁμολογοῦμεν, καὶ μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην.
223 | 225 Κεφάλαιον ΚΓ´ 107

§2 Καὶ μετὰ βραχέα· PG77.225B

Οὐκοῦν οὐ τὸ εἰδέναι τῶν φύσεων τὴν διαφορὰν, διατέμνειν ἐστὶν εἰς δύο τὸν
ἕνα Χριστόν.
5

§3 Τοῦ αὐτοῦ ἐκ τοῦ β´ τόμου κατὰ τῶν Νεστορίου δυσφημιῶν. PG76.92C

Παῦσαι διαιρῶν τὰς φύσεις μετὰ τὴν ἕνωσιν.

10 Σχόλιον.
Ἰδοὺ τὸ διαιρεῖν ἐκώλυσεν μετὰ τὴν ἕνωσιν, οὐ μὴν τὴν τούτων ἀνεῖλεν
ὁμολογίαν ὁ Κύριλλος. Πάλιν δὲ |224 ὁ αὐτὸς ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ μετὰ
τὸ καταγράψαι Νεστορίου καὶ δεῖξαι αὐτὸν μόνῃ συναφείᾳ τῇ κατὰ τὴν ἀξίαν καὶ
ὁμοτιμίαν τὴν ἕνωσιν πρεσβεύοντα καὶ δύο υἱοὺς καὶ δύο Χριστοὺς κηρύττοντα,
15 §4 ἐπάγει ἐπὶ λέξεως οὕτως ταῦτα· PG77.228A

Οἱ δὲ ἐκ τῆς ἀνατολῆς οὐδὲν εἰρήκασι τοιοῦτο· τὰς δὲ φωνὰς διαιροῦσι μόνας.


Διαιροῦσι δὲ κατὰ τοῦτον τὸν τρόπον, ὡς τὰς μὲν θεοπρεπεῖς εἶναι λέγειν, τὰς δὲ
ἀνθρωπίνας, τὰς δὲ κοινοποιηθείσας, ὡς ἐχούσας ὁμοῦ καὶ τὸ θεοπρεπὲς καὶ τὸ
20 ἀνθρώπινον, πλὴν εἰρημένας περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ, καὶ οὐχ ὡς Νεστόριος τὰς μὲν
τῷ Θεῷ Λόγῳ ἰδικῶς τὰς δὲ τῷ ἐκ γυναικὸς ἀπονέμει ὡς ἑτέρῳ Υἱῷ. Ἕτερον δέ ἐστι
τὸ φωνῶν εἰδέναι διαφορὰν, καὶ ἕτερον τὸ μερίζειν δυσὶ προσώποις, ὡς ἑτέρῳ καὶ
ἑτέρῳ.

25 §5 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπιστολῆς. PG77.189C

Οὐκοῦν Νεστόριος μὲν ἀναιρεῖ εἰς ἅπαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὴν
κατὰ σάρκα γέννησιν· οὐ γὰρ τετέχθαι φησὶν αὐτὸν ἐκ γυναικὸς κατὰ τὰς Γραφάς.
Ἔφη γὰρ οὕτως· Τὸ παρελθεῖν τὸν Θεὸν ἐκ τῆς Χριστοτόκον Παρθένου παρὰ τῆς θείας
30 ἐδιδάχθην Γραφῆς· τὸ δὲ γεννηθῆναι Θεὸν ἐξ αὐτῆς, οὐδαμοῦ ἐδιδάχθην. Ἐν ἑτέρᾳ δὲ
πάλιν ἐξηγήσει· Οὐδαμοῦ τοίνυν ἡ θεία Γραφὴ Θεὸν ἐκ τῆς Χριστοτόκου Παρθένου
λέγει γεγεννῆσθαι, ἀλλ᾽ Ἰησοῦν Χριστὸν, Υἱὸν, Κύριον. |225
Ὅτι δὲ ταῦτα λέγων εἰς δύο μερίζει υἱοὺς τὸν ἕνα, καὶ ἕτερον μὲν ἰδικῶς φησιν
Υἱὸν, καὶ Χριστὸν, καὶ Κύριον, τὸν ἐκ Θεοῦ Πατρὸς γεννηθέντα Λόγον, ἕτερον δὲ
35 πάλιν ἀνὰ μέρος καὶ ἰδικῶς Υἱὸν, καὶ Χριστὸν, καὶ Κύριον, τὸν ἐκ τῆς ἁγίας Παρθένου,
πῶς ἂν ἐνδοιάσειέ τις, αὐτὸ δὴ τοῦτο σαφῶς μονονουχὶ βοῶντος ἐκείνου;
Οἱ δὲ Θεοτόκον ὀνομάζουσι τὴν ἁγίαν Παρθένον, ἕνα γὰρ εἶναί φασιν <Υἱὸν,>
καὶ Χριστὸν, καὶ Κύριον, τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι τὸν αὐτὸν,
ἅτε δὴ καὶ ἐψυχωμένης αὐτοῦ τῆς σαρκὸς ψυχῇ νοερᾷ. Ὅτι γὰρ οὐχ ἕτερον εἶναί
40 φασιν Υἱὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕτερον δὲ πάλιν τὸν ἐκ τῆς ἁγίας Παρθένου,
καθὰ Νεστορίῳ δοκεῖ, ἕνα δὲ μᾶλλον καὶ τὸν αὐτὸν, σαφὲς ἂν γένοιτο καὶ μάλα
ῥᾳδίως διά γε τῶν ἐφεξῆς.
Προσεπάγουσι γὰρ, τίς ἂν εἴη σημαίνοντες ὅτι τέλειος μὲν ὡς Θεὸς, τέλειος δὲ
καὶ ἄνθρωπος· τὸν πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα, κατὰ τὴν θεότητα,
45 ἐπ’ ἐσχάτου δὲ τῶν ἡμερῶν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἐκ Μαρίας τῆς
ἁγίας Παρθένου, κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον τῷ Πατρὶ τὸν αὐτὸν κατὰ τὴν
θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα.

19 : κοινοποιηθείσας : κονοποιηθείσας A.
20 : περὶ ἑνός : παρ᾽ ἑνός A.
225 | 228 Κεφάλαιον ΚΓ´ 108

Οὐκοῦν ἥκιστα μὲν εἰς δύο διαιροῦσι τὸν ἕνα Υἱὸν, καὶ Χριστὸν, καὶ Κύριον·
τὸν αὐτὸν δὲ εἶναί φασι τὸν πρὸ αἰώνων, καὶ ἐν ἐσχάτοις, δῆλον δὲ ὅτι τὸν ἐκ Θεοῦ
Πατρὸς, ὡς Θεὸν, καὶ ἐκ γυναικὸς κατὰ σάρκα, ὡς ἄνθρωπον. |226
Πῶς γὰρ ἂν νοοῖτο πρὸς ἡμᾶς ὁμοούσιος εἶναι κατὰ τὴν ἀνθρωπότητα, καίτοι
5 γεννηθεὶς ἐκ Πατρὸς κατά γε, φημὶ, τὴν θεότητα, εἰ μὴ νοοῖτο καὶ λέγοιτο Θεός τε
ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός;
Ἀλλ’ οὐχ ὧδε ταῦτα ἔχειν Νεστορίῳ δοκεῖ· τέτραπται δὲ μᾶλλον ὁ σκοπὸς
αὐτῷ πρὸς πᾶν τοὐναντίον. Ἔφη γοῦν, ἐπ’ ἐκκλησίας ἐξηγούμενος· Διὰ τοῦτο καὶ
ὁ Χριστὸς Θεὸς Λόγος ὀνομάζεται, ἐπειδήπερ ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν
10 Θεὸν διηνεκῆ. Καὶ πάλιν· Ἀσύγχυτον τοίνυν τηρῶμεν τὴν τῶν φύσεων συνάφειαν·
ὁμολογοῦμεν τὸν ἐν ἀνθρώπῳ Θεόν· σέβομεν τὸν τῇ θείᾳ συναφείᾳ τῷ παντοκράτορι
Θεῷ συμπροσκυνούμενον ἄνθρωπον.
Ὁρᾷς οὖν ὅσον ἔχει τὸ ἀπηχὲς ὁ λόγος αὐτῷ; Δυσσεβείας γὰρ τῆς ἀνωτάτω
μεμέστωται. Χριστὸν μὲν γὰρ ἰδικῶς ὠνομᾶσθαι φησὶ τὸν τοῦ Θεοῦ Λόγον, ἔχειν δὲ
15 τὴν συνάφειαν τὴν πρὸς τὸν Θεὸν διηνεκῆ. Ἆρ᾽ οὖν οὐ δύο Χριστοὺς ἐναργέστατα
λέγει; Καὶ ἄνθρωπον Θεῷ προσκυνούμενον, οὐκ οἶδ’ ὅπως, σέβειν ὁμολογεῖ; Ταῦτα
οὖν ἀδελφοὶ τοῖς παρ’ ἐκείνων ὁρᾶται; Οὐκ ἀντανάγουσαν ἔχειν πρὸς ἄλληλα τῶν
ἐννοιῶν τὴν δύναμιν; Ὁ μὲν γὰρ δύο φησὶν ἐναργῶς, οἱ δὲ Χριστὸν ἕνα, καὶ Υἱὸν, καὶ
Κύριον ὁμολογοῦσι προσκυνεῖν, τὸν αὐτὸν ἐκ Πατρὸς κατὰ τὴν θεότητα, καὶ ἐκ τῆς
20 ἁγίας Παρθένου κατὰ τὴν ἀνθρωπότητα. Δύο μὲν γὰρ φύσεων ἕνωσιν γε |227 νέσθαι
φαμέν· <πλὴν ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦσιν σαφῶς. Γέγονε γὰρ
σὰρξ ὁ Λόγος κατὰ τὰς Γραφὰς καὶ σύμβασιν οἰκονομικὴν καὶ ἀπόρρητον ἀληθῶς
πεπράχθαι φαμὲν> ἀνομοίων πραγμάτων εἰς ἕνωσιν ἀδιάσπαστον. Οὐ γάρ τοι, κατά
τινας τῶν ἀρχαιοτέρων αἱρετικῶν, ἐξ ίδίας λαβόντα φύσεως, τοῦτ’ ἔστι θεϊκῆς, ἐαυτῷ
25 κατασκευάσαι τὸ σῶμα τὸν τοῦ Θεοῦ Λόγον ὑπονοήσομεν· ἑπόμενοι δὲ πανταχῇ
ταῖς θεοπνεύστοις Γραφαῖς, ἐκ τῆς ἁγίας Παρθένου λαβείν αὐτὸν διαβεβαιούμεθα.
Ταύτῃ τοι τὰ ἐξ ὧν ἐστιν ὁ εἷς καὶ μόνος Θεὸς, Υἱὸς καὶ Κύριος Ἰησοῦς Χριστὸς,
ὡς ἐννοίαις δεχόμενοι, δύο μὲν φύσεις ἡνῶσθαί φαμεν, μετὰ δέ γε τὴν ἕνωσιν, ὠς
ἀνῃρημένης ἤδη τῆς εἰς δύο διατομῆς, μίαν εἶναι πιστεύομεν τὴν τοῦ Υἱοῦ φύσιν
30 ὡς ἑνὸς, πλὴν ἐνανθρωπήσαντος καὶ σεσαρκωμένου. Εἰ δὲ δὴ λέγοιτο σαρκωθῆναί
τε καὶ ἐνανθρωπῆσαι Θεὸς ὢν ὁ Λόγος, διερρίφθω που μακρὰν τροπῆς ὑποψία
(μεμένηκε γὰρ ὅπερ ἦν), ὁμολογείσθω δὲ πρὸς ἡμῶν καὶ ἁσύγχυτος παντελῶς ἡ
ἕνωσις.
Ἀλλὰ γὰρ ἐκεῖνο ἴσως φαῖεν ἂν οἱ δι’ ἐναντίας· Ἰδοὺ δὴ σαφῶς οἱ τῆς ὀρθῆς
35 πίστεως τὴν ὁμολογίαν ποιούμενοι, δύο μὲν ὀνομάζουσι φύσεις, διαιρεῖσθαι δὲ τὰς
τῶν θεηγόρων φωνὰς διατείνονται, κατά γε τὴν διαφορὰν αὐτῶν. Εἶτα πῶς οὐκ
ἐναντία ταῦτα τοῖς σοῖς; Οὐ γὰρ ἀνέχῃ προσώποις δυσὶν, ἤγουν ὑποστάσεσι, τὰς
φωνὰς διανέμειν. Ἀλλ ὦ βέλτι |228 στοι, φαίην ἂν, γεγράφαμεν ἐν τοῖς κεφαλαίοις· PG76.301A
Εἴ τις προσώποις δυσὶν, ἤγουν ὑποστάσεσιν, τὰς φωνὰς διανέμει, καὶ τὰς μὲν, ὡς
40 ἀνθρώπῳ, παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἰδικῶς νοουμένῳ, προσάπτει, τὰς δὲ, ὡς
θεοπρεπεῖς, μόνῳ τῷ ἐκ Θεοῦ Πατρὸς Λόγῳ, οὗτος ἔστω κατάκριτος.
Φωνῶν δὲ διαφορὰν κατ’ οὐδένα τρόπον ἀνῃρήκαμεν· εἰ καὶ ἀπόβλητον
πεποιήμεθα τὸ μερίζειν αὐτὰς, ὡς Υἱῷ καταμόνας, τῷ ἐκ Πατρὸς Λόγῳ, καὶ, ὡς
ἀνθρώπῳ μόνῳ, καταμόνας Υἱῷ νοουμένῳ, τῷ ἐκ γυναικός. Μία γὰρ ὁμολογουμένως
45 ἡ τοῦ Λόγου φύσις· ἴσμεν δὲ, ὅτι σεσάρκωται καὶ ἐνηνθρώπησεν, <καθάπερ ἤδη
προεῖπον. Τίνα δε τρόπον ἐσαρκώθη τε καὶ ἐνηνθρώπησεν,> εἰ δὲ περιεργάζοιτό
τις, καταθρήσαιεν ἂν τὸν ἐκ Θεοῦ Θεὸν Λόγον δούλου τε λαβόντα μορφὴν, καὶ
ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον, καθὰ γέγραπται. Καὶ κατ’ αὐτὸ δὴ τοῦτο καὶ Phil 2.7

32 : πρὸς ἡμῶν : repeated after ἀσύχυτος in A. 48 : κατ᾽ αὐτὸ : καυτὸ A.


228 | 231 Κεφάλαιον ΚΓ´ 109

μόνον νοηθείη ἡ τῶν φύσεων, ἤγουν ὑποστάσεων, διαφορά· οὐ γὰρ δὴ ταὐτὸν ὡς ἐν


ποιότητι φυσικῇ θεότης τε καὶ ἀνθρωπότης. Ἐπεὶ πῶς κεκένωται Θεὸς ὢν ὁ Λόγος,
καθεὶς ἑαυτὸν ἐν μειώσει, τοῦτ’ ἔστιν, ἐν τοῖς καθ’ ἡμᾱς;
Ὅταν τοίνυν ὁ τῆς σαρκώσεως πολυπραγμονῆται τρόπος, δύο τὰ ἀλλήλοις
5 ἀπορρήτως τε καὶ ἀσυγχύτως συνενηνεγμένα καθ’ ἕνωσιν, ὁρᾷ δὴ πῶς ὁ ἀνθρώπινος
νοῦς, ἑνωθέντα γε μὴν διΐστησιν οὐδαμῶς, ἀλλ’ ἕνα τὸν ἐξ ἀμφοῖν, καὶ Θεὸν, καὶ
Υἱὸν, καὶ Κύριον καὶ Χριστὸν εἶναι πιστεύει, καὶ ἀραρότως εἰσδέχεται. |229
Ἑτέρα δὲ παρὰ ταύτην ἡ Νεστορίου κακοδοξία. Ὑποκρίνεται μὲν γὰρ ὁμολογεῖν,
ὅτι καὶ ἐσαρκώθη καὶ ἐνηνθρώπησεν Θεὸς ὢν ὁ Λόγος, τὴν δὲ τοῦ σεσαρκῶσθαι
10 δύναμιν οὐκ εἰδὼς, δύο μὲν ὀνομάζειν, ἀποδιΐστησι δὲ ἀλλήλων αὐτὰς, Θεὸν ἰδίᾳ
τιθεὶς, καὶ ὁμοίως ἄνθρωπον ἀνὰ μέρος, συναφθέντα Θεῷ σχετικῶς, κατὰ μόνην
τὴν ἰσοτιμίαν, ἤγουν, αὐθεντίαν. Ἔφη γὰρ οὕτως· Ἀχώριστος τοῦ φαινομένου Θεός· PG76.252C
διὰ τοῦτο τοῦ μὴ χωριζομένου τὴν τιμὴν οὐ χωρίζω· χωρίζω τὰς φύσεις, ἀλλ’ ἑνῶ τὴν
προσκύνησιν.
15 Οἱ δέ γε κατὰ τὴν Ἀντιόχειαν ἀδελφοὶ, τὰ μὲν ἐξ ὧν νοεῖται Χριστὸς, ὡς ἐν Ὑπὲρ τῆς ἐν
ψιλαῖς καὶ μόναις ἐννοίαις δεχόμενοι, φύσεων μὲν εἰρήκασι διαφορὰν, ὅτι μὴ ταὐτὸν, Ἀντιοχείᾳ
ὡς ἔφην, ἐν ποιοτικῇ φυσικῇ θεότητός τε καὶ ἀνθρωπότητος, ἕνα γε μὴν Υἱὸν, καὶ ἀπολογίας.
Χριστὸν, καὶ Κύριον, καὶ ὡς ἑνὸς ὄντος ἀληθῶς, ἓν αὐτοῦ καὶ πρόσωπον εἶναί φασιν·
μερίζουσι δὲ κατ’ οὐδένα τρόπον τὰ ἡνωμένα. Οὔτε μὴν φυσικὴν παραδὲχονται τὴν
20 διαίρεσιν, καθὰ φρονεῖν ἔδοξε τῷ τῶν ἀθλίων δογμάτων εἰσηγητῇ· διῃρῆσθαι δὲ
καταμόνας διατείνονται τὰς ἐπὶ τῷ Κυρίῳ φωνὰς πρέπειν δέ φασιν αὐτὰς, οὐ τὰς
μὲν, ὡς Υἱῷ καταμόνας τῷ ἐκ Θεοῦ Πατρὸς Λόγῳ, τὰς δὲ, καὶ ὡς ἑτέρῳ πάλιν Υἱῷ,
τῷ ἐκ γυναικός· ἀλλὰ τὰς μὲν τῇ θεότητι αὐτοῦ, τὰς δὲ τῇ αὐτοῦ πάλιν ἀνθρωπότητι.
Θεὸς δ᾽ ἔστιν |230 ὁ αὐτὸς καὶ ἄνθρωπος. Εἶναι δέ φασιν καὶ ἑτέρας κοινοποιηθείσας
25 τρόπον τινὰ, καὶ οἷον ἐπ’ ἄμφω βλεπούσας, θεότητά τε καὶ ἀνθρωπότητα λέγω, οἷον
δή τί φημι. Αἱ μὲν γάρ εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν
ἀνθρωποπρεπεῖς· αἱ δὲ μέσην τινὰ τάξιν ἐπέχουσιν, ἐμφανίζουσαι τὸν Υἱὸν Θεὸν
ὄντα καὶ ἄνθρωπον, ὁμοῦ τε καὶ ἐν αὐτῷ.

30 §6 Καὶ μεθ᾽ ἕτερα· PG77.197A

Ὅτι γὰρ οὐ μερίζουσιν εἰς δύο υἱοὺς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, χρῆναι
λέγοντες ἐφαρμόζεσθαι τὰς φωνὰς, τῇ μὲν θεότητι αὐτοῦ τὰς θεοπρεπεῖς, τῇ δὲ
ἀνθρωπότητι πάλιν αὐτοῦ τὰς ἀνθρωπίνας, πῶς οὐχ ἅπασιν ἐναργές; Διαβεβαιοῦνται
35 γὰρ, ὡς ἔφην, ὄτι αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, γεννηθεὶς πρὸ αἰώνων, καὶ ἐν
ἐσχάτοις καιροῖς ἐγεννήθη κατὰ σάρκα ἐκ τῆς ἁγίας Παρθένου. Προσεπάγουσι δὲ
ὅτι διὰ τὴν ἄφραστον καὶ ἀσύγχυτον ἕνωσιν καὶ Θεοτόκον εἶναι πιστεύουσι τὴν
ἁγίαν Παρθένον, καὶ ἕνα Υἱὸν καὶ ἕνα Χριστὸν καὶ Κύριον ὁμολογοῦσι σαφῶς.
Ἀπίθανον δὲ τὸ λέγειν ἕνα, καὶ διατέμνειν εἰς δύο τὸν ἕνα νομίζειν αὐτούς. Οὐ γὰρ
40 εἰς τοῦτο προῆλθον ἀποπληξίας, ὡς παραβάτας ἑαυτοὺς συνιστάνειν, ἃ κατέλυσαν
ὀρθῶς, οἰκοδομοῦντες ἀβούλως. Εἰ γὰρ ταῖς Νεστορίου συμφέρονται δόξαις, πῶς
αὐτὰς ἀναθεματίζουσιν, ὡς βεβήλους καὶ μυσαράς;
Οἶμαι δὲ δεῖν καὶ τὰς αἰτίας εἰπεῖν, δι’ ἃς εἰς τοῦτο προῆλθον |231 ἰσχνομυθίας.
Ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου δυσσεβείας ὑπασπισταὶ, τῆς ἀληθείας δύναμιν ἀνοσίως
45 ἐκκαπηλεύοντες, τὸν ἐκ Θεοῦ φασιν Λόγον γενέσθαι μὲν ἄνθρωπον, πλὴν ἀψύχῳ
προσκεχρῆσθαι σώματι· πράττουσι δὲ τοῦτο φιλοκακούργως, ἵνα τὰς ἀνθρωπίνας
αὐτῷ φωνὰς προσνέμοντες, ἐν μείοσιν ὄντα τῆς τοῦ Πατρὸς ὑπεροχῆς τοῖς παρ’
αὐτῶν πλανωμένοις καταδεικνύωσιν, ἑτεροφυᾶ τε παρ᾽ αὐτὸν εἶναι λέγουσι· ταύτῃ

23 : τῇ θεότητῃ : τῆς θεότητος A.


231 | 233 Κεφάλαιον ΚΓ´ 110

τοι δεδιότες οἱ ἐκ τῆς Ἀνατολῆς, μὴ ἄρα πως ἡ τοῦ Θεοῦ Λόγου κατασμικρύνεται δόξα
τε καὶ φύσις, ἀπό γε τῶν ἀνθρωπίνως εἰρημένων διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν,
διορίζουσι τὰς φωνὰς, οὐκ εἰς πρόσωπα δύο τέμνοντες, ὡς ἔφην, τὸν ἕνα Υἱὸν καὶ
Κύριον, ἀλλὰ τὰς μὲν τῇ θεότητι αὐτοῦ προσνέμοντες, τὰς δὲ τῇ ἀνθρωπότητι πάλιν
5 τῇ αὐτοῦ· πλὴν τὰς πάσας ἑνί.

§7 Τοῦ αὐτοῦ πρὸς Οὐαλεριανὸν ἐπίσκοπον τοῦ Ἰκονίου. PG77.276C

Οἱ γάρ τοι κατὰ τὴν ἑῴαν ἅπαντες θεοσεβέστατοι ἐπίσκοποι, ἅμα τῷ κυρίῳ μου
10 τῷ θεοσεβεστάτῳ ἐπισκόπῳ τῆς Ἀντιοχέων Ἰωάννῃ, καὶ δι’ ἐγγράφου καὶ σαφοῦς
ὁμολογίας φανερὸν ἅπασι κατέστησαν, ὅτι τὰς βεβήλους Νεστορίου κενοφωνίας
κατακρίνουσί τε καὶ ἀναθεματίζουσι μεθ’ ἡμῶν.

<Σχόλιον.>
15 Δείκνυται τοίνυν ἐκ τῶν τοσούτων καὶ τηλικούτων τοῦ ἁγίου Κυρίλλου
συνηγοριῶν, ὅτι οὐχ, ὡς |232 οἱ αἱρετικοί φασιν, συγκαταβαίνων τοῖς ἀνατολικοῖς
διὰ τὸ γενέσθαι ἕνωσιν ἐδέξατο αὐτοὺς λέγοντας δύο φύσεις, ἀλλ’ ὅλῃ ψυχῇ
στέργων καὶ ἀποδεχόμενος τὰ ἐκείνων δόγματα. Ἐδείξαμεν γὰρ αὐτὸν πρὸς δύο
καὶ τρεῖς τῶν αὐτοῦ συνήθων γράψαντα καὶ τῇ ὀρθῇ τῶν ἀνατολικῶν πίστει θερμῶς
20 συνηγορήσαντα. Ἐπειδὴ δὲ ἐν τῇ δευτέρᾳ πρὸς Σούκενσον ἐπιστολῇ διαβάλλει ὁ
αὐτὸς θειότατος Κύριλλος τοὺς Νεστοριανούς λέγοντας, Δύο φύσεις ὑφεστάναι PG77.244D
μετὰ τὴν ἕνωσιν ἀδιαιρέτως, καὶ μάχεσθαι τοῦτο τὸ πρόβλημα ἀποφαίνεται τοῖς μίαν
εἶναι λέγουσιν τὴν τοῦ Υἱοῦ φύσιν σεσαρκωμένην, χρὴ εἰδέναι, ὡς οὐκ ἐπειδὴ δύο PG77.245A
φύσεις λέγουσιν ἀδιαιρέτους, τούτους κακίζει, ἀλλ’ ὅτι κακούργως ταῦτά φασιν,
25 ἀποδιϊστάντες τὴν ἀνθρωπίνην φύσιν καὶ δύο νοοῦντες υἱούς. Τὸ γὰρ ἀδιαιρέτως, PG77.245C
ὥς φησι πρὸς τῷ τέλει τῆς ἐπιστολῆς ὁ Κύριλλος, οὐκ ὀρθῶς προστιθέασιν, οὐδὲ ὡς
ἡμεῖς αὐτὸ προφέρομεν, ἀλλὰ τῇ ἰσοτιμίᾳ καὶ ταὐτοβουλίᾳ καὶ αὐθεντίᾳ. Τούτους
οὖν ἀποβάλλεται, τοὺς δὲ δύο λέγοντας φύσεις καὶ τὴν ἀληθῆ καὶ καθ’ ὑπόστασιν
ἕνωσιν ὁμολογοῦντας ἀποδέχεται καὶ ἐπαινεῖ καὶ ὁμόφρονας ἑαυτοῦ ἀποφαίνεται,
30 ὡς ἀποδέδεικται. |233

Ὅτι οὐδὲ Ἀθανάσιος ὁ μέγας ἀναιρεῖ τὸ λέγειν δύο φύσεις τὸν ἕνα Υἱόν, ἀλλά τὸ
μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον δογματίζειν καὶ διαιρεῖν τὴν οἰκονομίαν.
Ἐπάγει γὰρ οὕτως· Ἀλλὰ φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην καὶ προσκυνουμένην
μετὰ τῆς σαρκὸς αὐτοῦ μιᾷ προσκυνήσει. Ὁ αὐτὸς γὰρ ἐν τῇ πρὸς Ἐπίκτητον
35 ἐπιστολῇ φησιν οὕτως· Ποῖος ᾅδης ἠρεύξατο ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ PG26.1052C
τοῦ Λόγου θεότητι. Ὅπερ εἰπὼν δύο σαφῶς οὐσίας ἐσήμανεν. Λέγει δὲ καὶ ἐν τῷ περὶ
πίστεως λόγῳ οὕτως·
Αὐτὸν εἶπον θεόν, αὐτὸν ἄνθρωπον, αὐτὸν Υἱὸν Θεοῦ, αὐτὸν Υἱὸν ἀνθρώπου,
αὐτὸν ἐξ οὐρανοῦ, αὐτὸν ἀπὸ γῆς, αὐτὸν ἀπαθῆ, αὐτὸν παθητόν· οὐκ ἄλλον καὶ
40 ἄλλον, οὐ πρόσωπα δύο, οὐχ ὑποστάσεις δύο, οὐ προσκυνήσεις δύο. Τίς χρεία ζητεῖν
καὶ λογομαχεῖν;
Ὥστε εὔδηλον τὸ λέγειν δύο ὑποστάσεις βδελύττεται καὶ δύο πρόσωπα καὶ δύο
προσκυνήσεις· οὐ τὸ λέγειν δύο φύσεις.

45

1 : δεδιότες : δεδειότες A. 5 : ἀνθρωπότητι : ἀνθρωπίνῃ A.


7 : Ἰκονίου : Εἰκονίου A. 16 : ἀνατολικοῖς : αἱρετικοῖς A.
26 : Κύριλλος : Κύριος A. 43 : τὸ λέγειν : τῷ λέγειν A.
233 | 235 Κεφάλαιον ΚΔ´ 111

Κεφάλαιον ΚΔ´.

Προβλήματά τινα πρὸς τοὺς μίαν λέγοντας φύσιν·


καὶ συνηγορία ὑπὲρ τῆς Συνόδου.
5

§1 Ἐπαπορήσεις ὀρθοδόξου πρὸς τοὺς μίαν πρεσβεύοντας ἐπὶ Χριστοῦ φύσιν.

α´. Εἰ μιᾶς φύσεως μετὰ τὴν ἕνωσιν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός ἐστιν, εἰπὲ
ποίας· τῆς λαβούσης ἢ τῆς ληφθείσης; καὶ τί γέγονεν ἡ ἑτέρα; Εἰ δὲ ὑπάρχουσιν
10 ἀμφότεραι, πῶς μία, εἰ μὴ |234 ἐξ ἀμφοτέρων μία ἀπετελέσθη σύνθετος; Εἰ δὲ τοῦτο,
πῶς οὐχ ἑτεροούσιος ὁ Χριστὸς τοῦ Πατρὸς ἀσυνθέτου ὑπάρχοντος;

β´. Εἰ οὐδέποτε δύο φύσεων ὁ Χριστὸς ὁμολογεῖται, πῶς δυνατὸν λέγειν μιᾶς μετὰ
τὴν ἕνωσιν τὸν Χριστὸν, ἢ καὶ ὅλως λέγειν ἕνωσιν; Εἰ δὲ ὡμολόγηται ὁ Χριστὸς δύο
15 φύσεων γεγονέναι, εἰπὲ πότε ἦν δύο φύσεων ὁ Χριστὸς, καὶ ἐκ πότε γέγονε μιᾶς;

γ´. Ὁμοούσιος ὁ Θεὸς Λόγος τῇ προσληφθείσῃ σαρκὶ, ἢ ἕτεροούσιος; Ἀλλ’ εἰ μὲν


ὁμοούσιος, πῶς οὐ γέγονε τετρὰς ἡ τριὰς, ἑτέρου παρεισκριθέντος προσώπου; Τὸ
γὰρ ὁμοφυὲς καὶ ὁμοούσιον ἐπὶ τῶν πρὸς μίαν οὐσίαν ἀναγομένων ἀτόμων λέγεσθαι
20 πέφυκεν καὶ ταῖς ὑποστάσεσι ταῖς ὑπὸ τὸ ἓν καὶ τὸ αὐτὸ εἶδος ἀναφερομέναις τὸ
ὁμοούσιον ἐπιλέγεται, ἀλλὰ τῶν ὑποστάσεων τὸ ὀμοούσιον κατηγορεῖται. Εἰ οὖν
ὁμοούσιος ὁ Θεὸς Λόγος τῇ σαρκὶ, δύο ἔσται ὑποστάσεων· εἰ δὲ καὶ ἑτεροούσιος ἡ
σὰρξ τοῦ Θεοῦ Λόγου, πῶς οὐ δύο φύσεις ὁ Χριστός;

25 δ´. Μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην ὁμολογεῖν ἴσως δοκεῖτε· ἀλλ’ εἰ
μὲν μίαν οὐσίαν τοῦ Θεοῦ Λόγου καὶ τῆς σαρκὸς ἐντεῦθεν νοεῖν ἡμᾶς βούλεσθε,
πῶς οἷόν τε τὸ κτιστὸν τῷ ἀκτίστῳ καὶ τὸ ἀΐδιον τῷ ὑπὸ χρόνον εἶναι κατ’ οὐσίαν
ταὐτόν; Εἰ δὲ ὡς μιᾶς φύσεως ἐχούσης ἑτέραν ἢ ἐχομένης ὑφ’ ἑτέρας τοῦτο νοητέον,
τίς ὑποίσει μίαν καὶ μίαν οὐ δύο, ἀλλὰ μίαν εἰπεῖν; |235
30

ε´. Εἰ μία φύσις τοῦ Θεοῦ Λόγου καὶ τῆς σαρκὸς, μία δὲ φύσις τοῦ Θεοῦ Λόγου καὶ
τοῦ Πατρὸς, πῶς οὐ μία φύσις τοῦ Πατρὸς καὶ τοῦ Λόγου καὶ τῆς σαρκός;

ς´. Εἰ κατ’ οὐδὲν δύο ὁ Θεὸς Λόγος καὶ ἡ σὰρξ, καὶ εἰ κατὰ πάντα ἓν ὁ Θεὸς Λόγος
35 καὶ ἡ σὰρξ, πῶς οὐκ ἔσται ὁ Λόγος σὰρξ καὶ ἡ σὰρξ Λόγος καὶ ἀΐδιος λοιπὸν καὶ τῷ
Πατρὶ ὁμοούσιος ὡς Λόγος; Εἰ δὲ οὐ κατὰ πάντα ἓν ὁ Θεὸς Λόγος καὶ ἡ σάρξ, πῶς
οὐκέτι δύο ὁ Θεὸς Λόγος καὶ ἡ σάρξ;

ζ´. Εἰ ἀδύνατον πλέον ἡνῶσθαι τὸν Λόγον καὶ τὴν σάρκα, οὗ ἥνωται ὁ Θεὸς Λόγος
40 καὶ ὁ Πατὴρ, κατά τί εἰσι δύο. Ἡνωμένος δὲ ὁ Θεὸς Λόγος καὶ ἡ σὰρξ κατ’ οὐδέν εἰσι
δύο;

η´. Εἰ ἐκ δύο φύσεων μία φύσις γέγονεν ὁ Χριστὸς, ὥς φατε, εἴπατε, τί τὰ ἐξ ὧν ὁ


Χριστός; Καὶ εἰ οὐκ ἔστι ταῦτα ὁ Χριστὸς, ἀλλ’ εἰ μὲν φύσις γέγονεν ἑτέρα παρὰ τὰ
45 ἐξ ὧν ἐστιν ὁ Χριστὸς, εἴπατε, ὁποία αὕτη καὶ τίνι ἡ τοιαύτη φύσις ἔσται ὁμοούσιος;
Ἀνάγκη γὰρ τὴν μίαν φύσιν μιᾷ τινι καὶ τῇ αὐτῇ εἶναι ὁμοούσιον.
235 | 238 Κεφάλαιον ΚΔ´ 112

θ´. Εἰ μία φύσις σύνθετος ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, οὐ μιᾶς δὲ συνθέτου φύσεως
ὁ Πατὴρ, πῶς ἔσται ὁμοούσιος τῷ Πατρὶ μετὰ τὴν ἕνωσιν ὁ Χριστός; Εἰ δὲ μὴ κατὰ
τὴν μίαν σύνθετον ἑαυτοῦ φύσιν τὸν Χριστὸν λέγετε ὁμοούσιον τῷ Πατρὶ, καὶ εἰ
κατ’ ἐκείνην ἐστὶ καὶ ἡμῖν ὁμοούσιος, ἢ κατ’ ἄλλην;
5
ι´. Εἰ Θεὸς καὶ ἄνθρωπος καθ’ ὑμᾶς ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν ὁμολογεῖτε, οὐ τῇ
αὐτῇ δὲ φύσει, |236 ᾗ ἐστι Θεὸς, ταύτῃ ἐστὶ καὶ ἄνθρωπος, πῶς οὐ δύο φύσεις, ἢ Θεὸς
καὶ ἄνθρωπος ὁ Χριστός;

10 ια´. Εἰ ἀσύγχυτοι κατὰ τοὺς ἱεροὺς ἡμῶν διδασκάλους μεμενήκασιν αἱ φύσεις,
θεωρεῖται δὲ καὶ ἡ τούτων διαφορὰ μετὰ τὴν ἕνωσιν καὶ οὐκ ἀνῄρηται, πάντως τῶν
σωζομένων ἐν Χριστῷ δύο φύσεων μετὰ τὴν ἕνωσίν ἐστιν ἡ διαφορά. Εἰ γὰρ αἱ
φύσεις οὐ σώζονται, κατὰ τίνος ἡ διαφορὰ κατηγορηθήσεται, οὐκ ἔχουσα ποσὸν
ὑποκείμενον; Διαφορὰν γὰρ γνωσθῆναι χωρὶς ποσοῦ ἀμήχανον. Πῶς γὰρ τὸ ἓν
15 καὶ τὸ αὐτὸ διαφέρειν ἑαυτοῦ λέγοιτο; Ἀνάγκη οὖν πρὸς δήλωσιν τῆς διαφορᾶς τὸ
ποσὸν ἐξειπεῖν τῶν διαφερόντων, ἵνα μὴ ψιλὴν καὶ ἐπίπλαστον ὀφθῶμεν λέγοντες
τὴν διαφοράν.

ιβ´. Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος λέγετε τὸν Χριστὸν συντεθεῖσθαι, καὶ
20 ἀδιάφορον ὑμῖν ἐστι τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος λέγειν καὶ ἐκ δύο φύσεων τὸν
Χριστὸν, τί τὸ κωλύον ὑμᾶς ἐν θεότητι καὶ ἀνθρωπότητι τὸν Χριστὸν ὁμολογοῦντας,
ἐν δύο φύσεσιν αὐτὸν ἀκολούθως ὁμολογεῖν, εἰ μὴ πεπλασμένως καὶ μεθ’ ὑπο-
κρίσεως τὸ ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον ὁμολογεῖν προσποιεῖσθε;

25 §2 Τὰ τριάκοντα κεφάλαια τοῦ μακαρίου Λεοντίου κατὰ Σευήρου. |237

α´. Εἰ τὰ πάντῃ ταὐτὰ μιᾶς ἐστι φύσεως, αὐτὰ δὲ ταῦτα καὶ μία φύσις λέγεται, πῶς
τὰ μὴ πάντῃ ταὐτὰ κατὰ φύσιν μιᾶς ἂν εἴη φύσεως, ἢ μία φύσις λεχθήσεται; Ἀλλὰ
μὴν οὐδέποτε πάντῃ ταὐτὸν καὶ κατ’ αὐτοὺς ἡ τοῦ Χριστοῦ θεότης τῇ κατ’ αὐτὸν
30 ἀνθρωπότητι. Οὐκ ἄρα μιᾶς ταῦτα ἂν εἴη φύσεως, ἢ μία φύσις λεχθήσεται ταῦτα
μετὰ τὴν ἕνωσιν.

β´. Ὧν μία ἡ φύσις, κοινὸς ὁ λόγος· ὧν δὲ κοινὸς ὁ λόγος, καὶ ἡ ὕπαρξις ὁμοούσιος·
οὐδέποτε δὲ καὶ κατ’ αὐτοὺς ὁμοούσιος ἡ θεότης τοῦ Χριστοῦ τῇ ἀνθρωπότητι· οὐκ
35 ἄρα εἷς ποτε τούτων ὁ λόγος. Ὧν δὲ μηδέποτε εἷς ὁ λόγος, τούτων ἀεὶ αἱ φύσεις
δηλονότι διάφοροι.

γ´. Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος λέγοντες, καὶ ἐκ δύο φύσεων λέγουσιν,


καὶ ταὐτὸν αὐτοῖς σημαίνειν ἄμφω δοκεῖ, πῶς ἐν θεότητι καὶ ἀνθρωπότητι
40 λέγοντες μετὰ τὴν ἕνωσιν, οὐκ ἐν δύο φύσεσι λέγειν ἐκ τῶν παρ’ αὐτῶν δοθέντων
ἀναγκασθήσονται; Ταὐτὸν γὰρ καὶ ἐνταῦθα τὸ ἐξ ἀμφοῖν δηλούμενον.

δ´. Εἰ ἐκ δύο φύσεων τὸν Χριστὸν λέγοντες, ἐκ θεότητος καὶ ἀνθρωπότητος


λέγουσιν, καὶ ἐκ θεότητος καὶ ἀνθρωπότητος λέγοντες, ἐκ δύο φύσεων αὐτὸν
45 λέγουσιν, θεότητα δὲ καὶ ἀνθρωπότητα καὶ μετὰ τὴν ἕνωσιν λέγουσιν, δύο ἄρα
φύσεις καὶ αὐτοὶ τοῦ Χριστοῦ καὶ μετὰ τὴν ἕνωσιν λέγουσιν. |238 Εἰ δὲ τὸ λέγειν δύο
φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν ἀρνοῦνται, τὸ ἄρα λέγειν θεότητα Χριστοῦ
καὶ ἀνθρωπότητα μετὰ τὴν ἕνωσιν ἀρνοῦνται.
238 | 240 Κεφάλαιον ΚΔ´ 113

ε´. Εἰ ἀσύγχυτα ἐν τῇ ἑνώσει τὰ συνελθόντα γινώσκουσιν, δύο δὲ τὰ συνελθόντα


καὶ κατ’ αὐτούς εἰσι, πῶς τὰ ἐν τῇ ἑνώσει μὴ συγχυθέντα δύο, καὶ μετὰ τὴν ἕνωσιν οὐ
δύο γνωρίζουσιν; Εἰ δὲ δύο γνωρίζουσιν, πῶς οὐχ ὁμολογοῦσιν; Εἰ δὲ ὁμολογοῦσι,
πῶς ἀριθμεῖν ταῦτα παραιτοῦνται, ὧν τὴν τῆς φύσεως ἰδιότητα ἀσύγχυτον καὶ μετὰ
5 τὴν ἕνωσιν ἐπίστανται; Ὃ γὰρ ὁμολογοῦσι, φησὶν ὁ θεῖος Βασίλειος, καὶ ἀριθμείτωσαν. PG32.789B

ς´. Εἰ ἐκ δύο μὲν φύσεων λέγουσι τὸν Χριστὸν, δύο δὲ φύσεις αὐτὸν οὐ λέγουσιν,
ἐκ τούτων μὲν, οὐχὶ δὲ καὶ ταῦτα λέγουσι τὸν Χριστόν. Εἰ δὲ μὴ, ἐξ ὧν συνιστῶσι
τὸν Χριστὸν, καὶ ἐν τούτοις γνωρίζειν αὐτὸν ἀξιοῦσιν. Εἰ γὰρ μὴ ἐν αὐτῷ τὰ ἐξ ὧν
10 αὐτὸς, ἢ οὐδαμοῦ, ἢ ἐν ἑτέρῳ, δηλονότι καὶ ἔν τινι παρ’ αὐτόν. Καὶ τίς οὗτος, σαφῶς
διδασκέτωσαν.

ζ´. Εἰ ἐπὶ τῶν ὁμοουσίων ἡ μία φύσις λεγομένη, ταυτότητα τῶν ὑποκειμένων δηλοῖ
προηγουμένως, πῶς ἐπὶ τῶν ἑτεροουσίων αἱ δύο φύσεις οὐ τὸ διάφορον, ἀλλὰ τὸ
15 κεχωρισμένον ἀναγκαίως σημαίνουσιν;

η´. Εἰ πάντῃ τε καὶ πάντως ὁ ἀριθμὸς τὴν διαίρεσιν συνεισφέρει, ὁ ἀριθμὸς ἄρα ἔσται
τῆς διαιρέσεως αἴτιος, |239 οὐχ ἡ διαίρεσις τοῦ ἀριθμοῦ, καὶ δυοῖν ἀνάγκη θάτερον, ἢ
μηδὲν ἀριθμεῖσθαι τῶν ἡνωμένων, ἢ μηδὲν ἡνῶσθαι τῶν ἀριθμουμένων. Καὶ πῶς οὐ
20 καταγέλαστον τοιαύτην ἐξουσίαν τῷ ἀριθμῷ διδόναι, παντὸς ἀριθμοῦ τὸ ποσὸν τῶν
πραγμάτων, οὐ τὴν φύσιν ἢ τὴν ποιὰν τούτων σχέσιν παριστᾶν πεφυκότος;

θ´. Εἰ ὁ ἀριθμὸς πάντως χωρίζει τὰ ἀριθμούμενα, οὐχ ὁ τῶν φύσεων μόνος ἀριθμὸς
χωρίσει τὰς φύσεις, ἀλλὰ καὶ ὁ τῶν ἰδιοτήτων χωρίσει πάντως ἀριθμός. Πῶς τοίνυν
25 ἰδιότητας λέγοντες, οὐχὶ καὶ αὐτοὶ τῇ αἰτίᾳ τῆς διαιρέσεως ὑποκείσονται;

<ι´. Εἰ τῶν πρός τι ἡ ἕνωσίς τε καὶ τὰ ἑνωθέντα, ἅμα δὲ τὰ πρός τι καὶ ἀεὶ, ἅμα ἄρα
καὶ ἀεὶ ἡ ἕνωσις καὶ τὰ ἑνωθέντα. Εἰ δὲ τὰ ἑνωθέντα πέπαυται, συμπέπαυται τούτοις
καὶ ἡ ἕνωσις δηλονότι.>
30

<ια´> ι´. Εἰ ἔμπαλιν κατὰ τὸν θεῖον Γρηγόριον τῆς Τριάδος ἔχει ἡ κατὰ τὸν Σωτῆρα PG37.180A
οἰκονομία, τρεῖς δὲ ἀεὶ τὰς ὑποστάσεις, μίαν δὲ φύσιν ἐπὶ τῆς θεολογίας ὁμολογοῦμεν,
πῶς οὐ δύο μὲν φύσεις, μίαν δὲ ὑπόστασιν ἐπὶ τῆς κατὰ τὸν Σωτῆρα οἰκονομίας
δώσομεν, εἴπερ τὸ ἔμπαλιν τοῦ παντός ἐστι κατὰ τὸ ὅλον ἀντιστροφή;
35

<ιβ´> ια´. Εἰ τὸ ἄλλος καὶ ἄλλος ἀντωνυμίαι ὑποστάσεων κατὰ τὸν αὐτὸν θεολόγον, τὸ δὲ
ἄλλο καὶ ἄλλο ἀντωνυμίαι φύσεων, ἀεὶ δὲ τὸ πρότερον ἐπὶ τῆς θεολογίας, ἀεὶ ἄρα
τὸ δεύτερον ἐπὶ τῆς οἰκονομίας. Εἰ δὲ ἀεὶ τὸ δεύτερον ἐπὶ τῆς οἰκονομίας, ἀεὶ ἄρα αἱ
φύσεις, |240 ἐπεὶ ἀεὶ καὶ αἱ κατ’ αὐτῶν ἀντωνυμίαι.
40

<ιγ´> ιβ´. Εἰ ταὐτὸν τὸ ἄλλο καὶ τὸ φύσιν ἄλλην εἰπεῖν, ἀεὶ δὲ τὸ πρότερον ἀληθεύει ἐπὶ
τῆς θεότητος τοῦ Σωτῆρος καὶ τῆς ἀνθρωπότητος, ἀεὶ ἄρα τὸ δεύτερον ἐπὶ τῶν
αὐτῶν συναληθεύειν ἀνάγκη.

45 <ιδ´> ιγ´. Εἰ οὐ ταὐτὸν ἡ ἁπλῆ φύσις τῇ συνθέτῳ φύσει, ἡ δὲ ἁπλῆ τοῦ Λόγου φύσις μίαν
μόνην φύσιν δηλοῖ, ἡ σύνθετος κατ’ αὐτοὺς φύσις τοῦ Χριστοῦ οὐ μίαν φύσιν δηλοῖ.
Εἰ δὲ ἡ ἁπλῆ καὶ ἡ σύνθετος μίαν κατ’ αὐτοὺς φύσιν δηλοῖ, λεγέτωσαν τὴν διαφορὰν
τῆς συνθέτου κατ’ αὐτοὺς Χριστοῦ φύσεως καὶ τῆς ἁπλῆς τοῦ Λόγου φύσεως.

2 : πῶς τὰ ἐν τῇ ἑνώσει : πῶς τὰ συνελθόντα καὶ κατ᾽ αὐτοὺς εἰσι πῶς τὰ ἐν τῇ ἑνώσει A.
28 : Chapter 10 is missing in the ms. and is added here from Diekamp. The numbering, however
continues, so that Chapter eleven appears as Chapter ten and so on.
240 | 243 Κεφάλαιον ΚΔ´ 114

<ιε´> ιδ´. Τῶν ὀνομάτων καὶ τῶν ῥημάτων, τὰ μὲν ἔχει τὴν προφοράν πληθυντικὴν, ἑνικὴν
δὲ τὴν σημασίαν, ὡς Θῆβαι καὶ Ἀθῆναι καὶ παρεμβολαὶ, τὰ δὲ ἔμπαλιν ἑνικὴν μὲν
τὴν προφορὰν, πληθυντικὴν δὲ τὴν σημασίαν, ὡς τὸ χορὸς, δῆμος, στρατὸς, πόλις.
Λεγέτωσαν τοίνυν, πῶς ἡ μία σύνθετος αὐτοῖς φύσις λέγεται; Εἰ μὲν ὡς παρὰ τοῖς
5 Πατράσιν ἡ διττὴ λεγομένη καὶ διπλῆ φύσις, χώραν οὐκ ἔχει τὸ προσκεῖσθαι τῇ
συνθέτῳ φύσει τὸ μίαν αὐτὴν ὀνομάζειν, εἴπερ μηδὲ τῇ διττῇ. Πρὸς δὲ καὶ μάταιος
αὐτοῖς ὁ πρὸς τὰς δύο φύσεις πόλεμος· ἑνικῇ γὰρ σημασίᾳ καὶ αὐτοὶ πληθυντικὴν
ἀποδεδώκασιν ἔννοιαν. Εἰ δὲ, ὥσπερ ἔχει τὴν κλῆσιν ἑνικὴν, |241 οὕτως ἀξιοῦσι καὶ
τὴν σημασίαν εἶναι ἑνικὴν, ταὐτὸν αὐτοῖς σημαίνεται ἐκ τῆς ἁπλῆς καὶ συνθέτου
10 φύσεως, καὶ περιττὴ αὐτοῖς ἡ τοῦ συνθέτου φωνή. Τὸ γὰρ αὐτὸ ἐκ τῆς ἁπλῆς τε
καὶ συνθέτου ἀποδέδοται νόημα. Εἰ δὲ μηδ᾽ ὁπότερον τῶν εἰρημένων νοηθείη, ἄρα
καὶ συγκεχυμένην μίαν φύσιν ἐκ δύο φύσεων μυθοπλαστοῦσιν, ὁποία καὶ ἡ τῶν
ἡμιόνων ἐπινενόηται, καὶ παρὰ τοῖς Ἕλλησι δὲ ἡ τῶν πολυμόρφων ζῴων ἐπινενόηται
τερατεία.
15

<ις´> ιε´. Εἰ τὸ λέγειν μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην ἐναντίον ἐστὶ τῷ λέγειν
δύο ἡνωμένας, δυοῖν ἀνάγκη θάτερον, ἢ τὴν σάρκα ταύτην μὴ εἶναι φύσει μηδὲ
σαρκὸς ἔχειν φύσιν, ἢ οὖσαν μὴ λέγεσθαι ὅπερ ἐστίν. Ὁποτέραν τοίνυν βούλονται
τῶν ἀσεβειῶν, αἱρείσθωσαν, ἢ τὴν φύσιν ταύτην σάρκα μὴ εἶναι, ἢ τὴν σάρκα φύσιν
20 μὴ λέγεσθαι.

<ιζ´> ις´. Ἡ μία φύσις τοῦ Θεοῦ Λόγου σεσαρκωμένη τριπλῆν ἔχει τὴν ἔννοιαν. Ἢ γὰρ
κατὰ ἀντιστροφὴν λέγοιτο, οἷον ὅτι καὶ σεσαρκωμένη μία πάλιν ἐστὶ γυμνὴ σώματος,
ὥσπερ καὶ τοῦ χαλκοῦ ἀνδριάντος μία φύσις χαλκοῦ ἐσχηματισμένη, ἢ κατὰ τροπὴν
25 οὐσίας, οἱονεὶ μία φύσις τοῦ Λόγου ἀποσαρκωθεῖσα, ὥσπερ ἂν εἴ τις καὶ τοῦ ὕδατος
λέγοι |242 μιάν φύσιν ἀπολιθωθεῖσαν, ἢ ὅτι μία οὖσα ἡ τοῦ Λόγου φύσις, οὐ μόνον
καθ’ ἑαυτὴν, ἀλλὰ μετὰ σαρκὸς οὖσα θεωρεῖται. Εἰ μὲν οὖν κατὰ τὰς πρώτας ἐννοίας
τοῦτο λέγουσιν, αὐτόθεν αὐτοῖς τῆς ἀσεβείας ὁ ἔλεγχος· μετὰ γὰρ Ἀπολιναρίου καὶ
Εὐτυχοῦς ἀποσκευάζονται τὴν οἰκονομίαν. Εἰ δὲ κατὰ τὸ τελευταῖον σημαινόμενον,
30 πῶς ἡ μετὰ σαρκὸς τοῦ Λόγου φύσις τῇ φύσει τῆς σαρκὸς τῇ μετὰ τοῦ Λόγου οὔσῃ
μία τῇ φύσει ἐστίν; Ἢ πῶς μὴ οὖσα μία τῇ φύσει, μία φύσις λεχθήσεται;

<ιη´> ιζ´. Τὰ κυρίως ἀλλήλοις ἀντικείμενα ὅλην τὴν ἀπόφασιν καθ’ ὅλης τῆς καταφάσεως
ἀντιστρέφουσιν, οἷον τῇ λεγούσῃ καταφάσει, Παῦλος ἀπόστολός ἐστιν, ἡ λέγουσα
35 ἀπόφασις, Παῦλος ἀπόστολος οὐκ ἔστιν. Οὕτως δὲ καὶ ταῖς δύο φύσεσιν ἡ μία φύσις
ἀντίκειται. Εἰ γὰρ μία φύσις ἐστὶν ὁ Χριστὸς, οὐ δύο, καὶ εἰ δύο, οὐ μία. Εἰ δὲ μίαν
λέγοντες ἄλλο τι προστιθέασιν, οὐκέτι αὐτοῖς ἀντιφατικῶς λέγεται, ἀλλ’ ἑτεροίως
κατὰ περίφρασιν. Καὶ συνέστηκεν αὐτοῖς ἐξ ὀνόματος καὶ ὅρου ἡ τῶν δύο φύσεων
ὁμολογία, ἐκ μὲν ὀνόματος τῆς φύσεως τοῦ Λόγου, ἐκ δὲ ὅρου τῆς ἐψυχωμένης
40 σαρκὸς ψυχῇ λογικῇ καὶ νοερᾷ· ὅρος γὰρ ἀνθρωπίνης φύσεως οὗτος. Πῶς τοίνυν
τὸν ὅρον τῆς φύσεως λέγοντες, τὴν κλῆσιν αὐτῆς παραιτοῦνται, λεγέτω |243 σαν οἱ
μηδὲ τὰ συμφέροντα ἑαυτοῖς καὶ τὰ μαχόμενα συνορᾶν δυνάμενοι.

<ιθ´> ιη´. Ἡ ἁπλῆ φύσις τῇ συνθέτῳ φύσει οὐχ ὁμοούσιος. Εἰ δὲ ἁπλῆ μὲν ἡ τοῦ Πατρὸς
45 φύσις, σύνθετος δὲ ἡ τοῦ Χριστοῦ, οὐκ ἄρα ὁμοούσιος ἡ τοῦ Χριστοῦ φύσις τῇ
φύσει τοῦ Πατρός. Ἀλλὰ μὴν ὁμοούσιον τῷ Πατρὶ τὸν Χριστὸν καὶ ἡμῖν ὁμοούσιον
τὸν αὐτὸν λέγειν προσποιοῦνται. Λεγέτωσαν τοίνυν, εἰ ἐνδέχεται τὴν μίαν, ὡς αὐτοί
φασιν, σύνθετον τοῦ Χριστοῦ φύσιν ἐξ ὅλου εἶναι τῷ Πατρὶ ὁμοούσιον καὶ ὅλην
243 | 245 Κεφάλαιον ΚΔ´ 115

πάλιν ἡμῖν ὁμοούσιον, καὶ εἰ μὴ εἰς τὴν τοῦ Πατρὸς ὁμοουσιότητα τοῦτο καὶ ἡμᾶς
ἀναφέρει; Εἰ δὲ λέγοιεν μὴ κατὰ τὸ ὅλον τὴν μίαν τοῦ Χριστοῦ φύσιν τῷ τε Πατρὶ
καὶ ἡμῖν ὁμοούσιον, λείπεται τῆς μιᾶς φύσεως τὸ μὲν ἥμισυ εἶναι τῷ Πατρί, τὸ δὲ
ἥμισυ ἡμῖν ὁμοούσιον. Καὶ τοῦτο τί ἕτερόν ἐστιν ἢ μερίζειν ἣν αὐτοὶ λέγουσι μίαν
5 Χριστοῦ φύσιν εἴς τε ὁμοουσιότητα καὶ εἰς ἑτεροουσιότητα, καὶ εἰς προστημόρια
τῶν συμπληρούντων αὐτοῖς τὴν μίαν τοῦ Χριστοῦ φύσιν τὴν σύνθετον; Τῆς δὲ
Ἀπολιναρίου ἐστὶ δυσσεβείας καὶ τῆς Ἀρείου ἀρνεῖσθαι τὸ τέλειον τῆς θεότητος
τοῦ Χριστοῦ καὶ τῆς κατ’ αὐτὸν ἀνθρωπότητος.

10 <κ´> ιθ´. Εἰ Θεὸς καὶ ἄνθρωπος καὶ κατ’ αὐτοὺς ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν λέγεται,
φύσει δὲ ἀμφότερα, πῶς οὐ δύο φύσεις ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν, εἴπερ μηδὲ
ταὐτὸν τῇ φύσει Θεὸς καὶ ἄνθρωπος, |244 μηδὲ τῇ αὐτῇ φύσει, ᾗπέρ ἐστι Θεός, ταύτῃ
ἐστὶ καὶ ἄνθρωπος;

15 <κα´> κ´. Εἰ ὁμοούσιον καὶ ὁμοούσιον τὸν Χριστὸν καὶ μετὰ τὴν ἕνωσιν λέγουσιν, πρὸς
ἄλλο καὶ ἄλλο λέγοντες, τουτ᾽ ἔστι πρὸς τὸν Πατέρα καὶ πρὸς ἡμᾶς, οὐδέποτε
δὲ ὁ Πατὴρ καὶ ἡμεῖς ὁμοούσιοι, οὐδὲ τὸ ἡμῖν ἄρα ὁμοούσιον <ὁμοούσιον> ἔσται
τῷ τοῦ Πατρὸς ὁμοουσίῳ. Εἰ δὲ τὰ ὁμοούσια μιᾶς ἐστι καὶ λέγεται φύσεως, οὐχ
ὁμοούσιος δὲ καὶ κατ’ αὐτοὺς ἡ τοῦ Χριστοῦ θεότης τῇ κατ’ αὐτὸν ἀνθρωπότητι, τὰ
20 δὲ ἑτεροούσια ἑτέρας καὶ διαφόρου εἰσὶ φύσεως, καὶ τὰ τῇ φύσει ἕτερα καὶ φύσεις
ἕτεραι δηλονότι.

<κβ´> κα´. Αἱ ἰδιότητες οὐχ ἑαυτῶν, ἀλλὰ τινῶν εἰσιν ἰδιότητες. Εἰ δὲ δύο καὶ κατ’ αὐτοὺς
μετὰ τὴν ἕνωσιν αἱ ἰδιότητες, τινῶν δύο πάντως εἰσὶν ἰδιότητες. Ἀλλὰ μὴν δύο
25 ἰδιότητας λέγοντες, φυσικὰς ταύτας λέγουσιν. Λεγέτωσαν τοίνυν, εἰ μὴ αἱ δύο
φυσικαὶ ἰδιότητες <δύο φύσεων εἰσιν ἰδιότητες>. Εἰ δὲ τὰς δύο φυσικὰς ἰδιότητας
καὶ μετὰ τὴν ἕνωσιν λέγουσιν, ἀεὶ ἄρα αἱ δύο φύσεις, ἐπεὶ καὶ δύο τούτων φυσικαὶ
ἰδιότητες.

30 <κγ´> κβ´. Ἡ διαφορὰ διαφερόντων ἐστὶ διαφορά· αἱ δὲ συστατικαὶ διαφοραὶ τὰ οὐσιωδῶς


διαφέροντα διακρίνουσιν. Λεγέτωσαν τοίνυν, εἰ μὴ διαφορὰν θεότητος καὶ ἀνθρω-
πότητος λέγοντες, φυσικὴν τούτων διαφορὰν καὶ μετὰ τὴν ἕνωσιν λέγουσιν. Εἰ δὲ
φυσικὴν λέγουσι διαφορὰν, φύσεων πάντως λέγουσι |245 διαφοράν. Εἰ δὲ τοῦτο,
φύσεων ἄρα διαφορὰν καὶ μετὰ τὴν ἕνωσιν λέγουσιν, εἴπερ αἱ δύο φύσεις φυσικῇ
35 διαφορᾷ πάντως δύο φύσεις εἰσίν.

<κδ´> κγ´. Εἰ κατὰ τὸν ἀληθῆ λόγον καὶ τοὺς ἁγίους Πατέρας ταύτην ἔχει τὴν διαφορὰν ἡ
οὐσία πρὸς τὴν ὑπόστασιν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ ἴδιον, ἡ μία φύσις τοῦ Λόγου οὐ
πρὸς τὴν σάρκα μία φύσις λέγεται, ἀλλὰ πρὸς τὸν Πατέρα· πρὸς αὐτὸν γὰρ ἔχει τὴν
40 τῆς φύσεως ἑνότητα. Εἰ δὲ πρὸς τὸν Πατέρα μία φύσις ἐστί τε καὶ λέγεται, εὔδηλον
ὡς οὐ μία φύσις ποτὲ πρὸς τὴν σάρκα λεχθήσεται. Εἰ δὲ ὁ Λόγος οὐ μία φύσις πρὸς
τὴν σάρκα λέγεται, εὔδηλον ὡς οὐδὲ ἡ σὰρξ πρὸς αὐτόν ποτε μία φύσις λεχθήσεται.
Εἰ δὲ μηδὲ ἡ σὰρξ πρὸς τὸν Λόγον, μηδὲ ὁ Λόγος πρὸς τὴν σάρκα μία φύσις λέγεται,
μεταξὺ δὲ μιᾶς καὶ δύο οὐδὲν τὸ μέσον, σαφῶς ὅτι ἡ ἀναίρεσις τῆς μιᾶς φύσεως τὴν
45 τῶν δύο φύσεων συνεισάγει ὁμολογίαν.

<κε´> κδ´. Εἰ τὴν ἀπὸ τοῦ Πατρὸς ἰδιότητα ἡ ὑπόστασις τοῦ Λόγου ἀφορίζει, ταύτῃ δὲ τῇ
ἀφοριστικῇ ἰδιότητι τῇ ἀπὸ τοῦ Πατρὸς, ἥτις ἐστὶν ὑπόστασις, ἄλλος ἐστὶ πρὸς τὸν

5 : προστημόρια : πρὸς τῇ μοιρα A + τημόρια written in margin. Diekamp writes ποστημόρια.


245 | 248 Κεφάλαιον ΚΔ´ 116

Πατέρα, οὐ ταύτῃ δὲ τῇ ἀφοριστικῇ ἰδιότητι καὶ ἀπὸ τῆς σαρκὸς διακρίνεται, πῶς ἢ
γὰρ ἄλλος ἔσται ὁ Λόγος ἀπὸ τῆς σαρκὸς, ἢ ὡς ὑπόστασις ἀπ’ αὐτῆς ἀφορισθήσεται;
|246 Εἰ δὲ οὐ ταύτῃ τῇ ἰδιότητι διαστέλλεται ἀπὸ τῆς σαρκός, ἑτέρᾳ δηλονότι τῇ τῆς
φύσεως ἰδιότητι, ἥτις τῷ Πατρὶ συνάπτουσα τῆς σαρκὸς ἀποδιαστέλλει αὐτόν. Ἐκ
5 τούτων τοίνυν δῆλον, πῶς δύο μὲν φύσεις λέγομεν ἐπὶ Χριστοῦ, μίαν δὲ ὑπόστασιν,
ὅτι τῇ ἀφοριστικῇ ἰδιότητι τῇ ἀπὸ τοῦ Πατρὸς συνάπτεται πρὸς τὴν σάρκα. Ὥσπερ
ἀμέλει τῇ συναπτούσῃ αὐτὸν φυσικῇ ἰδιότητι τῷ Πατρὶ, τὸ διάφορον ἔχει πρὸς τὴν
σάρκα, καὶ ὥσπερ πρὸς τὸν Πατέρα μία φύσις ἐστὶ διὰ τὴν τῆς φύσεως ταυτότητα,
οὕτως οὐ μία φύσις πρὸς τὴν σάρκα διὰ τὴν ταύτης καὶ ἐν τῇ πρὸς τὸν Λόγον ἑνώσει
10 φυσικὴν ἄτρεπτον ἰδιότητα.

<κς´> κε´. Εἰ πάντα τὰ ὁμοούσια τῷ τῆς φύσεως λόγῳ συνάπτεται, καὶ διὰ τοῦτο λέγονται
μία φύσις, τὰ δὲ ἑτεροούσια ἑνώσει καὶ οὐ φύσει συνάπτεσθαι πέφυκεν, οὐ ταὐτὸν
δὲ ἕνωσις καὶ φύσις, οὐ ταὐτὸν ἄρα τὸ ἐξ ἀμφοῖν ἀποτέλεσμα. Εἰ δὲ ἃ ἡ φύσις
15 συνάπτει, μία φύσις λέγεται, τὰ τῇ ἑνώσει συναπτόμενα ὑποστάσει μὲν, οὐ μὴν
φύσει καὶ οὐσίᾳ, ἓν εἶναι λεχθήσεται.

<κζ´> κς´. Κοινῶς παρὰ πάντων ὡμολόγηται τὸ ἄνθρωπος ὄνομα τὴν φύσιν δηλοῦν, τὸ
δὲ Παῦλος ἢ Πέτρος τὴν ὑπόστασιν. Κατὰ δὲ τὸν μακάριον Κύριλλον τὸ Χριστὸς PG75.1369A
20 ὄνομα οὔτε δύναμιν ὅρου ἔχει, οὔτε τήν τινος οὐσίαν δηλοῖ, ὡς ἀνθρώπου καὶ ἵππου
καὶ βοὸς, |247 καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος. Οὐκοῦν οὐ ταὐτὸν ἄνθρωπόν τε
ἁπλῶς εἰπεῖν καὶ Χριστόν. Πῶς τοίνυν τὸ τοῦ ἀνθρώπου παράδειγμα, τῆς φύσεως
ὂν δηλωτικὸν, μετάγετε ἐπὶ τὸ τοῦ Χριστοῦ πρόσωπον, τοῦ ὀνόματος τοῦ Χριστοῦ
κατὰ τὸν διδάσκαλον οὐ φύσιν δηλοῦντος, ἀλλ’ ὑπόστασιν; Εἰ δὲ λέγοιτε αὐτόν
25 τε καὶ τοὺς ἄλλους πατέρας χρήσασθαι τῷ τοῦ ἀνθρώπου παραδείγματι εἰς τὸν
τῆς ἑνώσεως λόγον, οὐ τὸν ἁπλῶς ἄνθρωπον, ἀλλὰ τόν τινα παραλαμβάνουσιν,
ὑπόστασις δὲ οὗτος. Ἐπιστήσατε δὲ, ὅτι καὶ ἐν δυσὶν αὐτὸν τοῖς χιμάροις διαγράφει
τῷ λόγῳ. Ὥσπερ οὖν ἐνταῦθα οὐ πρὸς τὰς ὑποστάσεις τῶν χιμάρων φέρει τὸ PG77.220C
παράδειγμα, ἀλλὰ πρὸς τὸ διάφορον τοῦ τε ζῶντος καὶ τοῦ τεθυμένον τὴν ἀνα-
30 φορὰν ἔχει, οὕτως καὶ ἐνταῦθα οὐ πρὸς τὴν ἀναίρεσιν τῶν φύσεων, ἀλλὰ πρὸς τὴν
ἑνότητα τοῦ προσώπου ἡ τοῦ τινος ἀνθρώπου εἰκὼν παραλαμβάνεται. Ὅτι δὲ καὶ ὅ
τις ἄνθρωπος παρὰ τοῖς αὐτοῖς πατράσιν ἐκ δύο τε καὶ δύο φύσεις ἐστὶ, καθὸ ψυχὴ
καὶ σῶμα, ἐκ τῶν συγγεγραμμένων αὐτοῖς πολλαχόθεν ἔστι πιστώσασθαι.

35 <κη´> κζ´. Τὸ λέγειν ἐκ δύο φύσεων τὸν Χριστὸν, ἢ ὡς ἀπὸ τῶν ἀρχῶν, ἢ ὡς ἀπ’ αὐτῶν τῶν
ἑνωθέντων μερῶν νοεῖν ὑποβάλλει. Ἀλλ’ εἰ μὲν ὡς ἀπὸ τῶν ἀρχῶν, ἐξ ὑποστάσεων
μᾶλλον καὶ οὐκ ἐκ φύσεων ἔσται, εἴπερ ἀρχαὶ αὐτοῦ |248 κατὰ μὲν τὴν θεότητα ὁ
Πατὴρ, κατὰ δὲ τὴν ἀνθρωπότητα ἡ μήτηρ. Ἐκ τούτων δὲ ὢν ὡς ἀπὸ αἰτιῶν, σαφὲς
ὅτι οὐ ταὐτὰ ἔσται, κἂν ὅπερ ταῦτα. Εἰ δὲ ὡς ἀπὸ μερῶν, πῶς οὐκ ἐν τῷ ὅλῳ τὰ μέρη;
40 ἢ πῶς τὸ ὅλον οὐκ ἐν τοῖς μέρεσιν; Εἰ γὰρ μήτε τὸ ὅλον ἐν τοῖς μέρεσιν μηδὲ τὰ μέρη
ἐν τῷ ὅλῳ, λείπεται, ὡς προείρηται, ἢ μηδαμοῦ μηδ’ ὅλως εἶναι ταῦτα, ἢ ἐν ἑτέρῳ
παρὰ τὸν Χριστὸν θεωρεῖσθαι τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα,
καὶ ἐν ἑτέροις τὸν Χριστὸν καὶ οὐκ ἐν τῇ κατ’ αὐτὸν θεότητι καὶ ἀνθρωπότητι
θεωρεῖσθαι. Τοῦτο δὲ οὐ τῆς κατ᾽ αὐτὸν ἀνθρωπότητος μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς
45 τοῦ Λόγου θεότητος τὴν ὕπαρξιν ἀναιρεῖ.

<κθ´> κη´. Τὸ ποσὸν τῶν πραγμάτων παρίσταται οὐ μόνον ἐξ ὡρισμένου, τοῦ δύο ἢ τρία
ἢ τέσσαρα, ἀλλὰ καὶ ἐξ ἀορίστου, οἷον τοῦ πολλὰ καὶ πλείονα καὶ ἐλάττονα, καὶ εἴ

23 : μετἀγετε : μετάγεται A. 27 : χιμάροις : χειμάρροις A.


28 : χιμάρων : χειμάρρων A.
248 | 251 Κεφάλαιον ΚΔ´ 117

τι ὅμοιον· καὶ ἐξ ἀναλογίας, οἷον μεῖζον, ἧττον, ἴσον, πρός τι· καὶ ἀπὸ τῆς δεικτικῆς
φωνῆς, οἷον τῆς τοῦτο, κἀκεῖνο, καὶ ταῦτα, καὶ ἄλλα, καὶ ἕτερα· καὶ ἀπὸ τῆς τάξεως,
οἷον πρὸ τοῦδε καὶ μετ᾽ ἐκεῖνο καὶ ἀπ᾽ ἀρχῆς καὶ ὕστερον· εἰκὸς δὲ καὶ καθ’ ἑτέρους
τρόπους. Εἰ μὲν οὖν ἅπαντας τοὺς δηλωτικοὺς τρόπους τῶν πραγμάτων διαιρετικοὺς
5 ἴσασι τῶν δηλουμένων, αὐτόθεν αὐτοῖς τῆς ἀτοπίας ὁ ἔλεγχος. Καὶ γὰρ καὶ αὐτοὶ
μίαν καὶ |249 μίαν λέγουσι καὶ φύσεις ἀορίστους καὶ ἰδιότητας τοῦτό τε κἀκεῖνο, καὶ
ἄλλο καὶ ἄλλο, καὶ ἕτερον καὶ ἕτερον, καὶ μεῖζον καὶ ἧττον, καὶ ἴσον καὶ πρός τι, καὶ
πρὸ τοῦδε καὶ μετ’ ἐκεῖνο καὶ ἀπ’ ἀρχῆς καὶ ὕστερον. Εἰ δὲ μὴ πάντας τοὺς τρόπους,
τὸν δὲ ὡρισμένον μόνον ἀριθμὸν καὶ μάλιστα τῆς δυάδος διαιρεῖν ὑποτίθενται, ἀπο-
10 κληρωτικὸς ἔσται ὁ λόγος. Ἐπεὶ λεγέτωσαν αὐτοὶ, τί δήποτε κατὰ πολλοὺς τοὺς
τρόπους τῆς ποσότητος τῶν ὑποκειμένων δηλουμένης, μόνη ἡ δυὰς τὴν φοβερὰν
αὐτοῖς τῆς διαιρέσεως ἔννοιαν ἐπεισάγει τῆς ἑτέρας ἑτέρως ἐχούσης; ἡ γὰρ δυὰς τὰ
δύο ὁμοῦ ἀριθμούμενα, ἀλλ’ οὐ κεχωρισμένα κατὰ τὴν συλληπτικὴν τοῦ ἀριθμοῦ
τούτου δύναμιν παρίστησι μᾶλλον ἢ τῆς μιᾶς καὶ μιᾶς αὐτῶν ὁ διαλελυμένος καὶ
15 καθ’ ἑαυτὸν θεωρούμενος.

<λ´> κθ´. Εἰ πᾶσα σύνθεσις μοναδικῶς ἐξαγγέλλεται καὶ τὸν ἀριθμὸν ἐκβάλλει τῶν
συντεθειμένων, δυοῖν ἀνάγκη θάτερον, ἢ ἀσύνθετον εἶναι τὸ ἡμέτερον σῶμα καὶ
τὸν ὅλον ἄνθρωπον, ἢ μὴ κατηγορεῖσθαι κατὰ τοῦ σώματος ἢ τοῦ ὅλου ἀνθρώπου
20 κατ᾽ αὐτοὺς τὸν ἀριθμόν.
Λεγέτωσαν τοίνυν, εἰ μὴ ἀριθμὸν τῶν συνθέτων ὑποβάλλει τὰ οὕτως ἔχοντα
γραφικὰ, τὸ Ἐθετο τὰ μέλη ἓν ἕκαστον ἐν τῷ σώματι, καὶ Πολλὰ μὲν μέλη, ἓν δὲ 1Cor 12.18; 1Cor
σῶμα, καὶ Ἐξηρί |250 θμησαν πάντα τὰ ὀστᾶ μου, καὶ Ὤρυξαν χεῖράς μου καὶ πόδας, 12.20; Ps 21.18;
καὶ Ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. Ἀλλὰ καὶ ἐπὶ συναμφοτέρου τρία ἀριθμεῖ Ps 21.17; Ac 1.18;
25 ὁ Ἀπόστολος, ψυχὴν καὶ σῶμα καὶ πνεῦμα, καὶ Ἐζυμώθη κατὰ τὴν παραβολὴν τοῦ cf. Heb 4.12;
Σωτῆρος εἰς ἀλεύρου σάτα τρία, καὶ Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ Mt 13.33;
ἐν τῷ πνεύματι, ἅτινά ἐστι τοῦ Θεοῦ, καὶ πάλιν περὶ τῶν αὐτῶν, Ταῦτα δὲ ἀντίκεινται 1Cor 6.20;
ἀλλήλοις. Gal 5.17
Λεγέτωσαν τοίνυν, εἰ μὴ τὸ ἅτινα καὶ ταῦτα καὶ ἀντίκεινται ἀλλήλοις ἀριθμοῦ
30 εἰσιν εἴδη. Λεγέτωσαν δὲ καὶ, τίνες οἱ ἐπὶ τῆς κλίνης καὶ τοῦ μύλωνος δύο, ὧν ἡ Lk 17.34
μία παραλαμβάνεται καὶ ἡ μία ἀφίεται. Ἔτι δὲ καὶ, εἰ μὴ τῷ Σωτῆρι δύο νοεῖται ὁ Mt 24.41
ἄνθρωπος, τὸ σῶμα καὶ ἡ ψυχὴ, ὧν τὸ μὲν δύνανται ἀποκτεῖναι οἱ ἐπιβουλεύοντες,
τὸ δὲ ἀνώτερον τῆς ἐπιβουλῆς τυγχάνει, ἀμφότερα δὲ ἐν γεέννῃ ἀπολλύμενα, εἰ Mt 10.28
τούτου κριθεῖεν ἄξια. Ἐὰν γὰρ εἴπωμεν τὴν συνεχῆ τοῦ χρόνου φύσιν πλέον ἡνῶσθαι,
35 ἢ τὰ κατὰ σύνθεσιν εἰς δώδεκα ὥρας ὑπὸ τοῦ Κυρίου διαιρεῖσθαι, ἢ πάλιν κατὰ τὸ Jn 11.9
ὑπ’ αὐτοῦ εἰρημένον ὅλον τὸν νόμον ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς κρεμᾶσθαι, τῇ Mt 22.40
εἰς τὸν Θεὸν καὶ τῇ εἰς τὸν πλησίον ἀγάπῃ, τάχα καὶ αὐτὸς ὁ Κύριος μεθ’ ἡμῶν τῆς
διαιρέσεως τὸ ἔγκλημα οὐκ ἐκφεύξεται, τὴν ἡμέραν εἰς δώδεκα |251 τεμὼν ὥρας καὶ
τὸν νόμον εἰς δύο γενικὰς ἐντολάς.
40 Καὶ ὅλως τῷ γε φιλοπόνως ἐντυγχάνοντι τῇ τε Γραφῇ καὶ τοῖς Πατράσι ποικίλην
καὶ πολυειδῆ τοῦ ἀριθμοῦ τὴν χρῆσιν εὑρεῖν ἔξεστι κατά τε ἁπλῶν καὶ συνθέτων
καὶ ἡνωμένων καὶ διῃρημένων καὶ ὑφεστώτων καὶ ἐπινοίᾳ θεωρητῶν καὶ μέχρι τῶν
πάντῃ ἀνυποστάτων χωροῦσαν.
Καὶ τοῦτο δὲ μὴ ἀγνοῶμεν, ὡς λανθάνειν προσποιοῦνται τοὺς ἁπλουστέρους,
45 ὥς τινος οὔσης διαφορᾶς μεταξὺ τοῦ δύο εἰπεῖν καὶ ἄμφω καὶ ἑκατέρας, καὶ ἐν ἀμφοῖν
καὶ δι’ ἀμφοῖν. Ταῦτα δὲ πάντα καὶ τὰ τοιαῦτα ταὐτὸν ἀλλήλοις ἐστὶν ἤπερ τι ἕτερον,
καὶ τὰ μὲν αὐτῶν ἐν τῇ κοινῇ χρήσει, τὰ δὲ παρὰ τοῖς ἐλλογιμωτέροις εὑρίσκεται, ὡς
καὶ πολλὰ ἕτερα ταὐτὰ ὄντα πολλοῖς δηλοῦται τοῖς τοῦ λόγου μέρεσιν.

1 : δεικτικῆς : δεκτικῆς A.
9 : τῆς δυάδος : τῆς τῆς δυάδος A.
251 | 253 Κεφάλαιον ΚΔ´ 118

Ὁ γοῦν θεσπέσιος Παῦλος τὴν διάφορον τούτων χρῆσιν ἀποικίλλει φάσκων,


Ὁ ποιήσας τὰ ἀμφότερα ἕν· καὶ πάλιν, Ἵνα κτίσῃ τοὺς δύο ἐν αὐτῷ· καὶ πάλιν, Καὶ Eph 2.14; Eph 2.15;
ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους. Ὥστε παντὸς ἀληθέστερον μήτε ἐν τῇ θείᾳ Γραφῇ Eph 2.16
μήτε μὴν ἐν τοῖς Πατράσι ταῦτα διάφορον νοῦν ἐμποιεῖν ἐν τῇ διαφόρῳ αὐτῶν
5 σημασίᾳ, ἀλλ’ ἐν ᾧ ἂν ἓν τούτων εὑρίσκηται, ταὐτὸν δηλοῦσθαι τῇ ἐκ πάντων
τούτων διαφόρῳ σημασίᾳ.
Ἡμεῖς δὲ ἐπὶ τοῖς εἰρημένοις |252 τῷ Θεῷ εὐχαριστήσαντες, αὐτοῦ που τὸν
ἀριθμὸν τῶν ἐπαπορήσεων στήσωμεν. Οὐ λογογραφεῖν, ἀφορμὴν δὲ καὶ σπέρμα
τοῖς φιλοπονωτέροις καὶ τελειοτέρας ἐπεξεργασίας καταλιπεῖν πάσῃ δυνάμει
10 προεθυμήθημεν.

Χρήσεις ἀντιθετικαὶ πρὸς τοὺς λέγοντας κατὰ τῆς ἁγίας Συνόδου, ὡς τέταρτον
πρόσωπον ἐπεισάγει διὰ τοῦ λέγειν·
Περί τε γὰρ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐκδιδάσκει τὸ
15 τέλειον καὶ τοῦ Κυρίου τὴν ἐπανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν.

§3 Ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου.

Φησὶν ὁ Κύριος τοῖς μαθηταῖς· Mt 28.19-20


20 Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα
ἐνετειλάμην ὑμῖν, καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἶμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας
τοῦ αἰῶνος.
Καὶ πάλιν·
25 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς Mt 20.18
τὸ σταυρωθῆναι. Mt 26.2

Σχόλιον.
Ἆρα ὡς ἕτερος περὶ ἑτέρου ἔλεγεν ὁ Κύριος, Καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου
30 παραδίδοται, ἅπαξ εἰπὼν, Ἰδοὺ ἀναβαίνομεν; ἢ μετὰ τὸ εἰπεῖν, Εἰς τὸ ὄνομα τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τὸ, Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι λέγων,
τέταρτον εἰσάγει πρόσωπον; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν τοῦτο.

§4 Κυρίλλου ἐκ τοῦ β´ βιβλίου περὶ τῆς ἐν πνεύματι λατρείας. PG68.529C


35

Λάκκον ἔοικεν ὀνομάζειν ἡμῖν ἐν τούτοις ὁ νόμος, τῆς θεοπνεύστου Γραφῆς Ex 21.33-34
τὴν γνῶσιν, |253 καὶ τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον, καὶ τοῦ κατὰ
Χριστὸν μυστηρίου τὴν εἴδησιν· κεῖται γὰρ ὥσπερ ἐν βάθει ταύτῃ, καὶ ζωοποιὸν ἔχει
τὴν δύναμιν.
40

§5 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς Ζαχαρίαν τὸν προφήτην. PG72.36B

Δεῖ δὴ οὖν ἄρα τῶν τοιούτων ἀποφοιτᾶν, καὶ ὡς ἐκ τῆς ἀλλοτρίας τῆς ἀπε–
ψυγμένης καὶ νεκρᾶς τοῦ νόμου διαθέσεως μεταφοιτᾶν εἰς Σιὼν, τουτ᾽ ἔστιν εἰς
45 τὸ ἀληθὲς, ἵνα νοῶμεν τὴν ἐκκλησίαν Χριστοῦ, ἐν ᾗ γεγονότες κατοψώμεθα τὸ
Θεῷ δοκοῦν, καὶ τοῦς ἐπὶ τῇ ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι περιαθρήσωμεν λόγους,
καὶ αὐτὸν εὑρήσωμεν ἐκ παντὸς ἡμᾶς τρόπου συναγείροντα Χριστὸν, συνδέοντα
πνευματικῶς εἰς ὁμοψυχίαν.

5 : εὑρίσκηται : εὑρίσκεται A. 9 : ἐπεξεργασίας : ἐπεξεργασίαν A.


253 | 255 Κεφάλαιον ΚΔ´ 119

§5 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν Ἡσαΐαν <ὑπομνήματος>. PG72.36B

Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Is 8.1
Διὰ ποίαν αἰτίαν; Ὅτε μὲν γὰρ τοῖς τῆς διανοίας ὄμμασιν τὸ τῆς ἁγίας καὶ ὀμοουσίου
5 Τριάδος πολυπραγμονοῦμεν μυστήριον, εἶτα λέγειν ἑτέροις ἐπιχειροῦμεν ἔσθ᾽ ὅτε
τὴν ἀπόρρητον γέννησίν τε καὶ ἐνανθρώπησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· τότε
δὴ, τότε χρεία γραφίδος ἡμῖν οὐκ ἀνθρωπίνης καὶ καθ’ ἡμᾶς.

§6 Ἐκ τῆς συνοδικῆς ἐπιστολῆς, ἧς ἔγραψαν οἱ ἐν Κωνσταντινουπόλει ρν´ PG82.1216C


10 Δαμάσῳ τῷ Ῥώμης καὶ τῇ κατ’ αὐτὸν συνόδῳ.

Μήτε μὴν τὴν Εὐνομιανῶν καὶ Ἀρειανῶν, καὶ Πνευματομάχων βλασφημίαν


ἰσχύειν, τῆς οὐσίας ἢ τῆς φύσεως ἢ τῆς θεότητος |254 τεμνομένης, ἢ τῇ ἀκτίστῳ
καὶ συναϊδίῳ καὶ ὀμοουσίῳ Τριάδι μεταγενεστέρας τινὸς, ἢ κτιστῆς ἢ ἑτεροουσίου
15 φύσεως ἐπεισαγομένης, καὶ τὸν περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου λόγον
ἀδιάστροφον σώζομεν.

§7 Καὶ Τιμόθεος δὲ ὁ Αἴλουρος ὁ τῆς ἀληθείας ἐχθρὸς οὕτως ἐν τῇ γραφείσῃ παρ’


αὐτοῦ ἐπιστολῇ πρὸς Λέοντα τὸν βασιλέα διὰ τοῦ σελεντιαρίου Διομήδους ἔφη·
20

Τριάδα γὰρ οἶδα τελείαν ὁμοούσιον τῇ δόξῃ καὶ τῇ ἀϊδιότητι, οὐδὲν ἑαυτῆς
πλέον ἢ ἔλαττον ἔχουσαν. Τοῦτο γὰρ καὶ ἐπὶ τῆς Νικαέων οἱ μακάριοι Πατέρες ἡμῶν
τιη´ ἐδίδαξαν, ὥσπερ ἀμέλει καὶ περὶ τῆς σαρκώσεως αὐτοῦ τοῦ Κυρίου ἡμῶν καὶ
Σωτῆρος Ἰησοῦ Χριστοῦ.
25

§8 Ὅρος τῆς ἐν Χαλκηδόνι ἁγίας Συνόδου·


καὶ ἀπολογία περὶ ὧν τινες τῶν αἰρετικῶν διαβάλλουσι τὸν τοιοῦτον ὅρον.

Ἡ ἁγία μεγάλη καὶ οἰκουμενικὴ Σύνοδος ἡ κατὰ Θεοῦ χάριν καὶ θέσπισμα τῶν
30 εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων Οὐαλεντινιανοῦ καὶ Μαρκιανοῦ,
συναχθεῖσα ἐν τῇ Χαλκηδονέων μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας ἐν τῷ μαρτυρίῳ
τῆς ἁγίας καλλινίκου μάρτυρος Εὐφημίας ὥρισεν τὰ ὑποτεταγμένα:
Ὁ Κύριος ἡμῶν καὶ Σωτὴρ ὁ Χριστὸς, τῆς πίστεως τὴν γνῶσιν τοῖς ἑαυτοῦ
μαθηταῖς βεβαιῶν, ἔφη· Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὥστε μηδένα πρὸς τὸν |255 Jn 14.27
35 πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ᾽ ἐφ᾽ ἴσης τὸ τῆς ἀληθείας
ἐπιδείκνυσθαι κήρυγμα.
Ἐπειδὴ δὲ οὐ παύεται διὰ τῶν ἑαυτοῦ ζιζανίων ὁ πονηρὸς τοῖς τῆς εὐσεβείας Mt 13.25
ἐπιφυόμενος σπέρμασι καί τι καινὸν κατὰ τῆς ἀληθείας ἐφευρίσκων ἀεὶ, διὰ τοῦτο
συνήθως ὁ δεσπότης Θεὸς, προνοούμενος τοῦ ἀνθρωπίνου γένους, τὸν εὐσεβῆ
40 τοῦτον καὶ πιστότατον πρὸς ζῆλον ἤγαγε βασιλέα καὶ τοὺς ἁπανταχῇ τῆς ἱερωσύνης
πρὸς ἑαυτὸν ἀρχηγοὺς συνεκάλεσεν, ὥστε τῆς χάριτος τοῦ πάντων ἡμῶν δεσπότου
Χριστοῦ συνεργούσης, πᾶσαν μὲν τοῦ ψεύδους τῆς τοῦ Χριστοῦ ποίμνης ἀπώσασθαι
λοίμην, τοῖς δὲ τῆς ἀληθείας αὐτὴν καταπιαίνειν βλαστήμασιν.
Ὃ δὴ καὶ πεποιήκαμεν κοινῇ ψήφῳ τὰ τῆς πλάνης ἀπελάσαντες δόγματα,
45 τὴν δ᾽ ἀπλανῆ τῶν Πατέρων ἀνανεωσάμενοι πίστιν, τὸ τῶν τιη´ σύμβολον τοῖς
πᾶσι κηρύξαντες καὶ ὡς οἰκείους τοὺς τοῦτο τὸ σύνθημα δεξαμένους Πατέρας
ἐπιγραψάμενοι, οἵπερ εἰσὶν οἱ μετὰ ταῦτα ἐν τῇ μεγάλῇ Κωνσταντινουπόλει
συνελθόντες ρν´, καὶ αὐτοὶ τὴν αὐτὴν ἐπισφραγισάμενοι πίστιν.

5 : εὑρίσκηται : εὑρίσκεται A. 18 : Αἴλουρος : Ἔλουρος A.


30 : Οὐαλεντινιανοῦ : Οὐαλεντινοῦ A. 31 : Χαλκηδονέων : Χαλκηδονίων A.
255 | 258 Κεφάλαιον ΚΔ´ 120

Ὁρίζομεν τοίνυν τὴν τάξιν καὶ τοὺς περὶ τῆς πίστεως ἅπαντας τύπους
φυλάττοντες καὶ ἡμεῖς τῆς κατ᾽ Ἔφεσον πάλαι γεγενημένης ἁγίας Συνόδου ἧς
ἡγεμό |256 νες οἱ ἁγιώτατοι τὴν μνήμην Κελεστῖνος ὁ τῆς Ῥωμαίων καὶ Κύριλλος
ὁ τῆς Ἀλεξανδρέων ἐτύγχανον, προλάμπειν μὲν τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως
5 τὴν ἔκθεσιν τῶν τιη´ ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ ὑπὸ τοῦ τῆς εὐσεβοῦς μνήμης
Κωνσταντίνου τοῦ γενομένου βασιλέως συναχθέντων· κρατεῖν δὲ καὶ τὰ παρὰ τῶν
ρν´ ὁρισθέντα πρὸς ἀναίρεσιν μὲν τῶν τότε φυεισῶν αἱρέσεων, βεβαίωσιν δὲ τῆς
αὐτῆς καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως.

10 Ἔκθεσις πίστεως τῶν τιη´.

Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων
ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ
Πατρὸς μονογενῆ, τοῦτ᾽ ἔστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ
15 φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ
Πατρί· δι᾽ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ, καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν δι᾽ ἡμᾶς
τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ
ἐνανθρωπήσαντα· παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς
οὐρανοὺς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ
20 ἅγιον. Τοὺς δὲ λέγοντας, ἦν ποτε ὅτε οὐκ ἦν, καὶ ὅτι, ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑ |257
τέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ
Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Ἔκθεσις πίστεως τῶν ρν´.


25

Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς,
ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ
Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ
φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ
30 Πατρὶ, δι᾽ οὗ τὰ πάντα ἐγένετο· τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν
σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ
Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα· σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου
Πιλάτου, καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς·
καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρός· καὶ πάλιν
35 ἐρχόμενον μετὰ δόξης, κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος·
καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον καὶ ζωοποιόν· τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν
προφητῶν· εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν· |258 ὁμολογῶ ἓν
βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος
40 αἰῶνος. Ἀμήν.

Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ σοφὸν
τοῦτο καὶ σωτήριον τῆς θείας χάριτος σύμβολον· περί τε γὰρ τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐκδιδάσκει τὸ τέλειον, καὶ τοῦ Κυρίου τὴν
45 ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν. Ἀλλ᾽ ἐπειδήπερ οἱ τῆς ἀληθείας
ἀθετεῖν ἐγχειροῦντες τὸ κήρυγμα, διὰ τῶν οἰκείων αἱρέσεων τὰς καινοφωνίας
ἀπέτεκον, οἱ μὲν τὸ τῆς δι᾽ ἡμᾶς τοῦ Κυρίου οἰκονομίας μυστήριον παραφθείρειν
τολμήσαντες, καὶ τὴν Θεοτόκος ἐπὶ τῆς Παρθένου φωνὴν ἀπαρνούμενοι, οἱ δὲ
258 | 261 Κεφάλαιον ΚΔ´ 121

σύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες, καὶ μίαν εἶναι φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος
ἀνοήτως ἀναπλάττοντες, καὶ παθητὴν τοῦ μονογενοῦς τὴν θείαν φύσιν τῇ συγχύσει
τερατευόμενοι, διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχανὴν
βουλομένη ἡ παροῦσα νῦν αὕτη ἁγία, μεγάλη καὶ οἰκουμενικὴ Σύνοδος, τὸ τοῦ
5 κηρύγματος ἄνωθεν ἀσάλευτον ἐκδιδάσκουσα, ὥρισεν προηγουμένως τὴν τῶν τιη´
ἁγίων Πατέρων πίστιν μένειν ἀπαρεγχείρητον.
Καὶ διὰ μὲν τοὺς τῷ Πνεύματι τῷ ἁγίῳ μαχομένους, τὴν χρόνοις ὕστερον |259
παρὰ τῶν ἐπὶ τῆς βασιλευούσης πόλεως ρν´ συνελθόντων Πατέρων περὶ τῆς τοῦ
Πνεύματος οὐσίας παραδοθεῖσαν διδασκαλίαν κυροῖ, ἣν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν,
10 οὐχ ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ τοῦ ἁγίου
Πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦ δεσποτείαν ἀθετεῖν πειρωμένων,
γραφικαῖς μαρτυρίαις τρανώσαντες.
Διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας παραφθείρειν ἐπιχειροῦντας μυστήριον, καὶ
ψιλὸν ἄνθρωπον εἶναι τὸν ἐκ τῆς ἁγίας Παρθένου Μαρίας τεχθέντα ἀναιδῶς
15 ληρῳδοῦντας, τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας
γενομένου ποιμένος συνοδικὰς ἐπιστολὰς πρὸς Νεστόριον καὶ πρὸς τοὺς τῆς
Ἀνατολῆς ἁρμοδίας οὔσας ἐδέξατο, εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας,
ἑρμηνείαν δὲ τῶν εὐσεβεῖ ζήλῳ τοῦ σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν,
αἷς καὶ τὴν ἐπιστολὴν τοῦ τῆς μεγίστης καὶ πρεσβυτέρας Ῥώμης προέδρου, τοῦ
20 ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου Λέοντος, τὴν γραφεῖσαν πρὸς τὸν ἐν
ἁγίοις ἀρχιεπίσκοπον Φλαβιανὸν ἐπ᾽ ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας, ἅτε δὴ τῇ
τοῦ μεγάλου Πέτρου ὁμολογίᾳ συμβαίνουσαν καὶ κοινήν τινα στήλην ὑπάρχουσαν Mt 16.16
κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσεν πρὸς τὴν τῶν ὀρθῶν δογμάτων
βεβαίωσιν. |260
25 Τοῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον
πράττεται· καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς τὴν θεότητα λέγειν τολμῶντας τοῦ
τῶν ἱερῶν ἀπωθεῖται συλλόγου· καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ
σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται· καὶ τοὺς οὐράνιον ἢ ἑτέρας τινὸς ὑπάρχειν οὐσίας
τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῷ τοῦ δούλου μορφὴν παραπλάττονας ἐξελαύνει· καὶ
30 τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν
ἕνωσιν ἀναπλάττοντας ἀναθεματίζει.
Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις Πατράσιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν Υἱὸν τὸν
Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν· τέλειον τὸν αὐτὸν
ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, Θεὸν ἀληθῶς καὶ ἄνθρωπον
35 ἀληθῶς τὸν αὐτὸν, ἐκ ψυχῆς λογικῆς καὶ σώματος· ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν
θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα· κατὰ πάντα ὅμοιον
ἡμῖν χωρὶς ἁμαρτίας· πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα,
ἐπ᾿ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι᾿ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ
Μαρίας τῆς Παρθένου καὶ Θεοτόκου κατὰ τὴν ἀνθρωπότητα· ἕνα καὶ τὸν αὐτὸν
40 Χριστὸν Ἰησοῦν, Κύριον, Υἱὸν μονογενῆ· ἐν δύο φύσεσιν, ἀσυγχύτως, ἀτρέπτως,
ἀδιαιρέτως, ἀχωρίστως γνω |261 ριζόμενον· οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς
ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως,
καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα
μεριζόμενον ἢ διαιρούμενον, ἀλλ᾿ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ, Θεὸν Λόγον,
45 Κύριον Ἰησοῦν Χριστὸν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς
Ἰησοῦς Χριστὸς ἐξεπαίδευσεν, καὶ τὸ τῶν Πατέρων ἡμῖν παραδέδωκε σύμβολον.
Τούτων τοίνυν μετὰ πάσης ἀκριβείας τε καὶ ἐμμελείας παρ᾽ ἡμῶν τυπωθέντων,
ὥρισεν ἡ ἁγία Σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν, ἤγουν συγγράφειν

38 : τὸν αὐτὸν : τὸ αὐτὸν A.


261 | 263 Κεφάλαιον ΚΔ´ 122

ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως· τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν


ἑτέραν, ἤγουν προκομίζειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς
θέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν ἀληθείας ἐξ ἑλληνισμοῦ ἢ ἰουδαϊσμοῦ, ἤγουν
ἐξ αἱρέσεως οἵας δήποτ᾽ οὖν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλο-
5 τρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς, τοὺς δὲ κληρικοὺς τοῦ κλήρου· εἰ δὲ
μονάζοντες εἶεν ἢ λαικοὶ, ἀναθεματίζεσθαι αὐτούς.

Ἀπολογία πρὸς τοὺς συκοφαντοῦντας τὴν ἁγίαν Σύνοδον.

10 Ἐπειδή τινες ἀποστατοῦσι τῆς ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας


δι’ αἰτίαν, ἥτις |262 αὐτοὺς καὶ πλέον συνάπτειν ὤφειλεν, οὐ φέροντες ὥσπερ τινὸς
ἀναγκαίου μέλους ἐξ ἡμῶν παρασπωμένου, ἡγησάμεθα δεῖν τὰς ἀπὸ τῆς ἁγίας
Συνόδου τῆς ἐν Χαλκηδόνι τικτομένας αὐτοῖς ὑποψίας ὥσπερ τινὰς ἀτμοὺς τοῦ
διαβόλου διαλῦσαι, ἵνα μὴ ταῖς κατὰ τῶν ἁγίων Πατέρων τῶν ἐν αὐτῇ συνεληλυθότων
15 ψευδολογίαις κατεχόμενοι, τῆς πνευματικῆς αὐτῶν μητρὸς ἀποστερηθῶσιν, φαμὲν
δὴ τῆς κοινῆς ἐκκλησίας. Πειρῶνται γὰρ διαβάλλειν τὴν κατὰ Θεοῦ γνώμην ἐν
Χαλκηδόνι Σύνοδον συναθροισθεῖσαν, οἷα δὴ οὐκ ὀρθῶς ἔχουσαν, ἀλλὰ νεωτέρων
δογμάτων καινοτομίαν εἰσφέρουσαν, καὶ προφάσει χρώμενοι τοιᾷδε, τῆς ἐκκλησίας
ἑαυτοὺς ἀφιστῶσιν· οὓς δὴ πειρασόμεθα διδάσκειν, εἴπερ βούλοιντο δέχεσθαι, ὡς
20 οὐκ ἀληθῶς τὰ τοιαῦτα φρονοῦσιν, οὔτε δίκαια ποιοῦντες πρὸς τοιαύτην συκο-
φαντίαν ἐγείρονται. Πᾶσαν τοίνυν συνηγορίαν ἀφέντες, ἐκεῖνο μόνον καὶ πρῶτόν
φαμεν, ὡς ἡ ἁγία Σύνοδος ἐκείνη διὰ πάντων συμβαίνουσα δείκνυται τῇ τε ἐν Νικαίᾳ
ἁγίᾳ Συνόδῳ, καὶ τῇ ἐν Κωνσταντινουπόλει ρν´ ἁγίων Πατέρων, ἐν οἷς περὶ τῆς τῶν
δογμάτων ἀκριβείας ἠγωνίσαντο καὶ νικῶντες τὸν στέφανον ἀνεδήσαντο, μετὰ τῆς
25 διανοίας καὶ τῶν ῥημάτων αὐτῶν ὡς εἰπεῖν τὴν τάξιν φυ |263 λάττουσα, καὶ τούτοις
ἀκολουθεῖ καθάπερ νόμοις τισὶν ἀρραγέσι καὶ ἁλίσκεσθαι μὴ δυναμένοις, πόρρω
φεύγουσα τὴν Εὐτυχέως μανίαν, καὶ τὸ βλάσφημον Νεστορίου στόμα μακρὰν
ἑαυτῆς ἀπωθουμένη, καὶ κατηγοροῦσα τῆς τούτου θρασύτητος, ὥσπερ οἱ σοφοὶ
ἐκεῖνοι καὶ τῆς πίστεως συνήγοροι.
30 Ὅτι δὲ οὕτως ἔχει, καὶ τοῦτον οἱ Πατέρες ἐκεῖνοι μετὰ τῆς ἀληθείας προείλαντο
τὸν ἀγῶνα κοινὸν χαριζόμενοι κέρδος, ἐξ αὐτῆς τῆς ὑποθέσεως ἔξεστι μαθεῖν καὶ
σαφῆ τὴν μαρτυρίαν λαμβάνειν. Πάντα γὰρ τὰ αὐτῶν συναγαγόντες καὶ παράλληλα
θέντες ἐκείνοις, προτεθήκαμεν τοῖς βουλομένοις ὀρθῶς ἐξετάζειν καὶ τὴν ἀλήθειαν
διαγινώσκειν. Τοῖς λεγομένοις τοίνυν προσέχοντες, ῥᾳδίαν λήψεσθε τὴν ἀπόδειξιν,
35 ὡς οὐδὲ κατὰ μικρὸν ἐκβέβηκε τῆς ὀρθῆς τῶν ἁγίων Πατέρων δόξης ἡ ἐν Χαλκηδόνι
γενομένη ἁγία Σύνοδος.

§9 ’Έκθεσις περὶ πίστεως τῆς ἁγίας Συνόδου τῆς ἐν Χαλκηδόνι


συναθροισθείσης τῶν χλ´ ἁγίων Πατέρων.
40

Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν υἱὸν τὸν
Kύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν.

§ 10 Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς. PG77.229C


45

Ἐδιδὰχθημεν παρά τε τῆς θείας Γραφῆς καὶ τῶν ἁγίων Πατέρων ἕνα Υἱὸν καὶ
Χριστὸν ὁμολογεῖν.

11: ὤφειλεν : ὀφείλειν A.


12 : παρασπωμένου : σπαραττομένου with σπω written as correction above the ττο A.
13 : τῆς ἐν Χαλκηδόνι : τὴν ἐν Χαλκηδόνι A. 27 : Εὐτυχέως : Εὐτυχἐος A.
33 : προτεθήκαμεν : προστεθήκαμεν A.
263 | 265 Κεφάλαιον ΚΔ´ 123

Τῆς Συνόδου. |264

Τέλειον τὸν αὐτὸν ἐν θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι.

5 § 11 Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστολῆς. PG77.180B

Τέλειος ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι.

Τῆς Συνόδου.
10

Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος,
ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν
ἄνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας· πρὸ αἰώνων μὲν ἐκ τοῦ
Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’
15 ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς Παρθένου καί Θεοτόκου κατὰ
τὴν ἄνθρωπότητα.

§ 12 Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστολῆς. PG77.176D

20 Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων
μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν
αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς Παρθένου κατὰ τὴν
ἄνθρωπότητα, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν
αὐτὸν κατὰ τὴν ἀνθρωπότητα.
25

Τῆς Συνόδου.

Ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Υἱὸν Κύριον μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως,
ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον.
30

§ 13 Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς. PG77.232C

Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τὸν τῆς ἐνανθρωπήσεως τρόπον, ὁρῶμεν ὅτι δύο
φύσεις συνῆλθον ἀλλήλαις καθ’ ἕνωσιν ἀδιάσπαστον |265 ἀσυγχύτως, ἀτρέπτως. Ἡ
35 γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σὰρξ ὁμοουσίως· καὶ ὁ Λόγος
Θεός ἐστι καὶ οὐ σὰρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς.

§ 14 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῇς ἐπιστολῆς. PG77.233A

40 Δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν Υἱὸν Κύριον, τὸν τοῦ Θεοῦ Λόγον
ἑνανθρωπήσαντα καὶ σεσαρκωμένον.

§ 15 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου πρὸς Ἀλεξανδρέας. PG77.1112C

45 Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς


πίστεως καὶ τῆς τοῦ Θεοῦ ὀρθῆς παραδόσεως. Ἡ γὰρ σύγκρασις ἀφανισμὸν
τῶν φύσεων ἐργάζεται· ἡ δὲ ἄρρητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων
ὁμολογουμένη, ἀμφοτέρας σώζει ἀσυγχύτως τὰς φύσεις.
263 | 265 Κεφάλαιον ΚΔ´ 124

Τῆς Συνόδου.

Οὐδαμοῦ ὁ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν.

5 § 16 Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον <ἐπιστολῆς>. PG77.45C

Οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν.

Τῆς Συνόδου.
10

Σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως.

§ 17 Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς. PG77.241B

15 Εἰ γὰρ καὶ εἷς λέγοιτο παρ’ ἡμῶν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ σεσαρκωμένος καὶ
ἐνανθρωπήσας, οὐ πέφυρται διὰ τοῦτο κατὰ τὸ ἐκείνοις δοκοῦν, οὔτε μὴν εἰς τὴν
σαρκὸς φύσιν μεταπεφοίτηκεν ἡ τοῦ Λόγου, ἀλλ’ οὔτε ἡ τῆς σαρκὸς εἰς τὴν αὐτοῦ,
ἀλλ’ ἐν ἰδιότητι τῇ κατὰ φύσιν ἑκατέρου μένοντός τε ὁμοῦ καὶ νοουμένου |266 κατά
γε τὸν ἀρτίως ἡμῖν ἀποδοθέντα λόγον ἡ ἀπόρρητος καὶ ἄφραστος ἕνωσις μίαν ἡμῖν
20 ἔδειξεν Υἱοῦ φύσιν, πλὴν καὶ σεσαρκωμένην.

Τῆς Συνόδου.

Καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης.


25

§ 18 Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστολῆς. PG77.180B

Καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν
φύσεων μὴ ἠγνόηται διαφορά.
30

Τῆς Συνόδου.

Οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν
μονογενῆ Θεὸν Λόγον Κύριον Ἰησοῦν Χριστόν.
35

§ 19 Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον <ἐπιστολῆς>. PG77.241A

Καὶ οὐκ εἰς δύο μερισθήσεται διὰ τοῦτο πρόσωπα καὶ υἱοὺς, ἀλλὰ μεμένηκεν εἷς
καὶ ὁ αὐτὸς Κύριος Ἰησοῦς Χριστός.
40

Τῆς Συνόδου.

Καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς Χριστὸς
ἐξεπαίδευσεν καὶ τὸ τῶν Πατέρων ἡμῖν παραδέδωκε σύμβολον.
45

§ 20 Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς. PG77.48D

Οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας Πατέρας.


265 | 269 Κεφάλαιον ΚΔ´ 125

Τῆς Συνόδου.

Τούτων τοίνυν μετὰ πάσης πανταχόθεν ἀκριβείας τε καὶ ἐμμελείας παρ’ ἡμῶν
διατυπωθέντων, ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ Σύνοδος ἑτέραν πίστιν μηδενὶ
5 ἐξεῖναι προφέρειν ἢ συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως· τοὺς
δὲ τολμῶντας συντιθέναι πίστιν ἑτέραν, ἤγουν |267 προκομίζειν ἢ προφέρειν τοῖς
θέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν ἀληθείας ἢ ἐξ ἑλληνισμοῦ ἢ ἰουδαϊσμοῦ, ἤγουν Ταὐτὰ γράφει
ἐξ αἱρέσεως οἵας δήποτε, τούτους, εἰ μὲν εἷεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι Κύρίλλος ἐν τῇ
τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ μονάζοντες ἢ Συνόδῳ.
10 λαῖκοὶ εἶεν, ἀναθεματίζεσθαι αὐτούς.

<Σχόλιον.>
Τούτων τοίνυν οὕτως ἐχόντων καὶ τῶν πραγμάτων, οὐχὶ μόνον φωνὴν ἀφιέντων
καὶ βοώντων τὸν ἔλεγχον, τίς ἔτι φιλονεικῶν εἰκότα ἂν πράττοι, καὶ διαβάλλων,
15 ἃ διαβολῆς εἰσιν ἰσχυρότερα, καὶ σύνοδον αἰτιώμενος τοῖς μὲν οὐδὲν φέρουσιν
ὑγιὲς μαχομένην, Νεστορίῳ φαμὲν καὶ Ἀπολιναρίῳ καὶ τοῖς τὰ ἐκείνων φρονοῦσί
τε καὶ ἀγαπῶσι, τοῖς δὲ ἀληθέσι καὶ ὀρθοδόξοις φίλην καὶ σύμμαχον Κυρίλλῳ
καὶ τοῖς ὁμοίοις αὐτῷ διδασκάλοις, καὶ οὐδαμοῦ τοὺς θείους ὅρους ἐκβαίνουσαν,
οὐδέ τι νεώτερον ἢ ἴδιον τίκτουσαν, ἀλλὰ τῶν παλαιῶν ἐχομένην ὥσπερ θεμελίου
20 τινὸς ἀκινήτου, καὶ συντόμως εἰπεῖν, τὰ ἐν Χαλκηδόνι πραχθέντα τοῖς ἐν Νικαίᾳ
συνελθοῦσιν ἁγίοις Πατράσιν πᾶσαν ἐπιδείκνυται συμφωνίαν· ἐκείνων μὲν
νομοθετούντων, τῶν δὲ ἐν Χαλκηδόνι τὰ τούτων ἐξηγουμένων καὶ πρὸς ἑρμηνείαν
ἀγόντων καὶ κηρυττόντων μίαν εἰδέναι πίστιν καὶ σύμβολον ἓν καὶ μόνον, ὅπερ
ἐκεῖνοι παρέδωκαν, |268 καὶ προλάμπειν μὲν ὁρισάντων τῆς ὀρθῆς καὶ ἀμωμήτου
25 πίστεως τὴν ἐκτεθεῖσαν παρὰ τῶν ἁγίων καὶ μακαρίων Πατέρων τῶν ἐν Νικαίᾳ, καὶ
ταύτην μένειν ἀπαρεγχείρητον προστάξάντων, καὶ τούτῳ τῷ παρ’ αὐτῶν ἐκτεθέντι
συμβόλῳ παρακελευσαμένων τοὺς ἐκ πλάνης ἢ δόξης ἑτέρας ἐπιστρέφοντας καὶ
σωτηρίας τυχεῖν βουλομένους ὁπλίζεσθαί τε καὶ παιδεύεσθαι.
Οὐκοῦν κατάδηλον ἐντεῦθεν, ὡς ὁ τῇ Συνόδῳ ταύτῃ μαχόμενος, πρὸς τὴν ἐν
30 Νικαίᾳ τὸν πόλεμον ἔχει. Δείκνυται δὲ καὶ τῷ ἁγίῳ Κυρίλλῳ ἀντιτασσόμενος. Τοῖς
γὰρ ἐκείνου σεμνύνονται λόγοις, ὡς πρόκειται, καὶ διὰ πάντων σύμφωνοι τῇ τε
πίστει καὶ τοῖς ῥήμασιν ἐκείνου φαίνονται.
Ἐπειδὴ τοίνυν διὰ πάντων ἀπεδείξαμεν τὴν ἐν Χαλκηδόνι Σύνοδον τοῖς τῶν
ἁγίων Πατέρων δόγμασι συμβαίνουσαν, καὶ μηδὲν ἀλλότριον τούτων ἔχουσαν,
35 καταμάθωμεν καὶ ὅσαις καὶ οἵαις αἱρέσεσιν ἀντιμάχεται, καὶ ὅσον ἀγῶνα τίθεται τὰ
ἀσεβῆ καταλῦσαι δόγματα. Σκοπήσωμεν δὲ οὕτως.

§ 21 Τῆς ἁγίας Συνόδου.

40 Ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως
ἅπαντες ἐκδιδάσκομεν.

Ἐν τούτοις τὸν Σαμοσατέα Παῦλον καὶ Νεστόριον τοὺς ἀνθρωπολάτρας


ἐπιστομίζει, τοὺς εἰς υἱῶν δυάδα τολμῶντας αὐτὸν διαιρεῖν, καὶ ἄλλον μὲν λέγοντας
45 φύσει τὸν Λόγον, ἄλλον |269 δὲ πάλιν Υἱὸν χάριτι τὸν Χριστὸν Ἰησοῦν, ἑνώσει καὶ συν-
αφείᾳ τῇ πρὸς τὸν κατὰ φύσιν Υἱὸν τὴν υἱότητα κεκτημένον, καὶ οὐχ ὁμολογοῦντας
ἕνα καὶ τὸν αὐτὸν Υἱὸν, ἀσαρκον μὲν πρὸ τῆς καταβάσεως καὶ ἐνανθρωπήσεως,
σεσαρκωμένον δὲ τὸν αὐτὸν μετὰ τὴν δι’ ἡμᾶς κατάβασίν τε καὶ ἐνανθρώπησιν.

18: αὐτῷ : οὕτω A. 26 : προσταξάντων : προσταξαν A.


269 | 270 Κεφάλαιον ΚΔ´ 126

Τῆς Συνόδου.

Τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι.

5 Τέλειον ἐν θεότητι εἰποῦσα, τὴν Ἀρειανῶν ἀπωθεῖται βλασφημίαν. Οὗτοι γὰρ


Θεὸν μὲν εἶναι λέγουσι τὸν Χριστὸν, ἀτελῆ δὲ καὶ ἐλάττονα τοῦ Πατρὸς Θεὸν αὐτὸν
δογματίζουσιν. Ἐν δὲ τῷ εἰπεῖν καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, οὐ μόνον τὴν
Ἀρειανῶν, ἀλλὰ καὶ τὴν Ἀπολιναριανῶν ἀπελέγχει ἄνοιαν. Ὁ μὲν γὰρ Ἄρειος ἄψυχον
παντελῶς σάρκα ἀνειληφέναι τὸν Λόγον ληρῳδεῖ, ὁ δὲ Ἀπολινάριος ἔμψυχον μὲν,
10 ἄνουν δὲ, ὡς ἀμφοτέρους ἀτελῆ τὴν ἀνθρωπότητα τοῦ Κυρίου ἀμαθῶς δογματίζειν.

Τῆς Συνόδου.

Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτόν.


15

Ταῦτα διὰ Μάνεντα, ὃς Θεὸν μὲν ψιλὸν αὐτὸν ὁμολογεῖ καὶ οὐκ ἄνθρωπον,
καὶ διὰ Παῦλον τὸν Σαμοσατέα καὶ Ἀρτεμᾶν, οἵτινες ἀρνοῦνται αὐτοῦ τὴν θεότητα,
ψιλὸν ἄνθρωπον αὐτὸν ὁμολογοῦντες.

20 Τῆς Συνόδου.

Ἐκ ψυχῆς λογικῆς καὶ σώματος.

Ἐνταῦθα πάλιν Ἀπολιναρίῳ πολεμεῖ, |270 τῷ λέγοντι μὴ ἐσχηκέναι νοερὰν


25 ψυχὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλὰ ζωτικὴν μόνον, καὶ διὰ Μάνεντα καὶ
Οὐαλεντῖνον, τοὺς ἀρνουμένους αὐτοῦ τὴν σάρκωσιν.

Τῆς Συνόδου.

30 Ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα.



Δι’ Εὐνόμιον καὶ Ἄρειον τοὺς τὸν μονογενῆ Λόγον τοῦ Πατρὸς, κτίσμα καὶ
δοῦλον ἀσεβῶς καταγγέλλοντας.

35 Τῆς Συνόδου.

Ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα.

Διὰ Μαρκίωνα καὶ Μάνεντα καὶ Οὐαλεντῖνον καὶ Εὐτυχῆ, τοὺς δοκήσει καὶ
40 φαντασίᾳ ψιλῇ λέγοντας αὐτὸν ἄνθρωπον ὀφθῆναι, οὐ μὴν ἀληθείᾳ καὶ κατὰ φύσιν
ἀνθρωπίνην ὁμολογοῦντας ἄνθρωπον αὐτὸν γεγονέναι.

Τῆς Συνόδου.

45 Πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα.

Διὰ Σίμωνα καὶ Εὐνόμιον καὶ Ἄρειον, τοὺς ἀρνουμένους αὐτοῦ τὴν ἐκ Πατρὸς
πρὸ αἰώνων γέννησιν.

8: Ἀπολιναριανῶν : Ἀπολιναρείων A.
270 | 272 Κεφάλαιον ΚΔ´ 127

Τῆς Συνόδου.

Ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ
Μαρίας τῆς Παρθένου καὶ Θεοτόκου κατὰ τὴν ἀνθρωπότητα.
5

Διὰ Φωτεινὸν καὶ Θεόδωρον καὶ Νεστόριον, τούς λέγοντας αὐτὸν ἄνθρωπον ἐξ
ἀρετῆς κατὰ προκοπὴν θεοποιηθέντα, καὶ οὐχὶ Θεὸν ἐκ Θεοῦ ὄντα, καὶ διὰ φιλαν-
θρωπίαν ἀτρέπτως ἄνθρωπον γεγενημένον.

10 Τῆς Συνόδου.

Ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον,


οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνω |271 σιν, σωζομένης δὲ
μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συν-
15 τρεχούσης.

Διὰ Ἀστέριον καὶ Ἀπολινάριον καὶ Εὐτυχῆ, οἳ τὰς διαφόρους φύσεις, τοῦ Λόγου
λέγω καὶ τῆς σαρκὸς αὐτοῦ, μίαν φύσιν ἀποτετελεκέναι φασὶν, ἐκστάσας δηλονότι
τῆς ἑαυτῶν ἰδιότητος, ὡς κατὰ τὸν ἐκείνων λόγον μηκέτι δύνασθαι σώζεσθαι τοῦ
20 Χριστοῦ μήτε τὸ παθητὸν διὰ τὸ ἀπαθὲς αὐτοῦ τῆς θεότητος, μήτε τὸ ἀπαθὲς διὰ τὸ
παθητὸν αὐτοῦ πάλιν τῆς ἀνθρωπότητος.
Ἰστέον ὡς οἱ ἐν Χαλκηδόνι πανταχοῦ τῆς Νεστορίου αἱρέσεως τὴν ἔννοιαν
φεύγοντες, πρὸ τοῦ ἐν δύο φύσεσιν <εἰπεῖν, ὥσπερ ἀσφαλιζόμενοι> τῶν συκο-
φαντησόντων τὴν διαστροφἠν, ἕνα καὶ τὸν αὐτὸν ἔφασαν Χριστὸν Υἱὸν μονογενῆ,
25 καὶ τηνικαῦτα ἐπήγαγον τὸ ἐν δύο φύσεσιν ἀσυγχύτως καὶ ἀτρέπτως καὶ μὴν καὶ
ἀδιαιρέτως γνωριζόμενον.
Καὶ ἄλλα δέ τινα κατὰ τῆς ἁγίας Συνόδου οἱ λεγόμενοι Ἀκέφαλοι προβάλλονται,
καὶ δεῖ καὶ τούτων μνημονεῦσαι.

30 § 22 Ἐκ τῶν Λεοντίου σχολίων. PG86.1.1233C

Λέγουσιν, ὅτι οὐ δεῖ δέξασθαι τὴν ἐν Χαλκηδόνι Σύνοδον, διότι οἱ ἐν αὐτῇ


συναχθέντες παλίμβουλοι ἦσαν καὶ ἀλλόκοτοι. Οἱ αὐτοὶ γὰρ καὶ ἐν Βυζαντίῳ τὸν
Εὐτυχῆ καθεῖλον, καὶ ἐν Ἐφέσῳ τοῦτον ἐδέξαντο μετὰ Διοσκόρου, ἀποβαλλόμενοι
35 Φλαβιανόν· καὶ πάλιν οἱ αὐτοὶ ἐν Χαλκηδόνι Φλαβιανὸν μὲν ἐδέξαντο, |272 τὸν δὲ
Διόσκορον ἀπεβάλοντο.
Πρὸς τοῦτο λέγομεν, ὅτι οὐ δεῖ λογίζεσθαι τὰ ἀνθρώπινα. Πολλοὶ γὰρ πολλάκις
τοῦτο φαίνονται πεπονθότες, ἴσως καὶ τῶν δοκούντων. Πλὴν εἰ καὶ πέντε ἢ καὶ
πλείους ἢ καὶ τριάκοντα ἀπὸ τῶν χλ´ ἐφάνησαν παλίμβουλοι, ὥς φατε, οὐ διὰ τοῦτο
40 χρὴ ἑξακοσίων ἀνδρῶν σύνοδον ἀποβαλέσθαι, ὅπου γε οἱ αὐτοὶ καὶ ἐν Ἐφέσῳ
συνήδρευσαν μετὰ Διοσκόρου, καὶ οὐ διὰ τούτους ἀποβαλέσθαι τὴν τοιαύτην
σύνοδον.
Πάλιν λέγουσιν, ὅτι εἰ κατὰ τὴν φωνὴν Ἀνατολίου τοῦ Κωνσταντινουπόλεως οὐ
διὰ πίστιν καθῃρέθη Διόσκορος, τί μὴ δέχεσθε αὐτόν; Καὶ λέγομεν, ὅτι ἐπ’ ἀληθείας
45 οὐ διὰ πίστιν καθῃρέθη. Διὰ τοῦτο γὰρ οὐ συνῆλθεν ἐν τῇ Συνόδῳ, ἵνα μὴ ζητηθῇ τὰ
κατ’ αὐτόν· εἰ δὲ ἀνῆλθεν καὶ ζήτησις γέγονεν, καὶ ὡς αἱρετικὸς καθῃρεῖτο· καὶ γὰρ
ἦν. Ἐπειδὴ δὲ κληθεὶς ἐκ τρίτου οὐ παρεγένετο καὶ ταύτην ἐποιήσαντο αἰτίαν τῆς
καθαιρέσεως αὐτοῦ, τούτου ἕνεκα εἶπεν ὁ Ἀνατόλιος, ὅτι οὐ διὰ πίστιν καθῃρέθη.

23: εἰπεῖν added in margin in recognition that there is some omission.


30 : Ἐκ τῶν τοῦ Λεοντίου σχολίων in margin.
34 : καθεῖλον : καθεῖλαν A.
43 : τοῦ Κωνσταντινουπόλεως : τὸ Κωνσταντινουπόλεως A.
272 | 275 Κεφάλαιον ΚΕ´ 128

Πάλιν λέγουσιν, ὅτι αἱρετικοὺς ἐδέξατο ἡ αὐτὴ Σύνοδος καὶ οὐ δεῖ δέξασθαι
αὐτήν· φασὶ δὲ περὶ Θεοδωρήτου καὶ Ἴβα. Καὶ λέγομεν, ὅτι οὐ πρότερον ἐδέξατο
αὐτούς, ἕως ἀνεθεμάτισαν Νεστόριον.
Ἀλλὰ πάλιν ἀποροῦσιν, ὅτι διὰ τί μὴ ἀπῄτησαν Θεοδώρητον ἀναθεματίσαι
5 τὰ ἰδικὰ συγγράμματα τὰ κατὰ |273 Κυρίλλου; Καὶ λέγομεν πρὸς τοῦτο, ὅτι οὐκ
ἔδει αὐτοὺς τῇ Συνόδῳ τοῦτο ἐγκαλέσαι, ἀλλὰ τῷ ἁγίῳ Κυρίλλῳ. Κοινωνίαν γὰρ
ποιήσας πρὸς τοὺς ἀνατολικοὺς καὶ πρὸς αὐτὸν Θεοδώρητον, οὐκ ἀπῄτησεν αὐτὸν
ἀναθεματίσαι τὰ οἰκεῖα συντάγματα. Ὃ οὖν οὐκ ἐποίησεν ὁ ἅγιος Κύριλλος, ἡ
Σύνοδος μὴ ποιήσασα ἐγκαλεῖσθαι οὐκ ὤφειλεν. Καίτοι ὃ οὐκ ἐποίησεν ἐκεῖνος,
10 ἐποίησεν αὕτη ἀπαιτήσασα αὐτὸν ἀναθεματίσαι Νεστόριον. Εἰ δὲ καὶ θῶμεν,
ὅτι αἱρετικοὶ ἦσαν, οὐδὲ οὕτως ἡ Σύνοδος διὰ τούτους ἀπόβλητος. Ἰδοὺ γὰρ καὶ
ἡ ἐν Νικαίᾳ ἐδέξατο ἑπτὰ αἱρετικοὺς καὶ πρὸ τούτου Ἀρειανοὺς, καὶ μετὰ ταῦτα
ἐπιμείναντας τῇ αἱρέσει, καὶ οὐ διὰ τοῦτο λέγεται ἡ Σύνοδος τῶν τια´, ἀλλὰ τῶν
τιη´. Ὅπου γε καὶ Ἱουβενάλιος ὁ Ἱεροσολύμων καὶ ἄλλοι ἱκανοὶ ἐπίσκοποι εἰς τὴν ἐν
15 Ἐφέσῳ Σύνοδον εὑρεθέντες μετὰ Διοσκόρου ηὑρέθησαν ἐν Χαλκηδόνι, καὶ οὐ διὰ
τοῦτο ἀποβάλλονται ἐκεῖνοι τὴν Σύνοδον ἐκείνην, ἀλλὰ καὶ ἀσπάζονται.

Κεφάλαιον ΚΕ´.

20 Κατὰ Ὠριγένους τοῦ προΰπαρξιν δογματίσαντος καὶ ἀποκατάστασιν, καὶ


ἀσώματον μὲν πρὸ τῆς παραβάσεως τὸν ἄνθρωπον διδάξαντος εἶναι, μετὰ δὲ
τὴν ἔκπτωσιν λέγοντος αὐτῷ γενέσθαι τοὺς δερματίνους χιτῶνας, τὴν σάρκα
ταύτην νοεῖσθαι τούτους διαβεβαιουμένου, καὶ λέγοντος |274 οἷόν τινα δεσμὸν
καὶ φυλακὴν καὶ τάφον τὸ σῶμα εἶναι τῇ ψυχῇ, καὶ μηδὲ ἀνίστασθαι τοῦτο
25 ὁμολογοῦντος, ἀλλὰ καὶ πρόσκαιρον εἶναι τὴν κόλασιν διϊσχυριζομένου.

§1 Τοῦ ἁγίου Μεθοδίου ἐπισκόπου καὶ μάρτυρος ἐκ τῶν παρὰ Ἐπιφανίου τοῦ PG41.1144D
τρισμάκαρος ἐν τῷ β´ βιβλίῳ τῶν Παναρίων κατὰ Ὠριγένους γραφέντων.

30 Ἀτοπον δὲ κακεῖνο προφανῶς τὸ οἴεσθαι τὸ σῶμα ἐν τῇ κατὰ τοὺς αἰῶνας Ὅτι οὐ δεσμὸς
διαγωγῇ μὴ συνέσεσθαι τῇ ψυχῇ, διὰ τὸ δεσμὸν αὐτῷ καὶ πέδας εἶναι, ἵνα μὴ αἰώνιοι τῆς ψυχῆς τὸ
γενώμεθα κατάκριτοι δεσμῶται κατ᾽ αὐτοὺς φθορᾶς, ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς σῶμα, ἀλλὰ καὶ
ἐσόμενοι. Λελυμένου γὰρ ἱκανῶς καὶ ἐξελεγχθέντος τοῦ λόγου ἐν ᾧ δεσμὸν τῆς ἀναστήσεται.
ψυχῆς ὡρίσαντο εἶναι τὴν σάρκα, λέλυται καὶ τὸ ἵνα μὴ δεσμῶται δι᾽ αὐτὴν ἐν τῇ
35 βασιλείᾳ τοῦ φωτὸς, ἣν ἀπολαμβάνομεν, ἐσόμεθα· διὰ τοῦτο οὐκ ἀναστήσεται.

§2 Καὶ μετ’ ὀλίγα· PG41.1105C

Προηπόρηται δὲ ἤδη, καὶ ἀπεδείχθη τοὺς δερματίνους χιτῶνας μὴ εἶναι Gen 3.21
40 τὰ σώματα. Ὅμως δὲ καὶ πάλιν, οὐ γὰρ ἅπαξ ῥητέον, φράζομεν. Αὐτὸς πρὸ τῆς
κατασκευῆς αὐτῶν ὁ πρωτόπλαστος ὡμολόγει καὶ ὀστᾶ ἔχειν καὶ σάρκας, ὁπότε δὴ,
τὴν γυναῖκα προσαχθεῖσαν αὐτῷ θεασάμενος· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου,
καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη
αὕτη. Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα |275 αὐτοῦ καὶ τήν μητέρα, καὶ
45 προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Gen 2.23-24
Οὐ γὰρ δὴ ἀνέξομαι φληναφούντων τινῶν καὶ βιαζομένων ἀπηρυθριασμένως
τὴν Γραφὴν, ἵνα αὐτῆς δὴ σαρκὸς μὴ εἶναι προχωρήσῃ ἀνάστασις, ὀστᾶ νοητὰ
καὶ σάρκας ὑποτιθεμένων, καὶ ἄλλοτε ἄλλως ἂνω καὶ κάτω μεταβαλλομένων

31 : αὐτῷ : αὐτό A.
275 | 277 Κεφάλαιον ΚΕ´ 129

ἀλληγορίαις. Καὶ ταῦτα οὕτως, ὡς γέγραπται, παραλαμβάνεσθαι κρατύνοντος


τοῦ Χριστοῦ τὴν Γραφὴν, ἔνθα πυνθανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ
γυναικὸς ἀποκρίνεται, ὅτι Οὐκ ἀνέγνωτε ὅτι ἀπ’ ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ
ἐποίησεν αὐτούς· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα,
5 καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Mt 19.4-5
Πῶς γὰρ ἐπὶ ψυχῆς τὸ, Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, Gen 9.1
παραληπτέον; ἢ τὸ, Ἐλαβεν χοῦν ἀπὸ τῆς γῆς ὁ Θεὸς, καὶ ἔπλασεν τὸν ἄνθρωπον· ὃ Gen 2.7
κυρίως ἐπὶ τοῦ σώματος λελέχθαι φαίνεται. Οὐ γὰρ ἐκ τοῦ χοὸς καὶ τῶν βαρυτέρων
τὴν οὐσίαν ἐκτήσατο ἡ ψυχή. Ὥστε συνέστηκεν ἐκ παντὸς ἀληθέστατα πρὸ τῶν
10 δερματίνων σεσωματοποιῆσθαι χιτώνων τὸν ἄνθρωπον. Ταῦτα γὰρ πρὸ τοῦ ἐκπεσεῖν
αὐτὸν τὰ πάντα εἴρηται· τὰ δὲ κατὰ τοὺς χιτῶνας μετὰ τὸ ἐκπεσεῖν. |276

§3 Θεοφίλου Ἀλεξανδρείας ἐκ τῆς ις´ ἑορταστικῆς, ἧς ἡ ἀρχὴ, PL22.779


Χριστὸν Ἰησοῦν τὸν Κύριον τῆς δόξης.
15

Οἰχέσθωσαν τοίνυν οἱ παράφρονες, μᾶλλον δὲ καταβήτωσαν εἰς ᾅδου ζῶντες, Ps 54.16


ὡς ἡ ψαλμῳδία φησὶ, καὶ τὸν προστάτην ἑαυτῶν τῆς ἀσεβείας ἐκεῖσε κατιόντα
θεώμενοι ἀναβοάτωσαν, Καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης, Is 14.10-11
κατέβη εἰς ᾅδου ἡ δόξα σου, καὶ τὰ ἑξῆς. Οὗτος γὰρ ποιμὴν δυσγενῶν μαθητῶν
20 γενόμενος, Χριστὸν μὲν ἀτιμάζειν ἁπανταχοῦ πεφρόντικεν, πολὺ δὲ τιμῆσαι τὸν Τὸν Ὠριγένην φησί
διάβολον τετόλμηκεν, τοῦτον μὲν φάμενος πάσης ἁμαρτίας ἐλευθερούμενον, ἐπὶ
τὴν ἀρχαίαν ἀναδραμεῖσθαι τιμὴν, Χριστοῦ δὲ παύσεσθαι τὴν βασιλείαν καὶ τοῦτον
ὑπὸ Θεοῦ διαβόλῳ συμβασιλευθήσεσθαί ποτε ἀποφηνάμενος Ἰησοῦν. Ἐπὶ τούτῳ
πλέον ἢ τοῖς Ἰουδαίοις ὁ προφήτης εἴποι, Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ
25 πλεῖον σφόδρα, λέγει Κύριος, ὅτι δύο καὶ πονηρά πεποίηκεν Ὠριγένης· Χριστὸν μὲν Jer 2.12
τὴν οἰκείαν ποτὲ βασιλείαν ἀπολέσειν ἰσχυριζόμενος, διάβολον δὲ ἐλευθερούμενον
ἐπὶ τὴν ἀρχαίαν ἀναβήσεσθαι τιμὴν ψευσάμενος. Τοῦτον γὰρ ἑαυτῷ τὸν βαθὺν
τῆς ἀσεβείας λάκκον ὀρύξας οὐ δυνάμενον ὕδωρ συνέχειν, ἰσότιμον τῷ Υἱῷ κατὰ Jer 2.13
τοῦτο τὸν διάβολον πεποίηκεν, ἀλλάξας τὴν δόξαν τοῦ μονογενοῦς καὶ τοῦτον Ps 105.20
30 ἅμα διαβόλῳ συμβασιλευθησόμενόν |277 ποτε παρὰ Θεοῦ φρονήσας. Ἀλλ’ οὐχ ἕξει
τέλος ἡ Χριστοῦ βασιλεία, καθάπερ αὐτὸς μαρτυρῶν τοῖς μαθηταῖς ἔλεγεν, Ὑμεῖς Lk 1.33
οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου, κἀγὼ διατίθεμαι ὑμῖν διαθήκην
αἰώνιον, ἵνα ἐσθίητε καὶ πίνητε διαπαντὸς ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου. Lk 22.28-30
Πῶς γὰρ τὸ διαπαντὸς χώραν ἕξει, εἰ μὴ διαπαντὸς ἡ βασιλεία τούτου διαμένει,
35 οὐδεπώποτε ἐπὶ τὸ μὴ βασιλεύειν ἰοῦσα;

§4 Καὶ μεθ’ ἕτερα· PL22.781

Παῦλος μὲν οὖν διαρρήδην βοᾷ, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ
40 παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς. Καὶ 1Cor 15.3
Γραφὰς ὀνομάζει, τῇ τούτων μαρτυρίᾳ τὴν ἀμφιβολίαν λύων καὶ τὸ βέβαιον τοῦ
δόγματος εἰσηγούμενος. Ὠριγένης δὲ ἀμαρτύρῳ λόγῳ βιάζεται τὴν ἀλήθειαν,
ἀφωτίστῳ λύχνῳ θηρᾶν αὐτὴν λογιζόμενος, καὶ φιλοδαίμων μᾶλλον ἢ φιλόχριστος
τυγχάνων συχναῖς συκοφαντίαις ἀναίδην νεανιεύεται, ἀνασταυρῶν ἑαυτῷ τὸν
45 Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζων, οὐ δεδιὼς, οἷον ἄτοπον καὶ φρικῶδες ἀσεβείας
βάθος ἀκολουθεῖ τῷ τοιούτῳ λόγῳ. Ὥρα γὰρ αὐτὸν λέγειν, ὅτι καὶ δαίμοσιν ὁ
Σωτὴρ ὑπὲρ αὐτῶν σταυρούμενος λέξει, Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα,
καὶ Λάβετε, πίετε, τοῦτό ἐστι τὸ αἷμά μου. Εἰ γὰρ καὶ ὑπὲρ δαιμόνων σταυροῦται, |278 Mt 26.26

7 : ὃ κυρίως : οὐ κυρίως A. 35 : ἰοῦσα : ἰοῦσαν Α.


278 | 280 Κεφάλαιον ΚΕ´ 130

καθάπερ ὁ καινολόγος νενόμικεν, τίς ἡ ἀποκλήρωσις, μόνους ἀνθρώπους μετέχειν


τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος καὶ μὴ καὶ δαίμονας, εἴ γε κατὰ τὸν ἀπαίδευτον
ἐκεῖνον καὶ ὑπὲρ τούτων σταυροῦται; Ἀλλ’ οὐ δαίμονες ἀκούσονται, Λάβετε,
φάγετε, καὶ Λάβετε, πίετε, οὐδὲ αὐτὸς ὁ Σωτὴρ τὸ οἰκεῖον καταλύσει πρόσταγμα
5 τοῖς μαθηταῖς εἰρηκὼς, Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας
ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς τοῖς ποσὶν αὐτῶν
καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. Ὥσπερ καὶ ὁ Ἀπόστολος γράφει, Οὐ θέλω δὲ ὑμᾶς Mt 7.6
κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι· οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον
δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων, οὕτως 1Cor 10.20-21
10 ἀδύνατον δαίμονας ποτήριον Κυρίου πίνειν ἢ τραπέζης Κυρίου μετέχειν.

§5 Καὶ μετ’ ὀλίγα· PL22.783

Ἀλλὰ καὶ Ὠριγένης μὴ βούλεται, Χριστὸς ὁ Κύριος ἡμῶν καὶ τὸν θάνατον καὶ
15 τὸν ἔχοντα τὸ κράτος τούτου καταργῆσαι διάβολον, ἀθάνατον ἡμῖν τὸ κατ’ αὐτοῦ Heb 2.14
φυλάττων ἐν οὐρανοῖς τρόπαιον, οὐκ εἰς τὸ μὴ ὂν φέρων τὰ σώματα, ἀλλὰ τὸν
θάνατον καὶ τὴν φθορὰν εἰς τὸ μὴ ὂν μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν ἀναλύειν
παρασκευάζων. Ὅθεν καὶ δικαίως πανηγυρίζομεν θανάτου καὶ φθορᾶς λυτρούμενοι.

20 §6 |279 Καὶ μεθ’ ἕτερα· PL22.787

Οὐδὲ τῆς μακαρίας Ἄννης τὴν αἴτησιν κακίζομεν σπέρμα λαβεῖν ἱκετευούσης 1 Reg 1.11
ἀνδρός. Οὐ γὰρ παιδοποιΐας ἐρῶσα ψυχὴν ἐν οὐρανῷ διαιτωμένην προσαμαρτεῖν
ηὔχετο, ἵνα τῆς οἰκείας ἐπιθυμίας πληρουμένην ἴδῃ τὴν δύναμιν. Οὐδὲ Μωυσῆς τοῖς
25 υἱοῖς Ἰσραὴλ ἐπευχόμενος καὶ λέγων, Κύριος ὁ Θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού
ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· Κύριος ὁ Θεὸς τῶν πατέρων
ὑμῶν προσθείη ὑμῖν, ὥς ἐστε χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν, Deut 1.10-11
τοσαύτας ψυχὰς ἁμαρτάνειν ἠβούλετο, ἵνα χιλιοπλάσιοι γένωνται.

30 §7 Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὸ κατὰ Ἰωάννην ὑπόμνημα εἰς τὸ PG59.211


Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.

Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Τί τοίνυν; Jn 5.14
Πρῶτον μὲν, ὅτι ἐξ ἁμαρτιῶν ἐτέχθη τὸ νόσημα· δεύτερον δὲ, ὅτι πιστὸς ὁ τῆς
35 γεέννης λόγος, καὶ τὸ μακρὰν εἶναι καὶ ἄπειρον τὴν τιμωρίαν. Ποῦ γὰρ νῦν εἰσιν Mk 9.47-48
οἱ λέγοντες, ὅτι Ἐν ὥρᾳ μιᾷ ἐφόνευσα, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἐμοίχευσα, καὶ
ἀθάνατα κολάζομαι; Ἰδοὺ γὰρ καὶ οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν
οἷς καὶ ἐκολάζετο· ὁλόκληρον γοῦν βίον ἀνθρώπου ἀνάλωσεν ἐν τῷ μήκει τῆς
τιμωρίας. Οὐδὲ γὰρ ἐν χρόνῳ τὰ ἁμαρτήματα κρίνεται, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει τῶν
40 πεπλημμελημένων. |280

§8 Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς β´ πρὸς Κορινθίους ἐπιστολῆς ὁμιλίας. PG61.471

Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ
45 λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυγχάνοντας, ἀλλὰ
πάντα ἀσύγγνωατα ἐκεῖ· κἂν Νῶε ᾖ καὶ Ἰὼβ, κἂν Δανιὴλ καὶ τοὺς οἰκείους ἴδῃ Ez 14.14, 20
κολαζομένους, οὐ τολμᾷ προστῆναι. Καὶ γὰρ καὶ τὴν ἐκ τῆς φύσεως συμπάθειαν
τότε ἀναιρεῖσθαι συμβαίνει. Ἐπειδὴ γὰρ συμβαίνει δικαίους εἶναι παίδων πατέρας
280 | 282 Κεφάλαιον ΚΕ´ 131

πονηρῶν, καὶ παῖδας πατέρων· ὥστε καθαρὰν εἶναι τὴν ἡδονὴν καὶ μὴ τῇ τῆς
συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν, καὶ ταύτην
σβέννυσθαι τὴν συμπάθειάν φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ Δεσπότῃ κατὰ τῶν
οἰκεῖων σπλάγχνων. Εἰ γὰρ ἄνθρωποι οἱ τυχόντες, ὅταν ἴδωσι φαύλους τοὺς ἑαυτῶν
5 παῖδας, ἀποκηρύττουσι καὶ τῆς συγγενείας ἐκτέμνουσι, πολλῷ μᾶλλον οἱ δίκαιοι.
Τοιγαροῦν μηδεὶς ἐλπιζέτω χρηστὰ, μὴ ἐργαζόμενος χρηστόν τι, κἂν μυρίους ἔχῃ
προγόνους δικαίους· Ἕκαστος γὰρ κομίσεται τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν.

§9 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ παρθενείας καὶ μετανοίας λόγου.


10

Μὴ τοίνυν ἀπατήσωμεν ἑαυτούς. Δεδόσθω γὰρ, ὅτι ὅλην τὴν ζωὴν ἡμῶν ἡδυ-
παθείαις προσαναλίσκομεν· τί πρὸς τοὺς ἀτελευτήτους ἐκείνους αἰῶνας; Ἐνταῦθα
καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ τέλος ἔχει, |281 ἐκεῖ δὲ, ἀτελεύτητοι αἱ κολάσεις. Ἐνταῦθα,
ἐὰν καῇ τὸ σῶμα, ἐξέρχεται ἡ ψυχή· ἐκεῖ δὲ ἀφθάρτου ἐγειρομένου τοῦ σώματος,
15 ἀεὶ ἡ ψυχὴ διαπαντὸς καίεται σὺν αὐτῷ καὶ οὐ τελευτᾷ. Ἐγείρονται γὰρ καὶ οἱ
ἁμαρτωλοὶ ἄφθαρτοι, οὐχ ἵνα τιμηθῶσιν, ἀλλ’ ἵνα ἀθάνατα βασανισθῶσιν.

§ 10 Ἀμφιλοχίου Ἰκονίου ἐκ τοῦ εἰς τὸ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν. PG39.108C
Jn 5.19
20 Εἰ γὰρ ἐν τῷ αἰῶνι τούτῳ ἁμαρτήσας ἅπαξ ἢ δεύτερον ἐπὶ ὀκτὼ καὶ τριάκοντα
ἔτη παραδέδοτο τῇ νόσῳ, τίς ἀμφιβάλλει ὅτι ἀθάνατα κολάζονται οἱ ὁλόκληρον Jn 5.5
αὐτῶν τὸν βίον ἐν ταῖς ἡδοναῖς ἀναλώσαντες;

§ 11 Κυρίλλου Ἀλεξανδρείας ἐκ τοῦ ὑπομνήματος τοῦ εἰς τὸν ε´ ψαλμόν. PG69.741D


25

Καὶ γὰρ ἀμελούμενα μείζονα γίνεται τῶν ἁμαρτημάτων τὰ τραύματα, καὶ οὐ


μέχρι τραυμάτων ἵσταται τὰ τῆς νόσου καὶ τῆς ἀρρωστίας, ἀλλὰ καὶ θάνατον τίκτει
τὸν ἀθάνατον.
Σχόλιον.
30 Ἐπιμαρτυρείτω δὲ τούτοις καὶ τοὺς τῶν ἱερῶν διδασκάλων βεβαιούτω λόγους
αὐτὸς ὁ Κύριος ἡμῶν καὶ Θεὸς διά τε τοῦ προφήτου Δανιὴλ, διά τε τῶν εὐαγγελικῶν,
αἰώνιον εἶναι ὥσπερ τῶν δικαίων τὴν τρυφὴν καὶ τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν, οὕτω
καὶ τῶν ἁμαρτωλῶν τὴν κόλασιν ἐκδιδάσκων, καὶ τῶν πρόσκαιρον ταύτην λεγόντων
ἀποφράττων τὰ χείλη.
35 Φησὶ γοῦν διὰ μὲν τοῦ προφήτου Δανιὴλ οὕτως·
Καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς |282 χώματι ἐξεγερθήσονται· οὗτοι εἰς ζωὴν Dan 12.2
αἰώνων, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς κόλασιν αἰώνιον.
Διὰ δὲ τῶν ἁγίων εὐαγγελίων οὕτως·
Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’
40 αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ
πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτούς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ
πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια
ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε οἱ εὐλογημένοι τοῦ
Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς,
45 κόσμου. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ
πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Mt 25.31-35
Καὶ μετὰ βραχέα·
Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Mt 25.41

18 : Ἰκονίου : Εἰκονίου Α.
37 : εἰς ὀνειδισμὸν καὶ εἰς κόλασιν : εἰς κόλασιν αἰώνιον καὶ ὀνειδισμὸν καὶ εἰς κόλασιν A.
282 | 285 Κεφάλαιον ΚΕ´ 132

§ 12 Ἡσαΐου προφήτου.

Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων Is 66.24
ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ
5 ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.

§ 13 Τοῦ ἁγίου Βασιλείου ἐκ τῶν ἀσκητικῶν, κεφάλαιον σμα´. PG31.1264C

Εἰ ὁ μὲν δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας, πῶς λέγουσί τινες μὴ εἶναι τέλος Lk 12.47-48
10 κολάσεως τοῖς κολαζομένοις;
Ἀπόκρισις
Τὰ ἀμφίβολα καὶ ἐπικεκαλυμμένως εἰρῆσθαι δοκοῦν |283 τα ἔν τισι τόποις τῆς
θεοπνεύστου Γραφῆς ὑπὸ τῶν ἐν ἄλλοις τόποις ὁμολογουμένων σαφηνίζεται. Τοῦ
οὖν Κυρίου ποτὲ μὲν ἀποφηναμένου, ὅτι ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον,
15 οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον, ποτὲ δὲ ἐκπέμποντός τινας εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ Mt 25.46
ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἄλλοτε ὀνομάζοντος γέενναν Mt 25.41
πυρὸς, καὶ ἐπιφέροντος, ὅπου ὁ σκώληξ αὐτων οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται, Mt 5.22; Mk 9.48
καὶ ἐν τῇ Παλαιᾷ διὰ τοῦ προφήτου περί τινων προειρηκότος, ὅτι Ὁ σκώληξ
αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· τούτων καὶ τῶν τοιούτων Is 66.24
20 πολλάκις ὑπὸ τῆς θεοπνεύστου Γραφῆς λεγομένων, καὶ τοῦτο τῆς μεθοδείας τοῦ
διαβολου καθέστηκεν, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλανθανομένους
τῶν τοσούτων καὶ τοιούτων τοῦ Κυρίου ἀποφάσεων, εἰς τὸ μᾶλλον κατατολμᾶν
τῆς ἁμαρτίας ἑαυτοῖς ὐπογράφειν τέλος κολάσεως. Εἰ γὰρ τῆς αἰωνίου κολάσεως
ἔσται ποτὲ τέλος, πάντως ἕξει τέλος καὶ ἡ αἰώνιος ζωή. Εἰ δὲ τοῦτο νοῆσαι οὐ
25 καταδεχόμεθα, ποῖον ἔχει λόγον τῇ κολάσει τῇ αἰωνίῳ τέλος διδόναι; ἡ γὰρ τοῦ
αἰωνίου προσθήκη ἐφ’ ἑκατέρων ἐφ᾽ ἴσης κεῖται. Ἀπελεύσονται οὗτοι εἰς κόλασιν
αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Τούτων οὖν οὕτως ὁμολογουμένων, εἰδέναι Mt 25.46
χρὴ, ὄτι καὶ |284 τὸ, Δαρήσεται, πολλὰς, καὶ τὸ, Δαρήσεται ὀλίγας, οὐχὶ τέλος ἔχει, Lk 12.47-48
ἀλλὰ διαφορὰν κολάσεως. Δημιουργὸς γὰρ ὢν ὁ Θεὸς, δίκαιος κριτής ἐστιν, οὐ
30 μόνον τοῖς ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς πονηροῖς, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν
αὐτοῦ, δύναται εἶναι ὁ μὲν τῆς πυρὸς ἀσβέστου, καὶ τούτου ἤτοι μαλακωτέρου, ἢ Mt 16.27
μᾶλλον φλέγοντος, ὁ δέ τις σκώληκος ἀτελευτήτου, καὶ τούτου πάλιν ἢ πραότερον
ὀδυνῶντος, ἢ σφοδρότερον, καὶ κατὰ τὴν ἀξίαν ἕκαστος· καὶ ἄλλως γεέννης διάφορα
πάντως ἐχούσης τὰ κολαστήρια, καὶ ἕτερος τοῦ ἐξωτέρου σκότους, ἔνθα ὁ μέν τις ἐν Mt 22.13
35 κλαυθμῷ μονον, ὁ δέ τις καὶ ἐν βρυγμῷ τῶν ὀδόντων διὰ τὸ ἐπιτεταμένον τῶν πόνων
γίνεται· καὶ τὸ ἐξώτερον δὲ σκοτος ὑποφαίνει παντως εἶναι καὶ ἐσωτερον. Καὶ τὸ,
Εἰς πυθμένα ᾇδου, ἐν Παροιμίαις εἰρημένον, δηλοῖ ὅτι εἰσί τινες ἐν τῷ ᾅδῃ μὲν, οὐκ Prov 14.12
ἐν πυθμένι δὲ ᾅδου, κουφοτέραν ὑπομένοντες τὴν κόλασιν. Τοῦτο δὲ χαρακτηρίζειν
ἔστι καὶ νῦν ἐν τοῖς τοῦ σώματος πάθεσιν. Ὁ μὲν γάρ τις πυρέσσει μετὰ συμπτωμάτων
40 καὶ ἄλλων παθῶν· ὁ δέ τις πυρέσσει μόνον, καὶ οὗτος οὐχ ὁμοίως τῷ ἑτέρῳ· καὶ
ἄλλος οὐ πυρέσσει μὲν, ὀδύνῃ δέ τινι μέλους καταπονεῖται· καὶ οὗτος πάλιν ἑτέρου
πλέον ἢ ἔλαττον. Εἴρηται δὲ καὶ τοῦτο τῷ Κυρίῳ τὸ πολλὰς καὶ ὀλίγας, κατὰ χρῆσιν
τῆς συνηθείας, ὥσπερ οὖν καὶ ἄλλα |285 πολλὰ τοιαῦτα. Οἴδαμεν γὰρ πολλάκις τὸ
τοιοῦτο εἶδος τοῦ λόγου καὶ ἐφ᾽ ἑνός τινος πάθους παραλαμβανόμενον· οἷον ὅταν
45 λέγωμεν ἐπί τινος πυρέσσοντος μόνον, ἢ ὀφθαλμὸν ὀδυνωμένου, θαυμάζοντες,
ὅτι πολλὰ ἔπαθεν, πολλὰς ὑπέμεινεν ἀνάγκας. Ὥστε πολλὰς καὶ ὀλίγας δέρεσθαι,
οὐκ ἔστι τοῦ χρόνον παράτασις ἢ συμπλήρωσς, ἀλλ’ ἐν τῇ διαφορᾷ τῆς κολάσεως
γίνεται.

3 : κῶλα : κόλα Α. 32 : πραότερον : πραώτερον A.


37 : δηλοῖ : δῆλον A.
285 | 287 Κεφάλαιον ΚϚ´ 133

Κεφάλαιον ΚϚ´.

Ὅτι ἐπὶ πάντων τῶν γενητῶν τὸ ἓν λόγῳ ἐστὶ θεωρητὸν, καὶ οὐδὲ ὑφίσταται
τὰ κοινὰ καὶ καθόλου λεγόμενα· μόνῃ δὲ τῇ θείᾳ καὶ ὑπερανεχούσῃ οὐσίᾳ
5 πεφύλακται κυρίως τὸ ἓν πράγματι καὶ ἀληθείᾳ.

Ἰστέον ὅτι ἐφ’ ἡμῶν μὲν, καὶ ἐπὶ πάντων τῶν ὑπὸ γένεσιν ὄντων, ἡ κοινότης
λόγῳ καὶ ἐπινοίᾳ θεωρεῖται, τὸ δὲ διῃρημένον πράγματι· ἐπὶ δὲ τῆς θεότητος τὸ
ἀνάπαλιν. Ἐκεῖ μὲν οὖν πράγματι τὸ ἓν εὑρίσκεται διά τε τὸ συναΐδιον καὶ τὸ ταὐτὸν
10 <τῆς οὐσίας καὶ> τῆς ἐνεργείας καὶ τοῦ θελήματος καὶ τῆς ἀγαθότητος, ἐπινοίᾳ δὲ
τὸ διῃρημένον· ἐν μόναις γὰρ ταῖς ἰδιότησιν τῆς τε πατρότητος καὶ υἱότητος καὶ
τῆς ἐκπορεύσεως θεωρεῖται καὶ κατὰ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν, καὶ τὸ τὸν μὲν εἶναι
ἀγέννητον, τὸν δὲ γεννητὸν, τὸν δὲ ἐκπορευτόν· ἐν τούτοις καὶ μόνοις ἡ διαφορά.
Οὔτε γὰρ τοπικὴν διάστασιν ὥσπερ ἐφ’ ἡμῶν δυνάμεθα ἐπὶ τῆς θεότητος κατηγορεῖν
15 τῆς ἀπεριγράπτου, οὔτε θελήματος διαφορὰν |286 ἢ δυνάμεως ἢ γνώμης, ἅπερ τὴν
πραγματικὴν ἐν ἡμῖν γεννῶσι πρὸς ἀλλήλους διαίρεσιν.
Καλῶς οὖν τῷ θεολόγῳ εἴρηται Γρηγορίῳ, ὅτιπερ Οὐ φθάνω τὸ ἓν νοῆσαι, καὶ PG36.417B
τοῖς τρισὶ περιλάμπομαι· οὐ φθάνω τὰ τρία διελεῖν, καὶ εἰς τὸ ἓν ἀναφέρομαι· ὅταν
ἕν τι τῶν τριῶν φαντασθῶ, τοῦτο νομίζω τὸ πᾶν. Καὶ ἄλλως δὲ τοῦτο σκοπητέον
20 ἐπὶ τῆς ἁγίας Τριάδος· τρεῖς μὲν τὰς ὑποστάσεις γινώσκομεν, μίαν δὲ τὴν οὐσίαν
καὶ τὴν θεότητα. Ἀλλ’ οὐκ ἐπινοίᾳ τὸ ἓν τῆς θεότητος καὶ τῆς οὐσίας θεωροῦμεν,
ὥσπερ ἀμέλει ἐφ’ ἡμῶν τὸ ἓν τῆς οὐσίας καὶ τῆς ἀνθρωπότητος, ἤγουν τὴν
κοινότητα, γινώσκομεν, ἀλλ’ ἐπὶ τῆς θεότητος πράγματι καὶ ἀληθείᾳ ὑπάρχειν τὸ ἓν
ἐπιστάμεθα, διότι οὐκ ἦν ποτε, ὅτε οὐκ ἦν ἐν ταῖς παρ’ ἡμῶν πιστευομέναις τρισὶν
25 ὑποστάσεσιν ἡ μία θεότης, οὔτε αὔξησιν ἢ μείωσιν πώποτε ἐδέξατο ἢ δέξεται. Ἐφ’
ἡμῶν δὲ τοὐναντίον ἅπαν. Ἦν γάρ ποτε, ὅτε οὐκ ἦν ἐν Πέτρῳ τυχὸν καὶ Παύλῳ
καὶ Ἰωάννῃ ἡ κοινὴ φύσις, ἀλλ’ ἐν ἑτέρῳ ἢ ἑτέροις, καὶ ἔσται πάλιν ἐν ἄλλοις· καὶ
ἦν ποτε, ὅτε ἐν οὐδενὶ ἦν. Πῶς γοῦν οὐκ ἐπινοίᾳ μόνῃ θεωρηθήσεται ἡ κτιστὴ καὶ
γενητὴ φύσις, ἡ καθόλου φημὶ καὶ κοινὴ ἐκ μὴ ὄντων τε γενομένη καὶ ἐξ ἐτέρου εἰς
30 ἕτερον μεταβαίνουσα; ὧν οὐδὲν ἐπὶ τῆς ἀληθοῦς καὶ ἀγενήτου |287 <καὶ ἀκτίστου καὶ
ἀναλλοιώτου ἔστιν ἐννοῆσαι θεότητος. Καλῷς οὖν εἴρηται, ὅτι ὅπερ ἐφ’ ἡμῶν τῇ
ἐπινοίᾳ θεωρεῖται, τὸ ἓν λέγω καὶ ἡ κοινότης, ἐκεῖ κυρίως καὶ πράγματι καὶ ἀληθείᾳ
γνωρίζεται, καὶ πάλιν ὃ ἐφ’ ἡμῶν πράγματι θεωρεῖται, τουτέστιν ὁ μερισμὸς καὶ ἡ
διαίρεσις, ἐκεῖ ἐπινοίᾳ εὑρίσκεται μόνῃ, καθὼς ἀνωτέρω προλέλεκται.>
35

Μαρτυρίαι περὶ τούτου.

§1 Βασιλείου ἐκ τῶν πρὸς Ἄμφιλόχιον κατὰ τῶν λεγόντων PG32.144C


μὴ συναριθμεῖσθαι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, ἀλλ’ ὑπαριθμεῖσθαι.
40

Ἆρα τοῦτο νοοῦσιν τὴν ὑπαρίθμησιν, τὴν τοῦ κοινοῦ εἰς τὰ ὑπεσταλμένα Ὅτι ἡ κοινότης ἐπι-
διαίρεσιν; Ἀλλ’ οὐκ ἂν πιστεύσαιμι εἰς τοσοῦτον αὐτοὺς παραπληξίας ἐλαύνειν, νοίᾳ μόνῃ ἐπὶ τῶν
ὥστε φάναι τὸν Θεὸν τῶν ὅλων, ὥσπερ κοινότητά τινα, λόγῳ μόνῳ θεωρητὴν ἐν γενητῶν θεωρεῖται,
οὐδεμιᾷ δὲ ὑποστάσει τὸ εἶναι ἔχουσαν, εἰς τὰ ὑποκείμενα διαιρεῖσθαι. ἀλλ᾽ οὐκ ἐπὶ Θεοῦ.
45

Σχόλιον.
Ἰστέον ὅτι οὕτως δοξάζουσιν οἱ τὰς μερικάς λέγοντες οὐσίας.

39 : τὸ ἅγιον: καὶ ἅγιον Α. 39 : ὑπαριθμεῖσθαι : ὑπεραριθμεῖσθαι A.


41 : ὑπαρίθμησιν : ὑπεραρίθμησιν A.
287 | 288 Κεφάλαιον ΚϚ´ 134

§2 Τοῦ αὐτοῦ πρὸς Γρηγόριον τὸν ἀδελφὸν περὶ οὐσίας καὶ ὑποστάσεως. PG32.328A

Ὀ γὰρ ἄνθρωπον εἰπὼν, ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας


τῇ ἀκοῇ ἐνεποίησεν· ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὼς
5 καὶ δηλούμενον ἰδικῶς ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι.

§3 Γρηγορίου τοῦ θεολόγον ἐκ τοῦ εἰς τὸ Πνεῦμα τὸ ἅγιον λόγου. PG36.149A

Ὅταν μὲν οὖν πρὸς τὴν θεότητα ἀποβλέψωμεν, καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν
10 μοναρχίαν, ἓν ἡμῖν τὸ φανταζόμενον· ὅταν δὲ πρὸς τὰ ἐν οἷς ἡ θεότης, καὶ τὰ ἐκ τῆς
πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ ὁμοδόξως, τρία τὰ προσκυνούμενα.
Τί δέ; οὐχὶ καὶ παρ’ Ἕλλησι, φαῖεν ἂν μία θεότης, ὡς οἱ τὰ τελεώτερα παρ’
ἐκείνοις φιλοσοφοῦντες, καὶ παρ’ ἡμῖν ἀνθρωπότης μία, τὸ γένος ἅπαν; Ἀλλ’ ὅμως
πολλοὶ θεοὶ, καὶ οὐχ εἷς, ὡς δὲ καὶ ἄνθρωποι; Ἀλλ’ ἐκεῖ μὲν ἡ κοινότης τὸ ἓν ἔχει
15 μόνον ἐπινοίᾳ θεωρητόν· τὰ δὲ καθ’ ἕκαστον πλεῖστον ἀλλήλων, καὶ τῷ χρόνῳ, καὶ
τοῖς πάθεσιν, καὶ τῇ δυνάμει με |288 μερισμένα. Ἡμεῖς τε γὰρ οὐ σύνθετοι μόνον, ἀλλὰ
καὶ ἀντίθετοι, καὶ ἀλλήλοις, καὶ ἡμῖν αὐτοῖς, οὐδ᾽ ἐπὶ μιᾶς ἡμέρας οἱ αὐτοὶ καθαρῶς
μένοντες, μὴ ὅτι τὸν ἅπαντα βίον· ἀλλὰ καὶ σώμασι καὶ ψυχαῖς ἀεὶ ῥέοντές τε καὶ
μεταπίπτοντες· οὐκ οἶδα δὲ, εἰ μὴ καὶ ἄγγελοι, καὶ πᾶσα φύσις ἡ ἄνω, καὶ μετὰ τὴν
20 Τριάδα, κἂν ἁπλοῖ τινες ὦσιν, καὶ πρὸς τὸ καλὸν παγιώτεροι, τῇ πρὸς τὸ ἄκρον
καλὸν ἐγγύτητι.

§4 Καὶ μετὰ βραχέα· PG36.152A

25 δι’ ὧν τὴν αἰσχρότητα τῶν παρ’ Ἕλλησι θεῶν στηλιτεύει καὶ τὴν πρὸς ἀλλήλους Ὅτι οὐχ ὁμοίως τὸ
ἐναντιότητα, φησὶν οὕτως· ἓν ἐπὶ τῆς θεότητος
θεωρεῖται.
Τὸ δὲ ἡμέτερον οὐ τοιοῦτον· Οὐδὲ αὕτη μερὶς τῷ Ἰακὼβ· ἀλλὰ τὸ ἓν ἕκαστον Jer 10.16
αὐτῶν ἔχει πρὸς τὸ συγκείμενον οὐχ ἧττον ἢ πρὸς ἑαυτὸ, τῷ αὐτῷ τῆς οὐσίας καὶ
30 τῆς δυνάμεως. Καὶ οὕτως ὁ τῆς ἑνώσεως λόγος, ὅσον ἐφ’ οἷς ἡμεῖς κατειλήφαμεν.

§5 Ἀναστασίου Ἀντιοχείας ἐκ τοῦ κατὰ τοῦ διαιτητοῦ.

Εἰ γάρ τι σῶμα μὴ ἐννοῆσαι δυνατὸν ἄνευ τοῦ καὶ τόπον αὐτῷ συνεπινοῆσαι
35 κατάλληλον καὶ τὰ ἄλλα, ὧν ἐκτὸς οὐχ ὑφέστηκεν (καίτοι γε οὐκ ἐν αὐτῷ ἔχει τῷ
τόπῳ τὴν οὐσιώδη σύστασιν τὸ σῶμα), πῶς οὐκ ἀδυνατώτερον πολλῷ, τῶν ἀτόμων
χωρὶς φύσιν τινὰ ὡς εἶδος ἐπινοῆσαι, καθ’ ἑαυτὴν ἀνύπαρκτον καὶ ἀνεπινόητον.

40

45

27-28 : τῷ αὐτῷ τῆς οὐσίας καὶ τῆς δυνάμεως : τῷ αὐτῷ τῆς οὐσίας καὶ τῆς οὐσίας καὶ τῆς
δυνάμεως A.
288 | 290 Κεφάλαιον ΚΖ´ 135

Κεφάλαιον ΚΖ´.

Τί τὸ ἐνυπόστατον καὶ τὸ ἀνυπόστατον καὶ τί ὑπόστασις· καὶ ὅτι διττὸν ἕκαστον


τούτων· καὶ πῶς δεῖ ἀπαντᾶν τοῖς ἐρωτῶσιν, εἰ ἔστι φύσις ἀνυπόστατος, καὶ εἱ
5 ἔστι φύσις ἀπρόσωπος.

§1 Ἐκ τῶν σχολίων Λεοντίου. |289 PG86.2.2009D

Ἰστέον ὅτι τὸ ἐνυπόστατον διττόν ἐστι. Σημαίνει γὰρ τὸ ἁπλῶς ὂν, καθ’ ὃ
10 σημαινόμενον οὐ μόνον τὴν οὐσίαν, ἣν αὐθυπόστατον οἱ περὶ ταῦτα δεινοὶ ὑπο-
γράφουσιν· ἐνυπόστατον καλοῦμεν δι’ αὐτὸ τοῦτο τὸ εἶναι ἁπλῶς καὶ ὑφεστάναι,
ἀλλὰ καὶ τὰ συμβεβηκότα ἐνυπόστατα λέγομεν, κἂν ἐν ἑτέρῳ ἔχωσι τὸ εἶναι,
τοῦτ᾽ ἔστιν ἐν τῇ οὐσίᾳ, καί εἰσιν κυριώτερον εἰπεῖν ἑτεροϋπόστατα. Σημαίνει δὲ
πάλιν καὶ τὸ καθ’ ἑαυτὸ ὂν, τοῦτ᾽ ἔστιν ἰδιοσυστάτως, καθ’ ὃ σημαινόμενον καὶ τὰ
15 ἄτομα ἐνυπόστατα λέγονται, τοῦτ᾽ ἔστιν ὁ Πέτρος ἢ ὁ Ἰωάννης, ἅπερ κυρίως οὐκ
ἐνυπόστατα, ἀλλ’ ὑποστάσεις μᾶλλόν εἰσί τε καὶ γνωρίζονται.
Ἀλλὰ καὶ τὸ ἀνυπόστατον διττῶς εὑρίσκομεν λεγόμενον. Λέγεται γὰρ
ἀνυπόστατον καὶ τὸ μηδαμῇ μηδαμῶς ὂν, ὡς τραγέλαφος καὶ ἱπποκένταυρος.
Λέγεται πάλιν ἀνυπόστατον οὐ τὸ μηδαμῇ μηδαμῶς ὂν, ἀλλὰ τὸ ἐν ἑτέρῳ ἔχον τὴν
20 ὑπόστασιν, ὥσπερ εἰσὶ τὰ συμβεβηκότα· διότι εἰ καὶ ὑφεστήκασιν ἐν ταῖς οὐσίαις,
ἀλλ’ ἐπειδὴ καθ’ ἑαυτὰ μὴ ὑφεστάναι λέγεται, καὶ κατὰ τοῦτο τὸ σημαινόμενον
ἀνυπόστατα.
Τὸν ὅμοιον δὲ τρόπον καὶ ἡ ὑπόστασις κατὰ δύο σημαινομένων φέρεται.
Σημαίνει γὰρ καὶ τὸ ἁπλῶς ἐν ὑπάρξει ὂν, ὅτε μάλιστα τῶν χαρακτηριστικῶν
25 ἰδιωμάτων ἐστέρηται. Σημαίνει καὶ τὸ πρόσωπον τὸ καθ’ ἑαυτὸ ὑφεστώς. Ὅθεν ὁ
ἅγιος Κύριλλος ποτὲ μὲν ἐπὶ τοῦ ἁπλῶς ὄντος τῷ ὀνόματι τῆς ὑποστάσε |290 ως
χρησάμενός φησιν, ὅτι δὴ ἀσύγχυτοι μεμενήκασιν αἱ ὑποστάσεις, περὶ τῶν οὐσιῶν PG75.1381A
λέγων, καὶ πάλιν, ὅτι πραγμάτων αὐτῶν ἤγουν ὑποστάσεων γέγονε σύνοδος, καὶ εἴ PG76.396C
τι ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις, καὶ ἕτερα τοιαῦτα περὶ τῶν οὐσιῶν PG77.120C
30 λέγων. Ἀλλὰ καὶ ὁ ἅγιος Ἀθανάσιος ἐν τῇ πρὸς τοὺς Ἄφρους ἐπιστολῇ φησιν, Ἡ
δὲ ὑπόστασις οὐσία ἐστι καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει ἢ αὐτὸ τὸ ὄν. Ποτὲ δὲ PG27.1036Β
πάλιν ὁ αὐτὸς Κύριλλος ἐπὶ τοῦ καθ’ ἑαυτὸ ἰδιοσυστάτως ὑφεστῶτος προσώπου
τὴν ὑπόστασιν λαμβάνων ἔφασκεν, Εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσιν τὰς
ἐν εὐαγγελίοις ἀπονέμει φωνὰς, ἀνάθεμα ἔστω. PG77.120C
35 Δεῖ οὖν ἡμᾶς γινώσκοντας, ὡς τῶν ὁμωνύμων τυγχάνει τό τε ἐνυπόστατον
καὶ τὸ ἀνυπόστατον καὶ μὴν καὶ ἡ ὑπόστασις καὶ διάφορα ἔχουσι τὰ σημαινόμενα,
πρότερον ἐν ταῖς περὶ τούτων διαλέξεσιν ἐπερωτᾶν, περὶ ποίου σημαινομένου ὁ
λόγος ἐστὶ τῷ συζητοῦντι, καὶ οὕτως τὰς ἀπολογίας ποιεῖσθαι.

40 §2 Κυρίλλου ἐκ τῶν πρὸς Ἑρμείαν. PG75.1204D

Τὸ γάρ τοι μὴ ὑφεστὼς ἐν ἴσῳ τῷ μηδενί, μᾶλλον δὲ παντελῶς οὐδέν.

§3 Ἐκ τῶν συνηγοριῶν Εὐλογίου Ἀλεξανδρείας. PG86.2.2948D


45

Ἤκουσά τινος αὐτῶν γενναίως οἰομένου διαλέγεσθαι, ὅτι οὐκ ἔστι φύσις
ἀπρόσωπος, ἀλλὰ παρέπεται τῇ φύσει καὶ πρόσωπον. Εἰ οὖν δύο φύσεις, πάντως
καὶ δύο πρόσωπα. Πῶς οὐκ ἄν τις τοὺς τὰ τοιαῦτα προβαλλομένους ἐλεήσειεν, |291

12 : ἔχωσι : ἔχουσι A. 40 : Ἑρμείαν : Ἑρμίαν A.


290 | 294 Κεφάλαιον ΚΖ´ 136

οἳ σαφῶς οὕτω προσπταίουσιν, καὶ Νεστορίῳ προσποιούμενοι πολεμεῖν, τοῖς αὐτοῦ


προβλήμασι κέχρηνται καὶ τὴν ἐκείνου νόσον τό γε ἐπ’ αὐτοῖς ἀσπάζονται; Εἰ γὰρ
οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ καὶ παρέπεται τῇ φύσει καὶ πρόσωπον, φασὶ δὲ ἐκ
δύο φύσεων τὴν ἀπόρρητον ἕνωσιν ἐν Χριστῷ γεγονέναι, ἄρα ἐκ δύο προσώπων
5 κατ’ αὐτοὺς ὁ Ἐμμανουὴλ, καὶ ἀνέῳκται λοιπὸν τοῖς βλασφημοῦσι παρρησίᾳ δύο
πρόσωπα λέγειν ἐν Χριστῷ, ὅπερ μανίας ἀνάμεστον. Οὐ γὰρ ἂν Πέτρον ἢ Παῦλον
εἴ τις ἑνώσειεν, μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον εἴποι. Αἱ γὰρ ὑποστάσεις, ἃ ἐστι
πρόσωπα, τὴν κατ’ οὐσίαν καὶ σχέσιν ἕνωσιν ἐπιδέχονται, οὐ τὴν ἐνυπόστατον καὶ
ἓν πρόσωπον ἀποτελοῦσαν. Κατ’ οὐσίαν μὲν οὖν αἱ ὑποστάσεις ἑνοῦνται, ὡς ἐπὶ
10 τῆς ἁγίας Τριάδος· τρεῖς γὰρ ὑποστάσεις μιᾶς οὐσίας ὑπάρχουσιν. Ἡ δὲ κατὰ σχέσιν
ἕνωσις κατὰ πολλοὺς νοεῖται τρόπους· ἐν ὁμωνυμίᾳ, ἐν ἰσοτιμίᾳ, ἐν ταὐτοβουλίᾳ,
καὶ ὅσα τούτοις παραπλήσια. Ἐν ὁμωνυμίᾳ μὲν, ὡς Ἰούδας ὁ Ἰακώβου καὶ Ἰούδας ὁ
Ἰσκαριώτης· ἰσοτιμίᾳ δὲ καὶ ταὐτοβουλίᾳ, ὡς Πέτρος καὶ Ἰωάννης· ἑκάτερος γὰρ
ἀπόστολος, καὶ αὔξειν ἠβούλοντο τὸ κήρυγμα τοῦ Χριστοῦ. Ὃ οὖν ἔφθην εἰπὼν, αἱ
15 δύο ὑποστάσεις ἤγουν πρόσωπα ἑνούμενα, οὐδέποτε μίαν ἀποτελοῦσιν ὑπόστασιν
καὶ ἓν πρόσωπον. |292 Εἰ οὖν ἐκ δύο φύσεων ὁ Ἐμμανουὴλ, ἡ δὲ φύσις πρόσωπόν ἐστι
κατ’ αὐτοὺς, ἔσται ἄρα καὶ ἐκ δύο προσώπων, ἅπερ οὐκ ἐπιδέχονται τὴν ἐνυπόστατον
ἕνωσιν. Καὶ οὕτω, κατὰ τὸν <αὐτῶν> διεφθαρμένον λόγον, τὸ τῆς ἀθέου διαιρέσεως
δόγμα χώραν εὑρήσει, καὶ Κύριλλος ἐκβληθήσεται, πάλαι κατὰ Νεστορίου τοιαῦτα
20 βοῶν· Ὀνήσει δὲ κατ’ οὐδένα τρόπον τὸν ὀρθὸν περὶ τῆς πίστεως λόγον εἰς τὸ οὕτως
ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσί τινες. Ἀλλ’ οὐχ οὕτως οὔτε ἡ ἀλήθεια
ἀπαιτεῖ, οὔθ᾽ ἡμεῖς ἀνεξόμεθα, ἀλλὰ τὴν ἀκλινῆ καὶ μέσην ὁδὸν βαδιούμεθα, τοὺς
μὲν δυάδα προσώπων εἰσαγαγόντας ἀναθεματίζοντες, τὴν δὲ ἀλήθειαν τῶν ἐν Χριστῷ
οὐσιῶν ὁμολογοῦντες.
25 Ἀλλ’ ἴσως ἐξ ἀπορίας διαστρέφειν πειρώμενοι, τὴν τοιαύτην πεποίηνται
πρότασιν. Ἡμῶν γὰρ ἐνυποστάτως ἡνωμένας δύο φύσεις λεγόντων, ἐθελοκωφῶσιν
καὶ περιξύοντες τῆς ὁμολογίας ἡμῶν τὸ ἐνυποστάτως ἡνωμένας, προβλήματι
κέχρηνται καθ’ ἡμῶν τῆς ἡμετέρας ὁμολογίας ἀπᾴδοντι, καί φασιν· οὐκ ἔστι φύσις
ἀπρόσωπος. Τί τοίνυν αὐτοῖς τὸ σοφὸν τοῦτο βούλεται πρόβλημα; Εἰ μὲν, ὅτι οὐ
30 δυνατὸν τὰς φύσεις ἄλλως ἢ ἐν προσώποις θεωρεῖσθαι, τούτοις πᾶς τις καὶ τῶν
μικρὰ εἰδότων συνομολογήσειεν. Τίς γὰρ ἀγνοεῖ ὅτι καθόλου ἐν τοῖς κατὰ μέρος
προσώποις, ὅπερ ταῖς |293 χαρακτηριστικαῖς ὑποστάσεσι θεωρεῖται, οἷον ἡ τῆς
θεότητος φύσις ἐν Πατρὶ, ἐν Υἱῷ, ἐν ἁγίῳ Πνεύματι· ὁμοίως ἡ ἀγγελικὴ φύσις ἐν
Μιχαὴλ, ἐν Γαβριὴλ καὶ τοῖς λοιποῖς· καὶ ἡ τῆς ἀνθρωπότητος φύσις ἐν τοῖς καθ’
35 ἕκαστον γνωρίζεται προσώποις; Εἰ δὲ τοῦτο βούλονται κατασκευάζειν, ὅτι πάσῃ
φύσει ἰδιάζον παρέπεται πρόσωπον, ἐπὶ τῶν μὴ καθ’ ὑπόστασιν ἡνωμένων φύσεων,
ὅ ἐστιν οὐσιῶν, καὶ τοῦτον ὀρθῶς ἔχειν ἡγοῦμαι τὸν λόγον· ἐπὶ δὲ τῶν ἐν συνθέσει
καὶ ἐνυποστάτως ἡνωμένων, πόρρω τῆς ἀληθείας καθέστηκεν. Ἔστι γὰρ ὅτε
διάφοροι φύσεις συνερχόμεναι κατὰ τὴν ἀδιαίρετον ἕνωσιν ἓν πρόσωπον καὶ μίαν
40 ἀποτελοῦσιν ὑπόστασιν, οἷον τὰ τέσσαρα στοιχεῖα διάφοροι ὑπάρχουσιν οὐσίαι,
ἀλλ’ ὅμως ἓν ἀποτελοῦσι σῶμα τοῦδε τυχὸν τοῦ ξύλου ἢ λίθου τοῦ ἐν ἰδιότητι
θεωρουμένου, ὅπερ ἐστὶν ὑπόστασις. Ἀλλ’ ἐπείπερ τὸ παράδειγμα κρᾶσιν δοκεῖ πως
ἐμφαίνειν καὶ σύγχυσιν, ληπτέον ἡμῖν τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα τὸν ἐν
μιᾷ ὑποστάσει. Ἐν ἑκάστῳ γὰρ ἡμῶν ἡ οὐσία τῆς ψυχῆς ἑτέρα ἐστὶν ὡς πρὸς τὴν
45 οὐσίαν τοῦ σώματος, ἀλλ’ ὅμως αἱ δύο οὐσίαι συνελθοῦσαι ἐν τοῖς καθέκαστον ἓν
πρόσωπον ἀποτελοῦσιν, φέρε εἰπεῖν Ἰωάννου ἢ Παύλου ἢ ἄλλου τινὸς, μείνασαι
δύο. Οὔτε γὰρ ἡ ψυχὴ σὰρξ ἐγένετο, οὔτε μὴν ἡ σὰρξ ψυχὴ |294 γέγονεν. Μάρτυς
δὲ τούτου Παῦλος ὁ κῆρυξ τῆς ἀληθείας φάσκων, ὁ ἔσω ἄνθρωπος καὶ ὁ ἔξω, Ro 7.22; Eph 3.16

11 : ὁμονυμίᾳ : ὁμόνοιᾳ A.
23 : ἀλήθειαν τῶν : ἀλήθειαν τὴν A.
27 : τὸ : τὸ with τῷ written above.
294 | 297 Κεφάλαιον ΚΖ´ 137

ἵνα τὸ διάφορον σημαίνῃ τῶν οὐσιῶν. Τούτῳ κατ’ ἴχνος ἑπόμενος Ἰωάννης ὁ τῆς
Κωνσταντινουπόλεως ἐπίσκοπος καὶ πάσης ἐκκλησίας διδάσκαλος τοιαῦτα γράφει
ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ εἰς τὴν ἀσάφειαν τῆς Παλαιᾶς διαθήκης· Διπλοῦν γὰρ PG56.182
τοῦτο τὸ ζῷον ὁ ἄνθρωπος, ἐκ δύο συγκείμενον οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ
5 νοητῆς, ψυχῆς λέγω καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ συγγένειαν ἔχον· διὰ γὰρ
τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἅνω δυνάμεσιν, διὰ δὲ τῆς αἰσθητῆς τοῖς ἐπὶ γῆς
συνῆπται πράγμασιν, σύνδεσμος ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως. Οὕτως οὖν ἐν
Χριστῷ τῶν δύο οὐσιῶν γέγονεν ἕνωσις εἰς μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον, εἰ
καὶ ἀμυδρῶς διὰ τῶν παραδειγμάτων ἀποδέδεικται. Πᾶσαν γὰρ ἕνωσιν ἡ ἐν Χριστῷ
10 οἰκονομία ὡς ἀληθῶς ὑπεραίρουσα τὴν ἀνθρωπίνην διαδιδράσκει κατάληψιν.
Ἀλλὰ πάλιν τοῖς αὐτοῖς ἐμφιλοχωροῦσι νοσήμασιν, ὗς κατὰ τὸν λόγον τῷ
βορβόρῳ ἐγκυλιόμενος. Τὰ αὐτὰ γὰρ πάλιν διαφόρως προβάλλονται. Φασὶ γὰρ, οὐκ 2Pet 2.22
ἔστιν οὐσία ἀνυπόστατος· πῶς οὖν οὐκ ἐν δύο ὑποστάσεσι ῥητέον, εἴπερ ἄρα δύο
οὐσίας φατέ; Ὁρᾶτε τῶν κομψῶν τούτων τὴν ἅγνοιαν; Τὴν γὰρ αὐτὴν ἡμῖν ἀνοήτως
15 εἰσήγαγον |295 πρότασιν, τὰ ὀνόματα πάλιν ὑπαλλάξαντες. Τίς γὰρ διαφορὰ οὐσίας
καὶ φύσεως; Τίς δὲ προσώπου πρὸς τὴν ἐν χαρακτῆρι ὑπόστασιν; Ὅθεν ὁ αὐτὸς ἡμῖν
καὶ ἐπὶ τοῦ παρόντος ἀρκέσει λόγος. Εἴποιμι γάρ ἄν πρὸς αὐτούς· καὶ ἐμὲ τὸν ἐκ
ψυχῆς καὶ σώματος ἐν ἰδιώμασιν χαρακτηριστικοῖς θεωρούμενον ἄνθρωπον, πολλὰς
ὑποστάσεις καὶ πολλοὺς ἀνθρώπους δοκεῖτε ποιεῖν; Οὐ γὰρ δὴ τοσοῦτον ἠλίθιοι
20 πεφύκατε, ὥστε ἀγνοεῖν ἑτέραν μὲν εἶναι κατ’ οὐσίαν τὴν ψυχὴν πρὸς τὸ σῶμα,
ἕτερον δὲ τὸ σῶμα τὸν περὶ τῆς οὐσίας λόγον ἐπέχειν. Εἰ δὲ ἑκάστη οὐσία καθ’ ὑμᾶς
ἰδικὴν ὑπόστασιν χαρακτηριστικὴν ἀναδέχεται, κενά μοι τὰ τῆς ἑνώσεως, καὶ ὁ εἷς
γέγονα δύο, ἵνα ὑμῖν δόξῃ καὶ τοῖς ματαίοις σκινδαλάμοις. Εἰ δὲ ἐγὼ ἐκ διαφόρων
οὐσιῶν δύο συγκείμενος οὔκ εἰμι δύο ἄνθρωποι, ἀλλὰ καὶ τὰς δύο ἔχω οὐσίας τῆς
25 ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν ὑποστάσει μιᾷ θεωροῦμαι, τίς ἀνάγκη καὶ ἐπὶ Χριστοῦ
τὰς δύο οὐσίας ὁμολογοῦντα, δύο φάναι καὶ ἰδικὰς τὰς ὑποστάσεις; Αὐτοῦ μὲν γὰρ
τῇ φύσει τὰ θεῖα, αὐτοῦ δὲ διὰ τὴν ἐνυπόστατον ἕνωσιν τὰ ἀνθρώπινα· οὐ γὰρ
ἐν ἑτέρῳ, ἀλλ’ ἐν αὐτῷ ἡ ἰδικὴ αὐτοῦ ὑπέστη σὰρξ, ὡς προείρηται. Τὸ κοινὸν γὰρ
ἔχουσα τῆς ἀνθρωπίνης οὐσίας, τοῦτ᾽ ἔστι τὸ εἶναι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ,
30 ἐν μόνῳ τῷ Θεῷ Λόγῳ ἔσχεν τὰ ἰδικὰ, τοῦτ᾽ ἔστι τὸ εἶναι τοῦ Θεοῦ Λόγου καὶ οὐχ
ἑτέρου σάρξ. |296 Πῶς οὑν ἑτέρα ὑπόστασις ἡ μηδόλως καθ’ ἑαυτὴν ὑποστᾶσα;
Ἄλλως τε μηδὲ τοῦτο ἀγνοείτωσαν, ὅτι ἀντὶ οὐσίας ἡ ὑπόστασις τοῖς ἁγίοις
Πατράσι πολλάκις νενόηται, ὡς καὶ Κυρίλλῳ δοκεῖ. Ἐν γὰρ τῷ τρίτῳ ἀναθεματισμῷ
φησιν, Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἔνωσιν· τὸ γὰρ PG77.120C
35 ὑφεστηκὸς ἐνταῦθα δηλοῖ ἡ ὑπόστασις. Οὐ γὰρ ἂν ὁ θεοφόρος ἐπὶ τοῦ ἑνὸς
Χριστοῦ ὑποστάσεις ὠνόμαζεν ὁ ταῖς Νεστορίου βλασφημίαις ἀεὶ πολεμῶν, εἰ μὴ
ἀντὶ οὐσιῶν αὐτὰς ἐδέχετο. Ὁμοίως καὶ ὁ ἅγιος Ἀθανάσιος ἐν τῇ πρὸς Ἄφρους
ἐπιστολῇ φησιν, Ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ, καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει, PG27.1036B
ἢ αὐτὸ τὸ ὄν. Ὅπερ ὁ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγων, Καὶ οὐκ ἤκουσαν φωνὴν
40 ὑπάρξεως. Ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπαρξίς ἐστιν· ἔστι γὰρ καὶ ὑπάρχει. Εἰ οὖν Jer 10.10
τις ἐνυποστάτους κατὰ τοῦτον τὸν λόγον εἴποι τὰς οὐσίας, ὅ ἐστιν ὑπαρχούσας, οὐδὲ
ἡμεῖς ἀρνηθείημεν. Ἡ γὰρ ὑπόστασις πρὸς τὴν οὐσίαν τῷ εἶναι μέν τι οὐ διαφέρει,
ἀλλὰ τῷ τὴν μὲν κοινῶς εἶναι, φημὶ δὴ τὴν οὐσίαν, τὴν δ᾽ ὑπόστασιν ἰδικῶς, ὅταν
μετὰ τῶν καθόλου καὶ ἰδικόν τι ἔχοι. Οὐ κατὰ τοῦτο οὖν φαμεν τὴν ἡμετέραν ἐν
45 Χριστῷ οὐσίαν ἐνυπόστατον εἶναι, οἷον ὑπόστασιν καθ’ ἑαυτὴν χαρακτηριστικὴν
καὶ πρόσωπον οὖσαν, ἀλλὰ καθὸ ὑφέστηκέν τε καὶ ἔστιν. Ἐνίοτε γὰρ τὸ ὑφεστηκέναι
δηλοῖ ἡ ὑπόστασις, ὅ ἐστιν οὐσία, ὡς ἀποδέδεικται, |297 ὅταν τῶν χαρακτηριστικῶν
ἰδιωμάτων καὶ περὶ πρόσωπον θεωρουμένων ἐστέρηται.

33 : Ἐν γὰρ : Ἑὰν γὰρ A.


297 | 299 Κεφάλαιον ΚΗ´ 138

Κεφάλαιον ΚΗ´.

Περὶ τῆς κατ’ ἐπίνοιαν θεωρίας καὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ
καὶ περὶ ἕξεως καὶ στερήσεως.
5

§1 Ἐκ τῶν Λεοντίου μοναχοῦ τοῦ Βυζαντίου. PG86.2.2013A

Τὴν ἐπίνοιαν οἱ Πατέρες καὶ ὁ ἀληθὴς λόγος διττὴν εἶναι ἀπεφήναντο. Ἡ μὲν Ὅτι διττὴ ἡ ἐπίνοια.
γὰρ οἱονεὶ ἐπίνοιά τις καὶ ἐπενθύμησίς ἐστι, τὴν ὁλοσχερῆ τῶν πραγμάτων καὶ
10 ἀδιάρθρωτον ἐξαπλοῦσά τε καὶ διασαφοῦσα θεωρίαν καὶ γνῶσιν, ὡς τὸ αἰσθήσει
δόξαν εἶναι ἁπλοῦν τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πολύμερές τε καὶ ποικίλον
ἀναφαίνεσθαι. Ἡ δὲ, ἀνάπλασμα διανοίας τυγχάνει κατὰ συμπλοκὴν αἰσθήσεώς τε Αὕτη ἡ λεγομένη
καὶ φαντασίας, ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ εἶναι δοξάζουσα. ψιλὴ ἐπίνοια.
Τοιαύτη δέ ἐστιν ἡ τῶν ἱπποκενταύρων καὶ σειρήνων μυθοπλαστία. Τῶν γὰρ ὅλων
15 τὰ μέρη λαμβάνουσα καὶ ἐκ μερῶν ἄλλο τι συντιθεῖσα κατὰ πολλὴν ἐξουσίαν τε καὶ
εὐκολίαν, τὰ μηδαμῶς ἐν ὑποστάσει καὶ οὐσίᾳ θεωρούμενα ἐν τῇ διανοίᾳ καὶ τοῖς
λόγοις ἀνέπλασεν, εἶτα καὶ ταῖς ὕλαις διαμορφουμένη ἀνειδωλοποίησεν.

§2 Βασιλείου πρὸς Ἀμφιλόχιον. PG29.524C


20

Καὶ ἁπαξαπλῶς πάντα τὰ αἰσθήσει γνώριμα καὶ ἁπλᾶ μὲν εἶναι τῷ ὑποκειμένῳ Τί τὸ ἐπίνοιᾳ
δοκοῦντα, ποικίλον δὲ λόγον κατὰ τὴν θεωρίαν δεχόμενα, ἐπινοίᾳ θεωρητὰ λέγεται. θεωρητόν.

Σχόλιον.
25 Ἐπειδὴ δὲ | ἀκούοντες οἱ τῇ ὀρθῇ μαχόμενοι δόξῃ τοῦ ἁγίου Κυρίλλου
298
PG77.245A
λέγοντος, ὅτιπερ Ἐν ψιλαῖς διελόντες ἐπινοίαις καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις, ἤτοι νοῦ Πρὸς τοὺς κατ᾽
φαντασίαις, τὴν διαφορὰν δεξάμενοι οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις, οὔτε μὴν ἐπίνοιαν τὰς φύσεις
διαμπὰξ διατομῆς δύναμιν ἐφίεμεν αὐταῖς, εἶτα καὶ τοῦ ἁγίου Γρηγορίου λέγοντος, θεωρεῖν λέγοντας.
Ἡνίκα αἱ φύσεις διΐστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα, ἐκεῖνοι τὴν PG36.113B
30 ἔννοιαν διαστρέφοντες τῶν διδασκάλων, οὐκέτι τὴν διαίρεσιν λέγουσι κατ’ ἐπίνοιαν,
ἀλλ’ αὐτὰς τὰς φύσεις μόνῃ ἐπινοίᾳ ψιλῇ θεωρεῖσθαι διϊσχυρίζονται, ἐρωτητέον
αὐτούς· τί βούλεται αὐτοῖς ἡ ἐπίνοια σκοπεῖν, ὅτε μετὰ τὴν ἕνωσιν τὰ ἐξ ὧν ὁ Χριστὸς
θεωρεῖν δοκοῦσιν, ὥς φασιν; ὄντα πράγματα ἐν τῷ Χριστῷ καὶ ὑποκείμενα θεωρίᾳ,
ἢ μὴ ὄντα μηδὲ ὑποκείμενα; ἀληθῆ καὶ ὑφεστῶτα, ἢ ἀναπλάσματα διανοίας; Εἰ μὲν
35 οὖν ἀληθῆ καὶ ὑφεστῶτα πράγματα καὶ ὑποκείμενα ἡ ἐπίνοια θεωρεῖ ἐν τῷ Χριστῷ,
δύο πάντως τὰ ὑποκείμενα καὶ μετὰ τὴν ἕνωσιν. Εἰ δὲ μὴ ἀληθῆ μηδὲ ὄντα ἡ ἐπίνοια
ἀναπλάττει καὶ θεωρεῖ, μάτην καὶ τὸ ἐκ δύο ὑποκρίνονται καὶ ψιλαῖς ἐπινοίαις τὴν
ἕνωσιν δογματίζουσιν, μηδὲν ἔχουσαν ὑποκείμενον. Εἰ γὰρ ἔχει τι ὑποκείμενον ἡ
θεωρία καὶ μὴ ψιλός ἐστιν ἀναπλασμὸς ἡ ἕνωσις, ἀλλὰ πραγμάτων ὑφεστώτων,
40 πάντως |299 που καὶ μετὰ τὴν ἕνωσιν θεωρεῖσθαι τὰ ἑνωθέντα οὐκ ἂν ἀρνηθείημεν, εἰ
μήπω ἀφανισμὸς καὶ σύγχυσις, ἢ μεταβολὴ, ἢ ἀλλοίωσις, ἢ τροπὴ μετὰ τὴν ἕνωσιν
παρηκολούθησεν. Ἐπειδὴ δὲ καὶ διαφορὰν δοκοῦσιν ὁμολογεῖν, γινωσκέτωσαν, ὡς
προϋποκειμένων τῶν φύσεων αἱ διαφοραὶ προσεπινοοῦνται.

45


14 : σειρήνων : σιρήνων A. 25 : δόξῃ : πίστει with δόξῃ written above A.
27 : τίθεμεν τὰς : τιθέντας A. cf. Chapter 29 §8
299 | 301 Κεφάλαιον ΚΗ´ 139

§3 Οὕτω γὰρ καὶ Κύριλλος ὁ θειότατος ἐν τῷ α´ βιβλίῳ τοῦ θησαυροῦ κεφαλαίῳ PG75.28C
β´ ἐδίδαξεν εἰπών·

Εἰ πᾶσα διαφορὰ περὶ τὰς οὐσίας γίνεται, ζητεῖν ἀνάγκη τὴν οὐσίαν, ἧς ἔσται
5 διαφορὰ τὸ ἀγένητον. Οἷον φέρε εἰπεῖν, ὁρίζεται τὸ ζῷον τῷ τοιούτῳ δὲ λόγῳ· οὐσία
ἔμψυχος αἰσθητική. Περὶ ταύτην τὴν οὐσίαν ἡ διαφορὰ γίνεται. Τὸ μὲν γάρ ἐστι ζῷον
§4 λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οἷον ἄνθρωπος· τὸ δὲ ζῷον ἄλογον,
οἷον ἵππος. Οὐκοῦν, προϋποκειμένης τῆς οὐσίας αἱ διαφοραὶ προσεπινοοῦνται.

10 Τοῦ αὐτοῦ ἐκ τοῦ α´ βιβλίου τοῦ θησαυροῦ. PG75.249A

Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς ἐν αὐτῷ κείσεται τὸ δύνασθαι κτίζων, καὶ εἰς τὸ Περὶ τοῦ δυνάμει
εἶναι παράγειν ἐξ οὐκ ὄντων τὰ ποιήματα; Εἰ γὰρ ὅλως ἐνδέχεται φύσιν γενητὴν ἐκ καὶ ἐνεργείᾳ
τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἔσται δυνάμει δημιουργὰ καὶ τὰ ἄλλα ποιήματα,
15 καὶ εἰ μήπω τοῦτο διὰ τῆς ἐνεργείας ὁρᾶται· ὥσπερ ἀμέλει καὶ ὁ παῖς ὁ βραχεῖαν
ἄγων ἔτι τὴν ἡλικίαν, δυνάμει μὲν σπερματιστής ἐστι, καθὸ καὶ ἀνήρ ἐστιν, οὔπω
δὲ τῇ ἐνεργείᾳ. Τὸ δὲ ἔχον τι πεφυκὸς, |300 οὐκ ἂν λέγοιτο μὴ ἔχειν, εἰ καὶ μήπω
τοῦτο φαίνεται, κρυπτομένης ἔτι τῆς φυσικῆς ἐνεργείας διά τινα πρόφασιν, ἢ διὰ
τὸν χρόνον.
20

Ἔξήγησις περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ.

Μεταξὺ τοῦ μηδαμῇ μηδαμῶς καὶ τοῦ ἐνεργείᾳ ὄντος, ἔστιν ὅπερ δυνάμει Περὶ τῶν δυνάμει
λέγεται, ὅπερ πῇ μέν ἐστι, πῇ δὲ οὐκ ἔστιν, οἷον ὡς ἐπὶ τοῦ σπέρματος τοῦ ἀνθρώπου· καὶ ἐνεργείᾳ ἐκ τῶν
25 τοῦτο γὰρ πῇ μέν ἐστιν ἄνθρωπος, πῇ δὲ οὐκ ἔστι· δυνάμει μὲν γὰρ ἄνθρωπός ἐστι, σχολίων Ἡλίου.
καθὸ δύναται ἀποτελέσαι ἄνθρωπον, ἐνεργείᾳ δὲ οὐκ ἔστιν ἄνθρωπος, ἀλλὰ σπέρμα
ἀνθρώπου. Ὡς ἐπὶ τοῦ κόκκου τοῦ σίτου· τοῦτο γὰρ πῇ μὲν στάχυς ἐστὶ, πῇ δὲ οὐκ
ἔστι· δυνάμει μὲν γὰρ στάχυς ἐστὶ, καθὸ ἀποτελεῖ στάχυν σπειρόμενος· ἐνεργείᾳ
δὲ οὐκ ἔστι στάχυς, ἀλλὰ σῖτος. Καὶ τὸ χλιαρὸν ἐνεργείᾳ μὲν οὔτε ψυχρὸν οὔτε
30 θερμόν ἐστι, δυνάμει δὲ ναὶ, καθὸ δύναται γενέσθαι ψυχρὸν μὲν ψυχόμενον, θερμὸν
δὲ θερμαινόμενον. Καὶ πάλιν τὸ παιδίον ἐνεργείᾳ μὲν οὔτε ἀρετὴν λέγεται ἔχειν,
οὔτε κακίαν, δυνάμει δὲ ναὶ, καθὸ δύναται ἔχειν.
Διττὸν δέ ἐστι τὸ δυνάμει· τὸ μὲν γὰρ κατ’ ἐπιτηδειότητά ἐστι, τὸ δὲ καθ’ ἕξιν. Ὅτι διττὸν τὸ
Καὶ κατ’ ἐπιτηδειότητα μέν ἐστιν, ὡς ὅταν εἴπωμεν τὸ παιδίον δυνάμει γραμματικὸν δυνάμει.
35 εἶναι, καθὸ ἔχει ἐπιτηδειότητα πρὸς τὸ γενέσθαι γραμματικόν· καθ’ ἕξιν δὲ, ὡς
ὅταν εἴπωμεν τὸν ἠρεμοῦντα γραμματικὸν δυνάμει γραμματικὸν εἶναι, καθὸ εἰ καὶ
γινώσκει τοὺς λόγους, οὐ κέχρηται |301 αὐτοῖς.
Καὶ τὸ ἐνεργείᾳ δὲ διττόν ἐστι· τὸ μὲν γάρ ἐστι καθ’ ἕξιν, τὸ δὲ κατὰ προχείρησιν.
Καὶ καθ’ ἕξιν μέν ἐστιν, ὡς ὅταν εἴπωμεν τὸν ἠρεμοῦντα καὶ μὴ ἐξηγούμενον
40 γραμματικὸν, ἐνεργείᾳ γραμματικὸν εἶναι, καθὸ εἰ καὶ ἠρεμεῖ καὶ οὐκ ἐξηγεῖται, ἀλλ’
οὖν ἕξει ἔχει τοὺς λόγους τῆς γραμματικῆς. Τοῦτο δὲ ταὐτόν ἐστι τῷ καθ’ ἕξιν δυνάμει,
ἀλλὰ κατὰ τὴν φωνὴν διαφέρει, καθὸ τὸ μὲν δυνάμει λέγεται, τὸ δὲ ἐνεργείᾳ. Κατὰ
προχείρησιν δέ ἐστιν, ὡς ὅταν εἴπωμεν τὸν ἐξηγούμενον γραμματικὸν, ἐνεργείᾳ
γραμματικὸν εἶναι, καθὸ ἐν προχείρῳ ἔχει τὰ τῆς γραμματικῆς θεωρήματα.
45

30 : ἐπιτηδειότητά ἐστι : ἐπιτηδειότητα μέν ἐστι A.


301 | 303 Κεφάλαιον ΚΗ´ 140

Ἄλλως περὶ τοῦ δυνάμει.

Δύναμις λέγεται καὶ τὸ πρῶτον σημαινόμενον, τὸ κατ’ ἐπιτηδειότητα ὂν καὶ Ὁμοίως ἐκ τῶν
φύσιν, ὥσπερ λέγομεν τὸ παιδίον γραμματικὸν εἶναι, τουτέστι δύναμιν ἔχειν ἐπὶ Στεφάνου φιλο-
5 γραμματικὴν ἐλθεῖν. Δύναμις λέγεται καὶ τὸ δεύτερον σημαινόμενον, τὸ καθ’ ἕξιν· σόφου.
τρίτον, τὸ κατὰ τὴν δραστικὴν ποιότητα· τέταρτον, τὸ κατὰ τὴν παθητικήν· πέμπτον,
τὸ τοῦ καλοῦ καὶ εὖ ἔχοντος ἀποδοτικὸν, ὡς λέγομεν, ὅτι καλῶς βαδίζει, καὶ εὖ
τρέχει· ἕκτον, τὸ σπανίως γινόμενον, ὡς τὸ διανήξασθαι τὸ πέλαγος.

10 Περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ.

Ἰστέον ὅτι ἡ ἐνέργεια δυνάμεώς ἐστιν ἀποτέλεσμα, καὶ ὅτι τὴν ἐνέργειαν Ὅτι πολύσημον
δύναμις πάντως προβάλλεται. Τὸ δὲ τῆς δυνάμεως ὄνομα πολύσημόν ἐστι καὶ τὸ τῆς δυνάμεως
τῶν ὁμωνύμων ὑπάρχει ἡ δύναμις. Δύναμιν γάρ φαμεν |302 ποτὲ μὲν τὴν ἰσχὺν καὶ ὄνομα.
15 οἷον ῥώμην εἴτε νοῦ εἴτε σώματος, ὥσπερ ἐπὶ τῶν ἀγγέλων εἴρηται, Δυνατοὶ ἰσχύϊ
ποιοῦντες τὸν λόγον αὐτοῦ, καὶ πάλιν περὶ σωματικῆς ἰσχύος, Καὶ περιέζωσάς με Ps 102.20
δύναμιν εἰς πόλεμον, καὶ αὖθις, Καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας αὐτῶν, καὶ Ps 17.40
ἡ ἰσχὺς αὐτῶν συντριβείη· ποτὲ δὲ τὴν φυσικὴν ἕξιν ἢ ἐπιτηδειότητα, ἐξ ὥν αἱ κατ’ Dan 3.20
αὐτάς προΐασιν ἐνέργειαι, ὡς ὅταν λέγωμεν θερμαντικὴν δύναμιν κεκτῆσθαι τὸ πῦρ,
20 ἢ φωτιστικὴν τὸν ἥλιον. Δύναμίν τέ φαμεν τὸ παιδίον ἔχειν γραμματικῆς ἢ τινος
ἑτέρας ἐπιστήμης μεταλαβεῖν, τουτέστιν ἐπιτηδειότητα, καθ’ ἣν τῶν ἐπιστημῶν
μεταλαμβάνειν δυνάμεθα, ἥτις ἄλλοις ζῴοις οὐ μέτεστιν. Ὡσαύτως δύναμις λέγεται
καὶ ἡ στρατιὰ, τουτέστι τὸ τῶν στρατευμάτων πλῆθος, ὡς Πᾶσα ἡ δύναμις τῶν 4Reg 25.10
Χαλδαίων, καὶ Πᾶσα ἡ δύναμις τῶν ἀλλοφύλων· ἀμφότερα γὰρ περὶ τῶν ὁπλικῶν 1Macc 3.41
25 στρατευμάτων εἴρηται. Τοῦτο δ᾽ αὐτὸ σημαίνει καὶ τὸ, Εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ Ps 102.21
δυνάμεις αὐτοῦ, καὶ τὸ, Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν. Τινὲς γὰρ τῶν ἑρμηνευτῶν, Ps 45.8
Πᾶσαι αἱ στρατιαὶ αὐτοῦ καὶ, Κύριος τῶν στρατιῶν, ἐκδέδωκαν. Ps 45. 12

Περὶ ἕξεως καὶ στερήσεως.


30

Ἰστέον ὡς ἐν τοῖς καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένοις, δεῖ τὸ μὲν εἶναι κατὰ
φύσιν, τὸ δὲ παρὰ φύσιν. Ὁμοίως ἐπὶ τῆς ἕξεως καὶ στερήσεως, ἀδύνατον εἰς |303
ἄλληλα μεταβολὴν γενέσθαι. Ἀπὸ μὲν γὰρ τῆς ἕξεως ἐπὶ τὴν στέρησιν γίνεται
μεταβολή· ἀπὸ δὲ τῆς στερήσεως ἐπὶ τὴν ἕξιν ἀδύνατον. Οὐδεὶς γὰρ τυφλὸς
35 γενόμενος, ἀνέβλεψε πάλιν, οὔτε φαλακρὸς ὢν, κωμήτης ἐγένετο, οὔτε νωδὸς ὢν,
ὀδόντας ἔφυσεν. Πάλιν ἐν τοῖς καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένοις τὰ τρία ταῦτα δεῖ
ἐπιτηρεῖν, τὸ πεφυκὸς ἔχειν, καὶ ἔνθα πέφυκεν ἔχειν καὶ ὅτε πέφυκεν ἔχειν· οἷον ὅτι
οὐ δυνάμεθα τὸν λίθον λέγειν τυφλότητα ἔχειν· πάλιν τὸν πόδα οὐ λέγομεν ἀκοῆς
ἐστερῆσθαι, διότι οὐ πέφυκεν ἔχειν τὸ μόριον τοῦτο τὸ οὖς· πάλιν τὸ ἀρτιγενὲς
40 σκυλάκιον οὐ λέγομεν τυφλὸν, οὔτε τὸ βρέφος νωδὸν, διότι οὐ κατ’ ἐκεῖνον τὸν
χρόνον πέφυκεν ἔχειν τὸ μὲν ὄψιν, τὸ δὲ ὀδόντας. Ὅταν οὖν κατὰ τὰ τρία ταῦτα
δέον ἔχειν οὐκ ἔχῃ, ἐστερῆσθαι λέγεται.

45

24 : περὶ : ἐπὶ corrected to περί A.


303 | 305 Κεφάλαιον ΚΘ´ 141

Κεφάλαιον ΚΘ´.

Ὅτι οὐ μία φύσις ὁ καθέκαστα ἄνθρωπος (τούτῳ γὰρ ἄνω καὶ κάτω κέχρηνται
τῷ παραδείγματι οἱ αἱρετικοὶ), ἀλλὰ δύο, εἰ καὶ μιᾶς λέγεται ὁ ἄνθρωπος φύσεως
5 διὰ τὸ ταὐτὸν τοῦ εἴδους· καὶ διδασκαλία περὶ συνθέτου φύσεως· καὶ πότε τὰ
συντιθέμενα μία λέγεσθαι φύσις δύνανται.

§1 Ἀναστασίου Ἀντιοχείας ἐκ τῶν κατὰ τοῦ διαιτητοῦ. PG89.1283B

10 Κἂν μιᾶς εἶναί ποτε λέγηται φύσεως ὁ ἄνθρωπος, οὐχ ὁ καθέκαστον, ἀλλ’ ὁ
καθόλου, διὰ τὸ |304 ταὐτὸν τοῦ εἴδους καὶ τὴν τῆς κατασκευῆς ὁμοιότητα, τῆς
φύσεως ἀντὶ τοῦ κοινοῦ εἴδους καὶ τοῦ παραπλησίως πεφυκέναι λαμβανομένης.
Καὶ πάλιν οὐ τοίνυν μία φύσις ψυχῆς τε καὶ σώματος· ἡ μὲν γὰρ λογική ἐστι
καὶ νοερὰ καὶ ἀσώματος, τὸ δὲ παχύ τε καὶ θνητὸν καὶ ἄλογον, οὐ μιᾶς δὲ κατ’
15 οὐσίαν ἀντιδιαιρούμενα φύσεως, οὐ μιᾶς ἄρα γε οὐσίας ὁ ἄνθρωπος. Καὶ ἄλλως
γὰρ φάναι, εἰ πᾶς ὅρος τῶν ὑποκειμένων φύσεών ἐστι δηλωτικὸς, (λέγεται καθ’
ὁρισμὸν ζῷον λογικὸν θνητὸν ὁ ἄνθρωπος, οὐ ταὐτὸν δὲ κατὰ φύσεως λόγον τὸ
λογικὸν τῷ θνητῷ), οὐκ ἄρα μιᾶς εἴη ὁ ἄνθρωπος φύσεως κατὰ τὸν τοῦ οἰκείου
ὁρισμοῦ κανόνα. Εἰ δὲ λέγοιτό ποτε μιᾶς φύσεως ὁ ἄνθρωπος, ἀντὶ τοῦ εἴδους τὸ
20 τῆς φύσεως παραλαμβάνεται ὄνομα, ὡς ἂν εἴη λεγόντων ἡμῶν, ὅτι μὴ διαλλάττει
κατά τινα φύσεως διαφορὰν ἄνθρωπος ἀνθρώπου, ἀλλ’ ὡσαύτως ἔχειν ἀλλήλοις
πεφύκασιν ἄνθρωποι κατὰ τὸν τῆς συστάσεως λόγον, ὥστε καὶ ὑφ’ ἕνα πάντας
ἀνάγεσθαι ὁρισμόν.
Καὶ οὐ παράδοξον δὴ τοῦτο, ὅπου γε καὶ πάντα ἅμα καθόλου τὰ γενητὰ καὶ
25 κτιστὰ, εἴτε λογικὰ εἴη εἴτε σωματικὰ, μιᾶς ἔσθ’ ὅτε προσαγορεύομεν φύσεως κατ’
αὐτὸ τὸ εἶναι γενητὰ πρὸς ἀντιδιαστολὴν τῆς ἀκτίστου καὶ ἀγενήτου θείας φύσεως,
ὡς ἐναργῶς δηλοῖ πρὸς τοῖς ἄλλοις ἅπασι διδασκάλοις ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν
τῷ κατὰ |305 τῶν βλασφημούντων τὸ Πνεῦμα τὸ ἅγιον, οὑτωσὶ λέγων, Ὅτι δὲ ἄνω PG26.589C
τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς
30 θεότητος, ἔξεστι καὶ ἐκ τούτου πάλιν συνιδεῖν, καὶ ἑξῆς. Οὐκ ἄρα γε οὖν μιᾶς εἴη
φύσεως ὁ καθέκαστα καὶ ἄτομος ἄνθρωπος, ἀλλὰ μιᾶς μὲν ὑποστάσεως, δύο δὲ
φύσεων.

§2 Ἐκ τῶν Εὐλογίου συνηγοριῶν περὶ τοῦ αὐτοῦ κεφαλαίου. PG86.2.2953D


35

Πᾶν, ὃ κοινῶς καὶ ἐν πολλοῖς θεωρεῖται, οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ἔλαττον
ὑπάρχον, οὐσία ὀνομάζεται. Ἐπεὶ οὖν τῷ καθέκαστον ἀνθρώπῳ ἐξ ἴσου πρόσεστι
τὸ εἶναι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ, ὅ ἐστιν ἀνθρωπότης, κατὰ τοῦτο τὴν
ἀνθρωπότητα καὶ δύο οὐσιῶν ὑπάρχουσαν γνώρισμα μίαν φαμὲν οὐσίαν, ὡς κοινῶς
40 ἐν πᾶσιν ἀνθρώποις καὶ ἐξ ἴσου θεωρουμένην· ἐπὶ δὲ τῆς ὑποστάσεως τοῦ Ἐμμανουὴλ
οὔ φαμεν ποιῆσαι μίαν οὐσίαν τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ἐπεὶ
ἀνάγκη καὶ ἐν πολλοῖς θεωρεῖσθαι τὴν τοιαύτην οὐσίαν. Ἡ γὰρ φύσις, ὅ ἐστιν οὐσία,
ἐν πολλοῖς ἐξ ἴσου θεωρεῖται, ὡς ἀποδέδεικται. Εἰ οὖν μίαν οὐσίαν φασὶ γενέσθαι τὰ
δύο, πάντως που τῆς τοιαύτης οὐσίας μετειλήφασι καὶ ἕτεροι, καὶ ἔσονται πολλοὶ
45 ἐξ ἴσου τῷ Ἐμμανουὴλ, ὅπερ οὐκ ἔστι, μηδὲ τοσοῦτον παραφρονήσειαν οἱ νῦν
συκοφάνται, εἰ καὶ λίαν θεομάχοι καὶ τῆς ἀληθείας ἐχθροὶ καθεστήκασιν.

10 : λέγηται : λέγεται A. 28 : οὑτωσί : οὑτωσεί A.


305 | 307 Κεφάλαιον ΚΘ´ 142

§3 Καὶ μεθ’ ἕτερα· |306 PG86.2.2956A

Τὴν ἀνθρωπότητα σύνθετον οὖσαν ἐξ ἀνομοίων πραγμάτων, μιᾶς οὐσίας φαμὲν


οὐ πρὸς τὴν διαφορὰν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀλλὰ πρὸς τὸ κοινὸν ἀφορῶντες,
5 ὅτι κοινῶς ἐν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγομένοις θεωρεῖται. Οὗτος γάρ ἐστι τῆς
οὐσίας ὁ ὅρος, ὡς Βασίλειος ἐπαίδευσε λέγων, ὅτι Ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ
ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. Κατὰ τοῦτον οὖν τὸν τῆς κοινότητος PG32.789A
λόγον, μιᾶς οὐσίας φαμὲν τὴν ἀνθρωπότητα, ὅτι κοινῶς ἐν πᾶσιν ἀνθρώποις τοῖς
καθέκαστον καὶ ἐξ ἴσου ὑπάρχει τὸ εἶναι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης
10 δεκτικόν. Οὗτος γὰρ ὁ ὅρος τῆς ἀνθρωπότητος. Ἐπὰν δὲ τὰ ἐξ ὧν ἐστι λογισώμεθα,
καὶ ψυχὴν ὀνομάσωμεν καὶ σῶμα σκοπήσωμεν· τὸ ἑτεροφυὲς καὶ τὰ ἴδια τῶν οὐσιῶν
καὶ μετὰ τὴν ἕνωσιν οὐκ ἀρνηθείημεν. Εἰ γὰρ τῆς αὐτῆς οὐσίας τὸ σῶμα καὶ ἡ ψυχὴ,
τῶν δ᾽ ὁμοουσίων ὁ αὐτὸς λόγος, φθαρτὸν δὲ τὸ σῶμα, οὐκοῦν ἄρα καὶ ἠ ψυχὴ
διαφθείρεται, καὶ τὸ λέγειν ἀθάνατον εἶναι τὴν ψυχὴν ψευδὲς ἀναδειχθήσεται διὰ
15 τὰς ὑμῶν ἀνοήτους κενοφωνίας.

Μαρτυρίαι περὶ τούτου.


§4 Γρηγορίου τοῦ θεολόγου. PG37.180A

20 Φύσεις μὲν γὰρ δύο, Θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ Ὅτι δύο φύσεων ὁ
δύο, οὐδὲ θεοί. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὀ Παῦλος τὸ ἐντὸς ἄνθρωπος.
τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς προσηγόρευσεν. Ro 7.22; Eph 3.16

§5 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ βάπτισμα λόγου. PG36.368B


25

Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, |307 τῆς
δὲ ἀοράτου φύσεως, διττὴ καὶ ἡ κάθαρσις, δι’ ὕδατός τέ φημι καὶ Πνεύματος. Jn 3.5

§6 Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ εἰς ἑαυτὸν ἐπιγεγραμμένου δι’ ἐπῶν λόγου ε´. PG37.1358A
30

Οὔθ᾽ ὅλος εἰμὶ νόος, καθαρὴ φύσις, οὔτε χερείων


Χοῦς ὅλος, ἐκ δ᾽ ἀμφοῖν ἄλλο τι κἀμφότερον.
Τοὔνεκα καὶ πολέμοιο φέρω κλόνον αἰὲν ἄπαυστον,
Σαρκὸς καὶ ψυχῆς ἀντικαθεζομένων.
35

§7 Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ περὶ Τριάδος βιβλίου γ´. PG6.1225B

Ὥσπερ εἷς μέν ἐστιν ἄνθρωπος, ἔχει δὲ φύσεις διαφόρους δύο, καὶ κατ’ ἄλλο μὲν
λογίζεται, κατ’ ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ, καὶ τὰ ἑξῆς.
40

§8 Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον β´ ἐπιστολῆς. PG77.245A

Ἔστω δ᾽ ἡμῖν εἰς παράδειγμα πάλιν ὁ καθ’ ἡμᾶς ἄνθρωπος. Δύο μὲν γὰρ καὶ ἐπ’
αὐτοῦ νοοῦμεν τὰς φύσεις, μίαν μὲν, τῆς ψυχῆς, ἑτέραν δὲ, τὴν τοῦ σώματος. Ἀλλ’
45 ` ἐν ψιλαῖς διελόντες ἐννοίαις, καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις, ἤτοι νοῦ φαντασίαις, τὴν
διαφορὰν δεξάμενοι, οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις· οὔτε μὴν διαμπὰξ διατομῆς
δύναμιν ἐφίεμεν αὐταῖς, ἀλλ’ ἕνωσιν ἐννοοῦμεν· ὥστε τὰ δύο, μηκέτι μὲν εἶναι δύο,
δι’ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῷον.

15 : κενοφωνίας : καινοφωνίας corrected to κενοφωνίας A.


33 : κἀμφότερον : καὶ ἀμφότερον A.
307 | 309 Κεφάλαιον ΚΘ´ 143

§9 Πρὸς τοὺς λέγοντας, ὅτι εἰ δύο φύσεων ὁ ἄνθρωπος, PG94.1065C


τρεῖς ἀνάγκη λέγειν ὑμᾶς τὸν Χριστόν.

Πᾶν σύνθετον ἐξ ἐκείνων λέγεται συντεθεῖσθαι ἐκ τῶν προσεχῶς εἰς τὴν αὐτοῦ Ἐκ τῶν Ἡρακλείου
5 σύνθεσιν παραλαμβανομένων ἁπλῶν τινων καὶ στοιχείων λόγον ἐπεχόντων ἐν τῇ ἀπολογία πρὸς
συνθέσει τοῦ ὅλου καὶ τῇ πρὸς τὸ πᾶν συγκρίσει, κἂν τύχοι |308 αὐτὰ, ἐφ’ ἑαυτῶν ταῦτα.
σκοπούμενα, σύνθετα εἶναι. Οἷον δέ τί φημι προκείσθω ἡμῖν ἐν παραδείγματος μέρει
οἶκος, ἀλλ’ οὗτος πεποίηται δηλονότι ἐκ λίθων τε καὶ ξύλων καὶ σιδήρου καὶ ἄλλης
τινὸς ὡς εἰκὸς ὕλης. Ἀλλ’ οὐδεὶς οἶμαι τῶν νοῦν ἐχόντων εἴποι ποτὲ συγκεῖσθαι τὴν
10 οἰκίαν ἐξ ὕλης καὶ εἴδους, καίτοι οἵ τε λίθοι καὶ τὰ ξύλα καὶ ὁ σίδηρος δήπου, καὶ
ἵνα συνελὼν εἴπω, πᾶν ἕτερον σῶμα ἐκ τῶν τεσσάρων σύγκειται στοιχείων, κᾀκεῖνα
πάλιν ἐξ ὕλης καὶ εἴδους, ὥστε πρῶτα στοιχεῖα τῶν σωμάτων εἶναι τὸ εἶδος καὶ τὴν
ὕλην.

15 § 10 Καὶ μεθ’ ἕτερα·

Ἡνίκα γοῦν περὶ τῶν πρώτων καὶ ἁπλῶν σωμάτων τὸν λόγον ποιούμεθα,
τηνικαῦτα ὡς ὅλον ἐκεῖνα παραλαμβάνοντες, τὴν ὕλην καὶ τὸ εἶδος συμπληρωτικὰ
τούτων εὑρίσκομεν. Ὁπότε μέντοι τὰ μετὰ τὰ πρῶτα καὶ ἁπλᾶ σώματα, ἅπερ σύνθετα
20 καλοῦμεν, σκοποῦμεν, τηνικαῦτα αὐτὰ ταῦτα, ἅπερ ἔφαμεν, πρῶτα καὶ ἁπλᾶ στοιχεῖα
λαμβάνομεν καὶ συμπληρωτικὰ τῶν σωμάτων τούτων εἷναί φαμεν.
Ὅτε δὲ πάλιν ἐκ σώματος καί τινος ἑτέρου, οἷον ἐκ ψυχῆς καὶ σώματος Ὅτι ἐκ τῶν προ-
συγκείμενόν τι εἰς διάσκεψιν ἡμῖν πρόκειται, τότε οὔτε τῶν στοιχείων, οὔτε πολλῷ σεχῶς συντεθέντων
μᾶλλον τῆς ὕλης καὶ τοῦ εἴδους λόγον ποιούμεθα, ἀλλ’ αὐτῶν δὴ τῶν προσεχῶς ὁ λόγος τῶν συν-
25 συντεθέντων τὸ σύγκριμα, τουτέστι ψυχῆς καὶ σώματος, λέγομεν καὶ οὐδενὸς λόγον θέτων γυμνάζεται.
τῶν ἑκατέρων τούτων |309 συντεθέντων ποιούμεθα, ἐπεὶ καὶ τὴν ψυχὴν πολυμερῆ
φασιν εἶναι, καὶ οὐδενὸς ἐν τῇ τοῦ ἀνθρώπου συνθέσει τούτων μνημονεύομεν.

[Σχόλιον.]
30 Ἡμῖν μὲν οὖν, ὡς προαποδέδεικται, οὐ συνάγεται τὸ λέγειν τρεῖς φύσεις τὸν
Χριστὸν ἐκ τοῦ λέγειν τὸν καθέκαστα ἄνθρωπον δύο φύσεων διὰ τὸ σώζεσθαι
ταύτας ἐν αὐτῷ καὶ τὰς τούτων διαφοράς τε καὶ ἰδιότητας θεωρεῖσθαι καὶ μετὰ τὴν
ἕνωσιν τῆς ψυχῆς πρὸς τὸ σῶμα.
Ῥητέον δὲ πρὸς τοὺς τὰ τοιαῦτα προτείνοντας, ὅτι μᾶλλον ὑμῖν συνάγεται τὸ
35 ἐκ τριῶν λέγειν φύσεων τὸν Χριστὸν, εἴγε ἐκ λογικῆς ψυχῆς αὐτὸν καὶ σώματος
εἶναι πιστεύετε καὶ θεότητος, καὶ μὴ κατὰ τὸν Ἄρειον ἄψυχον σῶμα ἀνειληφέναι τὸν
Λόγον δοξάζετε.
Οὐ γὰρ δύνασθε λέγειν, ὡς πρότερον τῆς νοερᾶς ψυχῆς τῷ σώματι ἑνωθείσης
καὶ ἓν ἀποτελεσάσης ἄτομον καὶ ἄνθρωπον ἰδιαζόντως (τοῦτο γὰρ ὑμῖν ἡ μία
40 φύσις δογματίζεται), εἶθ’ οὕτως ἡ τοῦ Λόγου φύσις, ἤγουν ὑπόστασις, τῷ ἀνθρώπῳ
συνήφθη. Τοῦτο γὰρ λέγοντες, Νεστορίου δόγμα κρατύνετε, ψιλὸν ἄνθρωπον
πρότερον ὑφιστάντες, ἵνα τὴν μίαν φύσιν, ἥν φατε, καὶ ἐπὶ τοῦ ἀνθρώπου κυρώσητε,
εἶτα συνάπτοντες αὐτῷ τοῦ Λόγου τὴν ὑπόστασιν.
Ἡμῖν δὲ οὐδὲν τοιοῦτο συνάγεται, κἂν δύο φύσεις εἶναι τὸν καθέκαστα ἄνθρωπον
45 εἴπωμεν, πρὸς τὰ μέρη, ὡς εἴρηται, βλέποντες καὶ τὰ ἐξ ὧν ἐστι διασκοποῦντες.
|310 Οὐ γὰρ τὸν ἐν ἰδίᾳ ὑποστάσει νοούμενον ἄνθρωπον ἑνωθῆναι τῷ Θεῷ Λόγῳ
δογματίζομεν, ἀλλ’ ἐκ δύο φύσεων καὶ ἐν δύο φύσεσι τελείως ἐχούσαις τὸν Χριστὸν
ὁμολογοῦμεν.

7 : σκοπούμενα : σκοποῦμεν A. 26 : ἑκατέρων : ἑκάτερον A.


309 | 312 Κεφάλαιον ΚΘ´ 144

Πῶς οὖν εἴπωμεν ἐκ τριῶν ἢ ἐν τρισὶν, ἐντελεῖς εἰπόντες φύσεις, θεότητά


φημι καὶ ἀνθρωπότητα; Οὔτε γὰρ σῶμα χωρὶς ψυχῆς ἄνθρωπος, οὔτε ψυχὴ καθ᾽
ἑαυτὴν ἄνθρωπος· εἰπόντες δὲ φύσιν ἀνθρώπου, τὸ ἐκ ψυχῆς καὶ σώματος σύγκριμα
ἐσημάναμεν. Φύσιν γὰρ καλοῦμεν τὸ κοινὸν εἶδος τὸ ἐν πᾶσι τοῖς ὑπ’ αὐτὸ ἀτόμοις
5 ἐφ᾽ ἴσης θεωρούμενον, ἥτις ἐν αὐτῷ τῷ Λόγῳ, ἡ κοινὴ λέγω φύσις, μετὰ τῶν
χωριζόντων αὐτὴν ἀπὸ τῶν λοιπῶν ἰδιωμάτων ὑποστᾶσα ἐν αὐτῇ τῇ τοῦ Λόγου
ὑποστάσει τὸ εἶναι ἔσχεν. Οὐ γὰρ ὑπόστασιν ἑτέραν προσλαβόμενος ὁ Λόγος
ἥνωσεν ἑαυτῷ, ἀλλὰ φύσιν ἀνθρωπίνην ἀφράστως καὶ ὡς οὐκ ἔστιν οὐδὲ ἐννοῆσαι
τὴν ἑαυτοῦ ἡνωμένην ὑπόστασιν, καὶ ἐν αὐτῷ κυριώτερον εἰπεῖν ὑπέστησεν.
10 Ὑμεῖς δὲ αὐτὴν τὴν ἰδιοσύστατον ὑπόστασιν, φύσιν καλοῦντες, ἢ ἐκ τριῶν
ἀναγκασθήσεσθε λέγειν πάντως τὴν ἕνωσιν φύσεων, ἵνα πρὸ τοῦ ὑποστῆναι τοῦ
ἀνθρώπου τὴν φύσιν, ἑνώσητε τὴν ψυχὴν καὶ τὸ σῶμα τῷ Λόγῳ, ἢ ἐκ δύο λέγοντες,
δηλονότι, εἴπερ ἑαυτοῖς παρακολουθεῖτε, ἐκ δύο ἰδιοσυστάτων προσώπων δείκνυσθε
δο |311 γματίζοντες τὴν ἕνωσιν.
15

§ 11 Πῶς γίνεται σύνθετος φύσις; PG91.488C

Πάσης συνθέτου φύσεως λόγος οὗτος καθέστηκεν· τὸ ὁμόχρονα ἔχειν τὰ μέρη,


καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρῆχθαι, καὶ φυσικὴν πρὸς ἄλληλα σχέσιν ἔχειν τὰ
20 μέρη, καὶ παθητικὰς κατὰ φύσιν καὶ ἀλλήλων δεκτικὰς κεκτῆσθαι δυνάμεις, καὶ
ἀπροαίρετον ἔχειν τὴν πρὸς ἄλληλα ἕνωσιν, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος καὶ τῶν
ἄλλων, ὅσα φύσεως ἑτερότητι διαφέροντα ὑποστάσει ἥνωται. Οὐδὲν γὰρ τῶν εἰς
ὕπαρξιν ἐλθόντων ἐκτὸς φυσικῆς ἀνάγκης τυγχάνει· προηγουμένην γὰρ τῆς ἰδίας
συστάσεως τὴν θείαν ἔχει θέλησιν. Εὔδηλον οὖν, ὅτι ἔνθα ταῦτα οὐ θεωρεῖται, κἂν
25 σύνθετος ὑπόστασις τυγχάνῃ, ὑπὸ σύνθετον φύσιν οὐκ ἀνάγεται, τὸν αὐτὸν τῇ
συνθέτῳ φύσει μὴ ἐπιδεχομένη λόγον.
Εἰ δὲ, ὅτι καὶ πᾶσα σύνθετος ὑπόστασις ὁμόχρονα κέκτηται τὰ μέρη, νομίζοι τις Περὶ συνθέτου
τὴν αὐτὴν ἀτοπίαν συνάγεσθαι καὶ τοῖς λέγουσι μίαν εἶναι τὸν Χριστὸν σύνθετον ὑποστάσεως.
ὑπόστασιν, οὐκ ὀρθῶς ἐκεῖνος ὑπολαμβάνει. Οὐ γὰρ ἁπλῶς πᾶσα σύνθετος
30 ὑπόστασις ὁμόχρονα ἀλλήλοις κατὰ τὴν γένεσιν ἔχει τὰ μέρη, ἀλλ’ ἡ ὑπὸ φύσιν
σύνθετον τελοῦσα καὶ εἶδος τοιοῦτον ἔχουσα κατηγορούμενον αὐτῆς.

§ 12 Ἐκ τῶν Εὐλογίου συνηγοριῶν. PG86.2.2956C

35 Ἰστέον γὰρ, ὅτι τότε τὸ σύνθετον μίαν ἀπολύτως λέγομεν φύσιν, |312 ὅτε μηκέτι Πότε λέγεται
δυνάμεθα κυρίως ἐπ’ αὐτοῦ τὰ τῶν ἁπλῶν λέγειν ὀνόματα· οἶόν τι λέγω τὸ ἐκ σύνθετος φύσις.
τεσσάρων στοιχείων σῶμα συγκείμενον, ἐξ ὕδατός φαμεν καὶ γῆς, ἀέρος τε καὶ πυρὸς,
ὕδωρ καὶ γῆν, ἀέρα τε καὶ πῦρ οὐκ ἂν εἴποιμεν κυρίως, καὶ διὰ τοῦτο μίαν σώματος
φύσιν ἐπονομάζομεν, ὡς μηκέτι αὐτὸ κυρίως τοῖς ὀνόμασι τῶν ἁπλῶν ἐπονομάζειν
40 ἰσχύοντες. Καὶ πάλιν ἐκ λίθων καὶ ξύλων τὴν οἰκίαν φαμὲν, ξύλα δὲ αὐτὴν καὶ λίθους
οὐκ ἄν τις καλέσοι, κυρίαις λέξεσι χρῆσθαι βουλόμενος. Πάλιν τὸν ἄνθρωπον ἐκ
ψυχῆς καὶ σώματος εἷναί φαμεν, σῶμα δὲ καὶ ψυχὴν οὐκέτι κυρίως. Καὶ δῆλον ἐκ τοῦ
μὴ δύνασθαι τὸν τῆς ψυχῆς ἢ τοῦ σώματος ὅρον ἐπὶ τοῦ συναμφοτέρου ἀποδιδόναι,
καὶ τούτου χάριν ἐκ δύο φύσεων λέγοντες (ἑτεροφυῆ γὰρ τὰ συνελθόντα καὶ ἀλλήλοις
45 οὐχ ὁμοούσια), μίαν ἐπὶ τοῦ συνθέτου φύσιν δοξάζομεν. Οὐδὲ γὰρ σῶμα ἢ ψυχὴν
κυριολεκτοῦντες ἀποκαλοῦμεν τὸν ἄνθρωπον, εἰ καὶ σύνηθες τῇ Γραφῇ πολλάκις, τῇ
ἐλευθερίᾳ κεχρημένῃ τοῦ πνεύματος, ἐκ τοῦ μέρους τὸ ὅλον ἐπονομάζειν, ὡς ζυγῷ
δουλείας οὐκ ἐνεχομένῃ τῆς διαλεκτικῆς ματαιότητος.

13 : παρακολουθεῖτε : παρακολουθείητε A.
312 | 315 Κεφάλαιον ΚΘ´ 145

Ἐπὶ δὲ τοῦ Χριστοῦ ἄφραστος μὲν καὶ ἀνεκλάλητός ἐστιν ἡ ἕνωσις, καὶ οὐκ
ἀνθρώπινος |313 νοῦς ταύτης ἐφίκοιτο, οὐδὲ παράδειγμα εὑρεῖν, ἴσον κατά γε πάντα
λέγω, δυνήσεται. Ἐπειδὴ δὲ αὐτὸν οὐ μόνον ἐκ θεότητος εἶναι καὶ ἁνθρωπότητός
φαμεν, ἀλλὰ καὶ τοῖς ὀνόμασιν ἐπ’ αὐτοῦ κεχρήμεθα τῶν ἁπλῶν (Θεὸν γὰρ λέγομεν
5 τὸν Χριστὸν καὶ ἄνθρωπον λέγομεν τὸν αὐτὸν, ὅπερ ἐπ’ ἐκείνων λέγειν κυρίως οὐκ
ἔχομεν· κυρίως γὰρ καὶ κατὰ ἀλήθειαν Θεὸς ὁ Χριστὸς, διὸ κυρίως καὶ κατ’ ἀλήθειαν
Θεοτόκον τὴν ἁγίαν Παρθένον φαμὲν, καὶ κυρίως καὶ κατ’ ἀλήθειαν ἄνθρωπος ὁ
αὐτὸς, ἀληθῶς ἀποθανὼν, ἀληθῶς ἀναστὰς), τούτου χάριν αὐτὸν μίαν φύσιν ἁπλῶς
εἰπεῖν ἀδύνατον.
10 Διὰ τοῦτο τοίνυν ἡμεῖς καὶ ἐκ δύο λέγομεν φύσεων, ἐπειδὴ ἐκ θεότητος αὐτὸν
ἴσμεν καὶ ἀνθρωπότητος συγκείμενον, καὶ ἑτεροφυῆ τὰ συνελθόντα γνωρίζομεν,
καὶ δύο φύσεις ἀδιαιρέτους ἐπ’ αὐτοῦ λέγομεν, ἐπειδὴ Θεὸν καὶ ἄνθρωπον κυρίως
τὸν αὐτὸν εἶναι δοξάζομεν, καθάπερ ὁ ἐν ἁγίοις φησὶ Κύριλλος ἐν τῇ δευτέρᾳ πρὸς
Σούκενσον ἐπιστολῇ· Ἕνα καὶ τὸν αὐτὸν τοῦτο κἀκεῖνο ὑπάρχοντα. PG77.232B
15 Καὶ σκόπησον, ὡς οὐκ εἶπεν ἐκ τούτου κἀκείνου ὑπάρχοντα (καὶ τοῦτο γὰρ ἦν
ἀληθές), ἀλλὰ τοῦτο κἀκεῖνο ὑπάρχοντα. Τὸ γὰρ τοῦτο κἀκεῖνο δύο πάντως ἐστὶ,
κἂν αὐτὸς μὴ βουληθείης.
Πάλιν δὲ ὁ αὐτὸς πρὸς Οὐαλεριανὸν τὸν τοῦ Ἰκονίου ἐπίσκοπον οὕτω γράφει·
Οὐκοῦν ὁμολογοῦμενως μὲν τὸ ἀπὸ σαρκὸς |314 σάρξ ἐστι, τὸ δὲ ἐκ Θεοῦ Θεός· ἔστι PG77.257B
20 δὲ κατὰ ταὐτὸν ἀμφότερα Χριστὸς, εἷς ὢν Υἱὸς καὶ εἷς Κύριος μετὰ τῆς ἰδίας αὐτοῦ
σαρκός. Τὸ δὲ τὸν Χριστὸν εἶναι ἀμφότερα, τί ἕτερόν ἐστιν, ἢ δύο εἶναι φύσεις τὸν
Χριστόν; Οὐ γὰρ εἶπεν ἐνταῦθα ἐξ ἀμφοτέρων εἶναι τὸν Χριστόν, ἀλλ’ ὅτι ἀμφότερά
ἐστιν ὁ Χριστὸς εἷς ὤν.

25 § 13 Ἐκ τῶν σχολίων Λεοντίου συλλογισμὸς συνάγων PG86.1.1248D


ὅτι εἰ καὶ μία φύσις ὁ ἄνθρωπος, δύο φύσεις ὁ Χριστός. PG86.2.2013B

Ἐπειδήπερ εἰσὶν ἀρχαί τινες παρὰ τῇ Γραφῇ τῇ ἁγίᾳ πᾶσιν ὁμολογούμεναι, ἃς Ὅτι εἰ καὶ δῶμεν
καὶ ἡμεῖς καὶ αὐτοὶ δεχόμεθα, ἐξετάσωμεν ἐπὶ ταύταις ἑκάτερον δόγμα, καὶ ὃ δ’ ἂν μίαν φύσιν εἶναι
30 εὕρωμεν συμφωνοῦν ταῖς ἀρχαῖς, ἐκεῖνο δηλονότι καλῶς ἔχει, τὸ δὲ ἐναντιούμενον, τὸν ἄνθρωπον, καὶ
ἐκεῖνο ὡς οὐ καλῶς ἔχον πρόδηλον ὡς δεῖ ἀποβαλέσθαι. οὕτως δύο φύσεις ὁ
Ὡμολόγηται τοίνυν, ὅτι αὐτός ἐστι Θεὸς καὶ ἄνθρωπος, καὶ ὅτι αὐτὸς κυρίως Χριστός.
Θεὸς καὶ κυρίως ἄνθρωπος, καὶ ὅτι αὐτὸς φύσει Θεὸς καὶ φύσει ἄνθρωπος, καὶ ὅτι ὁ
αὐτὸς ὁμοούσιος τῷ Πατρὶ καὶ ὁμοούσιος ἡμῖν, καὶ ὅτι ὁ αὐτὸς εἷς τῆς ἁγίας Τριάδος
35 καὶ εἷς ἐξ ἡμῶν, καὶ ὅτι ὁ Θεὸς Λόγος ἠξίωσεν ἄνθρωπος γενέσθαι, καὶ ἄλλα δὲ
πολλὰ τοιαῦτα εὑρήσομεν ἀνερευνῶντες. Ἐξετάσωμεν οὖν ἐπὶ ταύταις ταῖς ἀρχαῖς
ἑκάτερον δόγμα, καὶ πρῶτον τὸ περὶ μιᾶς φύσεως, καὶ εἰ μὲν καλῶς ἔχει, δεξώμεθα,
εἰ δὲ κακῶς, ἀποβαλώμεθα.
Ὑποκείσθωσαν οὖν τρία τινὰ, ψυχαὶ ἁπλῶς καὶ σώματα ἁπλῶς καὶ ἄνθρωποι
40 ἤδη ἀποτελεσθέντες. |315 Λαβόντες οὖν ἡμεῖς ἐκ τούτων μίαν ψυχὴν καὶ σῶμα ἓν,
ἀποτελέσωμεν τόν τινα ἄνθρωπον, τυχὸν τὸν Πέτρον, καὶ οὗ δ’ ἂν εὑρεθῇ τὴν φύσιν
ἔχων, ἐκείνου δηλονότι ὁμοούσιός ἐστιν. Ὁ τοίνυν Πέτρος ἀποτελεσθεὶς, οὐδὲ ταῖς
ψυχαῖς ἐστιν ὁμοούσιος, οὐδὲ τοῖς σώμασιν, οὐδὲ κυρίως ψυχὴ, οὐδὲ κυρίως σῶμα,
οὐδὲ φύσει ψυχὴ, οὐδὲ φύσει σῶμα· οὐδὲ γὰρ ὃν ἂν λόγον ἀποδῷ τις τῆς ψυχῆς ἢ τοῦ
45 σώματος, τὸν αὐτὸν ἀποδώσει Πέτρου. Ἀλλὰ τίνι ἐστὶν ὁμοούσιος; τοῖς ἀνθρώποις.
Ἐκείνων καὶ τὸν ὅρον ἐπιδέχεται, καὶ ἄλλο τί ἐστι παρὰ τὴν ψυχὴν καὶ τὸ σῶμα.
Ἐλθωμεν ἐπὶ τὸν Χριστόν. Ἀναλογεῖ γὰρ παρ’ αὐτοῖς ἡ μὲν θεότης τῇ ψυχῇ,
ἡ δὲ ἀνθρωπότης τῷ σώματι. Οὐκοῦν ὁ Χριστὸς οὐδὲ ὁμοούσιος τῷ Πατρὶ, οὐδὲ

4 : κεχρἠμεθα : κεχρῆσθαι with κεχρἠμεθα in margin. 18 : Ἰκονίου : Εἰκονίου A.


315 | 317 Κεφάλαιον ΚΘ´ 146

ὁμοούσιος ἡμῖν, ὥσπερ οὖν καὶ ὁ Πέτρος οὐδὲ ὁμοούσιός ἐστι τῇ ψυχῇ, οὐδὲ
ὁμοούσιος τῷ σώματι. Οὐκοῦν καὶ ὁ Χριστὸς οὐδὲ κυρίως Θεὸς, οὐδὲ κυρίως
ἄνθρωπος, οὐδὲ φύσει Θεὸς, οὐδὲ φύσει ἄνθρωπος, οὔτε εἷς τῆς ἁγίας Τριάδος, οὔτε
εἷς ἐξ ἡμῶν, ὥσπερ οὖν Πέτρος οὔτε εἷς ἐστι τῶν ψυχῶν, οὔτε εἷς τῶν σωμάτων.
5 Τὸ δὲ τὰ τοιαῦτα λέγειν ἐπὶ τοῦ Χριστοῦ, ἀνελεῖν ἐστιν ἃς ἔχομεν ὁμολογουμένας
ἀρχὰς, ὅπερ ἄτοπον.
Εἰ δὲ δύο φύσεις ὑποθώμεθα ἔχειν τὸν Χριστὸν, οὐδὲν τούτων ἀναιροῦμεν
τῶν ἀρχῶν, ἀλλὰ πάντα συντρέχοντα εὑρίσκομεν. Ὁ αὐτὸς γὰρ καὶ Θεός ἐστι καὶ
ἄνθρωπος, καὶ ὁ αὐτὸς ὁμοούσιος τῷ Πατρὶ καὶ ὁμοούσιος |316 ἡμῖν, καὶ κυρίως Θεὸς
10 καὶ κυρίως ἄνθρωπος, καὶ φύσει θεὸς καὶ φύσει ἄνθρωπος, καὶ εἷς τῆς ἁγίας Τριάδος
καὶ εἷς ἐξ ἡμῶν. Ἡ αὐτὴ γὰρ ὑπόστασις τοὺς ὅρους τῶν δύο φύσεων ἐπιδέχεται, καὶ
ὃν δ’ ἂν ἀποδῷ λόγον τις τῆς θεότητος, τὸν αὐτὸν εὑρίσκει καὶ ἐπὶ τοῦ Χριστοῦ,
καὶ ὃν δ’ ἂν ἀποδῷ τῆς ἀνθρωπότητος, τὸν αὐτὸν εὑρίσκει καὶ ἐπὶ τοῦ Χριστοῦ
καθαρμόζοντα οὐσίαν, ὥστε ἐξ ἀνάγκης δύο φύσεις εἶναι τῆς μιᾶς ὑποστάσεως τοῦ
15 Χριστοῦ.

§ 14 Ἐκ τῶν Εὐλογίου συνηγοριῶν πρὸς τοὺς λέγοντας, PG86.2.2957Β


ὅτι εἰ δύο φατὲ οὐσίας, ὅ ἐστι φύσεις ἡνωμένας, πάντως μία γέγονε φύσις·
τὰ γὰρ ἑνούμενα πάντως ἕν τι γίνεται.
20

Εἰ μὲν τὸ ἕν τι γενέσθαι κατὰ τὴν χαρακτηριστικὴν ὑπόστασιν βούλονται κατα-


σκευάζειν, ὀρθῶς καὶ λίαν εὐσεβῶς καὶ συνῳδὰ τοῖς ἐν Χαλκηδόνι δογματίζουσιν·
κἀκεῖνοι γὰρ μίαν ὑπόστασιν ἀποφαίνονται, δύο δὲ τὰς οὐσίας. Ἡ γὰρ σὰρξ ἔμεινε
σὰρξ, εἰ καὶ τοῦ Θεοῦ Λόγου σὰρξ ἐγένετο, ὅ ἐστι προσείληφε σάρκα καὶ ἥνωσεν
25 ἑαυτῷ ἀδιαιρέτως. Οὐ γὰρ τροπὴν ὑπέστη τὴν εἰς σάρκα· Θεὸς γὰρ ἀναλλοίωτος
ὑπάρχει τῆς Τριάδος ἡ φύσις. Ὡς ἔφην οὖν, ἀσύγχυτοι μεμενήκασιν ἐν τῷ Ἐμμανουὴλ
τῷ ἑνὶ Χριστῷ τῷ Υἱῷ τοῦ Θεοῦ μετὰ τὴν ἐνανθρώπησιν αἱ δύο οὐσίαι.
Εἰ δὲ μίαν οὐσίαν φασὶ γεγονέναι τὰς δύο φύσεις, λελήθασιν ἑαυτοὺς
ἀπατῶντες καὶ σύγχυσιν ἢ τροπὴν ὑποτιθέμενοι, ὡς τῆς μιᾶς τραπείσης εἰς τὴν ἑ |317
30 τέραν ἢ συγχυθείσης. Ὅτι γὰρ τὰ ἑνούμενα ἀτρέπτως καὶ ἀσυγχύτως φυλάττεται
ἐν τῇ οἰκείᾳ ποσότητι, τοῦτο σαφῶς ὑμῖν παραστήσω διὰ παραδείγματος τῶν
τριῶν ὑποστάσεων ἀδιαιρέτως καὶ ἀσυγχύτως ἡνωμένων κατὰ τὴν οὐσίαν, φημὶ δὴ
Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Οὐ γὰρ διὰ τὸ ἡνῶσθαι αὐτὰς μία ὑπόστασις
γεγόνασιν, ἀλλ’ ἡνωμέναι μέν εἰσι κατὰ τὴν οὐσίαν, ἐν τρισὶ δὲ καὶ ἡνωμέναις
35 γνωρίζονται ὑποστάσεσιν. Οὕτως καὶ ἐπὶ τῆς οἰκονομίας τοῦ Χριστοῦ δύο οὐσίαι
ἡνωμέναι ἀδιαιρέτως καὶ ἀσυγχύτως ὑπάρχουσιν.
Κείσθω δὲ τὸ παράδειγμα εἰς μόνον τὸ παραστῆσαι τὸ πρόβλημα τὸ σαθρὸν,
ἐπεὶ τὸ τῆς ἐν Χριστῷ ἑνώσεως, Ἔμπαλιν ἢ ἐπὶ τῆς Τριάδος ἔχει· ἐκεῖ μὲν γὰρ ἄλλος PG37.180B
καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία
40 καὶ ταὐτὸν τῇ θεότητι. Ἐν δὲ τῷ Ἐμμανουὴλ, ἄλλο μὲν θεότης, ἄλλο δὲ ἀνθρωπότης,
ἵνα μὴ τὰς οὐσίας συγχέωμεν· οὐ γὰρ ταὐτὸν τὸ ἄχρονον τῷ ἐν χρόνῳ, καὶ τὸ ὁρατὸν
τῷ ἀοράτῷ. Οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο· τὰ γὰρ ἀμφότερα τῇ ἑνώσει ἓν
πρόσωπον ἀπετέλεσαν καὶ μίαν ὑπόστασιν χαρακτηριστικήν.

45

22 : συνῳδά : συνοδά A.
317 | 319 Κεφάλαιον ΚΘ´ 147

§ 15 Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν κατὰ Ἀπολιναρίου. PG37.1071Α

Ὄλοιτο κεῖνος ὀρθοδόξων ἐξ ἀνὴρ,


Ὃς τὴν πρὸς ἡμᾶς τοῦ Θεοῦ Λόγου κρᾶσιν,
5 Ἣν οὐ τραπεὶς ἐδέξατ’, ἄνθρωπον λαβὼν
Ἔμψυχον, ἔννουν, ἐμπαθῆ τὰ σώματος, |318
Ἀδὰμ ὅλον τὸν πρόσθε, πλὴν ἁμαρτίας,
Ταύτην τέμνων, ἄνουν τιν’ εἰσάγει Θεὸν,
Ὥσπερ δεδοικὼς μὴ Θεῷ μάχητ᾽ ὁ νοῦς
10 (Οὕτω γὰρ ἂν δείσαιμι καὶ σαρκὸς φύσιν,
Μᾶλλον γὰρ αὕτη καὶ Θεοῦ πορρωτάτω)
Ἢ τῶν μὲν ἄλλων δεομένων σωτηρίας,
Τὸν νοῦν δ’ ὀλέσθαι παντελῶς δεδεγμένου,
Ὃ δὴ μάλιστα τῷ Θεῷ μου σωστέον,
15 Καὶ γὰρ μάλισθ’ ὤλισθεν ἡ πρώτου πλάσις·
Ὃ γὰρ δέδεκτο καὶ παρεῖδε τὸν νόμον.
Μὴ τοίνυν ἥμισύν με σωζέτω Λόγος,
Ὅλον παθόντα, μηδ’ ἀτιμούσθω Θεὸς,
Ὡς οὐχ ὅλον λαβών με, πηλὸν δὲ μόνον,
20 Ὃ δ’ ἦν παριδὸν, τοῦτο καὶ προσλήψιμον.
Ψυχὴν δ᾽ ἄνουν τε κ᾽ ἀλόγου ζῷου τινὸς,
Ὃς καὶ σέσωσται δηλαδὴ τῷ σῷ Λόγῳ.
Καὶ ληξάτω τοιαῦτα εὐσεβῶν ἅπας·
Ἴσον γάρ τι πταίουσιν ἐξ ἐναντίας
25 Τοῖς εἰσάγουσιν ἀσκόπως υἱοὺς δύο,
Ἢ προσκυνοῦμεν ἀνθ’ ἑνὸς δύο θεοὺς,
Ἢ τοῦτο μὴ πάθωμεν εὐλαβούμενοι,
Πέμπωμεν ἔξω τοῦ Θεοῦ τὸ σύνθετον.
Ὧν μὲν γὰρ ἡ σὰρξ, οὐδὲν ἂν πάθοι Θεός.
30 Θεοῦ δ’ ὅλου μετέσχεν ἀνθρώπου φύσις,
Οὐκ ὡς προφήτης, ἢ τις ἄλλος ἐνθέων,
Ὃς οὐ Θεοῦ μετέσχε, τῶν Θεοῦ δέ γε·
Ἀλλ’ οὐσιωθεὶς, ὥσπερ αὐγαῖς ἥλιος.
Οὗτοι μὲν οὖν ἔρροιεν ἐκ μέσου λόγου,
35 Εἰ μὴ σέβοιεν, ὡς ἓν, ἄνθρωπον Θεὸν,
Τὸν προσλαβόντα σύν τε τῷ προσλήμματι, |319
Τὸν ἄχρονόν τε καὶ τὸ συμμιγὲς χρόνῳ,
Τὸν ἐκ μόνου Πατρός τε καὶ μητρὸς μόνης
Δύο φύσεις εἰς Χριστὸν ἐλθούσας ἕνα.
40 Ἕνα Χριστὸν Υἱόν τε, οὐ φύσιν μίαν.

45

15 : ὤλισθεν : ὄλισθεν A. 16 : παρεῖδε : παρίδε A


319 | 321 Κεφάλαιον Λ´ 148

Κεφάλαιον Λ´.

Πρὸς τοὺς λέγοντας, ὅτι πᾶς ἀριθμὸς ἰδιοσυστάτων πραγμάτων ἐστὶ δηλωτικὸς,
καὶ ὅτι πρώτη διαίρεσίς ἐστιν ἡ δυὰς μετὰ τὴν μονάδα προσυπαντῶσα, καὶ ὅπου ὁ
5 τῆς δυάδος ἀριθμὸς, ἡ ἕνωσις χώραν οὐκ ἔχει.

§1 Ἐκ τῶν Ἡρακλειανοῦ.

Ἰστέον ὅτι, εἴ τι μὲν ἰδιοσύστατόν ἐστι, τοῦτο πάντως ἓν ἀριθμῷ τυγχάνει ὂν, Ὅτι οὐ διαιρεῖ
10 οὐ πᾶν δὲ τὸ ἓν ἀριθμῷ τυγχάνον, καὶ ἰδιοσύστατον ἄν εἴη. Πολλὰ γοῦν ἐν τοῖς πάντως ὁ ἀριθμός,
συνθέτοις, ἵνα μὴ λέγω πάντα, ἑνὸς ὄντα συμπληρωματικὰ καὶ κατὰ μίαν συγκείμενα ὥς τινές φασιν.
τὴν συνέχειαν, αὐτὰ μὲν ἐφ’ ἑαυτῶν ἰδίαν σύστασιν οὐκ ἔχει, ἑνὸς δὲ συμπληρωτικὰ
γενόμενα ἐν τῷ συλλόγῳ τὴν ὕπαρξιν ἐπιδείκνυται. Τὰς τοίνυν διαφορὰς τρεῖς
οὔσας ἢ τέσσαρας, ἂν οὕτω τύχοι, ἢ καὶ πλείους ἢ ἐλάττους, οἷον τὸ ἔμψυχον, τὸ
15 αἰσθητικὸν, τὸ λογικὸν, τὸ θνητὸν, ἐν μὲν τῷ ὅλῳ, φημὶ δὴ τῷ ἀνθρώπῳ, τὴν οἰκείαν
ὕπαρξιν ἐπιδείκνυσθαί φαμεν, οὐ μὴν καὶ καθ’ ἑαυτὰ ὑφεστῶτα ὁρῶμεν. Ὁμοίως
καὶ ἐπὶ τῶν μετάλλων καὶ μάλιστα τῶν λίθων ἔστιν ἰδεῖν μίαν μὲν ἐν ὅλῃ τῇ πέτρᾳ
συνέχειαν, διάφορα δὲ τὰ χρώματα, καὶ τὰς ἕξεις. |320 Τὸ μὲν γὰρ αὐτῆς μαλακόν
τε καὶ ὑπεῖκον, τὸ δὲ σκληρὸν καὶ ἀντίτυπον, καὶ τὸ μὲν τῶν ἐν αὐτῇ μέλαν, τὸ δὲ
20 λευκὸν, τὸ δὲ ξανθὸν, καὶ ἁπλῶς ἐκ διαφόρων χρωμάτων συγκειμένων μίαν αὐτὴν
ὁρῶμεν καὶ οὖσαν καὶ λεγομένην.

§2 Ἐκ τῶν Λεοντίου σχολίων περὶ τοῦ ἀριθμοῦ. PG86.1.1244B


PG86.2.2016B
25 Ἰστέον πάλιν ὅτι ὥσπερ τὸ ἓν τῶν πολλαχῶς λεγομένων ἐστί (λέγεται γὰρ ἓν
τῷ ἀριθμῷ, ὡς τὸ Πέτρος, καὶ τῷ εἴδει, ὡς τὸ ἄνθρωπος, καὶ τῷ γένει, ὡς τὸ ζῷον),
οὕτως καὶ τὰ δύο (λέγεται γὰρ δύο τῷ ἀριθμῷ, ὡς Πέτρος καὶ Ἰωάννης, καὶ δύο τῷ
εἴδει, ὡς ἄνθρωπος καὶ ἵππος, καὶ δύο τῷ γένει, ὡς οὐσία καὶ χρῶμα). Ὅταν οὖν
λέγωμεν τὰ δύο ἐπὶ τοῦ Χριστοῦ, οὐ τῷ ἀριθμῷ λέγομεν αὐτὸν δύο, ἀλλ’ ἕνα μὲν
30 τῷ ἀριθμῷ, δύο δὲ τῷ εἴδει, τουτέστι τῇ φύσει. Ὅτι δὲ δυνάμεθα οὕτως εἰπεῖν, δηλοῖ
καὶ Ἀριστοτέλης, εἰς ὃν ἐκεῖνοι ἐπερείδονται, περὶ τῆς ὕλης καὶ τοῦ εἴδους εἰπὼν, ὅτι
Ταῦτα ἓν μέν ἐστι τῷ ἀριθμῷ, δύο δὲ τῷ εἴδει. Λέγει δὲ καὶ ὁ ἅγιος Γρηγόριος περὶ τοῦ Arist. Ph. 190b
Χριστοῦ, ὥστε Τὸ συναμφότερον ἕν, οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. Οὐκοῦν κατ’ ἄλλο PG36.113B
καὶ ἄλλο τὸ ἓν ἐπὶ τοῦ αὐτοῦ καὶ τὰ δύο λέγειν οὐκ ἄτοπον.
35 Ταύτας τὰς δύο χρήσεις, τὴν Ἀριστοτέλους φημὶ καὶ τὴν τοῦ ἁγίου Γρηγορίου, Πρὸς τοὺς λέγ-
προβλητέον καὶ ὅταν ἀπορῶσιν ἡμῖν, ὅτι πῶς ἐνδέχεται δύο εἴδη ἐπὶ ἑνὸς ἀτόμου οντας, ὅτι οὐκ
εὑρεῖν; Ἑνὸς γὰρ εἴδους, φασὶ, πολλὰ ἄτομα ὁρῶμεν, δύο δὲ εἴδη ἐπὶ ἑνὸς ἀτόμου ἐνδέχεται ἑνὸς
κατηγορεῖν ἄλογον. Ἀκουέτωσαν οὖν καὶ Ἀρι |321 στοτέλους λέγοντος ἓν τῷ ἀριθμῷ, ἀτόμου δύο εἴδη
δύο δὲ τῷ εἴδει, τοῦ δὲ ἁγίου Γρηγορίου τῇ μὲν συνόδῳ λέγοντος ἓν, οὐ τῇ φύσει δέ· κατηγορεῖσθαι.
40 δῆλον οὖν, ὅτι τῇ φύσει δύο.

§3 Πρὸς τοὺς τὴν δυάδα διαβάλλοντας ὡς διαιρετικήν.

Διαβάλλουσι τὴν δυάδα ὡς πρώτην οὖσαν διαίρεσιν εὐθὺς μετὰ τὴν μονάδα
45 προσαπαντῶσαν οἱ σοφοὶ τὰ μάταια, καίτοι συνάφεια μᾶλλον τῶν δύο μονάδων
ἐστὶν ἡ δυὰς εὐθὺς μετὰ τὴν μονάδα προσαπαντῶσα καὶ τὴν συλληπτικὴν ἑαυτῆς
δύναμιν παριστῶσα. Οὐ γὰρ διαίρεσιν μονάδων τὸν ἀριθμὸν οἱ περὶ τὰ τοιαῦτα
δεινοὶ ὡρίσαντο, τοὐναντίον μὲν οὖν σωρείαν μονάδων.

18 : τὰς ἕξεις : τὰ ἑξῆς A.


45 : συνάφεια : συναφείᾳ ? A.
48 : σωρείαν : σορείαν A.
321 | 324 Κεφάλαιον Λ´ 149

Εἰ μὲν γὰρ εἴπωσιν, ὅτι ἡ τῶν δύο εἰς τὰ ἐξ ὧν συνετέθη ἀνάλυσις διαιρεῖ τὴν
ἕνωσιν, καθὸ ἂν καὶ γένηται, εἴτε κατ’ ἐπίνοιαν, εἴτε κατ’ ἐνέργειαν, εἰκότα ἴσως
ἐροῦσιν. Μένουσα δὲ ἐφ’ ἑαυτῆς, οὐκ ἔστι τομὴ τῶν μονάδων, οὔτε διαίρεσις,
μᾶλλον δὲ τὰς μονάδας ἐν ἑαυτῇ συνάπτειν οἶδε καὶ ἑνοῦν. Καὶ τοῦτο δὲ οἱ τὰ
5 τοιαῦτα φιλοσοφεῖν εἰδότες φασίν. Καὶ ἡ φύσις αὐτὴ τοῦ ἀριθμοῦ καθ’ ἑαυτὴν οὔτε
διαιρεῖ οὔτε συνάπτει, ἀλλ’ ἀμφοτέρων ἐστὶ δεκτικὴ κατὰ τὴν τοῦ ὑποκειμένου
ποιότητα. Ὥσπερ οὖν τὸ συνεχὲς ξύλον δέκα πήχεων ὂν οὐ διαιρεῖται μετρούμενον,
ἀλλὰ καὶ μετρηθὲν καὶ τῷ ἀριθμῷ τῶν δέκα πήχεων ὑποβληθὲν, οὐδὲν ἧττον μένει
συνε |322 χὲς καὶ ἄτμητον, οὕτω πάλιν καὶ οἱ δέκα μόδιοι τυχὸν τοῦ σίτου διῃρημένοι
10 νοοῦνται, καὶ οὐδὲν τούτων τῇ τοῦ ἀριθμοῦ φύσει συνῆπται ἢ διῄρηται, ἀλλὰ τῇ
οἰκείᾳ ποιότητι θάτερον αὐτῶν τὸ συναφὲς ἔχει καὶ τὸ διῃρημένον.
Εἰ δὲ πάντως ὁ ἀριθμὸς κατὰ τοὺς σοφοὺς τούτους διαίρεσιν ἐργάζεται, ὁ
Κύριος ἆρα δώδεκα ὥρας εἶναι εἰπὼν τῆς ἡμέρας, τὴν συνέχειαν διεῖλεν τῆς ἡμέρας; Jn 11.9
Καὶ ὁ Ἀπόστολος εἰπὼν, Πολλά μέλη, ἓν δὲ σῶμα, διέτεμε τὰ μέλη; Καὶ ὁ φήσας, 1Cor 12.20
15 Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι, τὰ ὀστᾶ ἑαυτοῦ διεμέρισεν; Ps 34.10
Εἰ δὲ τὸ δώδεκα καὶ τὸ πολλὰ καὶ τὸ πάντα ἀριθμοῦ προδήλως ὄντα σημαντικὰ
οὐδεμίαν πεποίηνται διαίρεσιν, τίς ἡ ἀποκλήρωσις τοῦ μόνον τὸν δύο ἀριθμὸν ὡς
αἴτιον διαιρέσεως διαβάλλεσθαι, ἡμῶν μάλιστα οὐκ ἐπὶ διαιρέσει τοῦτον ἐπὶ τῶν
τοῦ Χριστοῦ φύσεων λαμβανόντων, μὴ γένοιτο, ἀλλὰ πρὸς μόνην δήλωσιν τῆς
20 τούτων διαφορᾶς καὶ ἔνδειξιν σαφῆ τοῦ μένειν αὐτὰς ἀτρέπτους καὶ ἀσυγχύτους καὶ
μετὰ τὴν ἀκραιφνῆ καὶ ἀδιάσπαστον ἕνωσιν; Ὅπου γε καὶ σώματος τρεῖς λέγομεν
διαστάσεις καὶ οὐ διασπῶμεν τὸ σῶμα εἰς τρία τμήματα.
Εἰ δὲ ἀκούσωσιν οἱ σοφοὶ ἐν ἑαυτοῖς τοῦ λέγοντος τὸν Χριστὸν, Ἕνα καὶ τὸν PG77.232B
αὐτὸν τοῦτο κἀκεῖνο ὑπάρχοντα· καὶ, Ἔστι κατὰ ταὐτὸν ἀμφότερα Χριστός· ἢ τὸ, Ὡς PG77.257B
25 ἕτερον ἐν ἑτέρῳ νοεῖσθαι· ἢ τὸ, Δύο νοεῖν τὰ σημαινόμενα, τόν τε σκηνοῦντα καὶ |323 PG73.161B
τὸ ἐν ᾧ ἡ σκήνωσις· καὶ τὸ, Ἀμφοτέρας σώζεσθαι ἀσυγχύτους τὰς φύσεις· (ταῦτα γὰρ PG77.1112C
πάντα Κύριλλος ἔγραψεν ὁ θεσπέσιος)· καὶ μὴν καὶ τὸ, Ἵνα νοήσῃς διὰ τῶν πετεινῶν
τὸν οὐράνιον ἄνθρωπον ὁμοῦ καὶ Θεὸν εἰς δύο φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστῃ
πρέποντα λόγον, διαιρούμενον· καὶ πάλιν ὅτι Οὐ κεκραμένος ἢ ἀποσεσαρκωμένος, PG69.576B
30 ἀλλὰ σώζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσυγχύτους τὴν ἰδιότητα· PG77.1113C
οὐκ ἀναιδῶς ἆρα τολμήσωσιν κᾀκείνου τοῦ θεόφρονος διαίρεσιν καταψηφίσασθαι,
οὐκ αἰτιάσαιντο δὲ σὺν αὐτῷ καὶ τὸν θεολόγον Γρηγόριον εἰπόντα, Φύσεις μὲν γὰρ
δύο, Θεὸς καὶ ἄνθρωπος, καὶ, Ἄλλο καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Χριστός; PG37.180A

35 §4 Ἐκ τῶν Εὐλογίου συνηγοριῶν. PG86.2.2960A

Μὴ τοίνυν πράγματα ἡμῖν παρεχέτωσαν οἱ μηδὲν ὑγιὲς νοεῖν βουλόμενοι,


ἀλλὰ μάτην εἰκαιολογοῦντες καὶ τὴν ὀρθὴν καὶ ἀμώμητον <πίστιν> διαταράττειν
ἐπιχειροῦντες. Ἡμεῖς γὰρ ἕνα Χριστὸν Υἱὸν Θεοῦ προσκυνοῦμεν σαρκὶ ὀφθέντα
40 τοῖς ἐπὶ γῆς. Διαφορὰν μέντοι τῆς θεότητος πρὸς τὴν σάρκα γινώσκομεν. Καὶ γὰρ
ὁ Θεὸς Λόγος ἄχρονος, ἄκτιστος, ἀπαθὴς, καὶ ὅσα πρέπει τῇ θείᾳ μεγαλωσύνη. Ἡ
δὲ σὰρξ αὐτοῦ ἕν τι ὑπάρχουσα πρὸς αὐτὸν διὰ τὴν ἄκραν καὶ ἐνυπόστατον ἕνωσιν,
δι’ ἣν καὶ ὁ θεσπέσιος Ἰωάννης βοᾷ, Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, Jn 1.14
ἔγχρονος ὑπάρχει, κτιστὴ, παθητή. Πάντα δὲ ταῦτα |324 τῆς σαρκὸς ὁμολογοῦμεν
45 γενέσθαι τοῦ θεοῦ Λόγου. Εἰ γὰρ ἰδία αὐτοῦ ἡ σὰρξ, δῆλον ὅτι καὶ τὰ τῆς σαρκὸς
πάντα αὐτοῦ ἔσται· οἰκειοποιεῖται γὰρ αὐτὰ, εἰ καὶ μὴ ὑπέκειτο τούτοις ἡ θεία
αὐτοῦ φύσις. Ὅτι γὰρ πάντα τοῦ Θεοῦ Λόγου ἐστὶ μετὰ τὴν ἐνανθρώπησιν τὰ τῆς
σαρκὸς αὐτοῦ, ἡ θεία Γραφὴ ἡμᾶς παιδεύει· φησὶ γὰρ, Ἑωράκαμεν τὸν Κύριον, τὸ Jn 20.25

1 : ἡ : εἰ A.
18 : διαβάλλεσθαι : διαβάλλεσθε A.
324 | 326 Κεφάλαιον Λ´ 150

συναμφότερον λέγουσα· ὁ γὰρ ἑωρακὼς τὴν σάρκα τοῦ Χριστοῦ, ὅλον ἐθεάσατο,
εἰ καὶ ἀθέατος τὸ κατὰ φύσιν ἡ θεότης ὑπῆρχεν. Καὶ πάλιν, Οὐκ ἂν τὸν Κύριον τῆς 1Cor 2.8
δόξης ἐσταύρωσαν, καίτοι τῇ θείᾳ φύσει αὐτοῦ μὴ παθόντος, ἀλλὰ τῇ οἰκείᾳ σαρκί.
Διδασκόμεθα οὖν ἐν πᾶσι τούτοις, ὅτι τοῦ Θεοῦ Λόγου σαρκωθέντος ἦν
5 τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα· ἀλλ’ ἐν οἷς φησιν, ὅτι ἐπείνησεν, ἢ ἐδίψησεν,
ἢ ἐψηλαφήθη, ἢ ὡράθη, νοῶ ὅτι οὐ τῇ θείᾳ φύσει ταῦτα πέπονθεν, ἀλλὰ τῇ
προσληφθείσῃ σαρκί, καθ’ ἣν ἄνθρωπος ἐχρημάτισεν.

§5 Γεωργίου διακόνου καὶ ῥεφερενδαρίου τοῦ Πισίδου PG92.1624A


10 κατὰ τοῦ δυσσεβοῦς Σευήρου τοῦ τῶν ἀκεφάλων ἐξάρχου ἴαμβοι.

Ἔδει μὲν ἡμᾶς τῆς μάχης τῶν βαρβάρων,


Καὶ τῆς ἐνόπλου τῶν βελῶν καταιγίδος
Ἀπαλλαγέντας, ἠρεμεῖν σὺν ταῖς μάχαις,
15 Ἃς ὁ κράτιστος ἐκτεμῶν Εὐεργέτης
Ἐκ τῆς δι’ αὐτοῦ ψυχικῆς χειρουργίας,
Τὴν κοσμικὴν σφύζουσαν ἐξῆρεν νόσον,
Ἐν ᾗ τυράννων ὠμότης ἐπεκράτει, |325
Καὶ βάρβαρον πῦρ δυσσεβῶς ἀνημμένον
20 Ἕως ἐπέσχε τὰς νομὰς τῶν τραυμάτων
Ἀναστομώσας τὰς φλέβας τῶν αἱμάτων
Ἐπεὶ δὲ καὶ ζῶν καὶ θανὼν ὁ Χοσρόης
Χειμῶνας ἡμῖν ἐξανέστησεν μάχης·
Πῇ μὲν πρὸς <ὁρμὰς> ἠρεθισμένος φόνων,
25 Πῇ δὲ προέδρους τῶν Σευήρου δογμάτων
Ὡς μυσταγωγὸς χειροτονήσας πλάνης
Πολλὴ καθ’ ἡμῶν γίγνεται τραγῳδία.
Εἴπερ δι’ ἡμᾶς τοῦ Λόγου σαρκνουμένου,
Σπινθῆρας ἡμῖν δυσσεβεῖς ὑποφλέγειν.
30 Ὅπως ἐφεῖται τοῖς ὁδηγοῖς τῆς πλάνης
Κενταυρόμορφον δογματίζειν εἰκόνα,
ᾟ μηδέν ἐστιν ἐντελὲς πρὸς τὰς φύσεις.
Ἐξ ὧν συνῆλθεν· ἐνδεεῖς γὰρ αἱ δύο.
Φύρσιν παθοῦσαι, καὶ τροπὴν τῇ συγχύσει.
35 Οὐκ ἦν γὰρ ἀρκοῦν τῷ βεβήλῳ Χοσρόῃ
Κινεῖν καθ’ ἡμῶν ὅπλα μέχρις ὀμμάτων·
Τρῶσαι δὲ μᾶλλον ἤθελεν τὰς καρδίας.
Τὴν πίστιν ἡμῶν πυρπολῶν ὡς τὰς πόλεις,
Ἐντεῦθεν οἶμαι τοῖς Σεβήρου συμπόνοις
40 Ἐφῆκε φύρσιν δογματίζειν ὁ δράκων
Ὡς ἂν δι’ αὐτῶν, καὶ καθ᾽ ἡμῶν ἡ πλάνη
Δόξῃ χορεύειν, καὶ παρέξῃ τοῖς μάγοις
Λαβὰς γελώτων, καὶ συνάξεις παιγνίων.
Ἀλλ᾽ ἠφάνισται ταῦτα σῦν τῷ Χοσρόῃ,
45 Πέρας λαβόντα συμφορὰς γελωμένης.
Ὁ δεσπότης γὰρ ἐξ ἑνὸς βέλους φθάσας |326
Τὸν μὲν φονεύει τῷ θεοκρίτῳ ξίφει,
Τοῖς δὲ προπέμψας εὐσεβέστατον βέλος

9 : Πισίδου : Πισσίδου A. 24 : φόνων : μάχης A. cf. 23.


26 : πλάνης : τῆς πλάνης A. cf. 30.
326 | 327 Κεφάλαιον Λ´ 151

Σὺν τῷ βαλεῖν ἔσφαξε τὴν ἀπιστίαν.


Ἤρκει μὲν οὖν ἐκεῖνο τὸ πρῶτον βέλος
Τὰς τῶν ἀπίστων ἢ μαλάξαι καρδίας,
Ἢ τὴν πολυτράχηλον ἐκτεμεῖν πλάνην·
5 Πολλοὶ γάρ εἰσι τῶν Ἀκεφάλων αὐχένες,
Πολλὰς ἔχοντες πανταχοῦ διαιρέσεις·
Καὶ πολλάκις φύουσι, καὶ τετμημένοι
Τρέφουσιν αὖθις τοὺς τραχήλους ὡς ὄφεις·
Ἀλλ’ ἔστιν ἡμῖν Ἡρακλῆς εὐεργέτης
10 Καυτῆρι θερμῷ πίστεως πυρουμένης
Ὕδρας ἀναιρῶν λοξοκινήτους ὄφεις.
Ἐπεὶ δὲ καὶ νῦν τοῦ γαληναίου κράτους
Ἡ πρακτική τε καὶ σοφὴ στρατηγία
Πρὸς τὰς Γραφὰς μετῆλθεν ἐκ τῶν βαρβάρων·
15 Ὅπως ὁ πείσας ἠρεμεῖν τοὺς βαρβάρους,
Πείσῃ σὺν αὐτοῖς ἠρεμεῖν τὰς αἱρέσεις·
Καὶ πνεύματος πῦρ εὐσεβὲς δεδεγμένος
Πρὸς τὰς ἀκάνθας ἀντανέστη τῆς πλάνης,
Καὶ τῇ νοητῇ τῶν φρενῶν ἀντιξέσει
20 Ἥπλωσεν ἡμῖν τὰς θεογράφους πλάκας,
Ἃς εἶχεν ἔνδον τῆς ἑαυτοῦ καρδίας,
Οὐκ ἐκ διδακτῶν συλλαβῶν γεγραμμένας,
Θείῳ δὲ μᾶλλον δακτύλῳ τυπουμένας.
Καὶ τοὺς ἀγωγοὺς τῶν θεορρύτων λόγων
25 Ἐφῆκεν ἡμῖν, ὠκεανοῦ τινος δίκην,
Ὃς πάντα πληροῖ, καὶ τὸ λῆγον οὐκ ἔχει. |327
Ἀπεικὸς οὐδὲν τὰς λαλούσας ὁλκάδας
Ἐκ τῶν ἐκείνου ῥημάτων πληρουμένας
Ταῖς ἀλλοδόξοις προσβαλεῖν τρικυμίαις·
30 Ἴσως λαβεῖν ἴλιγγας ἀντισυστρόφους
Ὁ μιξανάρρους τῶν Σευήρου σκεμμάτων,
Ἢ τῇ γαλήνῃ προστεθῇ τῶν δογμάτων,
Ἢ τὴν κακὴν ὄρχησιν ἐξορχούμενος
Πρὸς τὰς ἀπαρχῆς ἀντανέλθῃ φροντίδας.
35 Τέως μὲν οὖν, Σευῆρε συμπεφυρμένε,
Πρώτῳ γὰρ, οἶμαι, τῷ διδασκάλῳ πρέπει
Τὴν τῶν μαθητῶν ἐγκαλεῖν ἀταξίαν,
Ὁ συγχέων τὸν κόσμον ἐν διαιρέσει,
Ὁ μηδαμοῦ σχεῖν εὐσταθῆ βάσιν θέλων,
40 Ἀλλ’ ὡς ὄλισθος κυμάτων διεκρέων,
Ὅτε βρυώδεις συγγραφὰς ἀποπτύεις,
Τί μοι βεβήλους ἐγκαλεῖς διαιρέσεις
Τῶν Νεστορίου πανταχοῦ ληρημάτων
Προεγκαλούντων οὐ διαίρεσιν λέγεις,
45 Ἀλλ’ ἐκ διαμέτρου δογματίζων συγχύσεις;
Ἢ πεῖσον αὐτὸν, ἢ σὲ πεισάτω πάλιν,
Ἢ τῆς ἐπ’ ἀμφοῖν ἐκτροπῆς δεδειγμένης
Παλινδρομεῖτε πρὸς τὸν εὔθετον δρόμον·

38 : τὸν κόσμον : τῶν κόσμον A.


43 : Νεστορίου : Νεστορίου μοι A>
327 | 329 Κεφάλαιον Λ´ 152

Τεκμήριον γὰρ τῆς ὁδοῦ τῆς εὐθείας


Τὸ τοὺς παρατρέχοντας ἐν παρεξόδοις
Ἕλκειν, μεθέλκειν ἀντιλόξως τοὺς μέσους.
Ὦ πανταχοῦ Κύριλλον εἰς μέσον φέρων,
5 Φρονῶν δὲ μηδὲν τῶν ἐκείνου δογμάτων·
Εἰ γὰρ πρὸ τοῦ σὲ συνταράξαι τὰς φύσεις |328
Κύριλλον οὐ παρόντα τῷ θείῳ τόμῳ·
Εἰ γὰρ παρῆν, ὕποπτον ἦν τὸ πρὸς χάριν
Ὕμνοις ἀνευφήμησαν οἱ θεηγόροι,
10 Ἐν οἷς τὸ Πνεῦμα προσλαλοῦν ἐμαρτύρει·
οἷς ἧν ἀριθμὸς ἑπτασυνθέτους ἔχων
Δεκαδρομούσας εἰς ἑαυτὸν ἐννάδας·
Στρατὸς πρὸς ὅπλα πίστεως συνημμένος.
Πάντες γὰρ οὗτοι τῶν ἐκείνου δογμάτων
15 Τὴν πίστιν ἠκρίβωσαν ἠκριβωμένοι.
Ὁ τοὺς ἐκείνῳ συμφρονοῦντας ὑβρίσας,
Εὔδηλον αὐτὸν φαίνεται καθυβρίσας.
Λόγῳ μὲν οὖν τὸν ἄνδρα τεχνάζει σέβειν,
Ἔργῳ δὲ φεύγεις, κἂν δοκήσει συντρέχῃς.
20 Κατηγορῶν δὲ τοῦ συνηγορουμένου
Μισεῖς προδήλως, ὃν φιλεῖς ὑποκρίσει.
Καιρὸς δὲ λοιπὸν τὰ σκάφη τῶν δογμάτων
Τῇ τῶν τέκνων σου προσβαλεῖν τρικυμίᾳ.
Τῇ σῇ γὰρ ἅλμῃ κυματούμενοι πάλιν
25 Πρὸς μὲν πέτραν κρούουσι τὴν Ἐκκλησίαν·
Σάλῳ δὲ συμπίπτουσιν ἀντεστραμμένοι
Πρὸς τὴν ἑαυτῶν ἀντικλώμενοι ζάλην,
Ἐντεῦθεν, οἶμαι, τῷ βυθῷ τῶν σκεμμάτων
Γεωμετρεῖν δοκοῦσι τὴν θείαν φύσιν
30 Ἰσχνοῖς λογισμοῖς τὴν ὑπὲρ νοῦν οὐσίαν,
Ἐν τῷ συνάπτειν, καὶ διαιρεῖν ἀστάτως.
Οὐδὲν γὰρ αὐτοῖς ἵσταται πεπηγμένον.
Καὶ δὴ κατηγοροῦσι τῶν ὀρθοφρόνων,
Ὡς εἰ θέλοιμεν δογματίζειν ἐν δύω, |329
35 <Υἱοὺς παρεισάξοιμεν, ὥς φασι, δύο.>
Τὰς γὰρ φύσεις ἔχουσιν, ὡς ὑποστάσεις.
Κἀντεῦθεν, ὡς λέγουσι, πρὸς τὴν ἐν δύο
Φωνὴν, ἀποσπένδουσι τὰς ὑποστάσεις,
Εἰς Χριστὸν εἰπεῖν εὐλαβούμενοι δύο.
40 Μὴ, φασὶν, εἴη τῇ μεθέξει τῶν δύο
Τετραπρόσωπος ἡ Τριὰς νοουμένη.
Οὐκοῦν ἐπειδὴ τῶν τριῶν φύσις μία,
Πατρός τέ φημι, καὶ Λόγου, καὶ Πνεύματος,
Ὑπόστασιν λέγουσι τῶν τριῶν μίαν.
45 Ὡς εὖγέ σοι, κράτιστε, τῶν νοημάτων,
Ἅ σοι τὸ Πνεῦμα προσλαλοῦν ἀναβρύει,
Καὶ τοῦτο γὰρ σόν· ἀλλ’ ὅμως τοῦ Πνεύματος
Τοῦ συμμάχου σοι πανταχοῦ δεδειγμένου,
329 | 331 Κεφάλαιον Λ´ 153

Πρὶν μὲν πρὸς ὅπλα, νῦν δὲ καὶ πρὸς αἱρέσεις.


Πάλιν δὲ πρὸς σὲ τὸν Σευῆρον οἱ λόγοι,
Τὸν τὰς ἀκάνθας ἐμβαλόντα τοῖς λόγοις.
Μίαν γὰρ εἴπερ τῶν τριῶν φύσιν λέγεις.
5 Καὶ γὰρ πέφυκεν ἡ Τριὰς φύσις μία,
Πάντως ὑπαχθήσῃ, φύσεις τρεῖς εἰσάγειν·
Ὡς ἄν γε καὶ τρεῖς τὰς ὑποστάσεις λέγοις.
Ἢ συγκατήχθης, ὥστε καὶ μίαν λέγειν
Τὰς τῶν προσώπων τῶν τριῶν ὑποστάσεις·
10 Ἀλλ’ οὐ δοκεῖ σοι τῷ βραβευτῇ τῆς μάχης,
Εἰπεῖν δὲ μᾶλλον τῷ φυτουργῷ τῆς μάχης,
Τὴν ταυτότητα συμφυλάξαι τῇ φύσει
Εἰς τριαδικὴν, ὡς λὲγεις, μοναρχίαν.
Ἀλλ’ εἰπέ μοι, σύνδεσμε τῶν σοφισμάτων,
15 Κοινῆς παρ’ ἡμῖν τῆς Γραφῆς προκειμένης,
Ὄντων τε κοινῶν τῶν νοημάτων ὅλων, |330
Πῶς ἐξαμέλγεις, ὡς θέλεις, τὰ ῥήματα.
Τῶν σοὶ δοκούντων, τῶν δὲ μὴ δεδογμένων
Τάττεις ὁρισμοὺς, δογματίζων ὡς θέλεις.
20 Ἄνθρωπε, μήτε κλέπτε τὴν Γραφὴν ξέων,
Μηδ’ αὖ χαρίζου τῇ Γραφῇ παρεγγράφων.
Φεῦ τῆς κακῆς σου δωρεᾶς τῶν γραμμάτων
Ἐν τῷ περιττῷ προξενεῖ μοι ζημίαν.
Φεῦ τῆς ἀναιδῶς συλλαβῆς συλωμένης,
25 Καὶ ζημιούσης τοῦ Θεοῦ τὴν οὐσίαν.
Οὐ γάρ τι δείξεις ταῖς Γραφαῖς ταῖς ἐγκρίτοις
Ἐξ ὧν ἐρεύγῃ φληνάφων εἰρημένον·
Ἀλλ’ αὐτὸς εἰκῆ νομοθετεῖς τοῖς βιβλίοις
Ξέων, ὑφέλκων, ἀντιβάλλων, προσπλέκων,
30 Καὶ τῇ πονηρᾷ, καὶ πανούργῳ συγχύσει
Τὴν χεῖρα κιχρᾷς, καὶ γραφῇ πλαστογράφῳ
Δίκας ὑφαίνεις, μὴ δεδοικὼς τοὺς νόμους.
Ἔδει παρεῖναι τὴν ἐριστικὴν φύσιν,
Ἐκεινον αὐτὸν τὸν σοφιστὴν τῆς πλάνης,
35 Ἴσως τὸ σαθρὸν, ὧν ἀπέπττυσεν λόγων,
Αὐτὸς καθ’ αὐτὸν ἐννοῶν ὑπεστάλη,
Δι’ ὧν κακῶς ἔγραψεν· οὐδὲ γὰρ λέγω
Δι᾽ ὧν ἐαυτῷ συγχυθεὶς καθῃρέθη,
Δίκην ἐχίδνης, ἣ τεκοῦσα τοὺς ἔχεις
40 Ἐκ τῶν ἑαυτῆς φθείρεται κυημάτων.
Παλινδρομεῖ δὲ τῷ λογισμῷ, καὶ πάλιν
Λέγει πεπεῖσθαι ταῖς Γραφαῖς ταῖς ἐγκρίτοις
Φωνῇ κεχρῆσθαι τῇ κατηγορουμένῃ
Ψόγου τε χωρὶς, ἢ Γραφῆς ἐγκλημάτων. |331
45 Ὃ γοῦν λέγεις σὺ συνδεδόχθαι τοίς πάλαι
Πιστοῖς θεόπταις, πῶς δοκεῖς ἀνατρέπειν;
Ἢ στέρξον ὡς χρὴ τοῖς καλῶς εἰρημένοις,
Ἢ τῇ σιωπῇ κρύπτε τὴν ἀπιστίαν.

7 : λέγοις : λέγεις A. 13 : τριαδικὴν : τὴν τριαδικὴν A.


32 : δίκας ὑφαίνεις : δίκας τε φαίνεις A.
331 | 332 Κεφάλαιον Λ´ 154

Ἴσως δὲ καὶ νῦν τῷ συνήθει σου δόλῳ


Ὡς πτὼξ ἀγεννὴς εἰς σιωπᾷς παρατρέχων,
Τὴν Νεστορίου ζωγραφήσεις αἰτίαν,
Μὴ δεῖν μετ’ αὐτὸν τὴν δὲ τὴν φύσιν λέγων
5 Ὡς δῆθεν ἡμᾶς τῶν ἐκείνου σκεμμάτων
Τὰς δυσσεβούσας ἐκφεύγειν ὑποψίας.
Ἐγὼ δὲ τούτου τῶν βεβήλων δογμάτων
Μύστην ὁρῶ σε, κἂν δοκῇς λεληθέναι.
Εἰ γάρ τις ἄμφω τὰς ὑποστάσεις λέγοι,
10 Ὡς σὺ σχεδιάζων συγγράφεις τὰ δόγματα.
Οὗτος προδῆλως εἰς διαίρεσιν τρέχει.
Υἱοὺς δὲ πλάττει, καὶ παρεισάγει δύο,
Ἐρεῖς δὲ πάντως, ὡς συνάπτεις εὐθέως.
Καὶ πῶς συνάπτεις, ἢ μερίζεις εὐθέως;
15 Ἀεὶ γὰρ οὕτως, ὡς ἐν ἀτόμῳ πολλάκις
Μιγνὺς, μερίζων, οὐκ ἀφέξῃ τῆς πλάνης.
Ὦ τοὺς λογισμοὺς ἀντανακλῶν πολλάκις,
Ὡς παιδαγωγὸς ἐμπαθοῦς ὀρχηστρίδος,
Ἢ τῇ δυσειδεῖ τῶν μελῶν ἀνακλάσει,
20 Στρεβλοῖ τὸ σῶμα τῇ στροφῇ τῶν ὀργάνων,
Ὡς αὐτὸς ἔγνως· σοῦ γὰρ οὐκ ἔστι πλέον
Εἰς ταῦτα πιστῷ προσβαλεῖν διδασκάλῳ.
Ἀλλ᾽ ἡ μὲν ἄχρι τῶν μελῶν στρεβλουμένη.
Κλονεῖ τὸ σῶμα· τῆς δὲ σῆς πανουργίας |332
25 Ἡ ψυχικὴ στρέβλωσις ἀθλιωτέρα,
Ὡς γὰρ λέγεις, νοεῖς μὲν ἐν διαιρέσει
Τὸν Χριστὸν εἶναι, καὶ μερίζεις τὰς φύσεις
Ἰσχνοῖς λογισμοῖς καὶ συνάπτεις εὐθέως.
Πέτῃ δὲ πολλὰ τῇ πτερωτῇ σου φύσει,
30 Φθάσαι νομίζων τοῦ Θεοῦ τὴν οὐσίαν
Ὡς οὖν ἔοικεν, οὐδαμοῦ παύσῃ λέγων,
Νῦν μὲν διαιρῶν, νῦν δὲ καὶ σφίγγειν θέλων,
Καὶ νῦν μὲν ἁπλῆν, νῦν δὲ σύνθετον λέγων·
<Καὶ νῦν μὲν εἷς πέφυκε, καὶ πάλιν δύο·>
35 Καὶ πολλὰ παίζεις, ὡς νομίζεις, τὸν λόγον,
Ὡς ἂν δοκῇ σοι, τοῦ Θεοῦ σαρκουμένου.
Ὡς ἐκπέπληγμαι, πῶς ἀσυνθέτοις λόγοις
Καταστοχάζῃ τοῦ Θεοῦ τῆς οὐσίας.
Ἐγὼ δὲ τολμῶν οὐκ ἀπεικότως τινὰ
40 Αὐθήμερόν σοι τὴν ἐρώτησιν φέρω.
Τί γὰρ δοκεῖ σοι δογματίζειν τὸν Λόγον
Ἐν δεξιᾷ νῦν τοῦ Πατρὸς πεφυκότα
Ἄνθρωπον ἔννουν, ἢ μονούμενον Λόγον,
Ἢ καὶ δι’ ἀμφοῖν συμμεμιγμένην φύσιν,
45 Ἢ καὶ πάλιν λύειν τε, καὶ σφίγγειν θέλεις.
Κλείων, ἀνοίγων τὰς ὑπὲρ φύσιν θύρας;
Ἰλιγγιᾶν δέον σε· πῶς ἀναδρόμους
Ἴλιγγας ὥσπερ τῷ πεφυρμένῳ σάλῳ
332 | 334 Κεφάλαιον ΛΑ´ 155

Εἰς τὴν σεαυτοῦ συστροφὴν ἀναστρέχεις,


Μᾶλλον σεαυτὸν ἀστρολογεῖν ἐντέχνως
Στιγμάς τε μετρεῖν, καὶ ῥοπῶν ἀμετρίαν.
Ἄκουε τοίνυν τῶν ἐμῶν ψελλισμάτων,
5 Ὡς ἂν μετρεῖν τὰ θεῖα δυσκόλως ἔχοις,
Τί μὴ μεθ’ ἡμῶν δογματίζεις ἐν δύο; |333

10

15

20

25

30

35

40

45
334 | 335 Κεφάλαιον ΛΑ´ 156

Κεφάλαιον ΛΑ´.

Κατὰ Ἰουδαίων μαρτυρίαι γραφικαί·


§1 ὅτι ἐν Τριάδι ἡ θεότης ὑπὸ τῶν θείων Γραφῶν μυστικῶς κηρύττεται.
5

Τοῦ Δευτερονομίου· Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἑστιν. Ἰδοὺ τῶν Deut 6.4
τριῶν ὑποστάσεων σημαντικὸν τὸ Κύριος, ὁ Θεὸς, Κύριος, τῆς δὲ μιᾶς οὐσίας τὸ Εἷς
ἐστιν.
Τοῦ αὐτοῦ Μωϋσέως ἐν Ἐξόδῳ· Καὶ ἔδωκεν Κύριος ὅρον λέγων· ἐν τῇ αὔριον
10 ἡμέρᾳ ποιήσει Κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς. Ex 9.5
Καὶ ἑτέρωθι· Καὶ ὀρθρίσας Μωϋσῆς, ἀνέβη εἰς τὸ ὄρος Σινὰ, καθότι συνέταξεν
αὐτῷ Κύριος· καὶ ἔλαβεν Μωϋσῆς τὰς πλάκας τὰς λιθίνας καὶ κατέβη Κύριος ἐν
νεφέλῃ καὶ παρέστη ἐκεῖ· καὶ ἐλάλησεν τῷ ὀνόματι Κυρίου· καὶ παρῆλθεν Κύριος ἀπὸ
προσώπου Κυρίου. Ex 34.4-6
15 Σαφῶς δείκνυται προσώπων εἶναι σημαντικὰς τάς τε φωνὰς αὐτὰς τῶν εἰς μίαν
φύσιν συντελούντων.
Τί δὲ πάλιν τὸ Ἔβρεξεν Κύριος πῦρ καὶ θεῖον παρὰ Κυρίου; καὶ τὸ Προσ- Gen 19.24
κυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ; Πῶς δὲ νοητέον καὶ τὸ ἐκ προσώπου τοῦ Deut 32.43
Θεοῦ εἰρημένον, Πᾶς ὁ ἐκχέων αἷμα, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν
20 εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον; Ὁρᾷς, ὅτι Θεὸς ἐν εἰκόνι Θεοῦ ἐποίησεν; Gen 9.6
Πῶς δὲ τὸ πρὸς Ἀβραὰμ εἰρημένον λάβωμεν, τὸ Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν
τόπῳ Θεοῦ; Καὶ πάλιν, Καὶ εἶπεν Κύριος τῷ Μωϋσῇ· Καταβὰς διαμάρτυραι τῷ λαῷ, Gen 31,13
καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον καὶ πλυνάτωσαν τὰ ἱμάτια |334 καὶ ἔστωσαν
ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ
25 ὄρος Σινὰ ἐναντίον παντὸς τοῦ λαοῦ; Καὶ οὐκ εἶπεν καταβήσομαι, ἀλλὰ καταβήσεται Ex 19.10-11
Κύριος.
Τοῦ Δαυίδ· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς
σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως σου, καὶ ἑξελοῦμαί σε καὶ δοξάσεις με. Ἰδοὺ Ps 49.14-15
καὶ ἐνταῦθα σαφῶς τὰς τρεῖς ὑποστάσεις δεδηλωμένας εὑρίσκομεν. Ὡς ἐκ τοῦ
30 Πνεύματος γὰρ τοῦ ἁγίου ὁ λόγος ἐξενήνεκται, Θῦσον λέγοντος τῷ Θεῷ, καὶ ἀπόδος
τῷ Ὑψίστῳ, καὶ ἐπικάλεσαί με, εἴπερ ἄτοπον ἐκ προσώπου τοῦ Δαυὶδ εἰρῆσθαι τὸ
Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου.
Σκόπει δὲ καὶ τὸ Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν τοῦ ἀκοῦσαι τῶν
στεναγμῶν, καὶ ἑξῆς, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου καὶ τὴν αἴνεσιν Ps 101.20-22
35 αὐτοῦ ἐν Ἰερουσαλήμ. Καὶ πάλιν, Πρός σε Κύριε κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου Ps 29.9
δεηθήσομαι.
Καὶ ὁ Ἀμὼς ὡς ἐκ προσώπου τοῦ Θεοῦ φησι· Κατέστρεψα ὑμᾶς, καθὼς κατέ-
στρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα. Amos 4.11
Καὶ ὁ Ἡσαΐας· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι
40 ἀπεκαλύφθη; Καὶ οὐκ εἶπεν καὶ ὁ βραχίων σου. Is 53.1
Καὶ πάλιν ὁ αὐτός· Ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ
προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλήν σου. Σὺ γὰρ εἶ Θεὸς,
καὶ οὐ |335 κ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σώζων. Ποίαν διαφορὰν ἔχει τὸ ἐν σοὶ ὁ Θεὸς, Is 45.14-15
καὶ σὺ ὁ Θεὸς, πρὸς τὸ Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, τῷ εὐσεβῶς νοεῖν Jn 14.11
45 βουλομένῳ;
Καὶ πάλιν ὁ αὐτός· Καὶ νῦν Κύριος Κύριος ἐξαπέστειλέν με καὶ τὸ Πνεῦμα αὐτοῦ. Is 48.16
Ἐνταῦθα τῶν τριῶν ὑποστάσεων τῆς μιᾶς θεότητος μέμνηται· εἶπεν γὰρ Κύριος
Κύριος καὶ τὸ Πνεῦμα αὐτοῦ.
335 | 337 Κεφάλαιον ΛΑ´ 157

§2 Περὶ τοῦ Θεοῦ Λόγου καὶ τοῦ ἁγίου Πνεύματος ἐκ τοῦ Δαυίδ·

Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ


πᾶσα ἡ δύναμις αὐτῶν. Ps 32.6
5 Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ, εἰς γενεὰν καὶ γενεὰν ἡ
ἀλήθειά σου. Ps 118.89-90
Ἀλλ’ ἐροῦσιν, ὅτι τῷ προφορικῷ λόγῳ καὶ οἷον προστάγματι λέγει ὁ Δαυὶδ
δημιουργηθῆναι τὸ πᾶν. Πρῶτον μὲν οὖν ἄτοπον τὸ ἐπὶ Θεοῦ προφορικὸν ἐννοῆσαι
λόγον διὰ φωνητικῶν ὀργάνων ἐκφερόμενον καὶ εἰς ἀέρα χεόμενον καὶ εἰς
10 ἀνυπαρξίαν χωροῦντα. Εἰ γὰρ τοῦτο, πῶς διαμένει εἰς τὸν αἰῶνα; Ἀλλ’ οὐδὲ πνεῦμα
ἐπὶ θεοῦ ἐννοῆσαι εὐσεβὲς, ὥσπερ ἐφ’ ἡμῶν ἆσθμα ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων
ἐξωθούμενον, ἀλλὰ Λόγον ἐνυπόστατον καὶ Πνεῦμα δυνάμεως στερεοῦν καὶ κτίζον
καὶ καινίζων καὶ ἁγιάζον.
Καὶ μάρτυς Δαυίδ. Τὴν γὰρ ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων μέλλουσαν
15 γίνεσθαι τοῦ Θεοῦ Λόγου ἐπιδημίαν καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν παρουσίαν
προαγορεύων ἔλεγεν· Ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς. |336 Λόγος Ps 106.20
δὲ προφορικὸς οὐκ ἀποστέλλεται. Καὶ πάλιν· Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ Ps 103.30
κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Καὶ πάλιν· Τὸ πνεῦμά σου τὸ
ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου Ps 142.10
20 καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με. Ps 50.12, 14
Καὶ ὁ Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με. Job 32.8
Πνεῦμα δὲ εὐθὲς καὶ πνεῦμα ἀγαθὸν καὶ πνεῦμα ἡγεμονικὸν καὶ πνεῦμα
ποιεῖν καὶ κτίζειν καὶ ἀνακαινίζειν δυνάμενον, πῶς εὔλογον τοῖς ὁπωσοῦν λόγου
μετειληφόσιν φανήσεται ἀνυπόστατόν τι ἐννοεῖν καὶ μάλιστα ἐπὶ Θεοῦ;
25

§3 Περὶ τῆς Χριστοῦ παρουσίας.

Ὁ ἐρχόμενος· λέγουσι μὲν καὶ Ἰουδαῖοι ἔρχεσθαι τὸν Χριστόν, ἀλλ’ οὐχὶ Θεὸν,
ἄνθρωπον δὲ, ὡς ἕνα τῶν προφητῶν.
30 Βαροὺχ, ὅτι Θεὸς ὁ ἐρχόμενος· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἔτερος πρὸς
αὐτόν· ἐξηῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ
Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις
συνανεστράφη. Bar 3.36-38
Ἀλλ’ ἐρεῖ ὁ Ἰουδαῖος, ὅτι περὶ παρελθόντος εἴρηται, οὐχὶ μέλλοντος· περὶ γὰρ
35 τῆς τοῦ Θεοῦ ἐν τῷ Σιναίῳ ὄρει συγκαταβάσεως εἴρηται. Ἀκούσεται δὲ παρ’ ἡμῶν
πρῶτον μὲν, ὅτι ἔθος τῇ Γραφῇ ἐν τοῖς πλείοσιν τά τε παρῳχηκότα ὡς ἐνεστῶτα
καὶ μέλλοντα, τά τε μέλλοντα ὡς παρεληλυθότα σχηματίζειν τῷ λόγῳ, |337 ὡς τὸ
Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, καὶ Ἐν ποταμῷ διελεύσονται ποδί. Ταῦτα Ps 65.6
γὰρ περὶ τῶν ἐν τῇ ἐρυθρᾷ καὶ τῷ Ἰορδάνῃ εἴρηται, εἰ καὶ τὸ μὲν ὡς ἐνεστὼς, τὸ δὲ
40 ὡς μέλλον γέγραπται. Ὅμοιον δὲ καὶ τὸ Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον, καὶ Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν Ps 103.4, 5
αὐτῆς, καὶ τὸ Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν. Καὶ γὰρ Ps 136.1
τὸ μετὰ πολλοὺς τοὺς χρόνους ἑπόμενον ὡς ἤδη γενόμενον εἴρηται.
Πρὸς δὲ τὸ λέγειν, ὡς περὶ τῶν ἐν τῷ Σιναίῳ ὄρει εἴρηται τὸ Ἐπὶ γῆς ὤφθη
45 καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐροῦμεν, ὅτι πρότερον μνησθεὶς τῆς παλαιᾶς
νομοθεσίας, ὁ προφήτης καὶ εἰπὼν, Ἐξηῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν
Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, προσέθηκεν τὸ Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, τουτέστι μετὰ
τὸ δοῦναι αὐτὸν τοῖς ἐξ Ἰσραὴλ τὴν ὁδὸν τῆς ἐπιστήμης, ἤγουν τὸν γραπτὸν νόμον.

40 : μέλλον : μέλλων A.
337 | 340 Κεφάλαιον ΛΑ´ 158

Ἡσαΐου· Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος, μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων αὐτοῦ
μετὰ κυρίας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν
ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ. Is 40.10-11
Μιχαίου· Ἀκούσατε λαοὶ πάντες λόγον, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ κατ-
5 οικοῦντες ἐν αὐτῇ, καὶ ἔσται |338 Κύριος ἐν ὑμῖν εἰς μαρτύριον. Κύριος ἐκ ναοῦ ἁγίου
αὐτοῦ, διότι ἰδοὺ Κύριος ἐκπορεύσεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ
ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. Mich 1.2-3
Τοῦ αὐτοῦ· Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἷ τοῦ εἶναι ἐν χιλιάσιν
Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται <ἡγούμενος> τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ
10 αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Mich 5.2
Τοῦτον τὸν ἀπ’ ἀρχῆς καὶ ἀφ’ ἡμερῶν αἰῶνος ἐκ Παρθένου κατὰ σάρκα τίκτεσθαι
ὁ Ἡσαΐας προεφήτευσεν εἰπὼν, Ἰδοὺ ἦ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ
καλέσουσι, τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Καὶ πάλιν· Πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων Is 7.14
ἐξέφ<υγ>εν καὶ ἔτεκεν ἄρσεν. Τίς ἤκουσεν τοιοῦτο καὶ τίς ἑώρακεν οὗτως; Ὁρᾷς τὸν Is 66.7-8
15 προφήτην θαυμάζοντα τοῦ τόκου τὸ παράδοξον;
Τοῦ Δαυίδ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ
ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο
ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ps 44.7-8
Τοῦ αὐτοῦ· Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι. Ps 142.5
20 Τοῦ αὐτοῦ· Ὁ καθήμενος ἐπὶ τῶν χερουβεὶμ ἑμφάνηθι· ἐναντίον Ἐφραὶμ καὶ
Βενιαμὶν καὶ Μανασσῆ, ἑξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. |339 Ps 79.2-3
Ζαχαρίου· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι
δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Zach 9.9

25 §4 Ὅτι τὰ ἔθνη κληθήσονται καὶ λαὸς ἕτερος, οὐχ ὁ ἰουδαϊκὸς, τὸ κήρυγμα δέξεται
τῆς Χριστοῦ παρουσίας· καὶ ὅτι τῷ ὀνόματι αὐτοῦ κληθήσονται οἱ εἰς αὐτὸν
πιστεύοντες, τουτέστι Χριστιανοί.

Ἡσαΐου· Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, καὶ ηὑρέθην τοῖς ἐμὲ μὴ
30 ζητοῦσιν. Εἶπα, ἰδοὺ πάρειμι· ἔθνη, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομα αὐτοῦ. Is 65.1
Τοῦ αὐτοῦ· Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος
ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Is 11.10
Τοῦ αὐτοῦ· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ
ἔθνη. Is 25.7
35 Ζαχαρίου· Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ
κατασκηνῶ ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαόν. Zach 2.10-11
Ἰακώβ· Οὐκ ἐκλείψει ἅρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως
οὗ ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Gen 49.10
40 Δαυίδ· Καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, |340 ὃν
ἐποίησεν ὁ Κύριος. Ps 21.32
Τοῦ αὐτοῦ· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαός ὁ κτιζόμενος αἰνέσει τὸν
Κύριον. Ps 101.19
Τοῦ αὐτοῦ· Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα
45 τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ
Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Ps 21.28-29

9 : ἡγούμενος : added in margin by later hand. 21 : Βενιαμὶν : Βενιαμεὶν A.


22 : Ζαχαρίου : Ζαχαρίας A.
340 | 342 Κεφάλαιον ΛΑ´ 159

Μαλαχίου, ὅτι ἀποστραφήσεται Κύριος τοὺς υἱοὺς Ἰσραήλ, τὰ δὲ ἔθνη προσ-


λήψεται· Οὐκ ἔστιν μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ· θυσίαν οὐ
προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ
ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ
5 ὀνόματί μου καὶ θυσία καθαρὰ, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει Κύριος
παντοκράτωρ. Mal 1.10-11
Ἡσαΐου· Ὑμᾶς δὲ ἀνελεῖ Κύριος, τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν,
καὶ εὐλογηθήσεται ἐπὶ πάσης τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν. Is 65.15-16
Τοῦ αὐτοῦ· Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην
10 σου, καὶ κληθήσεται τὸ ὄνομα τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. Is 62.2
Τοῦ αὐτοῦ· Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ’ ἡλίου ἀνατολῶν, καὶ
κληθήσονται τῷ ὀνόματί μου. Is 41.25
Ὠσηέ· Καὶ ἔσται ἐπ’ ἐσχάτων τὸ ὄνομα αὐτοῦ ἐμφανὲς |441 ἐν πάσῃ τῇ γῇ, καὶ τῷ
ὀνόματι αὐτοῦ ἐπικληθήσονται λαοὶ πολλοί, καὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ πορευθέντες
15 ζήσονται ἐν αὐταῖς. ?

§5 Ὅτι παυθήσεται ἡ νομικὴ λατρεία καὶ θυσίαι, καὶ ἡ περιτομὴ ἀναρτηθήσεται,


καὶ τὰ εἴδωλα καταλυθήσεται τοῦ Χριστοῦ παραγενομένου.

20 Ἱερεμίου· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ
τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν
αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς
Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει
Κύριος. Jer 38.31-32
25 Τοῦ αὐτοῦ· Οὐκ ηὐδόκησα ἐπί σοι, λέγει Κύριος ὁ Θεός σου, ὅτι ἀπ’ αἰῶνος
συνέτριψας τὸν ζυγόν σου καὶ διέρρηξας τοὺς δεσμούς σου καὶ εἶπας· Οὐ δουλεύσω
<σοι>, ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου
κατασκίου. Jer 2.19-20
Ἡσαΐου· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων
30 κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ’ ἂν ἔρχησθε
ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου
οὐ προσθήσεσθε. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι·
τὰς νεομηνίας ὑμῶν |342 καὶ τὰ σάββατα ὑμῶν καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι·
νηστείαν καὶ ἀργίαν καὶ τὰς νεομηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Is 1.11-14
35 Ἀμώς· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς
πανηγύρεσιν ὑμῶν. Διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ
προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ’
ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. Amos 5.21-23
Μαλαχίου· Οὐκ ἔστιν μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ· καὶ θυσίαν
40 οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ
ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ
ὀνόματί μου καὶ θυσία καθαρά. Mal 1.10-11
Ἡσαΐου· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ
σεισθήσεται πάντα τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Is 19.1
45 Τοῦ αὐτοῦ· Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθήσονται τὸν Κύριον ἐν
τῇ ἡμέρᾳ ἐκείνῃ. Is 19.21
Τοῦ αὐτοῦ· Ἐπιφανήσεται Κύριος ἐπ’ αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς
τῶν ἐθνῶν. Soph 2.11
342 | 345 Κεφάλαιον ΛΑ´ 160

Δέδεικται ἱκανῶς, ὅτι καὶ Θεὸς ὁ Χριστὸς καὶ οὔτε Ἰουδαίους ἀνακαλέσεται
ἐρχόμενος, ὡς αὐτοὶ φρεναπατῶνται, ἀλλὰ τὰ ἔθνη ἐκλέξεται καὶ τὴν νομικὴν παύσει
|343 καθόλου λατρείαν καὶ τὸ ὄνομα αὐτοῦ ἐπιθήσει τοῖς εἰς αὐτὸν πιστεύουσιν, καὶ
οὐκέτι κνῖσαι καὶ αἵματα, ἀλλὰ θυσία καθαρὰ, οὐδὲ ἐν Ἱεροσολύμοις ἡ λατρεία περι-
5 ορισθήσεται, ἀλλ’ ἐν παντὶ τόπῳ θυμίαμα καὶ θυσία καθαρὰ προσενεχθήσεται τῷ
Θεῷ.
Ὅτι οὖν πάντα ταῦτα εἰς ἔργον ἤχθη, κἂν ἡμεῖς σιωπήσωμεν, οἱ λίθοι
κεκράξονται. Πῶς οὖν τῶν προφητευθέντων πέρας λαβόντων, ἔτι ἀρνοῦνται τὸ ὅτι Lk 19.40
ἦλθεν καὶ ἔτι ἐρχόμενον αὐτὸν προσδοκῶσιν; Ἰδοὺ γὰρ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι
10 δυσμῶν κατὰ τὸν προφήτην τὸ κήρυγμα τῆς Χριστοῦ παρουσίας ἐξετάθη, καὶ θυσία
καθαρὰ προσφέρεται, καὶ τῷ ὀνόματι αὐτοῦ ἐπεκλήθημεν, καὶ ὁ λαὸς ὁ κτισθεὶς αἰνεῖ
τὸν Κύριον, καὶ μὴν καὶ τὰ εἴδωλα μετὰ τὴν Χριστοῦ ἐπιδημίαν κατελύθησαν. καὶ
οὐ μόνον ἔθνη πολλὰ τῆς εἰδωλολατρείας ἀπέστησαν, ἀλλὰ καὶ αὐτοὶ Ἰουδαῖοι ἀεὶ
εἰδωλοθυτοῦντες, καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις ὁλοκαυτοῦντες, Ps 105.37
15 νῦν τοῦ Χριστοῦ ἐνδημήσαντος καὶ ἄκοντες τῶν βδελυρῶν ἐκείνων ἐπαύσαντο
θυσιῶν.

§6 Μαρτυρίαι περὶ τοῦ σταυροῦ καὶ τοῦ γενομένου σκότους ἐν τῇ ἡμέρᾳ τῆς
σταυρώσεως· τοῦ τε ὄξους καὶ τῆς χολῆς, ὧν ὁ Χριστὸς πεπότισται, καὶ τῶν
20 ῥαπισμάτων καὶ μαστίγων καὶ ἥλων καὶ τῆς ταφῆς αὐτοῦ καὶ τῆς ἀναστάσεως
καὶ τῶν ἄλλων τῶν περὶ αὐτοῦ προκηρυχθέντων, |344 ἅτινα καὶ πέπρακται ἐν τῷ
Χριστῷ καὶ ἤδη τετελείωται.

Τοῦ Δαυίδ· Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ
25 βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ
τοῦ Χριστοῦ αὐτοῦ. Ps 2.1
Ἱερεμίου· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ
ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται καὶ οἱ προφῆται θαυμάσονται. Jer 4.9
Τοῦ αὐτοῦ· Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμός· Ῥαχὴλ
30 κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παύσασθαι, ὅτι οὐκ εἰσίν. Jer 38.15
Ὅτι δὲ περὶ τῆς Βηθλεὲμ εἴρηται, ἐκεῖ γὰρ τέθαπται ἡ Ῥαχὴλ, τὰ ἐν τῇ Γενέσει
μαρτυρεῖ· Ἀπέθανεν, φησὶ, Ῥαχὴλ καὶ ἐτάφη ἐν ὁδῷ Ἐφραθά· αὕτη ἐστὶ Βηθλεέμ. Gen 35.19
Δαυίδ· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν. Ps 40.10
Ζαχαρίου· Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. Καὶ εἶπεν Κύριος
35 πρός με· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι, εἰ δόκιμόν ἐστιν, ὃν τρόπον
ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Zach 11.12-13
Ἡσαΐου· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι
ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ρίζα ἐν γῇ διψώσῃ. Οὐκ
ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ
40 τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους· |345 ἄνθρωπος ἐν πληγῇ
ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ
οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς
ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη
διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης
45 ἡμῶν ἐπ᾿ αὐτόν. Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν,
ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὐτὸν διὰ τὰς ἁμαρτίας
ἡμῶν. Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν
ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ

39 : εἴδομεν : ἴδομεν A.
345 | 348 Κεφάλαιον ΛΑ´ 161

στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς
διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου
ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους
ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι
5 αὐτοῦ. Καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς. Ἐὰν δῶτε περὶ ἁμαρτίας,
ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ Κύριος βούλεται ἀφελεῖν ἀπὸ τοῦ πόνου
τῆς ψυχῆς αὐτοῦ, |346 δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον
εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς
κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ᾿ ὧν παρεδόθη εἰς θάνατον
10 ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν
καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. Is 53.1-12
Τοῦ αὐτοῦ· Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα,
τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Is 50.6
Τοῦ αὐτοῦ· Οὕτως λέγει Κύριος ὁ ῥυσάμενός σε Θεὸς Ἰσραήλ· ἁγιάσατε τὸν
15 φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν
ἀρχόντων. Βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν
αὐτόν. Is 49.7
Ἱερεμίου· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων, ὅτι ἐπ’ ἐμὲ
ἐβουλεύσαντο λογισμὸν πονηρὸν λέγοντες· Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον
20 αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. Ἀρτος δὲ τὸ σῶμα νοεῖται, καθώς φησιν Jer 11.19
αὐτὸς ὁ Κύριος κλάσας ἄρτον· Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου. Mt 26.26
Δαυίδ· Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι
διαπαντός. Ps 37.18
Ζαχαρίου· Καὶ ἐρῶ πρὸς αὐτόν· τί αἱ πληγαὶ αὗται ἀναμέσον τῶν χειρῶν σου; Καὶ
25 ἐρεῖ· ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. Ῥομ |347 φαῖα ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα
μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ· πάταξον τὸν ποιμένα
καὶ διασκόρπισον τὰ πρόβατα. Zach 13.6-7
Δαυίδ· Ὤρυξαν χεῖράς μου καὶ πόδας· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· διεμέρισαν
τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ps 21.17-19
30 Τοῦ αὐτοῦ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με
ὄξος. Ps 68.22
Ἀμώς· Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεὸς, δύσεται ὁ ἥλιος
μεσημβρίας καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς. Amos 8.9
Ζαχαρίου· Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἔσται φῶς, ἀλλὰ ψύχος καὶ
35 πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ
νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Zach 14.6-7
Ἰερεμίου· Ἐκενώθη ἡ τίκτουσα ἑπτά· ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς· ἐπέδυ ὁ ἥλιος
αὐτῇ ἔτι μεσούσης ἡμέρας. Κατῃσχύνθη καὶ ὠνειδίσθη. Τοὺς καταλοίπους αὐτῶν
δώσει εἰς μάχαιραν ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, φησὶ Κύριος. Jer 15.9
40 Τοῦ αὐτοῦ· Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς
διαφθοραῖς ἡμῶν, οὗ εἴπομεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Thren 4.20
Ἡσαΐου· Ἀπὸ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ |348 αὐτοῦ. Is 57.1-2
Ὠσηέ· Καὶ ζητήσουσι τὸ πρόσωπόν μου ἐν θλίψει αὐτῶν, καὶ ὀρθριοῦσι πρός με
λέγοντες· Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς
45 ἥρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας.
Ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ καὶ γνωσόμεθα·
διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσωμεν αὐτὸν, καὶ ἥξει ὡς
ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος. Hos 5.15; 6.1-3

6 : ἡ ψυχὴ ὑμῶν : ἡ ψυχὴ μα ὑμῶν A. 18 : ἀρνίον : ἀρνείον A.


348 | 348 Κεφάλαιον ΛΑ´ 162

Ἠσαΐου· Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι· Is 33.10-11
νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε, ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν.
Σοφονίου· Διὰ τοῦτο ὑπόμεινόν <με>, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεως μου
εἰς μαρτύριον. Soph 3.8
5 Δαυίδ· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου
ἰδεῖν διαφθοράν. Ps 15.10
Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος· ὡς δυνατὸς καὶ κεκραιπαληκὼς ἐξ οἴνου· καὶ
ἐπάταξεν τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω. Ps 77.65-66
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ps 46.6
10 Καὶ ἐπέβη ἐπὶ χερουβεὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. |349 Ps 17.11

15

20

25

30

35

40

45
349 | 350 Κεφάλαιον ΛΒ´ 163

Κεφάλαιον ΛΒ´.

§1 Ἐκ τῶν Παναρίων τοῦ ἁγίου Ἐπιφανίου


περὶ τῶν παρ’ Ἑβραίοις βιβλίων, ἐκ τοῦ α´ βιβλίου.
5

Ἔσχον δὲ οὗτοι οἱ Ἰουδαῖοι ἄχρι τῆς ἀπὸ Βαβυλῶνος τῆς αἰχμαλωσίας ἐπανόδου
βίβλους τε καὶ προφήτας τούτους καὶ προφητῶν βίβλους ταύτας·

α´ Γένεσιν· β´ Ἔξοδον· γ´ Λευϊτικόν·


10 δ´ Ἀριθμούς· ε´ Δευτερονόμιον· ς´ Ἰησοῦν τοῦ Ναυῆ·
ζ´ Τῶν Κριτῶν· η´ Τῆς Ῥούθ· θ´ Ἰώβ·
ι´ Ψαλτήριον· ια´ Παροιμίας Σολομῶντος·
ιβ´ Ἐκκλησιαστήν· ιγ´ ᾎσμα τῶν ᾀσμάτων·
ιδ´ Α´ Βασιλειῶν· ιε´ Β´ Βασιλειῶν·
15 ις´ Γ´ Βασιλειῶν· ιζ´ Δ´ Βασιλειῶν·
ιη´ Παραλειπομένων Α´· ιθ´ Παραλειπομένων Β´·
κ´ Δωδεκαπρόφητον· κα´ Ἡσαΐαν·
κβ´ Ἱερεμίαν, Βαρούχ, Θρήνους, Ἐπιστολήν·
κγ´ Ἱεζεκιήλ· κδ´ Δανιήλ· κε´ Ἔσδρα Α´·
20 κς´ Ἔσδρα Β´· κζ´ Ἐσθήρ.

Καὶ αὗται μέν εἰσιν αἱ κζ´ βίβλοι ἐκ Θεοῦ δοθεῖσαι τοῖς Ἰουδαίοις, ὡς δὲ τὰ παρ’
αὐτοῖς κβ´ στοιχεῖα τῶν ἑβραῖκῶν γραμμάτων ἀριθμούμεναι διὰ τὸ διπλοῦσθαι δέκα
βίβλους καὶ πέντε λέγεσθαι, περὶ οὗ ἀλλαχοῦ που σαφῶς εἰρήκαμεν.
25 Εἰσὶ δὲ καὶ ἄλλαι β´ βίβλοι παρ’ αὐτοῖς ἐν ἀμφιλέκτῳ, ἡ Σοφία τοῦ Σιρὰχ καὶ ἡ
τοῦ Σολομῶντος, χωρὶς ἄλλων τινῶν βιβλίων ἀποκρύφων.

§2 Περὶ μέτρων καὶ σταθμῶν.

30 Σάτον ἐστὶ μόδιος κουμουλάτος καὶ διὰ τὸ ὑπέρχυμα καλεῖται σάτον.


Τάλαντον τὰ ͵ς λεπτὰ ἐλέγετο· λεπτὰ |350 δὲ ἐκάλουν τὰ ἀσσάρια, ἤγουν τὰ
δεκάνουμμα· ἑξήκοντα δὲ ἀσσάρια ὑπῆρχεν τότε τό δηνάριον, τουτέστι τὸ κεράτιον·
ἑκατὸν δὲ δηναρίων ὑπῆρχεν ὁ ἀργυροῦς· ἀργυροῦς δὲ ἀπαρχῆς ἐτυπώθη τὸ νόμισμα.
Τάλαντον δὲ κατὰ τὸν λιτρισμὸν ρκε´ λίτραι εἰσί.
35 Τάλαντον δὲ πάλιν ἐστὶ τὸ ὑπερβάλλον πᾶν σταθμιζόμενον μέτρον.
Ἀλάβαστρόν ἐστι βισσίον ὑελοῦν χωροῦν ἐλαίου λίτραν μίαν· ἀλάβαστρον δὲ
λέγεται ἁλὶ παρεικαζόμενον διά τὸ εὔθρυπτον.
Δραχμή ἐστιν οὐγκίας ὄγδοον, καλεῖται δὲ καὶ ὁλκή· ἔχει οὖν γράμματα τρία.
Ὁ ὀβολὸς ἔχει γράμμα ἓν ἥμισυ, τὸ ἥμισυ τῆς δραχμῆς.
40 Ὁ κύαθος οὐγκίας β´· ὁ χοῦς λίτρας ς´·
Τὸ ὀξυφάφιον οὐγκίας γ´· ὁ βάδος τοῦ ἐλαίου λίτρας ν´·
Τὸ κοχλιάριον γράμμα ἕν·
Ἡ μνᾶς λίτραν μίαν ἡμίσειαν· ἡ κοτύλη γράμματα η´.
Χόρκορός ἐστιν <ἥμισυ τῆς δραχμῆς>· ὁ δὲ κόρος ἔχει μόδια λ´· Τοῦτο δὲ
45 λέγεται καὶ λεκέθ· ἀρτάβη ἐκλήθη παρ’ Αἰγυπτίοις, καὶ ἔστι λίτραι οβ´.
Μετρητής ἐστι λίτραι ρδ´, ὁ ἀπὸ ληνοῦ καταγγιζόμενος, τῶν δ´ λογιζομένων εἰς
τρυγίαν. Ἔστι δὲ καὶ ἄλλος μετρητὴς λιτρῶν πη´.
Τὸ ἀγγεῖον δέ ἐστι λίτραι πβ´ ἢ οβ´ ἢ ϟς´·

33 : δηναρίων : δηνάριον A.
350 | 352 Κεφάλαιον ΛΒ´ 164

Τρία γὰρ μέτρα εἰσί.


Τὸ μικρὸν γόμορ λίτραι ς´.
Γόμορ δὲ κριθῶν μόδια ιε´.
Μνᾶς καὶ μέδιμνος τὸ αὐτὸ μέτρον ἐστί· μόδια ιε´. |351
5 Ἔστι δὲ ἀλλος μέδιμνος μόδια δ´ ἥμισυ.
νέβελ λίτραι κδ´·
κάδος λίτραι ς´· ἲν λίτραι ς´·
Μικρὸς σίκλος ἡμιούγκιον· τοῦτο δὲ λέγεται στατὴρ, γίνεται δὲ ἀργύρια β´.
οἳ γίνονται ὀβολοὶ κ´. οἱ φί χοῖνιξ.
10

§3 Ἐκ τοῦ ἁγίου Πρόκλου. PG65.701Α

Ἑπτὰ λύχνοι εἰσὶν οἱ κατὰ μέρος νόμοι. Φησὶ γὰρ ὁ Δαυὶδ, Λύχνος τοῖς ποσί μου Ps 118.105
ὁ νόμος σου, καὶ ὁ σοφός φησι, Λύχνος ἐντολὴ νόμου καὶ φῶς. Prov 6.23
15 Πρῶτος νόμος ὁ ἔμφυτος, ὥς φησιν Παῦλος· Ὅταν ἔθνη τὰ μὴ νόμον ἔχοντα,
φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Ro 2.14
Δεύτερος νόμος, ὁ διὰ τῆς ὄψεως· Ἐκ γὰρ μεγέθους, καὶ καλλονῆς κτισμάτων,
φησὶν ὁ σοφὸς, ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Sap 13.5
Τρίτος νόμος, ἡ ἀπὸ τοῦ ξύλου ἐντολή· καὶ βοᾷ Παῦλος, Ὁ μὲν νόμος ἅγιος, καὶ Gen 2.16-17
20 ἠ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή. Ro 7.12
Τέταρτος νόμος, ὁ ἐπὶ τοῦ Νῶε, ἐν τῇ νεφέλῃ τοῦ τόξου. Gen 9.17
Πέμπτος, ὁ ἐπὶ τοῦ Ἁβραὰμ τῆς περιτομῆς. Gen 17.10-11
Ἕκτος, ὁ τοῦ γράμματος διὰ Μωϋσέως. Ex 20
Ἕβδομος νόμος, ὁ τῆς χάριτος· ὥς φησι Παῦλος, Οὕτως ἀναπληρώσατε τὸν
25 νόμον τοῦ Χριστοῦ. Gal 6.2

Ἑπτὰ ἐπαρυστρίδες εἰσὶν ἐπάνω, τὰ τῆς χάριτος ἑπτὰ πνεύματα, ὡς Ἡσαΐας Zach 4.2
φησί· Καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν, δῆλον δὲ τὸν ἐκ ῥίζης |352 Ἰεσσαὶ ἐξερχόμενον, Is 11.1
τουτέστιν ἀνθοῦντα. Εἰσὶ δὲ ταῦτα· πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ
30 ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ. Is 11.2-3
Δύο ἐλαῖαί εἰσιν ἐπάνω, αἱ δύο διαθῆκαι, ἀπαύστως ἔχουσαι τὰς περὶ Χριστοῦ Zach 4.3
μαρτυρίας.
Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Οὐ τοῦ θέλοντος Ro 9.16
Ἰσαὰκ, οὐδὲ τοῦ τρέχοντος Ἠσαῦ, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ τὸν Ἰακώβ. Gen 4.24
35

§4 <Περὶ τοῦ Κάϊν· τοῦ ἁγίου Βασιλείου.> PG32.957B

Πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ· δεύτερον δολος, μεθ’ οὗ Gen 4.4
Κάϊν τῷ ἀδελφῷ διελέχθη, εἰπὼν, Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, προσθήκη Gen 4.8
40 τοῦ κακοῦ· τέταρτον, ὅτι καὶ εἰς ἀδελφὸν, ὃ καὶ χεῖρον κακόν· πέμπτον, ὅτι καὶ
πρῶτος φονεὺς, ὁ Κάϊν, πονηρὸν τῷ βίῳ ὑπόδειγμα καταλιπών· ἕκτον, ὅτι γονεῦσι
πένθος ἐποίησεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο· ἐρωτηθεὶς γὰρ, Ποῦ Ἄβελ ὁ ἁδελφός
σου; εἶπεν, Οὐκ οἶδα. Ἐπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Gen 4.9
Κάϊν. Gen 4.15
45

8 : Μικρός : Μικροί A.
352 | 355 Κεφάλαιον ΛΒ´ 165

§5 Κυρίλλου ἐκ τῶν γλαφυρῶν. PG69.37A

Ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν. Πρῶτον, τὸ μὴ διελεῖν ὀρθῶς, μήτε μὴν ἀναθεῖναι Gen 4.7
Θεῷ τὰ πάντων ἐξαίρετα. Δεύτερον, τὸ μαθόντα τὴν ἁμαρτίαν, μὴ τραπῆναι πρὸς
5 μετάγνωσιν. Τρίτον, ὁ ἀνήμερος φθόνος. Τέταρτον, τὸ Ἔλθωμεν εἰς τὸ πεδίον, δόλου Gen 4.8
καὶ ἀπά |353 της ἀπόδειξιν ἔχον. Πέμπτον, τῆς ἀνοσίου μιαιφονίας τὰ ἐγκλήματα.
Ἕκτον, τὸ ψευδοεπῆσαι πρὸς Θεόν. Ἕβδομον, τὸ ἄκοντος Θεοῦ νομίζειν δύνασθαι
διαδρᾶναι τὰς δίκας, τῆς ἐν σώματι ζωῆς οὐκ ἀνεθελήτως ἀπηλλαγμένον.

10 §6 Αἱ τιμωρίαι. PG32.960C

Ἐπικατάρατος ἡ γῆ, μία κόλασις. Ἐργᾷ τὴν γῆν, δευτέρα αὕτη· ἀβουλήτως γὰρ Gen 3.17; Gen 4.12
εἰργάζετο καὶ μὴ θέλων, κατατεινόμενος τοῖς ἔργοις τῆς γῆς νυκτὸς καὶ ἡμέρας.
Καὶ οὐκ ἐδίδου αὐτῷ καρπόν· τρίτη τιμωρία αὕτη ἡ ἀκαρπία τῶν πόνων. Στένων
15 καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· δύο προσέθηκεν ἄλλας ταῖς τρισὶν, στεναγμὸν διηνεκῆ, Gen 4.12
καὶ τρόμον τοῦ σώματος. Ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάῖν εἰπὼν, Εἰ
ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι· πᾶς ὁ εὑρίσκων Gen 4.14
με ἀποκτενεῖ με. Καὶ εἶπεν, οὐχ οὕτως. Ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι, Gen 4.15
ἀλλὰ φανερὸν εἶναι πᾶσιν, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός.
20

§7 Περὶ τοῦ Λάμεχ, ὅτι δύο φόνους ἐποίησεν.

Ἄνδρα ἀπέκτεινα εἰς τραῦμα, καὶ νεανίσκον εἰς μώλωπα. Ἄλλο οὖν τραῦμα καὶ Gen 4.23
ἄλλο μώλωψ, καὶ ἄλλο ἀνὴρ καὶ ἄλλο νεανίσκος. Ἑαυτὸν οὖν ὁ Λάμεχ κατακρίνει.
25

§8 Τοῦ Χρυσοστόμου περὶ τοῦ Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος. |354 PG59.660

Διατί δὲ ὅλως τοῦ ἐλεοῦντος Θεοῦ; Μένει γὰρ ἀκμὴν τὸ ζήτημα· ὃν θέλει, ἐλεεῖ, Ro 9.16
ὃν θέλει, σκληρύνει. Ὁ Θεὸς προγινώσκει μὲν τὰ πάντα, προειδὼς τὰ μέλλοντα. Ro 9.18
30 Ἄλλα γάρ ἐστιν, ἃ κατὰ τὴν ἰδίαν οἰκονομίαν προορίζει, ἄλλα δ’ ἐστὶν, ἃ ἀπὸ τῶν
ἡμετέρων πράξεων προγινώσκει· ἄλλο προτυπῶσαι, ἄλλο προγνῶναι. Ἐὰν προγνῶ
τὸν κακὸν ἐσόμενον κακὸν, οὐχ ἡ πρόγνωσις ἐποίησεν αὐτὸν κακόν. Οἷον ἐὰν ἴδω
παῖδα κληρονομήσαντα, μὴ καλῶς διάγοντα, λέγω ὅτι οὗτος ταχὺ σκορπίζει τὴν
οὐσίαν· οὐκ ἐπειδὴ προεῖδον, προετύπωσα, ἀλλ’ ἀπὸ τῶν ἠθῶν ἐτεκμηράμην· καὶ
35 ποιεῖ τὴν ἀπόβασιν οὐχ ἡ πρόγνωσις τοῦ θεασαμένου, ἀλλ’ ἡ πολιτεία τοῦ κακῶς
ἀναστρεφομένου. Καὶ ἄλλο παράδειγμα· ὁρῶμέν τινα ὁδὸν ὀλισθηρὰν ὁδεύοντα
καὶ βακτηρίαν οὐκ ἔχοντα, καὶ εὐθέως λέγομεν· οὗτος ὀλισθῆσαι ἔχει. Ἆρα ἐπειδὴ
προείπομεν, εἰργασάμεθα τὸν ὄλισθον; Οὐχ ὅτι ὁμοία ἡ πρόγνωσις ἡ ἐμὴ καὶ ἡ τοῦ
Θεοῦ, ἀλλὰ ἀπὸ τῶν σῶν τὰ ὑπέρ σε διδάσκω.
40 Καὶ περὶ τοῦ ὁ Θεὸς ἐργάζεται δικαίους καὶ πονηροὺς προφέρουσιν· εἶπεν τῷ
Ἱερεμίᾳ· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ
μήτρας, ἡγίακά σε. Ἀνάγνωθι ὀρθῶς καὶ πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί Jer 1.5
<σε>, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. |355 Ἀλλὰ πρῶτον ἐπίσταμαί σε καὶ
τότε ἡγίακά σε. Ἐνταῦθα τὴν πρόγνωσιν ἔδειξεν· μετὰ τὴν πρόγνωσιν τότε τὸν ὅρον·
45 καὶ πρὸ τοῦ με πλάσαι σε, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε.
Διὰ τοῦτο ὁ Ἀπόστολος λέγει, Οὓς προέγνω, καὶ προώρισεν. <Καὶ οὐκ εἷπε πρῶτον, Ro 8.29
προώρισεν,> ἀλλὰ προέγνω, καὶ τότε προώρισεν.

34 : προεῖδον : προϊδών A. 37 : βακτηρίαν : βακτηριζομεν A.


355 | 356 Κεφάλαιον ΛΒ´ 166

§9 Εἰσὶν οἱ ἑρμηνεύσαντες τὴν θείαν Γραφὴν πρῶτοι οἱ Ἑβδομήκοντα, εἶτα PG43.265C


Ἀκύλας, Σύμμαχος, Θεοδοτίων. Εὕρηται δὲ κατὰ καιροὺς ἐν τῇ Ἱεριχὼ εἰς πίθους
βιβλία ἑρμηνεύοντα τὴν θείαν Γραφὴν ἀνεπίγραφα, ἅτινα ἐπωνόμασαν τὴν πέμπτην
ἔκδοσιν.
5

§ 10 Περὶ τῶν σημείων τῶν κειμένων ἐν τοῖς ἐκ τῶν ἑξαπλῶν Ὠριγένους


μεταγραφεῖσι βιβλίοις.

− Ὅσοις οἱ ὀβελοὶ πρόσκεινται ῥητοῖς, οὗτοι οὐκ ἔκειντο οὔτε παρὰ τοῖς λοιποῖς
10 ἑρμηνευταῖς οὔτε παρὰ τῷ ἑβραϊκῷ, ἀλλὰ παρὰ <μόνοις> τοῖς ο´. Σημαίνει οὖν ὀ
ὀβελὸς τὸ μὴ κεῖσθαι τὴν λέξιν ἐν τῷ ἑβραῖκῷ, ἀλλ’ ὑπὸ τῶν ο´ προστεθῆναι κατὰ
τὴν δοθεῖσαν αὐτοῖς χάριν εἰς ὠφέλειαν καὶ οὐκ εἰς βλάβην.

※ Ὅσοις ἀστερίσκοι πρόσκεινται ῥητοῖς, οὗτοι ἐν μὲν τῷ ἑβραϊκῷ καὶ τῷ Ἀκύλα καὶ
15 Συμμάχῳ, σπανίως δὲ καὶ παρὰ Θεοδοτίονι καὶ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐφέροντο,
ἐν δὲ τοῖς ο´ οὐκέτι· ἀλλὰ παρῆλθον τὴν λέξιν πολλάκις ὡς δισσολογουμένην. |356

÷ Ὁ λημνίσκος δηλοῖ, ὡς μία ζυγὴ ἢ δύο τῶν ἑρμηνευτῶν ἴδιά τινα εἶπον ἢ
ἐνηλλαγμένως ἔθηκαν τὸ ῥητόν.
20

÷ Ὁ ὑπολημνίσκος δὲ καὶ οὗτος δηλοῖ ἐγκείμενος, ὡς μία ζυγὴ τῶν ἑρμηνευτῶν


παρηλλαγμένως τὴν λέξιν εἶπεν.

25

30

35

40

45

7 : βιβλίοις : βιβλίων A.
18 : λημνίσκος : λιμνίσκος A. 21 : ὑπολημνίσκος : ὑπολιμνίσκος A.
356 | 358 Κεφἀλαιον ΛΔ´ 167

Κεφἀλαιον ΛΔ´

Τοῦ μακαρίου Ἐπιφανίου περὶ αἱρέσεων σύντομος ἔκθεσις. PG94.677A

5 Πασῶν αἱρέσεων μητέρες καὶ πρωτότυποι τέσσαρες, ἐξ ὧν αἱ ἄλλαι ἀνεφύησαν.

α´. Βαρβαρισμός· ἥτις καθ’ ἑαυτήν ἐστι διαρκέσασα ἀπὸ ἡμερῶν τοῦ Ἀδὰμ ἐπὶ δέκα
γενεὰς <ἕως> τοῦ Νῶε. Βαρβαρισμὸς δὲ κέκληται ἀπὸ τοῦ μὴ τοὺς τότε ἀνθρώπους
ἀρχηγόν τινα ἔχειν, ἢ μίαν συμφωνίαν, ἀλλ᾽ ὅτι πᾶς τις ἑαυτῷ <ἐστοίχει καὶ νόμος
10 ἑαυτῷ> κατὰ τὴν προτίμησιν τοῦ ἰδίου βουλήματος ἐγίνετο.

β´. Σκυθισμός· ἀπὸ τῶν ἡμερῶν τοῦ Νῶε, καὶ ἑξῆς ἄχρι τῆς τοῦ πύργου οἰκοδομῆς Gen 11.4
καὶ Βαβυλῶνος, καὶ μετὰ τὸν τοῦ πύργου χρόνον ἐπὶ ὀλίγοις ἔτεσιν, τουτέστιν ἕως
Φαλὲκ καὶ Ῥαγαῦ, οἵτινες ἐπὶ τὸ τῆς Εὐρώπης κλῖμα νενευκότες, τῷ τῆς Σκυθίας Gen 10.25; 11.19
15 μέρει, καὶ τοῖς ἑαυτῶν ἔθνεσιν προσεκρίθησαν, ἀπὸ τῆς τοῦ Θήρας ἡλικίας καὶ Gen 11.24
ἐπέκεινα, ἐξ οὗπερ οἱ Θρᾷκες γεγόνασιν.

γ´. Ἑλληνισμός· ἀπὸ τῶν χρόνων Σεροὺγ ἐναρξάμενος τῆς |357 εἰδωλολατρείας, Gen 11.20
καὶ ὡς ἐστοίχουν ἕκαστος τὸ τηνικαῦτα κατά τινα δεισιδαιμονίαν, ἐπὶ τὸ μάλιστα
20 πολιτικώτερον, καὶ ἐπὶ ἔθνη καὶ θεσμοὺς εἰδώλων μέντοιγε ἐναρξάμενα τάττεσθαι
τὰ τῶν ἀνθρώπων γένη, οἷς τότε ἐστοίχησαν, ἐθεοποίουν, καὶ διὰ μὲν τῶν χρωμάτων
διαγράφοντες τὴν ἀρχὴν, καὶ ἀπεικάζοντες τοὺς τότε παρ’ αὐτοῖς τετιμημένους
τυράννους, ἢ γόητας, ἤ τινάς τι δράσαντας ἐν βίῳ μνήμης δοκοῦν ἄξιον, δι’ ἀλκὴν,
ἢ σωμάτων εὐρωστίαν.
25 Ἔπειτα δὲ ἀπὸ τῶν χρόνων τοῦ Θάρα πατρὸς Ἅβραμ καὶ διὰ ἀγαλμάτων Gen 11.26
τὴν πλάνην τῆς εἰδωλολατρείας εἰσηγησάμενος, τοὺς ἑαυτῶν προπάτορας δι᾽
ἀπεικονισμῶν τετιμηκότες καὶ τοὺς προτετελευτηκότας τεχνησάμενοι, ἐκ κεραμικῆς
ἐπιστήμης τὸ πρῶτον, ἔπειτα ἑκάστης μιμησαμένης, οἰκοδόμοι μὲν λίθον ξέσαντες,
ἀργυροκόποι δὲ καὶ χρυσοχόοι, ἀπὸ τῆς ἰδίας ὕλης τεκτηνάμενοι, οὕτως τε καὶ
30 τέκτονες, καὶ οἱ καθ᾽ ἑξῆς.
Αἰγύπτιοι δὲ ὁμοῦ καὶ Βαβυλώνιοι, καὶ Φρύγες καὶ Φοίνικες, ταυτησὶ τῆς
θρησκείας πρῶτοι εἰσηγηταὶ γεγόνασιν, ἀγαλματοποιΐαις τε καὶ μυστηρίοις, ἀφ’
ὧν τὰ πρῶτα εἰς Ἕλληνας μετηνέχθη ἀπὸ τῆς Κέκροπος ἡλικίας, καὶ καθεξῆς,
μετέπειτα δὲ καὶ ὑστέρῳ πολὺ τοὺς περὶ Κρόνον |358 καὶ Ἀρέα, Δία τε καὶ καθεξῆς
35 καὶ Ἀπόλλωνα, θεοὺς ἀναγορεύσαντες.
Ἕλληνες δὲ κέκληνται ἀπὸ Ἑλένου τινὸς ἀνδρὸς τῶν ἐν τῇ Ἑλλάδι
κατῳκηκότων· ὡς δὲ ἕτεροί φασιν, ἀπὸ τῆς ἐλαίας τῆς ἐν Ἀθήναις. Ἴωνες δὲ τούτων
ἀρχηγοὶ γεγένηνται, ὡς ἔχει ἡ ἀκρίβεια, ἀπὸ τοῦ Ἰωϋὰν ἐνὸς ἀνδρὸς τῶν τὸν πύργον
οἰκοδομησάντων, ὅτε αἱ γλῶσσαι διεμερίσθησαν τῶν πάντων· δι’ ἣν αἰτίαν καὶ
40 μέροπες πάντες κέκληνται διὰ τὴν μεμερισμένην φωνήν.
Ὕστερον δὲ ὁ Ἑλληνισμὸς εἰς αἱρέσεις κατέστη κατωτέρω τῶν χρόνων, φημὶ
δὴ Πυθαγορείων, καὶ Στωϊκῶν, καὶ Πλατωνικῶν, καὶ Ἐπικουρείων καὶ λοιπῶν·
θεοσεβείας δὲ χαρακτὴρ ὑπῆρχεν ἅμα καὶ ὁ κατὰ φύσιν νόμος πολιτευόμενος, ἀπὸ
τούτων τῶν ἐθνῶν ἑαυτὸν ἀφορίζων, ἀπὸ τῆς τοῦ κόσμου καταβολῆς καὶ δεῦρο
45 μέσος τυγχάνων Βαρβαρισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἑλληνισμοῦ, ἕως οὗ συνηφθη ἡ
τοῦ Ἁβραὰμ θεοσεβεία.

15 : κλῖμα : κλῆμα A. 33 : Κέκροπος : Κεκρόπου A.


42 : Έπικουρείων : Ἐπικουρίων A.
358 | 360 Κεφἀλαιον ΛΔ´ 168

δ´. Καὶ μετέπειτα Ἰουδαϊσμὸς, ἀπὸ τῶν χρόνων Ἁβραὰμ τὸν χαρακτῆρα διὰ
περιτομῆς εἰληφὼς καὶ ἐν Μωϋσῇ, ἑβδόμῳ ἀπὸ Ἁβραὰμ, διὰ τοῦ δοθέντος νόμου
ὑπὸ τοῦ Θεοῦ γραφείς· ἀπὸ δὲ τοῦ Ἰούδα τετάρτου υἱοῦ τοῦ Ἰακὼβ τοῦ ἐπικληθέντος
Ἰσραήλ· διὰ Δαυὶδ τοῦ πρώτου βασιλεύσαντος ἀπὸ τῆς τοῦ |359 αὐτοῦ Ἰούδα φυλῆς,
5 τὸ τέλεον τοῦ Ἰουδαῖσμοῦ ὄνομα κεκληρωμένος. Σαφῶς περὶ τούτων τῶν τεσσάρων
αἱρέσεων ὁ Ἀπόστολος ἐπιτέμνων ἔφη· Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὐ βάρβαρος, οὐ
Σκύθης, οὐχ Ἕλλην, οὐχ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις. Col 3.11; 2Cor 5.17

Ἑλλήνων διαφοραί.
10

ε´. Πυθαγόρειοι ἤτοι Περιπατητικοί· τὴν μονάδα καὶ πρόνοιαν, καὶ τὸ κωλύειν
θύεσθαι τοῖς δῆθεν θεοῖς Πυθαγόρας ἐδογμάτισεν· ἐμψύχων μὴ μεταλαμβάνειν, ἀπὸ
τοῦ οἴνου δὲ ἐγκρατεύεσθαι. Διώριζεν δὲ ἅμα τὰ ἀπὸ σελήνης καὶ ἄνω, ἀθάνατα
λέγων, θνητὰ δὲ τὰ ὑποκάτω· μεταγγισμοὺς δὲ ψυχῶν ἀπὸ σωμάτων εἰς σώματα
15 ἄχρι ζῴων καὶ κνωδάλων. Σιωπὴν δὲ ἀσκεῖν ἅμα ἐπὶ χρόνων πέντε ἐτῶν ἐδίδασκεν·
τελευταῖον δὲ ἐαυτὸν θεὸν ὠνόμαζεν.

ς´. Πλατωνικοὶ θεὸν καὶ ὓλην καὶ εἶδος, καὶ τὸν κόσμον γενητὸν καὶ φθαρτὸν
ὑπάρχειν· τὴν δὲ ψυχὴν, ἀγένητον καὶ ἀθάνατον καὶ θείαν· εἶναι δὲ αὐτῆς τρία μέρη,
20 λογικὸν, θυμικὸν, ἐπιθυμητικόν· τάς τε γυναῖκας κοινὰς τοῖς πᾶσι γίνεσθαι καὶ
μηδένα μίαν γαμετὴν ἔχειν ἰδίαν, ἀλλὰ τοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι·
μεταγγισμὸν δὲ ὡσαύτως ψυχῶν εἰς σώματα ἄχρι κνωδάλων, ὁμοῦ δὲ καὶ θεοὺς
πολλοὺς ἐκ τοῦ ἑνὸς ἐδογμάτισαν.

25 ζ´. Στωϊκοὶ σῶμα τὸ πᾶν δογματίζοντες καὶ τὸν αἰσθητὸν τοῦτον κόσμον θεὸν
νομίζοντες, τινὲς δὲ ἐκ τῆς τοῦ πυρὸς |360 οὐσίας τὴν φύσιν ἔχειν αὐτὸν ἀπεφήναντο,
καὶ τὸν μὲν θεὸν νοῦν ὁρίζουσιν καὶ ὡς ψυχὴν παντὸς τοῦ ὄντος κύτους οὐρανοῦ
καὶ γῆς· σῶμα δὲ αὐτοῦ τὸ πᾶν, ὡς ἔφην, καὶ ὀφθαλμοὺς τοὺς φωστῆρας. τὴν δὲ
σάρκα ἀπόλλυσθαι, καὶ τὴν ψυχὴν πάντων μεταγγίζεσθαι ἀπὸ τῶν σωμάτων εἰς
30 σώματα.

η´. Ἐπικούρειοι ἄτομά τε καὶ ἀμερῆ σώματα, ὁμοιομερῆ τε καὶ ἄπειρα τὴν ἀρχὴν εἶναι
τῶν πάντων ὑπεστήσαντο, καὶ τέλος εἶναι εὐδαιμονίας τὴν ἡδονὴν ἐδογμάτισαν καὶ
μήτε θεὸν μήτε πρόνοιαν τὰ πράγματα διοικεῖν.
35

θ´. Σαμαρειτισμὸς καὶ οἱ ἀπὸ τούτου Σαμαρεῖται· οὗτος ἐστιν ἀπὸ Ἰουδαίων, πρὸ
μὲν τοῦ καταστῆναι αἱρέσεις εἰς Ἕλληνας καὶ πρὸ τοῦ συστῆναι αὐτῶν τὰ δόγματα,
μετὰ δὲ τὸ εἶναι Ἑλλήνων τὴν θρησκείαν καὶ μέσον τοῦ Ἰουδαϊσμοῦ πρόφασιν
εἰληφὼς ἀπὸ τῶν χρόνων Ναβουχοδονόσορ καὶ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας·
40 μέτοικοι δὲ ὄντες ἀπὸ Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν, καὶ λαβόντες τὴν πεντάτευχον
Μωυσέως, τοῦ βασιλέως αὐτοῖς ἀποστείλαντος ἀπὸ Βαβυλῶνος διὰ ἱερέως Ἔσδρα
καλουμένου, τὰ πάντα ἔχοντες ὡς Ἰουδαίοι, πλὴν τοῦ βδελύττεσθαι τὰ ἔθνη καὶ
μήτε προσψαύειν τινῶν, καὶ πλὴν τοῦ ἀρνεῖσθαι νεκρῶν ἀνάστασιν καὶ τὰς ἄλλας
προφητείας τὰς μετὰ Μωϋσέα.
45

5 : ὄνομα : ὀνόματος A. 23 : ἐδογμάτισαν : ἐδογμάτισεν A.


32 : Ἐπικούρειοι : Ἐπικούριοι A. 38 : τὸ εἶναι : τοῦ εἶναι A.
39 : Ναβουχοδονόσορ : Ναβουχοδονόσωρ A.
360 | 363 Κεφἀλαιον ΛΔ´ 169

Σαμαρειτῶν ἔθνη τέσσαρα· |361

ι´. Γορθινοὶ, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Ἱεβουσαίους.

5 ια´. Ἱεβουσαῖοι, διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γορθινοὺς διαφερόμενοι.

ιβ´. Ἐσσινοὶ, οἱ μηδ’ ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορ-


τάζοντες ἀδιαφόρως.

10 ιγ´. Δοσθινοὶ τοῖς αὐτοῖς ἔθεσιν οἷα δὴ Σαμαρεῖται ἐμπολιτευόμενοι, περιτομῇ τε καὶ
σαββάτῳ καὶ τοῖς ἄλλοις χρώμενοι καὶ τῇ πεντατεύχῳ, περισσότερον δὲ τῶν ἄλλων
φυλάττοντες τὸ ἀπέχεσθαι ἐμψύχων ὁμοίως καὶ ἐν τοῖς ἄλλοις, καὶ ἐν νηστείαις δὲ
συνεχέστατα βιοῦν. Ἔχουσι δὲ καὶ παρθενίαν τινὲς αὐτῶν, ἐγκρατεύονται δὲ ἄλλοι·
πιστεύουσί τε νεκρῶν ἀνάστασιν, ὅπερ ξένον ἐστὶ Σαμαρείταις.
15

Ἰουδαίων αἱρέσεις ἑπτά·

ιδ´. Γραμματεῖς, οἵτινες νομικοὶ μὲν ἦσαν καὶ δευτερωταὶ παραδόσεων τῶν παρ’
αὐτοῖς πρεσβυτέρων, τῇ περιττοτέρᾳ ἐθελοθρησκείᾳ ἔθη φυλάττοντες, ἃ οὐ διὰ τοῦ
20 νόμου μεμαθήκασιν, ἀλλ’ ἑαυτοῖς ἐτύπωσαν σεβάσματα δικαιώματος τῆς νομο-
θεσίας.

ιε´. Φαρισαῖοι, οἱ ἑρμηνευόμενοι ἀφωρισμένοι, οἱ τὸ ἀκρότατον βιοῦντες καὶ


δῆθεν τῶν ἄλλων δοκιμώτεροι· παρ’ οἷς καὶ νεκρῶν ἀνάστασις, ὃ καὶ παρὰ τοῖς
25 Γραμματεῦσιν, καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος ἁγίου ὅτι ἔστι συγκατάθεσις·
πολιτεία δὲ διαφόρως καὶ μέχρι χρόνου ἐγκράτεια |362 καὶ παρθενία, νηστεία δὲ δὶς
τοῦ σαββάτου· ξεστῶν καθαρισμοὺς καὶ πινάκων καὶ ποτηρίων, ὡς καὶ οἱ Γραμματεῖς,
ἀποδεκατώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐνδελεχεῖς εὐχαὶ καὶ σχήματα ἐθελοθρησκευτικὰ
τῆς ἐνδυσίας διά τε τῆς ἀμπεχόνης καὶ τῶν δαλματικῶν, εἴτουν κολοβίων, καὶ τοῦ
30 πλατυσμοῦ τῶν φυλακτηρίων, τουτέστι σημάτων τῆς πορφύρας καὶ κρασπέδων καὶ
ῥοΐσκων ἐπὶ τὰ πτερύγια τῆς ἀπεχόνης, ἅτινα ταῦτα ἐτύγχανεν ἐνσημεῖα τῆς παρ’
αὐτοῖς ἕως καιροῦ ἐγκρατείας· οἳ καὶ παρεισέφερον γέννησιν καὶ εἱμαρμένην.

ις´. Σαδδουκαῖοι, ἑρμηνευόμενοι δικαιότατοι· οἳ ἐκ γένους μὲν ἦσαν Σαμαρειτῶν


35 ὁμοῦ καὶ ἱερέως Σαδδοὺκ ὀνόματι, νεκρῶν μὲν ἀνάστασιν ἀρνούμενοι καὶ μὴ
παραδεχόμενοι ἄγγελον μήτε πνεῦμα, τὰ δὲ πάντα ὄντες Ἰουδαῖοι.

ιζ´. Ἡμεροβαπτισταί· οἳ μὲν κατὰ πάντα Ἰουδαῖοι ἦσαν, ἔφασκον δὲ μηδένα ζωῆς
αἰωνίου τυγχάνειν, εἰ μή τι ἂν καθ’ ἑκάστην ἡμέραν βαπτίζοιτο.
40

ιη´. Ὀσσινοί, οἳ δὴ ἰταμώτατοι ἑρμηνεύονται· ἦσαν δὲ οὗτοι κατὰ νόμον τὰ πάντα


τελοῦντες, ἐχρῶντο δὲ καὶ γραφαῖς ἑτέραις μετὰ τὸν νόμον, τοὺς δὲ πλείους τῶν
μετέπειτα προφητῶν ἀπεβάλλοντο.

45 ιθ´. Νασσαραῖοι, ἑρμηνευόμενοι  ἀφηνιασταί· οἳ πᾶσαν σαρκοφαγίαν ἀπαγορεύουσιν,


ἐμψύχων τε οὐδ’ ὅλως μεταλαμβάνουσιν, |363 ἄχρι δὲ Μωυσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ
τοῖς ἐν Πεντατεύχῳ ἁγίοις ὀνόμασι πατριαρχῶν κεχρημένοι καὶ πιστεύοντες, φημὶ
δὴ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν ἀνωτάτω, καὶ αὐτοῦ Μωϋσέως <καὶ Ἀαρὼν

13 : παρθενίαν : παρθενείαν A. 26 : παρθενία : παρθενεία A.


29 : εἴτουν : ἤτουν A. 30 : κρασπέδων : κραπέδων A.
35 : Σαδδούκ : Σαδούκ A. 43 : ἀπεβάλλοντο : ἀπελάβοντο A.
363 | 365 Κεφἀλαιον ΛΔ´ 170

καὶ Ἰησοῦ. Τὰς δὲ τῆς Πεντατεύχου γραφὰς οὐκ εἶναι> Μωϋσέως δογματίζουσιν,
ἄλλας δὲ παρ’ αὐτὰς διαβεβαιοῦνται ἔχειν.

κ´. Ἡρῳδιανοί· Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα, Ἡρῴδην δὲ Χριστὸν προσεδόκων
5 καὶ αὐτῷ τὸ τοῦ Χριστοῦ γέρας ἀπεδίδουν καὶ ὄνομα.

Οὗτος ὁ πρῶτος τόμος, περιέχων τὰς προτεταγμένας εἴκοσι αἱρέσεις,


ἐν ᾧ καὶ περὶ τῆς Χριστοῦ ἐπιδημίας ὑπόθεσις καὶ ἡ τῆς ἀληθείας ὁμολογία.

10 Ὁ δὲ τέταρτος τόμος περιέχει αἱρέσεις ιγ´.

κα´. Σιμωνιανοί· οἱ ἀπὸ Σίμωνος τοῦ μάγου, τοῦ ἐπὶ Πέτρου τοῦ ἀποστόλου, κώμης
Γηθθῶ τῆς Σαμαρείας. Οὗτος ἀπὸ Σαμαρειτῶν ὡρμᾶτο, Χριστοῦ ὑποδὺς ὄνομα
μόνον· ἐδίδαξεν δὲ αἰσχροποιὸν μίξιν μολυσμοῦ ἀδιαφορίαν, σωμάτων ἀποβάλλεται
15 δὲ τὴν ἀνάστασιν, καὶ τὸν κόσμον μὴ εἶναι Θεοῦ φάσκει. Εἰκόνα δὲ αὐτοῦ ὡς Διὸς
καὶ τῆς σὺν αὐτῷ πόρνης, ὀνόματι Ἑλένης, Ἀθηνᾶς τύπον τοῖς ἑαυτοῦ μαθηταῖς
παρεδίδου εἰς προσκύνησιν. Ἔλεγεν δὲ ἑαυτὸν Σαμαρείταις μὲν, τὸν Πατέρα,
Ἰουδαίοις δὲ, τὸν Χριστόν.

20 κβ´. Μενανδριανοί· οἱ ἀπὸ τούτου τοῦ Σίμωνος διὰ Μενάνδρου τινὸς ἐναρξάμενοι,
διαφερόμενοι δὲ πρὸς τοὺς Σιμωνιανοὺς κα |364 τά τι· οἳ ἀπὸ ἀγγέλων ἔλεγον τὸν
κόσμον γεγενῆσθαι.

κγ´. Σατορνιλιανοί· οἱ κατὰ τὴν Συρίαν τὴν τῶν Σιμωνιανῶν κρατύναντες


25 αἰσχρολογίαν, ἕτερα δὲ παρὰ τοὺς Σιμωνιανοὺς εἰς ἔκπληξιν περισσοτέραν
κηρύσσοντες, ἀπὸ δὲ Σατορνίλου τὴν ἀρχὴν ἐσχηκότες, καὶ αὐτοὶ κατὰ τὸν
Μένανδρον ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκοντες, μόνων δὲ ἑπτὰ, διὰ
τὴν τοῦ πατρὸς γνώμην.

30 κδ´. Βασιλειδιανοί· τῆς αὐτῆς αἰσχρουργίας τελεσταὶ, ἀπὸ Βασιλείδου τοῦ ἅμα
Σατορνίλῳ καὶ Σιμωνιανοῖς καὶ Μενανδριανοῖς μαθητευμένου, καὶ τὰ ὅμοια μὲν
φρονοῦντος, κατά τι δὲ διαφερομένου. Λέγει δὲ τριακοσίους ἑξήκοντα πέντε
οὐρανοὺς εἶναι καὶ τούτοις ὀνόματα ἀγγελικὰ ἐπιτίθησιν· διὸ καὶ τὸν ἐνιαυτὸν
τοσούτων ἡμερῶν εἶναι, καὶ τὸ Ἀβρασὰξ ὄνομα εἶναι τξε´ καὶ εἶναι τοῦτο φησὶ ἅγιον
35 ὄνομα.

κε´. Νικολαῗται· ἀπὸ Νικολάου τοῦ ἐπὶ ταῖς χήραις ὑπὸ τῶν ἀποστόλων ταχθέντος,
ὃς διὰ ζῆλον τῆς ἰδίας γαμετῆς τὴν αἰσχρουργίαν ἅμα τοῖς ἄλλοις ἐπιτελεῖν τοῖς
αὐτοῦ μαθηταῖς ἐδίδαξεν, καὶ περὶ τοῦ Καυλακαῦχ καὶ Προυτουνίκου καὶ ἄλλων
40 βαρβαρικῶν ὀνομάτων εἰσαγαγὼν τῷ κόσμῳ.

κς´. Γνωστικοί· οἱ τὰς <αὐτὰς> αἱρέσεις διαδεξάμενοι, πλέον δὲ τούτων πάντων


τὴν αἰσχρότητα ἐμμανῶς ἐργαζόμενοι· ἐν Αἰγύπτῳ δὲ Στρατιωτικοὶ καλούμενοι καὶ
Φηβιωνῖται, ἐν δὲ τοῖς ἀνωτερικοῖς μέρεσιν |365 Σεκουνδιανοί, ἐν ἄλλοις δὲ μέρεσι
45 Σωκρατῆται, παρ᾽ ἑτέροις δὲ Ζακχαῖοι· ἄλλοι δὲ Χολδιανοὺς αὐτοὺς λέγουσιν, οἱ δὲ
Βορβορίτας· οὗτοι τὴν Βαρβελλὼ καὶ Βερὼ ἄρχουσιν.

33 : ἐναιαυτὸν : ἕνα αὐτῶν A.


365 | 367 Κεφἀλαιον ΛΔ´ 171

κζ´. Καρποκρατιανοί· οἱ ἀπὸ Καρποκράτου τινὸς τῶν ἐν τῇ Ἀσίᾳ· οὗτος ἐδίδασκεν


πᾶσαν αἰσχρουργίαν ἐκτελεῖν καὶ πᾶν ἐπιτήδευμα ἁμαρτίας. Καὶ εἰ μή τις, φησὶ,
διὰ πάντων παρέλθοι, καὶ τὸ θέλημα πάντων δαιμόνων καὶ ἀγγέλων ἐκτελέσοι,
οὐ δύναται ὑπερβῆναι τὸν ἀνώτατον οὐρανὸν, οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἐξουσίας
5 παρελθεῖν. Ἔλεγεν δὲ τὸν Ἰησοῦν ψυχὴν νοερὰν εἰληφέναι, εἰδότα δὲ τὰ ἄνω
ἐνταῦθα καταγγέλλειν, καὶ εἴ τις πράξειεν ὀνόματι τῷ Ἰησοῦ κατ’ αὐτὸν εἶναι. Τόν
τε νόμον σὺν τῇ τῶν νεκρῶν ἀναστάσει ἀπηγορευσεν, ὡς αἱ ἀπὸ Σίμωνος καὶ δεῦρο
αἱρέσεις. Τούτου γέγονεν ἐν Ῥώμῃ Μαρκελλίνα· εἰκόνα δὲ ποιήσας ἐν κρυφῇ Ἰησοῦ
καὶ Παύλου καὶ Ὁμήρου καὶ Πυθαγόρα, ταύταις ἐθυμία καὶ προσεκύνει.
10

κη´. Κηρινθιανοὶ, οἱ καὶ Μηρινθιανοί· οὗτοι ἀπὸ Κηρίνθου καὶ Μηρίνθου Ἰουδαῖοί
τινες τὴν περιτομὴν αὐχοῦντες, τὸν δὲ κόσμον ὑπὸ ἀγγέλων γεγενῆσθαι, Ἰησοῦν δὲ
κατὰ προκοπὴν Χριστὸν κεκλῆσθαι ἔλεγον.

15 κθ´. Ναζωραῖοι, Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν Υἱὸν Θεοῦ, πάντα δὲ κατὰ νόμον
πολιτευόμενοι.

λ´. Ἐβιωναῖοι, παραπλήσιοι τοῖς προειρημένοις Κιρινθιανοῖς |366 καὶ Ναζωραίοις·


συνήφθη δὲ κατά τι ἡ τῶν Σαμψαίων καὶ Ἐλκεσαίων αἵρεσις, οἳ Χριστόν φασιν
20 ἐκτίσθαι ἐν τῷ οὐρανῷ καὶ τὸ ἅγιον Πνεῦμα, ἐνδημήσαντα δὲ ἐν τῷ Ἀδὰμ τὸν
Χριστὸν καὶ πάλιν κατὰ καιρὸν ἐνδυόμενον τὸ αὐτό φασιν ἐπιτετελεκέναι αὐτὸν ἐν
τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ. Ἰουδαῖοι δὲ ὄντες εὐαγγελίοις κέχρηνται· σαρκοφαγίαν
βδελύττονται· τὸ ὕδωρ δὲ ἀντὶ θεοῦ ἔχουσιν· τὸν δὲ Χριστὸν ἄνθρωπον ἐν τῇ
ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ἐνδεδύσθαι, ὡς ἔφην. Συνεχῶς βαπτίζονται ἐν τοῖς ὕδασι,
25 θέρους τε καὶ χειμῶνος, εἰς ἁγνισμὸν δῆθεν ὥσπερ οἱ Σαμαρεῖται.

λα´. Οὐαλεντινιανοί· οἳ σαρκὸς μὲν ἀπαγορεύουσιν ἀνάστασιν, Παλαιὰν δὲ Τούτῳ μαθηταὶ


ἀθετοῦσι διαθήκην καὶ προφήτας ἀναγινώσκοντες καὶ ὅσα ἄλλα εἰς ὁμοίωσιν γεγόνασιν
δύναται τροπολογεῖσθαι τῆς αὐτῶν αἱρέσεως δεχόμενοι, ἑτέρας τινὰς μυθολογίας Σέκουλος καὶ
30 παρεισφέρουσι, τριάκοντα αἰώνων ὀνομασίας λέγοντες ἀρρενοθηλείας τε ὁμοῦ Πτολέμιος.
ἐκ τοῦ πατρὸς τῶν ὅλων γεγενημένους, οὓς καὶ θεοὺς νομίζουσι καὶ αἰῶνας. Τὸν
δὲ Χριστὸν ἀπ’ οὐρανοῦ ἐνηνοχέναι τὴν σάρκα, καὶ ὡς διὰ σωλῆνος τῆς Μαρίας
διαπεπερακέναι.

35 λβ´. Σεκουνδιανοί· οἷς συνάπτεται Ἐπιφάνης καὶ Ἰσίδωρος, ταῖς αὐταῖς κεχρημένοι
συζυγίαις· τὰ ὅμοια Οὐαλεντίνου πεφρόνηκαν, |367 ἕτερα δὲ παρ’ αὐτὸν ποσῶς
διηγούμενοι. Προστιθέασιν τὰ τῆς αἰσχουργίας διδάσκοντες· ἀπαγορεύουσι δὲ καὶ
οὗτοι τὴν σάρκα.

40 λγ´. Πτολεμαῖοι· μαθηταὶ καὶ αὐτοὶ ὄντες Οὐαλεντίνου, οἷς συνάπτεται ἡ Φλώρα.
Τὰ αὐτὰ δὲ περὶ τῶν συζυγιῶν καὶ οὗτοὶ λέγουσιν καθάπερ Οὐαλεντῖνοι καὶ
Σεκουνδιανοί· κατά τι δὲ καὶ οὗτοι διαφέρονται.

Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τῶν δεκατριῶν αἱρέσεων ἡ κεφαλαίωσις.


45

12 : τὸν κόσμον : τὸν δὲ τὸν κόσμον Α. 18 : Ἐβιωναῖοι : Ἐβιοναῖοι Α.


19 : Σαμψαίων : Σαμψέων Α. 22 : εὐαγγελίοις : εὐαγγελικοῖς Α.
40 : Φλώρα : Φλόρα Α.
367 | 369 Κεφἀλαιον ΛΔ´ 172

Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ


ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς·

λδ´. Μαρκωσαῖοι· Μάρκος τις γεγένηται Κολορβάσου συμφοιτητὴς, δύο ἀρχὰς καὶ
5 οὗτος παρεισάγων.   Ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν. Φαντασίας δέ τινας δι’ ἐκπτωμάτων
ἐξ ἐπαοιδῆς εἰς κυάνεον χρῶμα καὶ πορφυροῦν μεταβαλὼν ἐμυσταγώγει τὰς
ἀπαγομένας γυναῖκας. Καὶ αὐτὸς λέγων εἰκοσιτεσσάρων στοιχείων βούλεται τὰ
πάντα ἡγεῖσθαι ὁμοίως Οὐαλεντίνῳ.

10 λε´. Κολορβασαῖοι· Καὶ οὗτος ὁ Κολόρβασος ὡσαύτως τὰ αὐτὰ διηγούμενος, κατά


τι δὲ διαφερόμενος πρὸς τὰς ἄλλας αἱρέσεις, φημὶ δὴ πρὸς τὰς περὶ Μάρκον καὶ
Οὐαλεντῖνον, τὰς προσβολὰς καὶ ὀγδοάδας ἑτέρως ἐδίδαξεν.

λς´. Ἡρακλεωνῖται· καὶ οὗτοι τῇ τῶν ὀγδοάδων φέρονται μυθολογίᾳ, |368 στοιχοῦντες
15 ἑτέρως παρὰ τὸν Μάρκον καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον καὶ τοὺς ἄλλους. Ἀλλὰ
καὶ πρὸς τῇ τελευτῇ τοὺς παρ’ αὐτῶν τελευτῶντας ὁμοίως τῷ Μάρκῳ λυτροῦνται δι’
ἐλαίου, ἀπὸ βαλσάμου καὶ ὕδατος ἐπικλήσεις τινὰς Ἑβραϊκαῖς λέξεσιν ἐπιλέγοντες
τῇ κεφαλῇ τοῦ δῆθεν λυτρουμένου.

20 λζ´. Ὀφῖται· οἱ τὸν ὄφιν δοξάζοντες καὶ τοῦτον Χριστὸν ἡγούμενοι, ἔχοντες δὲ
φύσει ὄφιν τὸ ἑρπετὸν ἐν κίστῃ τινί.

λη´. Καϊανοὶ ἅμα ταῖς ἄλλαις ὡσαύτως ταῖς τὸν νόμον ἀθετούσαις αἱρέσεσιν καὶ τὸν
λαλήσαντα ἐν νόμῳ τὰ αὐτὰ φρονοῦσιν. Σαρκὸς μὲν ἀνάστασιν ἀρνούμενοι, τὸν δὲ
25 Κάϊν δοξάζουσιν, λέγοντες αὐτὸν τῆς ἰσχυροτέρας εἶναι δυνάμεως, ἅμα δὲ καὶ τὸν
Ἰούδαν ἐκθειάζουσιν, ὁμοῦ καὶ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, ἀλλὰ καὶ
αὐτοὺς Σοδομίτας.

λθ´. Σηθιανοί· οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσιν, φάσκοντες αὐτὸν εἶναι ἐκ τῆς
30 ἄνω Μητρὸς, μεταμεληθείσης ἐφ’ οἷς τοῖς περὶ Κάϊν ἀποβληθῆναι, συνελθούσῃ
τῷ ἄνω Πατρὶ καθαρὸν σπέρμα τὸν Σὴθ ποιῆσαι· ἐξ οὗπερ λοιπὸν κατήχθη τὸ πᾶν
ἀνθρώπων γένος. Καὶ αὐτοὶ δὲ ἀρχὰς καὶ ἐξουσίας καὶ ὅσα οἱ ἄλλοι δογματίζουσιν.

μ´. Ἀρχοντικοί· οὗτοι πάλιν εἰς πολλοὺς ἄρχοντας τὸ πᾶν ἀναφέρουσιν, καὶ τὰ
35 γινόμενα ἐκ τούτων γεγενῆσθαι λέγουσιν· Ἁλίσκονται δὲ καὶ ἐπ᾽ αἰσχρότητί τινι.
Σαρκὸς |369 δὲ ἀνάστασιν ἀθετοῦσιν καὶ Παλαιὰν διαθήκην διαβάλλουσιν. Κέχρηνται
δὲ Παλαιᾷ καὶ Νέᾳ διαθήκῃ, ἑκάστην λέξιν πρὸς τὸν ἑαυτῶν νοῦν μεθοδεύοντες.

μα´. Κερδωνιανοί· ἀπὸ Κέρδωνος τοῦ Ἡρακλεονᾶ διαδεξαμένου τὴν μετοχὴν τῆς
40 πλάνης, προσθέντες δὲ τῇ ἀπάτῃ· ὃς ἀπὸ τῆς Συρίας εἰς τὴν Ῥώμην μεταστὰς, τὸ
κήρυγμα ἑαυτοῦ ἐξέθετο ἐν χρόνοις Ὑγίνου ἐπισκόπου. Δύο δὲ ἀρχὰς κηρύττει
οὗτος ἐναντίας ἀλλήλαις, μὴ εἶναί τε τὸν Χριστὸν γεννητὸν, μὴ εἶναι ὁμοίως τε
νεκρῶν ἀνάστασιν· ἀθετεῖ καὶ τὴν Παλαιὰν διαθήκην.

45 μβ´. Μαρκιωνισταί· Μαρκίων ἀπὸ Πόντου ὁρμώμενος ἐπισκόπου μὲν ἦν υἱός·


φθείρας δὲ παρθένον, ἀπέδρα διὰ τὸ ἐξεῶσθαι ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς
ἐκκλησίας· οὗτος ἀνελθών ἐν Ῥώμῃ, εἴτα αἰτήσας μετάνοιαν τοὺς κατ’ ἐκεῖνο καιροῦ
ἡγουμένους τῆς Ἐκκλησίας καὶ μὴ τυχὼν, ἐπήρθη κατὰ τῆς πίστεως, καὶ ἐδογμάτισεν,

1 : Μαρκωσαῖοι : Μαρκοσαῖοι Α. 6 : μεταβαλὼν : μεταβάλλον Α.


14 : Ἡρακλεωνῖται : Ἡρακλεονῖται Α. 14 : φέρονται : φαίνονται Α.
21 : τὸ ἑρπετόν : τὸν ἑρπετόν Α. 26 : Ἀβειρών : Ἀβηρών Α.
39 : Κερδωνιανοι : Κερδόνιανοι Α. 39 : Κέρδωνος : Κέρδονος Α.
45 : Μαρκιωνισταί : Μαρκιονισταί Α.
367 | 372 Κεφἀλαιον ΛΔ´ 173

τρεῖς ἀρχὰς, ἀγαθὸν καὶ δίκαιον καὶ φαῦλον, εἶναί τε τὴν Καινὴν διαθήκην ἀλλοτρίαν
τῆς Παλαιᾶς καὶ τοῦ ἐν αὐτῇ λαλήσαντος. Οὗτός τε καὶ οἱ ἀπ’ αὐτοῦ Μαρκιωνισταὶ
ἀνάστασιν σαρκὸς ἀθετοῦσιν· βάπτισμα διδόασιν οὐ μόνον ἕν, ἀλλὰ καὶ δύο καὶ
τρία μετὰ τὸ παραπεσεῖν· ὑπὲρ δὲ τῶν τεθνεώτων καὶ κατηχουμένων, ἄλλοι παρ’
5 αὐτοῖς βαπτίζονται. |370 Ἀδεῶς δὲ παρ’ αὐτοῖς καὶ γυναῖκες ἐπιτρέπονται δῆθεν
λουτρὸν διδόναι.

μγ´. Λουκιανισταί· Λουκιανός τις, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γενόμενος,


ἀλλ’ ἀρχαιότερος, πάντα κατὰ τὸν Μαρκίωνα ἐδογμάτισεν. Πρὸς δὲ τούτοις καὶ
10 ἕτερά τινα παρὰ τὸν Μαρκίωνα δῆθεν δογματίζει.

μδ´. Ἀπελλιανοί· καὶ οὗτος Ἀπελλῆς τὰ ὅμοια Μαρκίωνι καὶ Λουκιανῷ δογματίζει·
κακίζει τὴν πᾶσαν ποίησιν καὶ τὸν πεποιηκότα. Οὐχ ὁμοίως δὲ τούτοις τρεῖς ἀρχὰς,
ἀλλὰ μίαν ἀρχὴν καὶ ἕνα θεόν, ὄντα ἀνώτατον καὶ ἀκατονόμαστον δογματίζει.
15 Τοῦτον δὲ τὸν ἕνα πεποιηκέναι ἄλλον, καὶ οὗτός φησι ὁ γεγονὼς, πονηρὸς εὑρεθεὶς,
τῇ αὑτοῦ φαυλότητι τὸν κόσμον ἐποίησεν.

με´. Σευηριανοί· Σευῆρός τις πάλιν τις τῷ Ἀπελλῇ ἑπόμενος τὸν οἶνον ἀποβάλλεται
καὶ τὴν ἄμπελον, ἐκ τοῦ δρακοντοειδοῦς Σατανᾶ καὶ γῆς μυθολογῶν πεφυκέναι,
20 συνελθόντων ἀλλήλοις. Γυναῖκα δὲ παραιτεῖται, φάσκων ἀριστερᾶς δυνάμεως
αὐτὴν ὑπάρχειν. Ὀνομασίας δέ τινας ἀρχόντων καὶ βίβλους ἀποκρύφους παράγει.
Ὁμοίως δὲ τοῖς ἄλλοις, τὴν σαρκὸς ἀνάστασιν ἀθετεῖ, καὶ Παλαιὰν διαθήκην.

μς´. Τατιανοί· Τατιανὸς οὗτος συνήκμασεν Ἰουστίνῳ τῷ ἁγίώτατῳ μάρτυρι καὶ


25 φιλοσόφῳ. Μετὰ δὲ τὴν τοῦ ἁγίου Ἰουστίνου τελευ |371 τὴν, προσεφθάρη τοῖς τοῦ
Μαρκίωνος δόγμασιν, καὶ ἴσα αὐτῷ ἐδογμάτισεν, προσθεὶς καὶ ἕτερα παρ’ ἐκεῖνον.
Ἐλέγετο δὲ ἀπὸ Μεσοποταμίας ὁρμᾶσθαι.

Ταῦτα τὰ κεφάλαια τῶν τριῶν τοῦ πρώτου βιβλίου τόμων.


30 Ἀνακεφαλαίωσις τοῦ δευτέρου βιβλίου τόμου δ´ ἐν ᾧ εἰσιν αἱρέσεις ιη´.

μζ´. Ἐγκρατῖται· οἱ ἀπόσπασμα τυγχάνοντες Τατιανοῦ, τὸν γάμον ἀποβάλλονται,


τοῦ Σατανᾶ φάσκοντες τοῦτον εἶναι, πᾶσαν δὲ ἀπαγορεύοντες ἐμψυχοφαγίαν.

35 μη´. Οἱ Καταφρυγαστῶν καὶ Μοντανιστῶν καὶ Ἀσκοδρουγγητῶν, οἵτινες Παλαιὰν


καὶ Καινὴν διαθήκην δέχονται, ἑτέρους δὲ προφήτας παρεισάγοντες, Μοντανόν
τινα αὐχοῦντες καὶ Πρίσκιλλαν.

μθ´. Πεπουζιανοί· οἱ καὶ Κυϊντιλλιανοὶ, οἷς συνάπτονται Ἀρτοτυρῖται, αἱρέσεις δύο.


40 Ἐξ αὐτῶν μέν εἰσι τῶν κατὰ Φρύγας, τῶν ἕτερα δὲ παρ’ ἐκείνους δογματίζουσιν·
Πέπουζαν πόλιν τινὰ ἔρημον ἀνὰ μέσον Γαλατίας καὶ Καππαδοκίας καὶ Φρυγίας
ἐκθειάζοντες καὶ δὴ ταύτην Ἱερουσαλὴμ ἡγούμενοι (ἔστι δὲ καὶ ἄλλη Πέπουζα),
γυναιξί δὲ ἀποδιδόντες τὸ ἄρχειν καὶ ἱερατεύειν. Μυοῦνται δέ τινα κατακεντῶντες
νέον παῖδα ῥάφισι χαλκαῖς, ὥσπερ οἱ Καταφρυγαστῶν, καὶ τῷ αἵματι αὐτοῦ ἄλευρον
45 φυράσαντες καὶ ἀρτοποιήσαντες, προσφορὰν |372 μεταλαμβάνουσιν. Καὶ δὴ τῇ
Κυϊντίλλῃ ἢ Πρισκίλλῃ Χριστὸν ἐκεῖσε ἐν Πεπούζῃ ἀποκεκαλύφθαι ἐν ἰδέᾳ θηλείας
μυθολογοῦσιν. Κέχρηνται δὲ ὡσαύτως Παλαιᾷ καὶ Καινῇ διαθήκῃ κατὰ τὸν νοῦν
τὸν ἴδιον μεταποιούμενοι.

2 : Μαρκιωνισταί : Μαρκιονισταί Α. 9 & 10: Μαρκίωνα : Μαρκίονα Α.


12 : Ἀπελλιανοί : Ἀπελιανοί Α. 12 : Ἀπελλῆς : Ἀπελῆς Α.
12 : Μαρκίωνι : Μαρκίονι Α. 19 : Σατανᾶ : Σατᾶ Α.
26 : Μαρκίωνος : Μαρκίονος Α. 32 : Ἐγκρατῖται : Ἐγκρατῆται Α.
39 : Πεπουζιανοί : Παπουζιανοί Α. 39 : Κυϊντιλλιανοί : Κυηντιλλιανοί Α.
39 : Ἀρτοτυρῖται : Ἀρτοτηρῆται Α. 46 : Κυϊντίλλῃ : Κυηντίλλῃ Α.
372 | 374 Κεφἀλαιον ΛΔ´ 174

ν´. Τεσσαρεσκαιδεκατῖται· οὗτοι μίαν ἡμέραν τοῦ ἐνιαυτοῦ τὸ Πάσχα ἐκτελοῦντες,


ἐν ὁποίᾳ ἂν ἡμέρᾳ ἐμπέσοι ἡ τῆς σελήνης τεσσαρεσκαιδεκάτη, ἤτοι ἐν σαββάτῳ,
ἤτοι ἐν κυριακῇ, ἐκείνην τε νηστεύοντες καὶ ἅμα ἀγρυπνοῦντες ἑορτάζουσιν.

5 να´. Ἄλογοι, ἀφ’ ἡμερῶν κληθέντες, οἱ τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννου ἀθετοῦντες


καὶ τὴν Ἀποκάλυψιν αὐτοῦ διὰ τὸ τὸν ἐλθόντα ἐκ τοῦ Πατρὸς Θεὸν Λόγον ὄντα ἀεὶ
μὴ δέχεσθαι.

νβ´. Ἀδαμιανοί, παρά τινος Ἀδὰμ ζώντος καλουμένου, χλεύης μᾶλλον ἢ ἀληθείας
10 τὸ δόγμα ἔχουσιν. Γίνεται δέ τι τοιοῦτον· γυμνοὶ συνάγονται ὡς ἐκ μητρὸς, ἄνδρες
καὶ γυναῖκες ἐπὶ τὸ αὐτὸ, καὶ οὕτως τὰς ἀναγνώσεις καὶ τὰς εὐχὰς καὶ πᾶν ὁτιοῦν
ἐκτελοῦσιν, δῆθεν μονάζοντές τε καὶ ἐγκρατευόμενοι καὶ γάμον μὴ δεχόμενοι, τὴν
ἑαυτῶν ἐκκλησίαν παράδεισον ἡγοῦνται.

15 νγ´. Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοικοῦντες, καθύπερθεν
τῆς νεκρᾶς θαλάσσης κειμένην· οἵτινες ἀπὸ τοῦ Εἰλξὰ, τινὸς ψευδοπρο |373
φήτου, ἠπατημένοι, ὃς ἐκ τῆς συγγενείας ὑπῆρχεν Μαρθοῦς καὶ Μαρθίνας, αἱ
προσεκυνοῦντο ὑπὸ τῆς αἱρέσεως ταύτης ὡς θεαὶ, παραπλησίως τῶν Ἐβιωνέων τὰ
πάντα ἐχούσης.
20

νδ´. Θεοδοτιανοί· οἱ ἀπὸ Θεοδότου τοῦ σκυτέως ἀπὸ Βυζαντίου. Οὗτος ἐν παιδείᾳ
Ἑλληνικῇ ἄκρος γενόμενος, ἅμα δὲ ἄλλοις ἐν ἡμέραις τοῦ τότε διωγμοῦ μόνος
ἐκπεσὼν μαρτυρησάντων ἐκείνων διὰ Θεόν. Καὶ διὰ τοῦτο ὀνειδισθεὶς, ἐπενόησεν
ψιλὸν ἄνθρωπον λέγειν τὸν Χριστὸν, διὰ τὸ ἔγκλημα ὅτι Θεὸν ἠρνήσατο.
25

νε´. Μελχισεδεκιανοί· οὗτοι τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ δύναμιν αὐτόν


φασι καὶ μὴ ἄνθρωπον ψιλὸν, καὶ εἰς τὸ τούτου ὄνομα πάντα ἀνάγειν καὶ λέγειν
ἐτόλμησαν.

30 νς´. Βαρδησιανισταί· Βαρδησιάνις οὗτος ἐκ τῆς Μεσοποταμίας ὡρμᾶτο, τὰ


πρῶτα μὲν τῆς ἀληθινῆς πίστεως ὑπάρχων καὶ ἐν σοφίᾳ διαπρέπων, ἐκκλίνας δὲ
τῆς ἀληθείας παραπλησίως Οὐαλεντίνῳ ἐδογμάτισεν, χωρὶς ἐνίων οἷς διαφέρεται
πρὸς Οὐαλεντῖνον.

35 νζ´. Νοητιανοί· Νόητος οὗτος ἀπὸ Σμύρνης ὑπῆρχεν τῆς Ἀσίας. Ἐφ᾽ ἄρματι δ᾽
ἐνεχθεὶς σὺν ἄλλοις φησὶν υἱοπάτορα τὸν Χριστὸν ἐδίδαξεν, τὸν αὐτὸν εἶναι
Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα. Ἑαυτὸν δὲ ἔλεγεν εἶναι Μωϋσέα καὶ τὸν ἑαυτοῦ
ἀδελφὸν Ἀαρών.

40 νη´. Οὐαλήσιοι· οὗτοι, καθὼς ὑπειλήφαμέν εἰσιν |374 οἱ τὴν Βάκαθον κατοικοῦντες,
μητροκωμίαν τῆς Ἀράβων Φιλαδελφίας, οἱ τοὺς παρεντυγχάνοντας καὶ ἐπιξενο-
μένους παρ’ αὐτοῖς εὐνουχίζοντες, οἱ πλείους δὲ καὶ ἐν αὐτοῖς εὐνοῦχοι ὑπάρχουσιν
ἀποτετμημένοι. Διδάσκουσι δέ τινα αἱρέσεως ἔμπλεα, ἀφηνιάζοντες τοῦ νόμου καὶ
τῶν προφητῶν καὶ ἑτέρας τινὰς αἰσχρουργίας παρεισφέροντες.
45

νθ´. Καθαροί· οὗτοι ἅμα Ναυάτῳ συναφθέντες τῷ Ῥωμαίῳ καὶ τοὺς διγάμους
παντελῶς ἀποβάλλονται καὶ μετάνοιαν μὴ δέχονται.

1 : Τεσσαρεσκαιδεκατῖται : Τεσσαρεσκαιδεκατῆται Α.
2: τεσσαρεσκαιδεκάτη : τεσσαρεσκαιδεκάται αι Α. 18 : Ἐβιωνέων : Ἐβιονέων Α.
30 : Βαρδησιανισταί : Βαρδισιανισταί Α. 30 : Βαρδησιάνις : Βαρδισιάνις Α.
374 | 376 Κεφἀλαιον ΛΔ´ 175

ξ´. Ἀγγελικοί· οὗτοι παντελῶς ἐξέλιπον· αὐχοῦντες ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ
ἀγγέλοις προσκεκλῆσθαι.

ξα´. Ἀποστολικοὶ, οἱ καὶ Ἀποτακτικοί· καὶ οὗτοι περὶ τὴν Πισιδίαν, μόνον
5 Ἀποτακτικοὺς δεχόμενοι, καθ’ ἑαυτοὺς εὐχόμενοι. Παραπλησιάζουσι δὲ τοῖς
Ἐγκρατίταις, ἄλλα δὲ παρ’ αὐτοὺς φρονοῦσιν.

ξβ´. Σαβελλιανοί· οἱ τὰ ὅμοια Νοήτου δοξάζοντες, παρὰ τὸ μὴ τὸν πατέρα λέγειν


πεπονθέναι· λέγοντες προφορικὸν, καὶ πάλιν ἀναχεόμενον τὸν Λόγον.
10

ξγ´.
Ὠριγενιανοί· οἱ ἀπό τινος Ὠριγένους· αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν,
ἀρρητοποιοῦντες, καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες.

ξδ´. Ὠριγενιανοὶ ἄλλοι· Ὠριγένους τοῦ καὶ Ἀδαμαντινοῦ τοῦ συντάκτου, οἱ τὴν
15 τῶν νεκρῶν |375 ἀνάστασιν ἀποβαλλόμενοι, Χριστὸν δὲ κτίσμα καὶ τὸ ἅγιον Πνεῦμα
εἰσηγούμενοι, παράδεισόν τε καὶ οὐρανοὺς καὶ τὰ ἄλλα πάντα ἀλληγοροῦντες·
Χριστοῦ δέ ποτε πεπαῦσθαι τὴν βασιλείαν ληροῦντες, καὶ ὁμοῦ τοὺς ἀγγέλους
παυθήσεσθαι· Χριστὸν δὲ σὺν διαβόλῳ βασιλευθησόμενον, καὶ δαίμοσι σταυρωθέντα
Χριστὸν τερατεύονται.
20

Τοῦ τετάρτου τόμου τέλος.

Ἐν τῷ πέμπτῳ τόμῳ τοῦ <β´> βιβλίου ε´ αἱρέσεις.

25 ξε´. Παυλιανισταὶ ἀπὸ Παύλου τοῦ Σαμοσατέως· οὗτος ὁ Παῦλος ἀνύπαρκτον τὸν
Χριστὸν ὀλίγου δεῖν διαβεβαιοῦται, λόγον προφορικὸν αὐτὸν σχηματίσας, ἀπὸ
Μαρίας δὲ καὶ δεῦρο εἶναι· προκαταγγελτικῶς μὲν τὰ περὶ αὐτοῦ ἐν ταῖς θείαις
Γραφαῖς εἰρημένα ἔχοντος μὲν, μὴ ὄντος δὲ, ἀλλὰ ἀπὸ Μαρίας καὶ δεῦρο ἀπὸ τῆς
ἐνσάρκου παρουσίας ἔχειν τὴν ὕπαρξιν.
30

[ξθ´.] Ἀρειανοὶ, οἱ καὶ Ἀρειομανῖται καὶ Διτομῖται· οἱ τὸν Υἱὸν τοῦ Θεοῦ κτίσμα
λέγοντες καὶ τὸ Πνεῦμα τὸ ἅγιον <κτίσμα κτίσματος>, σάρκα μόνον τὸν Σωτῆρα
ἀπὸ Μαρίας εἰληφέναι διαβεβαιούμενοι, οὐχὶ δὲ καὶ ψυχήν. |376

35 Ἐν τῷ ς´ τόμῳ, τρίτῳ δὲ βιβλίῳ αἱρέσεις ζ´.

ο´. Αὐδιανοί· σχίσμα καὶ ἀφηνιασμὸς, οὐ μέντοι αἵρεσις· οὗτοι διαγωγὴν μὲν καὶ
βίον εὖ τεταγμένον κέκτηνται, εἰσὶ δὲ κατὰ πάντα τὴν πίστιν ἔχοντες ὡς ἡ καθολικὴ
ἐκκλησία. Ἐν μοναστηρίοις οἱ πλείους οἰκοῦντες καὶ οὐ πᾶσι συνευχόμενοι
40 καὶ μάλιστα τοῖς ἀποκρύφοις κέχρηνται, κατακόρως ψέγοντες τοὺς παρ’ ἡμῖν
ἐπισκόπους, πλουσίους, καὶ ἄλλους εἰς ἄλλα. Τὸ Πάσχα δὲ ποιοῦσιν ἰδιαζόντως,
μετὰ Ἰουδαίων. Ἔχουσι δὲ ἰδιωτικόν τι καὶ φιλόνεικον, τὸ κατ’ εἰκόνα ξηρότατα
ἑρμηνεύοντες.

45 οα´. Φωτεινιανοί· Φωτειινὸς οὗτος ἀπὸ Σερμίου ὁρμώμενος, τὰ ὅμια Παύλῳ τῷ


Σαμοσατεῖ ἐφρόνησε. Κατά τι δὲ πρὸς αὐτὸν διηνέχθη, καὶ οὗτος δὲ ἀπὸ Μαρίας
καὶ δεῦρο τὸν Χριστὸν διαβεβαιοῦται.

5 : Ἀποτακτικοὺς : Ἀποτακτηκους Α. 6 : Ἐγκρατίταις : Ἐγκρατήταις Α.


8 : ἀναχεόμενον : ἀνεχόμενον Α. 45 : Φωτεινιανοί : Φωτινιανοί
376 | 378 Κεφἀλαιον ΛΔ´ 176

οβ´. Μαρκελλιανοί· οἱ ἀπὸ Μαρκέλλου τοῦ ἀπὸ Ἀγκύρας τῆς Γαλατίας. Οὗτος ἐν
ἀρχῇ παραπλησίως Σαβελλίῳ φρονήσας, διεφημίσθη· εἰς ἀπόλογίαν δὲ πολλάκις
ἐλθὼν, καὶ ἐγγράφως ἀπολογησάμενος, παρὰ πολλῶν τοῖς αὐτοῖς ἐμμένειν
κατηγορήθη. Ἴσως δὲ μεταγνοὺς, ἑαυτὸν διωρθώσατο, ἢ οἱ αὐτοῦ μαθηταί. ’Υπὲρ
5 τῶν αὐτοῦ λόγων ὀρθόδοξοί τινες μέσοι ὑπεραπελογήσαντο.

ογ´. Ἡμιάρειοι, οἱ Χριστὸν μὲν κτίσμα ὁμολογοῦντες, εἰρωνείᾳ δὲ |377 κτίσμα αὐτὸν
φάσκοντες, οὐχ ὡς ἓν τῶν κτισμάτων· ἀλλὰ, φασὶν, υἱὸν αὐτὸν λέγομεν, διὰ δὲ τὸ
μὴ πάθος προσάψαι Πατρί· διὰ τοῦ γεγεννηκέναι, κτιστὸν αὐτὸν λέγομεν· ὡσαύτως
10 καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, κτίσμα παντελῶς ὁρίζονται· παρεκβάλλοντες
τοῦ Υἱοῦ τὸ ὁμοούσιον, ὁμοιοούσιον δὲ θέλουσι λέγειν· ἄλλοι δὲ ἐξ αὐτῶν καὶ τὸ
ὁμοιοούσιον παρεξέβαλον.

οδ´. Πνευματομάχοι· οὗτοι περὶ μὲν Χριστοῦ καλῶς λέγουσιν· παρά τι τὸ δὲ Πνεῦμα
15 τὸ ἅγιον βλασφημοῦσιν, κτιστὸν αὐτὸ ὁριζόμενοι, καὶ οὐκ ὂν ἐκ τῆς θεότητος,
μᾶλλον δὲ καταχρηστικῶς δι’ ἐνέργειαν κεκτίσθαι, ἁγιαστικὴν δύναμιν αὐτὸ
φάσκοντες εἶναι μόνον.

οε´. Ἀεριανοί· οὗτος ὁ Ἀέριος ἀπὸ Πόντου ὡρμᾶτο. Ἔτι δὲ δεῦρο πειρασμός
20 ἐστι τῷ βίῳ. γέγονε πρεσβύτερος τοῦ ἐπισκόπου Εὐσταθίου τοῦ ἐν Ἀρειανοῖς
διαβληθέντος, καὶ ἐπειδὴ αὐτὸς Ἀέριος οὐ κατέστη ἐπίσκοπος, πολλὰ κατὰ τῆς
ἐκκλησίας ἐδογμάτισεν. Τῇ μὲν αἱρέσει ὢν Ἀρειανὸς τελειότατος, περιττότερον
δογματίζει· μὴ δεῖν φησι προσφέρειν ὑπὲρ τῶν κεκοιμημένων, νηστεύειν δὲ τετράδα
καὶ προσάββατον καὶ τεσσαρακοστὴν καὶ Πάσχα κωλύει· ἀποταξίαν ἀποκηρύττει,
25 σαρκοφαγίαις παντοίαις κέχρηται καὶ τροφαῖς ἀδεῶς. Εἰ δέ τις τῶν αὐτοῦ βούλοιτο
νηστεύειν, μὴ ἐν ἡμέραις τεταγμέναις, φησίν, |378 ἀλλ’ ὅτε βούλῃ· οὐ γὰρ εἶ, φησὶν,
ὑπὸ νόμον. Φάσκει δὲ μηδὲν διαφέρειν πρεσβυτέρου ἐπίσκοπον.

ος´. Ἀετιανοί· οἱ ἀπὸ Ἀετίου τοῦ Κίλικος, διακόνου γενομένου ὑπὸ Γεωργίου τοῦ
30 τῶν Ἀρειανῶν ἐπισκόπου τῆς Ἀλεξανδρείας, οἱ καὶ Ἀνόμοιοι καλούμενοι, παρά τισι
δὲ Εὐνομιανοὶ, δι’ Εὐνόμιόν τινα μαθητὴν Ἀετίου γενόμενον, οἷς συνῆν καὶ Εὐδόξιος,
ἀλλὰ δῆθεν διὰ τὸν πρὸς τὸν βασιλέα Kωνστάντιον φόβον ἀφώρισεν ἑαυτὸν καὶ
μόνον τὸν Ἀέτιον ἐξώρισεν. Ἔμεινεν μέντοι ὁ Εὐδόξιος ἀρειανίζων, οὐ μέντοι γε
κατὰ τὸν Ἀέτιον. Οὗτοι οἱ Ἀνόμοιοι καὶ Ἀετιανοὶ παντάπασι τὸν Χριστὸν καὶ τὸ
35 ἅγιον Πνεῦμα ἀπαλλοτριοῦσι τοῦ Θεοῦ καὶ Πατρὸς, κτιστὸν αὐτὸ διαβεβαιούμενοι,
καὶ οὐδὲ ὁμοιότητά τινα λέγουσιν ἔχειν. Ἐκ συλλογισμῶν καὶ Ἀριστοτελικῶν καὶ
γεωμετρικῶν τὸν Θεὸν παριστᾶν βούλονται, καὶ Χριστὸν δῆθεν μὴ δύνασθαι εἶναι
ἐκ Θεοῦ διὰ τοιούτον τρόπον. Οἱ δὲ ἀπ’ αὐτῶν Εὐνομιανοὶ ἀναβαπτίζουσι πάντας
τοὺς πρὸς αὐτοὺς ἐρχομένους, οὐ μόνον, ἀλλὰ καὶ τοὺς ἀπὸ Ἀρειανῶν, κατὰ
40 κεφαλῆς ἄνω τοὺς πόδας στρέφοντες τὸν βαπτιζόμενον, ὡς ὁ πολὺς ᾄδεται λόγος.
Τὸ δὲ σφαλῆναι ἔν τινι πορνείᾳ ἢ ἑτέρᾳ ἁμαρτίᾳ οὐδὲν δεινὸν εἶναί φασιν. Οὐδὲν
γὰρ ζητεῖ ὁ Θεὸς, ἀλλὰ τὸ εἶναί τινα ἐν ταύτῃ μόνον τῇ νομιζομένῃ αὐτῶν πίστει. |379

45

11 : ὁμοιοούσιον : ὁμοούσιον Α. 12 : ὁμοιοούσιον : ὁμοούσιον Α.


16 : κεκτίσθαι : κεκτῆσθαι Α. 21 : Ἀέριος : Ἄρειος Α.
23 : κεκοιμημένων : κεκοιμένων Α. 24 : κωλύει : κολύει Α.
29 : Κίλικος : Κήλικος Α. 32 : Kωνστάντιον : Κωνσταντῖνον Α.
378 | 381 Κεφἀλαιον ΛΔ´ 177

Ἐν τῷ ζ´ τόμῳ, τρίτῳ δὲ βιβλίῳ, αἱρέσεις δ´.

<οζ´>. Διμοιρῖται, οἱ καὶ Ἀπολινάριοι· οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν
ὁμολογοῦντες· ὥς τινες ὁμοούσιον τὸ σῶμα τῇ θεότητι ἐτόλμησαν εἰπεῖν ποτε, τινὲς
5 δὲ ὅτι ψυχὴν εἴληφεν, καὶ τοῦτο ἠρνοῦντο τὸ ἀπὸ κτιστῆς σαρκὸς, οἷον ἀπὸ Μαρίας
σάρκα αὐτὸν εἰληφέναι. Μόνον δὲ φιλονείκως ἔλεγον τὸν Λόγον σάρκα γεγενῆσθαι,
ὕστερον δὲ διανοούμενοί τι οὐκ οἶδα εἰπεῖν, νοῦν αὐτόν φασι μὴ εἰληφέναι.

Μεθ᾽ οὓς τέταχεν


10 Ἀντιδικομαριανίτας, Κολλυριδιανοὺς, Μασσαλιανούς.

Αὗται μὲν ἕως Μαρκιανοῦ αἱ αἱρέσεις.

Ἀπὸ δὲ Μαρκιανοῦ δεῦρο καὶ μικρῷ πρὸς καὶ ἐπὶ Λέοντος


15 ἀνεφύησαν αἱ αἱρέσεις αὗται·

<πα´>. Νεστοριανοί· οἱ ἰδίως καὶ κεχωρισμένως, ὑπάρχειν τὸν Θεὸν Λόγον


δογματίζοντες, καὶ ἰδίως τὸν ἄνθρωπον αὐτοῦ· καὶ τὰ μὲν ταπεινότερα τῶν
πραχθέντων ὑπὸ τοῦ Κυρίου ἐν τῇ πρὸς ἡμᾶς ἐπιδημίᾳ αὐτοῦ μόνῳ τῷ ἀνθρώπῳ
20 αὐτοῦ προσάπτοντες, τὰ δὲ ὑψηλότερα καὶ θεοπρεπῆ μόνῳ τῷ Θεῷ Λόγῳ, καὶ μὴ τὰ
συναμφότερα ἑνὶ καὶ τῷ αὐτῷ προσώπῳ προσάγοντες.

<πβ´>. Εὐτυχιανισταί· οἱ ἀπὸ Εὐτυχέως τοὔνομα τὴν αἵρεσιν ἐσχηκότες, οἱ μὴ


λέγοντες ἐκ τῆς ἁγίας Παρθένου Μαρίας εἰληφέναι τὴν σάρκα τὸν Κύριον ἡμῶν
25 Ἰησοῦν Χριστόν, ἀλλὰ θειότερόν πως σεσαρκῶσθαι ἀπο |380 φαινόμενοι, μὴ εἰληφότες
κατὰ νοῦν, ὅτι τὸν τῇ ἁμαρτίᾳ τοῦ προπάτορος Ἀδὰμ ὑπεύθυνον τυγχάνοντα
ἄνθρωπον, τοῦτον ἥνωσεν ἑαυτῷ ὁ Θεὸς Λόγος ἐκ τῆς Παρθένου Μαρίας, ἐξ οὗ καὶ
Τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἀπεκδυσάμενος ἐδειγμάτισεν ἐν παρρησίᾳ, ὡς γέγραπται, Col 2.15
θριαμβεύσας ἐπὶ τοῦ σταυροῦ, ἃς διὰ τῆς παραβάσεως τοῦ πρωτοπλάστου ἦν
30 ἐνδεδυκώς.

<πγ´>. Αἰγυπτιακοὶ, οἱ καὶ Σχηματικοὶ, μονοφυσῖται οἱ προφάσει τοῦ ἐν Χαλκηδόνι


συντάγματος τοῦ τόμου ἀποσχίσαντες τῆς ὀρθοδόξου ἐκκλησίας. Αἰγυπτιακοὶ δὲ
προσείρηνται διὰ τὸ τοὺς Αἰγυπτίους κατάρξασθαι πρώτους τούτου τοῦ σχίσματος
35 ἐπὶ Μαρκιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν βασιλέων, τὰ δὲ ἄλλα πάντα ὀρθόδοξοι
ὑπάρχοντες. Οὗτοι δὲ προσπαθείᾳ τῇ πρὸς ∆ιόσκορον ὑπὸ τῆς ἐν Χαλκηδόνι
συνόδου καθαιρεθέντα ὡς τῶν Εὐτυχοῦς δογμάτων συνήγορον ἀντεπάθησαν τῇ
συνόδῳ καὶ μυρίας τόγε ἐπ᾽ αὐτοῖς μέμψεις κατ’ αὐτῆς ἀνεπλάσαντο, ἃς προλαβόντως
ἐν τῇ παρούσῃ βίβλῳ ἱκανῶς διελύσαμεν, σκαιοὺς αὐτοὺς καὶ ματαιόφρονας
40 ἀποδείξαντες, ὧν ἀρχηγοὶ Θεοδόσιος ὁ Ἀλεξανδρεὺς, ἐξ οὗ Θεοδοσιανοὶ, Ἰάκωβος
ὁ Σύρος, ἐξ οὗ Ἰακωβῖται. Τούτων δὲ συνίστορες καὶ βεβαιωταὶ καὶ ὑπέρμαχοι Σευ
|381 ῆρος, ὁ τῆς Ἀντιοχέων φθορεὺς, καὶ τὰ μάταια πονέσας Ἰωάννης ὁ Τριθεΐτης,
οἱ τὸ τῆς κοινῆς ἀρνούμενοι σωτηρίας μυστήριον, πολλὰ μὲν τῆς ἐν Χαλκηδόνι
θεοπνεύστου τῶν ἑξακοσίων τριάκοντα Πατέρων διδασκαλίας κατέγραψαν, πολλὰ
45 δὲ τοῖς ἀπολλυμένοις ἐπολέθρῳ ἑαυτῶν ἐχόμενα τρίβου τεθήκασι σκάνδαλα, καὶ
μερικὰς δὲ δογματίζοντες οὐσίας τὸ τῆς οἰκονομίας συγχέουσι μυστήριον.

23 : Εὐτυχέως : Εὐτυχέος Α. 37 : καθαιρεθέντα : καθαιρεθέντος Α.


37 : συνήγορον : συνηγόρου Α. 38: προλαβόντως : προλαβόντες Α.
381 | 383 Κεφἀλαιον ΛΔ´ 178

<πδ´>. Ἀφθαρτοδοκηταὶ, οἱ ἀπὸ Ἰουλιανοῦ τοῦ Ἀλικαρνασέως καὶ Γαϊανοῦ τοῦ


Ἀλεξανδρέως, οἱ καὶ Γαϊανῖται λεγόμενοι, ἐν τοῖς ἄλλοις μὲν ἅπασι τοῖς ἐκ Σευήρου
συμφερόμενοι, ἐν τούτῳ δὲ διαφερόμενοι, ἐν τῷ τοὺς μὲν, διαφορὰν ἐπὶ τῆς ἑνώσεως
τοῦ Χριστοῦ τῷ δοκεῖν λέγειν, τοὺς δὲ, ἄφθαρτον ἐξ αὐτῆς διαπλάσεως τὸ σῶμα
5 τοῦ Κυρίου πρεσβεύειν. Καὶ τὰ μὲν πάθη ὑπομεῖναι τὸν Κύριον ὁμολογοῦσιν, πεῖνάν
φημι καὶ δίψαν καὶ κόπον, οὐ τὸν αὐτὸν δὲ τρόπον ἡμῖν ταῦτα αὐτὸν ὑπομεμενηκέναι
φασίν· ἡμᾶς γὰρ ἐξ ἀνάγκης φυσικῆς, τὸν δὲ Χριστὸν ἑκουσίως ὑπομεῖναι λέγουσιν
καὶ τοῖς τῆς φύσεως νόμοις μὴ δουλεῦσαι.

10 <πε´>. Ἀγνοῆται, οἱ καὶ Θεμιστιανοί.

<πς´>. Βαρσανουφῖται, οἳ καὶ Σεμιδαλῖται, σύμφρονες μὲν τῶν Γαϊανιτῶν καὶ τῶν
Θεοδοσιανῶν, ἔχουσι δέ τι καὶ πλέον· σεμίδαλιν γὰρ προστι |382 θέασι τοῖς ἀπὸ
∆ιοσκόρου δῆθεν προσκομισθεῖσιν καὶ τῷ ἄκρῳ δακτύλῳ ἀφαπτόμενοι, γεύονται
15 τοῦ ἀλεύρου καὶ τοῦτο ἀντὶ μυστηρίου δέχονται, προσκομιδὴν καθόλου μὴ
ποιούμενοι. Ἀλέσαντες γὰρ τὰς, ὡς εἴρηται, ∆ιοσκόρου κοινωνίας, προστιθέασι
τὴν σεμίδαλιν, καθότι δαπανηθείη παραβραχὺ, καὶ τοῦτο αὐτοῖς ἀντὶ κοινωνίας
λελόγισται.

20 <ϟδ´>. Ἐθνόφρονες, οἱ ταῖς συνηθείαις τῶν ἐθνῶν ἐπακολουθοῦντες, Χριστιανοὶ


τἄλλα ὑπάρχοντες, οἵτινες παρεισάγουσι γέννησιν καὶ τύχην καὶ εἱμαρμένην,
πᾶσάν τε τὴν ἀστρονομίαν καὶ ἀστρολογίαν παραδεχόμενοι καὶ πᾶσαν μαντείαν
καὶ ὀρνιθοσκοπίαν, καὶ οἰωνισμοὺς καὶ ἀποτροπιασμοὺς καὶ κληδονισμοὺς καὶ
τερατοσκοπίας καὶ ἐπαοιδὰς καὶ τὰ ὅμοια τούτοις ἐθνικὰ ὄντα, ἑορτάς τινας
25 Ἑλληνικὰς τιμῶντες, ἡμέρας τε αὖθις καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρα-
τηρούμενοι.

<ϟθ´>. Μονοθελῆται, οἱ ἀπὸ τοῦ Ἀλεξανδρείας Κύρου τὴν ἀρχὴν εἰληφότες,


ὑπὸ δὲ τοῦ Κωνσταντινουπόλεως Γεωργίου βεβαιωθέντες. Οὗτοι δύο μὲν ἐπὶ
30 Χριστοῦ φύσεις πρεσβεύουσι καὶ μίαν ὑπόστασιν, ἓν δὲ θέλημα καὶ μίαν ἐνέργειαν
δογματίζουσιν, ἀναιροῦντες διὰ τούτου τὴν τῶν φύσεων δυάδα καὶ τοῖς Ἀπολιναρίου
δόγμασιν ἰσχυρῶς ἀντιποιούμενοι.

<ρ´>. Ἔστι δὲ καὶ ἡ μέχρι νῦν |383 κρατοῦσα λαοπλανὴς θρησκεία τῶν Ἰσμαηλιτῶν
35 πρόδρομος οὖσα τοῦ ἀντιχρίστου. Κατάγεται δὲ ἀπὸ τοῦ Ἰσμαὴλ τοῦ ἐκ τῆς
Ἄγαρ τεχθέντος τῷ Ἁβραάμ· διόπερ Ἀγαρηνοὶ καὶ Ἰσμαηλῖται προσαγορεύονται.
Σαρακηνοὺς δὲ αὐτοὺς καλοῦσιν ὡς ἐκ τῆς Σάρρας κενοὺς διὰ τὸ εἰρῆσθαι ὑπὸ τῆς
Ἄγαρ τῷ ἀγγέλῳ· Σάρρα κενήν με ἀπέλυσεν. Οὗτοι μὲν οὖν εἰδωλολατρήσαντες, cf. Gen 21.10
προσεκύνησαν τῷ ἑωσφόρῳ ἄστρῳ καὶ τῇ Ἀφροδίτῃ, ἣν δὴ καὶ Χαβὰρ τῇ ἑαυτῶν
40 ἐπωνόμασαν γλώσσῃ, ὅπερ σημαίνει μεγάλη. Ἕως μὲν οὖν τῶν Ἡρακλείου χρόνων
προφανῶς εἰδωλολάτρουν, ἀφ᾽ οὗ χρόνου καὶ δεῦρο ψευδοπροφήτης αὐτοῖς
ἀνεφύη Μάμεδ ἐπονομαζόμενος, ὃς τῇ τε Παλαιᾷ καὶ Νέᾳ διαθήκῃ ἐντυχών, ὁμοίως
ἀρειανῷ πεφρόνηκεν προσομιλήσας δῆθεν μοναχῷ, καὶ ἰδίαν συνεστήσατο αἵρεσιν.
Καὶ προφάσει δῆθεν θεοσεβείας τὸ ἔθνος εἰσποιησάμενος, ἐξ οὐρανοῦ γραφὴν ὑπὸ
45 θεοῦ κατενεχθῆναι ἐπ’ αὐτὸν διαθρυλλεῖ. Τινὰ δὲ συντάγματα ἐν τῇ παρ᾽ αὐτοῦ
βίβλῳ χαράξας γέλωτος ἄξια τὸ σέβας αὐτοῖς οὕτω παραδίδωσιν. Λέγει ἕνα θεὸν
εἶναι ποιητὴν τῶν ὅλων, μήτε γεννηθέντα μήτε γεγεννηκότα. Λέγει τὸν Χριστὸν
λόγον εἶναι τοῦ Θεοῦ καὶ πνεῦμα αὐτοῦ, κτιστὸν δὲ καὶ δοῦλον, καὶ ὅτι ἐκ Μαρίας
383 | 384 Κεφἀλαιον ΛΔ´ 179

τῆς ἀδελφῆς Μωσέως καὶ Ἀαρὼν, ἄνευ |384 σπορᾶς ἐτέχθη. Ὁ γὰρ λόγος, φησὶ, τοῦ
Θεοῦ καὶ τὸ πνεῦμα εἰσῆλθεν εἰς τὴν Μαρίαν, καὶ ἐγέννησε τὸν Ἰησοῦν προφήτην
ὄντα καὶ δοῦλον τοῦ Θεοῦ. Καὶ ὅτι οἱ Ἰουδαῖοι παρανομήσαντες ἠθέλησαν αὐτὸν
σταυρῶσαι καὶ κρατήσαντες ἐσταύρωσαν τὴν σκιὰν αὐτοῦ· αὐτὸς δὲ ὁ Χριστὸς
5 οὐκ ἐσταυρώθη, φησὶν, οὔτε ἀπέθανεν· ὁ γὰρ Θεὸς ἔλαβεν αὐτὸν πρὸς ἑαυτὸν εἰς
τὸν οὐρανὸν διὰ τὸ φιλεῖν αὐτόν. Ἔστι δὲ τοῦτο τὸ ἔθνος πάντων ἐθνῶν σχεδὸν
ἀσωτότερον καὶ ἀκρατέστερον.

Εἰσὶ δὲ καὶ ἄλλαι αἱρέσεις, ἃς οὐ συντετάχαμεν διὰ τὸ ἐξηλεῖφθαι αὐτοὺς


10 παντάπασιν καὶ τὴν μνήμην αὐτῶν ἐσβέσθαι.

15

20

25

30

35

40

45
384 | 387 Κεφάλαιον ΛΕ´ 180

Κεφάλαιον ΛΕ´. New Hand

Ἔτι περὶ αἱρέσεων καὶ αἰρεσιαρχῶν, PG87.3.3189C


ἐκ τῶν συνοδικῶν τοῦ ἁγίου Σωφρονίου πατριάρχου Ἱεροσολύμων.
5

Ἀνάθεμα τοίνυν εἰσαεὶ καὶ κατάθεμα ἀπὸ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος,
Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεῦματος ἔστωσαν, πρῶτον μὲν Σίμων ὁ Μάγος,
ὁ πασῶν πρῶτος κακίστων κάκιστος ἄρξας αἱρέσεων· μεθ’ ὃν καὶ Κλεόβιος,
Μένανδρος, Φίλητος, Ἑρμογένης, Ἀλέξανδρος ὁ Χαλκεὺς, Δοσίθεος, Γορφάνιος,
10 Σατορνῖνος, Μασβόθεος, Ἀδριανὸς, Βασιλείδης, Ἰσίδωρος ὁ τούτου υἱὸς καὶ τὴν
μανίαν ὑπέρτερος· Ἐβίων, Καρποκράτης, Ἐπιφάνιος, Πρόδικος, Κήρινθός τε καὶ
Νήρινθος, Οὐαλεντῖνος, |385 Φλωρῖνος, Βλαστὸς, Ἀρτέμων, Σεκοῦνδος, Κασσιανὸς,
Θεόδοτος ὁ σκυτεὺς, Θεόδοτος ἕτερος, Εὐφράτης ὁ Περσικὸς, Μονήμος ὁ Ἄραψ,
Ἑρμογένης, Τατιανὸς ὁ Σύρος, Σευῆρος, Ἀσκληπιόδοτος, Βαρδησάνις, Ἀρμώνιος ὁ
15 τούτου υἱὸς καὶ τὴν πλάνην ἰσόρροπος, Ἑρμόφιλος, Κέρδων, Σακέρδων, Μαρκίων
ὁ Ποντικὸς, Ἀπελλῆς, Ἀπολλωνίδης, Πότητος, Πρέπων, Πείθων, Συνερὼς,
Θεόδοτος ὁ τραπεζίτης, Μουντανὸς, Πρίσκιλλα τε καὶ Μαξιμίλλα αἱ τούτου
μανιώδεις μαθήτριαι, Νέπος, Ἐλκεσαῖος, Ὠριγένης, Ὡριγένης ὁ καὶ Ἀδαμάντιος,
Σαβέλλιος ὁ Λίβυς, Ναυάτος, Παῦλος ὁ ἐκ Σαμοσάτων, Ἐπίγενος, Κλεομένης,
20 Νόητος ὁ Σμυρναῖος. Μάνης ὁ τῆς ἀθέου μανίας ἐπώνυμος, Σαββάτιος, Ἄρειος,
Μελέτιος, Ἀέτιος, Εὐνόμιος, Ἀστέριος, Εὐδόξιος, Δονᾶτος, Μακεδόνιος ὀ τῷ
ἁγίῳ μαχησάμενος Πνεύματι, καὶ Πνενματομάχου προσηγορίαν ἀξίαν δεξάμενος·
Ἀπολινάριος ὁ Λαοδικεὺς, καὶ ὁ τούτου υἱὸς Ἀπολινάριος, Μάγνος, Πολέμων,
Πελάγιος, Κελέστιος, Ἰουλιανὸς, οἱ τῆς αὐτῆς μανίας ὑπέρμαχοι· Θεόδωρος ὁ
25 Μομψουεστίας καὶ Νεστόριος, οἱ τῆς μιαρᾶς ἀνθρωπολατρείας μιαρώτατοι κήρυκες·
Κῦρός τε καὶ Ἰωάννης οἱ Κίλικες, οἱ τῆς αὐτῆς ἀθεΐας ἀθεώτατοι πρόβολοι· |386
Εὐτυχὴς, Διόσκορος ὁ Εὐτυχοῦς ὑπερασπιστὴς καὶ συνήγορος· Βαρσουμᾶς, Ζώδρας,
Τιμόθεος ὁ λεγόμενος Αἴλουρος· Πέτρος ὁ Μουγγὸς καὶ Ἀκάκιος οἱ τὸ κενωτικὸν
τεκτηνάμενοι· Λαμπέτιος ὁ τῆς δυσωνύμου τῶν Μαρκιωνιστῶν αἱρέσεως ἔξαρχος·
30 Δίδυμος καὶ Εὐάγριος οἱ τῆς Ὠριγενιανῆς τερθρείας μυστηριάρχαι παμμίαροι·
Πέτρος ὁ κναφεὺς ὁ τῷ τρισαγίῳ ὕμνῳ προσαρμόσαι σταυρὸν θρασυνάμενος·
Πέτρος ἕτερος τὸ Ἰβηρικὸν καὶ φρενοβάρβαρον μίασμα· Ἡσαΐας ὁ τοῦ παρόντος
Πέτρου συνόμιλος, οἱ ἄλλην ἀκέφαλον ἐν Ἀκεφάλοις αἵρεσιν καταδείξαντες· μεθ’
ὧν ἁπάντων καὶ πρὸ πάντων καὶ μετὰ πάντας καὶ κατὰ πάντας καὶ ὑπὲρ πάντας ἔστω
35 καὶ Σεβῆρος ἀνάθεμα καὶ κατάθεμα, ὁ τούτων μαθητὴς ἐκμανέστατος, καὶ πάντων
χρηματίσας Ἀκεφάλων τῶν νέων καὶ τῶν παλαιῶν ὠμότατος τύραννος, καὶ τῆς
ἁγίας καθολικῆς Ἐκκλησίας ἐχθρὸς δυσμενέστατος· Θεοδόσιός τε ὁ Ἀλεξανδρεὺς,
ὁ Τραπεζούντιος <Ἄνθιμος>, Ἰάκωβος ὁ Σύρος, Ἰουλιανὸς ὀ Ἀλικαρνασσεὺς,
Φιλικίσσιμος, Γαϊανὸς ὁ Ἀλεξανδρεὺς, ἀφ’ ὧν ἡ τῶν Γαϊανιτῶν, ἤγουν Ἰουλιανιστῶν
40 ἐπιγέγονεν αἵρεσις· Δωρόθεος ὁ τῆς αὐτῆς ἀθέως ὑπερμαχήσας αἱρέσεως· Παῦλος
ὁ Μελανὸς, οὐ μόνον λεγόμενος, ἀλλὰ καὶ γεγονὼς κατὰ ἀλήθειαν· Ἰωάννης ὁ
Γραμματικὸς ὁ τὴν ἐπω |387 νυμίαν Φιλόπονος, μᾶλλον δὲ Ματαιόπονος, Κώνων τε
καὶ Εὐγένιος, οἱ τρεῖς τῆς τριθεΐας τρισκατάρατοι πρόμαχοι· Θεμέστιος ὁ τῆς ἀγνοίας
πατὴρ, καὶ γεννήτωρ ἀθεσμότατος, ὃς ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὴν
45 ἡμέραν ἐφληνάφα τῆς κρίσεως, ὡς ψιλὸν αὐτὸν ἄνθρωπον οἰόμενος καὶ μίαν φύσιν
αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ φανταζόμενος σύνθετον· ἔστω δὲ σὺν αὐτῷ καὶ
Πέτρος ὁ Σύρος ἀνάθεμα, καὶ Σέργιος ὁ Ἀρμένιος, οἱ τῆς μιαρᾶς τριθεΐας ἡγούμενοι,
καὶ μηδ᾽ οὕτω πρὸς ἑαυτοὺς συμφωνήσαντες, μηδὲ τὰ αὐτὰ παραπλησίως ἀλλήλοις

12 : Φλωρῖνος : Φλορῖνος Α. 12 : Κασσιανὸς : Κασιανὸς Α.


16 : Ἀπελλῆς : Ἀπελῆς Α. 16 : τραπεζίτης : τραπεζείτης Α.
25 : ἀνθρωπολατρείας : εἰδωλολατρείας Α. 26 : αὐτῆς : αὐτοῦ Α.
27 : Ζώδρας : Ζόδρας Α. 27 : Αἴλουρος : Ἔλουρος Α.
30 : Ὠριγενιανῆς : Ὀριγενιανῆς Α. 30 : τερθρείας : τερθρίας Α.
387 | 389 Κεφάλαιον ΛΕ´ 181

δοξάσαντες· Δαμιανὸς, ὁ τούτων μὲν ὑπερβαλλόντως ἀντίπαλος, νέος δὲ φανεὶς ἐν


ἡμετέροις χρόνοις Σαβέλλιος. Μεθ’ ὧν καὶ οἱ αὐτῶν τῆς ἀσεβείας διάδοχοι ἀνάθεμα
ἔστωσαν καὶ κατάθεμα, Ἀθανάσιός τε ὁ Σύρος, καὶ ὁ Ἀποζυγάριος Ἀναστάσιος,
καὶ οἱ τὴν τούτων ἀσύμβατον σύμβασιν ἀμαθῶς προσιέμενοι, καὶ ἀλογίστων δίκην
5 κτηνῶν ὑπ’ αὐτῶν βουκολούμενοι· Βενιαμίν τε ὁ Ἀλεξανδρεὺς, καὶ Ἰωάννης, καὶ
Σέργιος, καὶ Θωμᾶς οἱ Σύροι, καὶ Σεβῆρος· κοινωνείτω δὲ αὐτοῖς τῆς τῶν παρόντων
ἀναθεματισμῶν κατακρίσεως καὶ Μηνᾶς ὁ Ἀλεξανδρεὺς, ὁ τῆς Γαϊανιτῶν προμαχῶν
καὶ προασπίζων αἰρέσεως, καὶ πολεμῶν ἐμφανῶς τῆς ἀληθείαις |388 τὸ κήρυγμα, καὶ
πάντες σὺν αὐτοῖς οἱ τούτων κοινωνοὶ καὶ ὁμόφυλοι καὶ τὴν ἀσέβειαν σύστοιχοι.
10 Πρὸς τούτοις ἀνάθεμα ἔστωσαν Κῦρος ὁ τῆς Ἀλεξανδρέων μοιχὸς
ἀθεσμότατος, Θεόδωρος Φαρανίτης, Σέργιος Κωνσταντινουπόλεως, Ὀνόριος
Ῥώμης, οἱ τῆς τῶν Μονοθελητῶν αἱρέσεως ἀρχηγοὶ καὶ συνήγοροι· Πύρρος,
Παῦλος, Πέτρος οἱ τῆς μὲν βασιλίδος πρόεδροι, τῆς ἀσεβείας δὲ πρόβολοι, ἑαυτοῖς
καὶ τῇ ἀληθείᾳ μαχησάμενοι· Μακάριος Ἀντιοχείας καὶ Στέφανος ὁ τούτου μαθητὴς
15 καὶ τῆς ἀπονοίας διδάσκαλος, Πολυχρόνιος ὁ νέος Σιμὼν μάγος, καὶ ὁ κατὰ τὴν
Ἀλεξανδρείαν μέχρι νῦν τῇ ἀληθείᾳ μαχόμενος Ἀρμάσιος τὸ ἀκάθαρμα, οἵ τε σὺν
αὐτῷ αἱρετικοὶ καὶ τῆς ὀρθοδοξίας πολέμιοι σαρακηνικῷ φρυάγματι σεμνυνόμενοι.
Βαλλέσθωσαν δὲ τοῖς ἴσοις αὐτοῖς ἀναθέμασιν καὶ πᾶσαι αἱ αἱρέσεις αἱ μετὰ τὴν
Χριστοῦ παρουσίαν ἀκμάσασαι καὶ τὴν Χριστοῦ ἐκκλησίαν πολεμεῖν θρασυνόμεναι,
20 τουτέστιν ἡ Νικολαϊτῶν, ἡ Εὐτυχιτῶν, ἡ Καϊανῶν, ἡ Ἀδαμαντίνων, ἡ Βαρδηλιωτῶν, ἡ
Βορβοριανῶν, ἡ Ναασιανῶν, ἡ Στρατιωτικῶν, ἡ Ὀφιονιτῶν, ἡ Σηθιανῶν, ἡ Σοφιανῶν,
ἡ Ὀφιτῶν, ἡ Ἀντιτακτικῶν, ἡ Περατικῶν, ἡ ’Υδροπαραστατικῶν, ἡ Ἐγκρατητῶν,
ἡ Μαρκιανιστῶν, |389 ἡ Φρυγῶν, ἡ Πεπουζιανῶν, ἡ Ἀρτοτυρητῶν, ἡ Ἀσκοδρυγῶν,
ἡ Τεσσαρεσκαιδεκατητῶν, ἡ Ναζαραίων, ἡ Μελχισεδεκιτῶν, ἡ Ἀντιδικομαριτῶν,
25 ἡ Ψαθυριανῶν, ἡ Κυρτιανῶν, ἡ Δουλιανῶν, ἡ Ἀνθρωπομορφιτῶν, ἡ Ἱερακιτῶν, ἡ
Μεσαλιανῶν, ἡ Νεστοριανῶν, ἡ Εὐτυχιτῶν, ἡ Ἀκεφάλων, ἡ Οὐρσουνουφιτῶν, ἡ
Ἡσαϊνῶν, ἡ Ἀγνοητῶν, ἡ Ἰακωβιτῶν, ἡ Τριθεϊτῶν, ἡ Μονοθελητῶν, καὶ εἴ τις ἑτέρα
παρὰ ταύτας καθέστηκεν δυσσεβὴς καὶ θεήλατος αἵρεσις.

30

35

40

45

27 : Ἀγνοητῶν : Ἀγνοιτῶν Α.
389 | 391 Κεφάλαιον ΛϚ´ 182

Κεφάλαιον ΛϚ´.

Περὶ φύσεως καὶ ὑποστάσεως,


ὅπως οἱ ἐκ Σευήρου δοξάζουσι καὶ ὅπως τὰς μερικάς δογματίζουσιν οὐσίας. PG94.744B
5

Τοῦ διαιτητοῦ.

Ὁ γὰρ κοινὸς καὶ καθόλου τῆς τοῦ ἀνθρώπου φύσεως λόγος, εἰ καὶ αὐτὸς
καθ’ ἑαυτὸν εἷς ἐστιν, ἀλλ’ οὖν ἐν πολλοῖς ὑποκειμένοις γινόμενος πολλὰ γίνεται,
10 ὁλόκληρος ἐν ἑκάστῳ καὶ οὐκ ἀπὸ μέρους ὑπάρχων. Ὥσπερ καὶ ὁ ἐν τῷ ναυπηγῷ
τοῦ πλοίου λόγος εἷς ὢν πληθύνεται ἐν πολλοῖς ὑποκειμένοις γινόμενος· οὕτω δὲ
καὶ τὸ ἐν τῷ διδασκάλῳ θεώρημα ἓν ὂν τῷ ἰδίῳ λόγῳ, ὅταν ἐν τοῖς διδασκομένοις
γίνηται, συμπληθύνεται αὐτοῖς, ὅλον ἐν ἑκάστῳ γινόμενον. Προσέτι καὶ ὁ ἐν τῷ
δακτυλίῳ τύπος εἷς ὢν ἐν πλείοσιν ἐκμαγείοις ὅλος ἐν ἑκάστῳ γινόμενος, πολλὰ
15 λοιπόν ἐστί τε καὶ λέγεται.
Ὥστε τὰ πολλὰ |390 πλοῖα καὶ οἱ πολλοὶ ἄνθρωποι καὶ τὰ ἐκμαγεῖα τὰ πολλὰ καὶ
τὰ ἐν τοῖς πλείοσι μαθηταῖς νοήματα τοῖς μὲν ἀτόμοις πλείονα τυγχάνει κατὰ τὸν
ἀριθμὸν καὶ ταύτῃ διῃρημένα ἐστὶ καὶ οὐχ ἡνωμένα, τῷ κοινῷ δὲ εἴδει οἱ πολλοὶ
ἄνθρωποι εἷς τυγχάνουσι καὶ τὰ πολλὰ πλοῖα ἓν καὶ τὰ νοήματα δὲ ὡσαύτως καὶ τὰ
20 ἐκμαγεῖα τῇ ταυτότητι τοῦ ἐκτυπώματος τὸ ἒν ἔχουσιν. Ὥστε ταῦτα κατ’ ἄλλο μὲν
πολλά ἐστι καὶ διῃρημένα, κατ’ ἄλλο δὲ ἡνωμένα καὶ ἕν.
Ἀλλὰ καὶ ἐπὶ τῶν συνεχῶν πολλάκις φέρομεν τὸν ἀριθμὸν, δύο φέρε πήχεων
εἶναι τὸ ξύλον λέγοντες· ἀλλὰ δυνάμει δύο φαμὲν εἶναι τὸ ἓν, οὐκ ἐνεργείᾳ, ἐπεί
τοί γε ἕν ἐστιν ἐνεργείᾳ καὶ οὐ δύο· τὸ δὲ δύνασθαι τομὴν ὑπομένον δύο γενέσθαι,
25 ταύτῃ φαμὲν αὐτὸ δύο τινῶν εἶναι.

Ἐκ τοῦ αὐτοῦ διαιτητοῦ.

Ἕβδομος ἔστω λόγος ὁ ἐξ ὥν οἷον τἀναντία πρεσβεύοντες ὑποτίθενται τὴν


30 ἰδίαν ἐπισφραγίζων ἀλήθειαν. Δύο γὰρ εἶναι τὰς τοῦ Χριστοῦ φύσεις ὑποτιθέμενοι,
μίαν αὐτοῦ καὶ μόνην ἀξιοῦσιν εἶναι τὴν ὑπόστασιν, ἤγουν πρόσωπον, ὁμοίως
ἀποσκευαζόμενοι τοὺς ἢ μίαν εἶναι τὴν Χριστοῦ φύσιν μετὰ τὴν ἕνωσιν ἢ δύο
τούτου τὰς ὑποστάσεις προσβεύοντας.

35 <Σχόλιον.>
Σκόπει μοι ἐνταῦθα τὸν διαιτητὴν ἐπαγγειλάμενον, ἀντὶ συνηγόρου λαβόντα
πρόσωπον καὶ πρὸς ἐλέγχους τὴν |391 ὁρμὴν ἔχοντα.

Τοῦ διαιτητοῦ.
40

Ἀλλὰ πρὶν εἰς τοὺς ἐλέγχους ἡμᾶς ἐμβαλεῖν ταύτης τῆς ὑποθέσεως, εὔλογον
οἶμαι πρότερον ἀφορίσασθαι, τί μὲν τῷ τῆς φύσεως ἡ τῶν ἐκκλησιῶν διδασκαλία
σημαίνειν βούλεται ὀνόματι, <τί> δὲ τῷ τοῦ προσώπου καὶ τῆς ὑποστάσεως.

45 Σχόλιον.
Ὡς τὸ τῆς ἐκκλησίας δόγμα παραθέμενος· ὅπερ ἡμεῖς παντὶ σθένει περιέπομεν,
ἐκείνοις μᾶλλον προτίθεσθαι ὁμολογεῖ, τῇ ἐκκλησιαστικῇ ἀπειθῶν παραδόσει, καὶ
ἴδια λοιπὸν εἰσάγει τινὰ, συγχεῖν τὰς φύσεις καὶ τὰς ὑποστάσεις βουλόμενος.

42 : τῷ : τὸ Α.
391 | 393 Κεφάλαιον ΛϚ´ 183

<Τοῦ διαιτητοῦ.>

Φύσιν μὲν οὖν οἴεται τὸν κοινὸν τοῦ εἶναι λόγον τῶν τῆς αὐτῆς μετεχόντων
οὐσίας, ὡς ἀνθρώπου παντὸς τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν·
5 τούτῳ γὰρ οὐδεὶς ἀνθρώπων διενήνοχεν. Οὐσίαν δὲ καὶ φύσιν εἰς ταὐτὸν ἄγει.
Ὑπόστασιν δὲ, ἤγουν πρόσωπον, τὴν ἰδιοσύστατον τῆς ἑκάστου φύσεως ὕπαρξιν Τῆς ἐκκλησίας ἡ
καὶ, ἵν’ οὕτως εἴπω, περιγραφὴν ἐξ ἰδιοτήτων τινῶν συγκειμένην, καθ’ ἃς ἀλλήλων ἔκδοσις.
οἱ τῆς αὐτῆς κεκοινωνηκότες φύσεως διαφέρουσι, καὶ συντόμως εἰπεῖν, ἅπερ ἄτομα
προσαγορεύειν τοῖς ἐκ τοῦ Περιπάτου φίλον, ἐν οἷς ἡ τῶν κοινῶν γενῶν τε καὶ εἰδῶν Τῶν ἐκ τοῦ Περι-
10 ἀποτελευτᾷ διαίρεσις, ταῦτα οἱ τῆς ἐκκλησίας διδάσκαλοι ὑποστάσεις, ἔσθ’ ὅτε καὶ πάτου ὁμοίως ἡ
πρόσωπα προσηγόρευσαν. Τοῦ γὰρ ζῴου εἰς τὸ λογικὸν |392 διαιρουμένου καὶ τὸ παράδοσις
ἄλογον, καὶ τοῦ λογικοῦ πάλιν εἰς ἄγγελον καὶ ἄνθρωπον καὶ δαίμονα, τὰ εἰς ἃ
λοιπὸν ἐσχάτων ὑποτέμνεται τῶν εἰδῶν τούτων ἕκαστον, οἷον ἅνθρωπος μὲν εἰς
Πέτρον καὶ Παῦλον, ἄγγελος δὲ εἰς Μιχαὴλ φέρε καὶ Γαβριὴλ καὶ τῶν λοιπῶν ἀγγέλων
15 ἕκαστον, ἄτομα προσαγορεύουσι, διότι μὴ οἷόν τε τούτων ἕκαστον ὑποτέμνεσθαι
λοιπὸν εἰς ἕτερα τὴν φύσιν αὐτῶν μετὰ τὴν τομὴν διασώζοντα. Ἡ μὲν γὰρ εἰς ψυχὴν
καὶ σῶμα τοῦ ἀνθρώπου διαίρεσις τοῦ παντὸς ζῴου φθορὰν ἐργάζεται. Ἔνθεν ἄτομα
ταῦτα καλεῖν ἐκείνοις φίλον. Ὑποστάσεις δὲ τὰ τοιαῦτα ὁ ἐκκλησιαστικὸς ὠνόμασε
λόγος, διότι ἐν τούτοις τὰ γένη καὶ εἴδη λαμβάνει τὴν ὕπαρξιν. Εἰ γὰρ καὶ ἴδιον ἔχει
20 τὸν τοῦ εἶναι λόγον τὸ ζῷον, φέρε καὶ ἄνθρωπος, ὧν τὸ μέν ἐστι γένος, τὸ δὲ εἶδος,
ἀλλ’ ἐν τοῖς ἀτόμοις τὴν ὕπαρξιν ἔχουσιν, οἷον ΙΙέτρῳ καὶ Παύλῳ, χωρὶς τούτων Ὅτι οὐχ ὑφίστανται
οὐχ ὑφιστάμενα. Τί μὲν οὖν ύπόστασίς ἐστι καὶ τί φύσις κατὰ τὴν ἐκκλησιαστικὴν τὰ καθόλου.
ὑφήγησιν, εἴπομεν.

25 <Σχόλιον.>
Τὸ τῆς ἀληθείας ἐκθέμενος μετὰ τῆς ἀληθείας δόγμα, τότε ἄρχεται λοιπὸν τὰ
ἴδια εἰσαγαγεῖν, ἐναντιούμενα προδήλως τῷ ἐκκλησιαστικῷ κανόνι· τὸν γὰρ τῆς
ὑποστάσεως λόγον εἰς τὴν οὐσίαν κατ’ ἐξουσίαν μετάγων, συγχεῖν ἅπαν ἀγωνίζεται.

30 <Τοῦ διαιτητοῦ.>

Αὕτη δὴ οὖν ἡ κοινὴ φύσις, ἡ ἀνθρώπου, καθ’ ἣν οὐδεὶς ἄνθρωπος οὐδενὸς


διενήνοχεν, ἐν ἑκάστῳ τῶν ἀτόμων γινομένη ἰδία λοιπὸν ἐκείνου καὶ οὐδενὸς
ἑτέρου κοινὴ γίνεται, καθὼς ἐν τῷ τετάρτῳ κεφαλαίῳ ὡρισάμεθα.
35

<Σχόλιον.>
Ἐρωτῆσαι καλὸν τὸν σοφὸν τοῦτον καὶ γενναῖον τῶν λογικῶν σκεμμάτων
ἐξεταστήν· εἰ τὸ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν οὐδενὶ τῶν λοιπῶν ἀνθρώπων κοινόν
ἐστι, |393 ποίαν κοινωνίαν λοιπὸν ἔχειν τοὺς λοιποὺς ἀνθρώπους, εἰ μὴ κατὰ τὸ ἐν
40 ἐμοὶ ζῷον λογικὸν θνητὸν τὸ ταὐτὸν καὶ ὅμοιόν μοι πρὸς ἐκείνους;

<Τοῦ διαιτητοῦ.>

Τὸ γὰρ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν οὐδενὸς ἄλλου κοινόν ἐστιν. Ἀμέλει
45 παθόντος ἀνθρώπου τινὸς, ἢ βοὸς, ἢ ἵππου, ἀπαθῆ μένειν τὰ ὁμοειδῆ τῶν ἀτόμων
οὐκ ἀδύνατον. Καὶ γὰρ Παύλου τεθνεῶτος μηδένα τεθνάναι τῶν λοιπῶν ἀνθρώπων
ἐνδέχεται, καὶ γενομένου Πέτρου καὶ εἰς τὸ εἶναι, παρενεχθέντος οἱ ἐσόμενοι μετ’
αὐτὸν ἄνθρωποι οὔπω τῶν ὄντων εἰσίν. Οὐκοῦν ἑκάστη φύσις οὐ μοναχῶς λέγεται

12-13 : τὰ εἰς ἃ λοιπὸν ἐσχάτων ὑποτέμνεται τῶν εἰδῶν τούτων ἕκαστον : τὰ ἴσα λοιπὸν ἔσχατον
ὑποτέμνεται τῶν ἰδίων τούτων ἕκαστον Α.
393 | 394 Κεφάλαιον ΛϚ´ 184

<τοῦθ’ ὅπερ ἐστὶν, ἀλλὰ διχῶς.> Ὑφ’ ἕνα μὲν τρόπον, ὅταν τὸν κοινὸν ἑκάστης
φύσεως λόγον αὐτὸν ἐφ’ ἑαυτοῦ θεωρώμεν, οἷον τὴν ἀνθρώπου φύσιν, ἢ τὴν ἵππου ἐν
οὐδενί πω τῶν ἀτόμων γινομένην, καθ’ ἕτερον δὲ, ὅταν αὐτὴν δὴ ταύτην τὴν κοινὴν
φύσιν ἐν τοῖς ἀτόμοις γινομένην κατίδωμεν καὶ μερικωτάτην ἐν ἑκάστῳ αὐτῶν
5 λαμβάνουσαν ὕπαρξιν, οὐδενὶ ἄλλῳ πλὴν ἐκείνῳ μόνῳ λοιπὸν ἐφαρμόζουσαν.

<Σχόλιον.>
Ἀλλ’ οὐχ ἡ φύσις λαμβάνει μερικὴν ὕπαρξιν ἐν τῷ ἀτόμῳ γινομένη, προσλαβοῦσα
δὲ τὰ ἰδιώματα καὶ τοῦ ἑνὸς ἐγένετο χαρακτήρ· ἃς ὑποστάσεις ἀποτελεῖ, καὶ λοιπὸν
10 τὰ ἄτομα καλοῦνται, οὐχ ἡ φύσις. Ὁλόκληρος γὰρ καὶ ἐν τῷ ἀτόμῳ μένουσα ἡ
οὐσία καὶ οὕτως οὐσία καλεῖται καὶ φύσις, πλὴν μετὰ ἰδιωμάτων, δι’ ὧν τῶν λοιπῶν
χωρίζεται. Οὐ γὰρ καθὸ ζῷον λογικὸν θνητὸν χωρίζεται τῶν λοιπῶν, κἂν ἐν τῷ
Πέτρῳ γένηται ἢ τῷ Παύλῳ, ἀλλὰ καθὸ προσελάβετο ἰδίωμα.

15 <Τοῦ διαιτητοῦ.>

Τὸ γὰρ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν οὐδενὶ τῶν ἄλλων ἀνθρώπων ἐστὶ
κοινὸν, οὐδὲ ἡ ἐν τῷδε τῷ ἵππῳ τοῦ ζῴου φύσις ἐν ἄλλῳ τινὶ γένοιτ’ ἂν, ὡς ἀρτίως
δεδείχαμεν. Ὅτι δὲ ταύτας τὰς ἐννοίας περί τε φύσεων ἔχει καὶ ὑποστάσεων ἡ τῆς
20 ἐκκλησίας διδασκαλία, δῆλον ἐξ ὥν μίαν μὲν φύσιν Πατρός τε καὶ Υἱοῦ καὶ ἁγίου
Πνεύματος ὁμολογοῦμεν, τρεῖς δὲ τὰς τούτων ὑποστάσεις, |394 ἤγουν τὰ πρόσωπα
δογματίζομεν, καθ’ ἃς ἕκαστον ἰδιότητί τινι ἐκ τῶν λοιπῶν διακρίνεται.

<Σχόλιον.>
25 Εἰ ἤκουες τοῦ λέγοντος, Οὐ φθάνω τὸ ἓν νοῆσαι καὶ τοῖς τρισὶ περιλάμπομαι, PG36.417B
οὐκ ἂν ἐτόλμησας οὐδὲ αὐτῇ <τῇ> ἐπινοίᾳ τὸ κοινὸν τῆς θεότητος χωρὶς τῶν
ὑποστάσεων θεωρῆσαι. Τοῦτο γὰρ ἐπὶ τῶν κτιστῶν γίνεται, ἐν οἷς τὸ κοινὸν καὶ
τὸ ἓν λόγῳ μόνῳ θεωρητὸν, οὐχ ὡς ἐπὶ Θεοῦ, ὥς φησι Γρηγόριος, Οὐδ’ αὕτη μερὶς
τοῦ Ἰακώβ. Ὁ γὰρ Βασίλειος παραπλῆγας καλεῖ τοὺς τὴν θεότητα κοινότητά τινα Jer 10.16
30 λέγοντας, λόγῳ μόνῳ θεωρητήν. PG32.144C

<Τοῦ διαιτητοῦ.>

Τίς γὰρ ἂν εἴη μία φύσις θεότητος ἢ ὁ κοινὸς τῆς θείας φύσεως λόγος αὐτὸς
35 καθ’ ἑαυτὸν θεωρούμενος καὶ τῇ ἐπινοίᾳ τῆς ἑκάστης ὑποστάσεως ἰδιότητος
κεχωρισμένος;

<Σχόλιον.>
Οὐδεὶς πώποτε τῶν τῆς ἐκκλησίας διδασκάλων τὸν κοινὸν τῆς οὐσίας λόγον
40 ἴδιον τῆς ὑποστάσεως ἐθεώρησεν. Φησὶ δὲ Βασίλειος, ὡς ὁ καθέκαστα ἄνθρωπος
καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνά
ἐστι καὶ ὁ δεῖνα. PG32.789A

<Τοῦ διαιτητοῦ.>
45

Ὅτι δὲ καὶ ἰδικώτερον πάλιν τὸ τῆς φύσεως γινώσκομεν ὄνομα, τὸν κοινὸν
λόγον τῆς φύσεως ἐφ’ ἑκάστου τῶν ἀτόμων, ἤγουν τῶν ὑποστάσεων ἑκάστης, ἴδιον
γενόμενον θεωροῦντες καὶ οὐδενὶ λοιπὸν ἑτέρῳ τῶν ὑπὸ τὸ κοινὸν εἶδος ἐφαρμόζειν

46 : ὄνομα : οἶμαι Α.
394 | 396 Κεφάλαιον ΛϚ´ 185

δυνάμενον, δῆλον πάλιν ἐξ ὧν ἐπὶ Χριστοῦ δύο φύσεων ἕνωσιν, τῆς θείας φημὶ καὶ
τῆς ἀνθρωπείας, πρεσβεύομεν.

<Σχόλιον.>
5 Ἀλλ’ ἡμεῖς κατὰ τὸν θεόσοφον Διονύσιον ὁλικῶς τὴν θεότητα, ἤγουν τὴν θείαν
οὐσίαν, ἀμερίστως ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων κεκοινωνηκέναι ἡμῖν ὁμολογοῦμεν· PG3.589D
καὶ εἰ ἀμέριστος ἐν μεμερισμένοις κατὰ τὸν θεολόγον Γρηγόριον ἡ θεότης ἐν ταῖς PG36.149A
αὐτῆς ὑποστάσεσι θεωρεῖται, πῶς οὖν αὐταῖς μερικὴν οὐσίαν ἐφ’ ἑκάστῃ γνωρίζεις
ὑποστάσει;
10

<Τοῦ διαιτητοῦ.>

Οὐ γὰρ δὴ τὴν κοινὴν ἐπὶ τῆς ἁγιάς Τριάδος νοουμένην τῆς θεότητος
σεσαρκῶσθαί φαμεν· οὕτω γὰρ ἂν τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος
15 κατηγοροῦμεν τὴν ἐνανθρώπησιν. Ἀλλ’ οὐδὲ τὸν κοινὸν τῆς ἀνθρωπίνης φύσεως
λόγον ἡνῶσθαι τῷ Θεῷ Λόγῳ πρεσβεύομεν· |395 οὕτω γὰρ πάλιν καὶ τοῖς πρὸ τῆς
τοῦ Λόγου ἐπιδημίας γενομένοις ἀνθρώποις καὶ τοῖς μετ’ αὐτὴν ἐσομένοις ἅπασιν
ἡνῶσθαι ἄν ὁ τοῦ Θεοῦ Λόγος δικαίως ἐλέγετο.

20 <Σχόλιον.>
Σημειωτέον ὅπως τὴν οὐσίαν διαιρεῖ τοῦ Υἱοῦ ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ
Πνεύματος, βλασφημῶν.

<Τοῦ διαιτητοῦ.>
25

Ἀλλὰ δῆλον ὅτι φύσιν θεότητος ἐνταῦθά φαμεν, τὴν ἐν τῇ ὑποστάσει τοῦ
Λόγου τῆς κοινῆς θεότητος ἐξιδιασθεῖσαν φύσιν. Ὅθεν καὶ μίαν φύσιν τοῦ Θεοῦ
Λόγου σεσαρκωμένην ὁμολογοῦμεν, αὐτῷ τῷ προσθεῖναι τοῦ Θεοῦ Λόγου σαφῶς
ἀποκρίναντες αὐτὴν τοῦ τε Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος.
30

<Σχόλιον.>
Δίδαξον ἡμᾶς, ὦ γενναῖε, πῶς τὸ κοινὸν, καθὸ κοινόν ἐστι καὶ ἁπλοῦν καὶ
ἑνιαῖον καὶ ἀμερὲς καὶ ἀδιαίρετον, ἴδιον λέγεις τοῦ τινος γενέσθαι. Εἰ γὰρ ἴδιον,
οὐ κοινὸν, καὶ εἰ κοινὸν, οὐ πάντως ἴδιον. Τὸ γὰρ ἰδιάζον οὐδεὶς τῶν ἱερῶν ἡμῶν
35 διδασκάλων ἐν τῇ οὐσίᾳ ἐδίδαξεν γνωρίζεσθαι, ἀλλ’ ἐν ταῖς ὑποστάσεσιν.

<Τοῦ διαιτητοῦ.>

Ὥστε κἀνταῦθα τὸν κοινὸν τῆς θείας φύσεως <λόγον> ἴδιον λοιπὸν τοῦ Θεοῦ
40 Λόγου νενοηκότες σεσαρκῶσθαί φαμεν τοῦ Λόγου τὴν φύσιν. Καὶ φύσιν πάλιν
ἀνθρωπότητος λέγομεν ἡνῶσθαι τῷ Λόγῳ τὴν μερικωτάτην ἐκείνην ὕπαρξιν, ἣν
μόνην ἐκ πασῶν ὁ Λόγος προσείληφεν. Ὥστε σχεδὸν κατὰ τοῦτο τῆς φύσεως τὸ
σημαινόμενον ταὐτὸν ἄν εἴη φύσις καὶ ὑπόστασις, πλὴν ὅτι τὸ τῆς ὑποστάσεως
ὄνομα συνεπινοουμένας ἔχει καὶ τὰς ἐπιγινομένας παρὰ τὴν κοινὴν <φύσιν> ἑκάστῳ
45 τῶν ἀτόμων ἰδιότητας, καθ’ ἃς ἀλλήλων κεχώρισται. Ἔνθεν τῶν ἡμετέρων πολλοὺς
διαφόρως εὑρεῖν ἔστι λέγοντας φύσεων, ἤγουν ὑποστάσεων, ἕνωσιν γεγονέναι. Εἰ
γὰρ ἡ ὑπόστασις, ὡς ἐδείξαμεν, τὴν ἰδικὴν ἑκάστου καὶ ἄτομον σημαίνει ὕπαρξιν.
Ἐκ παραλλήλου δὲ |396 τούτοις πολλάκις κέχρηται τοῖς ὀνόμασι, δῆλον ὡς καὶ

1 : δυνάμενον : δυναμένων Α. 28 : αὐτῷ τῷ : αὐτὸ τὸ Α.


396 | 398 Κεφάλαιον ΛϚ´ 186

τὴν ἰδικωτάτην φύσιν σημαίνειν ἡμῖν διὰ τούτων ἐθέλουσιν, ἐπεὶ καὶ ἐν τῇ ἀνὰ χεῖρα
ὁμιλίᾳ καὶ ἐν τῇ χρήσει τῶν τὰ τοιαῦτα πεφυσιολογηκότων, ἔθος ἅπασι καὶ τὸν
κοινὸν τῆς φύσεως λόγον ἄνθρωπον προσαγορεύειν, ὡς ὅταν λέγωσιν εἶδος εἶναι
τοῦ ζῴου τὸν ἄνθρωπον, εἴπερ μηδὲν τῶν ἀτόμων μήτε ἐστὶν εἶδος τὸ ὑπὸ τὸ γένος
5 μήτε λέγεται. Ἀλλὰ καὶ ἄνθρωπον ἵππου διαφέρειν λέγομεν, αὐτὰς δηλονότι τὰς
καθόλου λέγοντες φύσεις. Καὶ πάλιν Πέτρον ἄνθρωπον εἶναί φαμεν, καὶ Παῦλον καὶ
Ἰωάννην καὶ γεγονέναι ἄνθρωπον καὶ τεθνάναι, τὸν καθέκαστα δηλονότι, καὶ τοῦ
κοινοῦ λόγου τῆς ἀνθρώπου φύσεως οὕτως ἔχοντος. Καὶ τοῦτο δὲ πάλιν εὔλογον Περὶ ὑποστάσεως
προδιαστείλασθαι, ὡς τὸ τοῦ προσώπου καὶ τῆς ὑποστάσεως ὄνομα πολλάκις μὲν καὶ προσώπου, καὶ
ὅτι πρόσωπον ἡ
10 τῆς αὐτῆς ἐστι παρ’ ἡμῖν σημασίας δηλωτικὸν, ὡσεὶ καὶ ξίφος τις τὸ αὐτὸ καλοίη καὶ
ὑπόστασις.
μάχαιραν.
Οὕτω γοῦν ἐπὶ τῆς ἁγίας Τριάδος ἀδιαφόρως πρόσωπα τρία καὶ ὑποστάσεις
τρεῖς προσαγορεύομεν, τῷ ἐκ παραλλήλου τρόπῳ δι’ ἑκατέρου ταὐτὸν σημαίνοντες.
Πολλάκις δὲ τὸ πρόσωπον τῆς ὑποστάσεως διακρίνουσιν, πρόσωπον καλοῦντες
15 τήν τινων σχέσιν πρὸς ἄλληλα, οὐκ ἀγνοούσης οὐδὲ τῆς συνήθους χρήσεως τοῦτο
τοῦ προσώπου τὸ σημαινόμενον. Φαμὲν γὰρ τὸ ἐμὸν |397 ἀνειληφέναι πρόσωπον τὸν
δεῖνα, καὶ εἰς πρόσωπον τοῦδε τὴν δίκην εἰσαγαγεῖν τὸν δεῖνα, καὶ τὸ ἐνυπάρχον δὲ
πρόσωπον ἔχειν τοῦ βασιλέως λέγομεν.
Ἔνθεν καὶ οἱ τῶν Νεστορίου δογμάτων κατήκοοι οὔτε φύσιν μίαν ἐπὶ Χριστοῦ,
20 οὔτε ὑπόστασιν λέγειν ἀνεχόμενοι, ἐπεὶ μήτε τῶν φύσεων, μήτε τῶν ὑποστάσεων καθ’
αὐτὰς πρεσβεύουσιν ἕνωσιν· ἄνθρωπον δὲ εἶναι τὸν ἐκ Μαρίας ψιλὸν ὑποτίθενται,
ὅλην ἐν ἑαυτῷ τὴν θείαν χωρήσαντα ἔλλαμψιν καὶ ταύτῃ τῶν ἄλλων ἁπάντων
θεοφόρων ἀνθρώπων διαφέροντα, μερικωτέρας ἐν ἐκείνων ἑκάστῳ γενομένης τῆς
θείας ἐλλάμψεως· ὅμως θαρρούντως ἓν εἶναι τοῦ Χριστοῦ πρόσωπον διϊσχυρίζονται,
25 τὴν σχέσιν τοῦ Θεοῦ Λόγου πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον μίαν οὖσαν, πρόσωπον
ἓν λέγοντες, ἐπεὶ πᾶσαν ἐκεῖνος τὴν θείαν οἰκονομίαν εἰς πρόσωπον ἐποιεῖτο
τῆς τοῦ Λόγου θεότητος. Ὅθεν δικαίως καὶ τὴν εἰς τὸν ἄνθρωπον ὕβριν εἰς Θεὸν
ἀναφέρεσθαι, ἐπεὶ καὶ ἡ τῶν ὑπηκόων εἰς τὸν ὕπαρχον γινομένη τιμή τε καὶ ὕβρις
εἰς αὐτὸν ἀναφέρεται τὸν βασιλέα.
30

<Σχόλιον.>
Ἐπισκεπτέον ὡς, ἐν ὅσῳ λέγει ὁ σοφὸς μὴ προϋφεστάναι τῆς ἑνώσεως τὸ τοῦ
Κυρίου ἀνθρώπινον, παρυφεστάναι λέγει τὸ αὐτὸ τοῦτο ἰδιοσυστάτως μετὰ τὴν
ἕνωσιν, ἰδίαν αὐτῷ διδοὺς ὑπόστασιν. Ἡ δὲ ἐκκλησία οὐχ οὕτως δοξάζει, ἀλλὰ τὴν
35 τοῦ Λόγου ὑπόστασιν κοινὴν γενέσθω τῶν δύο φύσεων ὑπόστασιν ἐν ἑαυτῇ τὴν
ἀνθρωπίνην φύσιν ὑποστήσασαν μετὰ τῶν ἀπὸ τῶν λοιπῶν ὁμοειδῶν ἀφοριζόντων
αὐτὴν ἰδιωμάτων, καὶ κατὰ τοῦτο σώζεται τὸ μὴ εἶναι φύσιν ἀνυπόστατον ἐν τῷ τὴν
προσληφθεῖσαν φύσιν τὴν τοῦ Λόγου ἐπιγράφεσθαι ὑπόστασιν.

40 <Τοῦ διαιτητοῦ.>

Ταύτης οὖν τῆς σχέσεως καὶ τὴν Χριστὸς προσηγορίαν κυρίως δηλωτικὴν εἶναί
φασιν· ὅθεν καὶ Χριστὸν ἕνα καλεῖν ἀξιοῦσιν, ἐπεὶ καὶ σχέσις, ὡς εἴρηται, μία, κἂν
πλείονα εἴη τὰ ταύτης μετέχοντα. |398 Δῆλον οὖν οἶμαι τοῖς εὐσεβοῦσιν περὶ τὴν Τὰ σχόλια ἐν τῷ
πρὸ τούτῳ ἐγράφη.
45 τοῦ Σωτῆρος ἐνανθρώπησιν, ὡς ἓν εἶναι τὸ τοῦ Χριστοῦ πρόσωπον λέγοντες ἡμεῖς,
οὐχ ὡς τοῖς Νεστορίου φίλοις ἔδοξεν, ἐπ’ αὐτῆς ψιλῆς τῆς σχέσεως τοῦ Θεοῦ πρὸς
τὸν ἄνθρωπον τὸ τοῦ προσώπου φερόμενον ὄνομα, ἀλλ’ ἐκ παραλλήλου τῇ τῆς
ὑποστάσεως καὶ τῇ τοῦ προσώπου προσηγορίᾳ χρώμεθα, οὕτω λέγοντες ἓν εἶναι τὸ

16-17 : τὸν δεῖνα : τοῦ δεῖνα Α. 18: ἔχειν τοῦ : ἔχει ἡ Α.


44 : εὐσεβοῦσιν : εὐσεβέσιν corrected to εὐσεβοῦσιν Α.
398 | 400 Κεφάλαιον ΛϚ´ 187

τοῦ Χριστοῦ πρόσωπον, ὡς ἀνθρώπου μίαν ὑπόστασιν, Πέτρου τυχὸν ἢ Παύλου.


Προδιῃτήσθω δὲ ἡμῖν μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὡς εἰ καὶ τὰ μάλιστα μηδὲ τὸν
τυχόντα χρόνον χωρὶς τῆς πρὸς τὸν Λόγον ἐνώσεως τὸ ἀνθρώπινον ὑπέστη τοῦ
Χριστοῦ, ἀλλ’ ἅμα τε τὴν ἀρχὴν τῆς εἰς τὸ εἶναι παρόδου καὶ τὴν πρὸς τὸν Λόγον
5 ἀνείληφεν ἕνωσιν, ἀλλ’ οὐκ ἀνυπόστατον εἶναί φαμεν τὴν φύσιν ἐκείνην, εἴπερ
ἰδιοσύστατον εἶχεν παρὰ τοὺς λοιποὺς ἀνθρώπους καὶ ἰδιοπερίγραφον τὴν ὕπαρξιν,
ἰδιώμασί τισι παρὰ τὴν κοινὴν φύσιν τῶν λοιπῶν ἀνθρώπων ἁπάντων διακρινομένην.
Τοῦτο γὰρ σημαίνειν ἀρτίως τὸ τῆς ὑποστάσεως ἐδείξαμεν ὄνομα. Οὐκοῦν ὡς ἐπὶ
τῆς θεότητος τοῦ Χριστοῦ καὶ φύσιν αὐτῆς καὶ ὑπόστασιν ὁμολογοῦμεν, οὕτω
10 δήπου καὶ ἐπὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ὥσπερ φύσιν, οὕτω καὶ τὴν ἰδικὴν ταύτην
ὑπόστασιν ὁμολογεῖν ἀνάγκη, ἵνα μὴ ἀνυπόστατον, ὅπερ εἴρηκα, τὴν φύσιν ἐκείνην
λέγειν ἀναγκαζώμεθα. Ἓν γὰρ δηλονότι τῶν ὑπὸ |399 τὴν κοινὴν φύσιν τελούντων
ἀτόμων τὸ τοῦ Σωτῆρος ὑπῆρχεν ἀνθρώπινον.
Τούτων οὕτω διευκρινημένων σαφῶς, καὶ ὑπὸ πάντων, οἶμαι, συμφωνουμένων,
15 λεγέτωσαν ἡμῖν οἱ δύο εἶναι τὰς τοῦ Χριστοῦ φύσεις, μίαν δὲ τὴν ὑπόστασιν
ὑποτιθέμενοι, ἐπειδὴ τῶν ἑνωθέντων ἑκάτερον φύσιν τε ἅμα καὶ ὑπόστασιν εἶχεν, ὡς
ὁ λόγος ἔδειξε, πότερον ὁμοτίμως τῶν τε φύσεων καὶ τῶν ὑποστάσεων ὁμολογοῦσι
γεγονέναι τὴν ἕνωσιν, ἢ μᾶλλον ἡνῶσθαι τὰς ὑποστάσεις οἴονται, ἐπεὶ καὶ μία ἐξ
ἀμφοῖν ὑπόστασις γέγονεν, ἧττον δὲ τὰς φύσεις, ὅθεν καὶ δύο μετὰ τὴν ἕνωσιν
20 μεμενήκασιν.

Καὶ μεθ’ ἕτερα πάλιν, ἐν οἷς γυμνάζει, ὅτι τὸ μᾶλλον καὶ ἧττον ἡ οὐσία οὐκ PG94.752C
ἐπιδέχεται, φησὶν ἐν τῷ αὐτῷ ζ’ κεφαλαίῳ οὕτως·

25 Μίαν γὰρ φύσιν πλειόνων ὑποστάσεων γεννητικὴν ἐναργὲς, οἶμαι, τυγχάνει


ἅπασιν. Οὕτω γοῦν μίαν εἶναι φύσιν τῆς θεότητος ὁμολογοῦντες, τρεῖς εἶναι τὰς
ὑποστάσεις αὐτῆς πρεσβεύομεν. Καὶ ἀνθρώπων μία ἐστὶν ἡ φύσις τῶν ὑπ’ αὐτὴν
ὑποστάσεων ἐπ’ ἄπειρον σχεδὸν ἐκτεινομένων τῷ πλήθει, καὶ ἐπὶ τῶν ἄλλων
ὡσαύτως. Δύο δὲ φύσεις σωζούσας κατ’ ἀριθμὸν τὴν δυάδα, μίαν ἀποτελέσαι
30 ὑπόστασιν ἀδύνατον. Καὶ τοῦτο οὐ μόνον ἐκ τῆς τῶν κατὰ μέρος ἁπάντων ἐπαγωγῆς
ἔστι πιστώσασθαι (πῶς |400 γὰρ ἄν εἴη λίθου καὶ ξύλου μία ὑπόστασις, τουτέστιν
ἄτομον ἓν, ἢ βοὸς καὶ ἵππου;), ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς τοῦ Λόγου ἐνεργείας.

<Σχόλιον.>
35 Ἀλλ’ οὐ προϋπέστη τῆς πρὸς τὸν Λόγον ἑνώσεως, ὦ γεννάδα, ἡ ὑπ’ αὐτοῦ
προσληφθεῖσα σὰρξ, ἵνα καὶ ἰδίαν ἔσχῃ ὑπόστασιν· ἐν δὲ τῇ ὑποστάσει τοῦ Υἱοῦ τὸ
εἶναι ἔχουσα, κοινὴν ἔσχεν μετὰ τοῦ Λόγου τὴν μίαν ὑπόστασιν.

<Τοῦ διαιτητοῦ.>
40

Εἰ γὰρ ἐν ταῖς ὑποστάσεσι (ταὐτὸν δὲ εἰπεῖν τοῖς ἀτόμοις) ἑκάστη φύσις


λαμβάνει τὴν ὕπαρξιν, ἀνάγκη πᾶσα δύο τῶν φύσεων οὐσῶν, δύο τοὐλάχιστον καὶ
τὰς ὑποστάσεις εἶναι, ἐν αἷς τὴν ὕπαρξιν αἱ φύσεις ἔλαβον· ἀδύνατον γὰρ φύσιν
ὑποστῆναι καθ’ ἑαυτὴν μὴ ἐν ἀτόμῳ τινὶ θεωρουμένην, ἄτομον δὲ ταὐτὸν εἶναι
45 καὶ ὑπόστασιν ἀρρήτως δεδείχαμεν. Ὥστε ὅσοι μὲν μὴ μόνον τὴν ὑπόστασιν μίαν,
ἀλλὰ καὶ τὴν φύσιν διὰ τὴν ἕνωσιν γεγονέναι φασὶν, σύμφωνοι καὶ ἑαυτοῖς καὶ τῇ
ἀληθείᾳ φαίνονται, ὅσοι δὲ τὴν μὲν ὑπόστασιν μίαν, τὰς δὲ φύσεις δύο φασὶν εἶναι,
καὶ ἑαυτοῖς ἀσύμφωνοι καὶ τῇ ἀληθείᾳ πεφήνασιν. Ἀλλ’ ἐπειδὴ τὸ ἀνθρώπινον τοῦ
400 | 401 Κεφάλαιον ΛϚ´ 188

Χριστοῦ, φασὶν, ἐν τῷ Λόγῳ τὴν ὑπόστασιν ἔσχεν, καὶ οὑ προϋπέστη τῆς τοῦ Λόγου
ἑνώσεως, διὰ τοῦτο μίαν φαμὲν εἶναι τὴν τοῦ Χριστοῦ ὑπόστασιν.
Πότερον οὖν φαίημεν ἂν καὶ ἡμεῖς ἓν καὶ ταὐτὸν ἡγεῖσθε σημαίνειν τὴν φύσιν
καὶ τὴν ὑπόστασιν, ὡς ὀνόματα μόνον εἶναι διάφορα καθ’ ἑνὸς σημαινομένου
5 πίπτοντα, ὡς μάχαιρα καὶ ξίφος, ἢ ἕτερον καὶ ἕτερον;

<Σχόλιον.>
Σημειωτέον· περὶ τῆς ἐν τῷ Λόγῳ ὑποστάσης ἑνώσεως ὀρθῶς ὑπὸ τῆς ἐκκλησίας
κηρυττομένης ἀπορήσας ἀναλῦσαι, γριφώδη τινὰ παρεισάγει καὶ ἀσύμβατα.
10

<Τοῦ διαιτητοῦ.>

Εἰ μὲν οὖν ταὐτὸν, μιᾶς τῆς ὑποστάσεως οὔσης, μίαν εἶναι καὶ τὴν φύσιν ἀνάγκη,
ὡς, εἰ τὸ ξίφος ἓν εἴη, καὶ τὴν μάχαιραν μίαν εἶναι ἀνάγκη· ἢ, εἰ αἱ φύσεις δύο, καὶ
15 ὑποστάσεις ἐξ ἀνάγκης δύο ἔσονται. Εἰ δὲ |401 ἄλλο μὲν σημαίνει τὸ τῆς φύσεως ὄνομα,
ἄλλο δὲ τὸ τῆς ὑποστάσεως, αἴτιον δὲ τοῦ μίαν εἶναι τοῦ Χριστοῦ τὴν ὑπόστασιν
ἡγοῦνται τὸ μὴ προϋπάρξαι τὴν τοῦ ἀνθρώπου ὑπόστασιν, ἤγουν πρόσωπον, τῆς
πρὸς τὸν Λόγον ἑνώσεως· οὐκοῦν καὶ τοῦ δύο τοῦ Χριστοῦ τὰς φύσεις εἶναι αἴτιον
ἂν εἴη τὸ προϋπάρξαι τὴν τοῦ ἀνθρώπου φύσιν τῆς πρὸς τὸν Λόγον ἑνώσεως. Ἀλλ’
20 εἰ προϋπέστη ἡ ἑνωθεῖσα τῷ Λόγῳ μερικὴ φύσις, ἀνάγκη πᾶσα προϋποστῆναι καὶ
τὴν αὐτῆς ὑπόστασιν. Τούτων γὰρ οὐκ ἐνδέχεται θάτερον εἶναι τοῦ λοιποῦ μὴ
ὄντος, τὴν μερικὴν λέγω φύσιν ἄνευ τῆς ἰδίας αὐτῆς ὑποστάσεως, ἢ τὴν μερικὴν
ὑπόστασιν ἄνευ τῆς ἰδίας αὐτῆς φύσεως. Ἓν γάρ ἐστιν ἄμφω τῷ ὑποκειμένῳ καὶ εἰς
ταὐτὸν πολλάκις συντρέχουσι παρὰ τοῖς χρησαμένοις, ὡς μικρῷ πρόσθεν ἐδείξαμεν.
25 Εἰ τοίνυν ὥσπερ ἡ ὑπόστασις, οὕτω καὶ ἡ φύσις ἡ τῷ Λόγῳ ἑνωθεῖσα οὐ προϋπέστη
τῆς πρὸς αὐτὸν ἑνώσεως, διόπερ ἄρα μίαν τὴν τοῦ Χριστοῦ ἀξιοῦσιν ὑπόστασιν,
διὰ τοῦτο καὶ φύσιν αὐτοῦ μίαν ἀξιούτωσαν εἶναι, μὴ διαφέρουσαι γὰρ κατὰ τὸ ἅμα
ἡνῶσθαι, οὐδὲ κατὰ τοῦτο ἄν διαφέροιεν.

30

35

40

45
401 | 402 Κεφάλαιον ΛΖ´ 189

Κεφάλαιον ΛΖ´.

§1 Τὸ σύμβολον τῆς ἁγίας πίστεως ἡμῶν,


ὅπερ ἐν τῇ ἁγίᾳ ἐκκλησία λέγειν ἐδιδάχθημεν.
5

[Προεγράφη ἀνωτέρω]

[Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν
τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν
10 μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτὸς,
Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι᾽
οὗ τὰ πάντα ἐγένετο· τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν
κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς
Παρθένου, καὶ ἐνανθρωπήσαντα· σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου,
15 καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς· καὶ
ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρός· καὶ πάλιν
ἐρχόμενον μετὰ δόξης, κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος·
καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον καὶ ζωοποιόν· τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ
20 τῶν προφητῶν· εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν· ὁμολογῶ ἓν
βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος
αἰῶνος. ἀμήν.]

§2 Ἀποκάλυψις ὀφθεῖσα τῷ ἁγίῳ Γρηγορίῳ, PG10.983


25 δι’ ἧς ἐδιδάχθη παρὰ τῆς ἀχράντου Θεοτόκου διὰ τοῦ ἁγίου Ἰωάννου τοῦ
θεολόγου τὴν πίστιν τὴν ὀρθόδοξον. |402

Εἷς Θεὸς ἀρχὴ καὶ Πατὴρ Λόγου ζῶντος, σοφίας ὑφεστώσης καὶ δυνάμεως καὶ
χαρακτῆρος ἰδίου, τέλειος τελείου γεννήτωρ, Πατὴρ Υἱοῦ μονογενοῦς.
30 Καὶ εἷς Κύριος, μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ, χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Heb 1.3
Πατρός· εἰκὼν Θεοῦ Θεός, Λόγος ἐνεργὸς καὶ τῆς πάντων ὑποστάσεως αὐτουργός· Col 1.11
σοφία τῆς τῶν ὅλων ὑποστάσεως περιεκτικὴ καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητική·
Υἱὸς ἀληθινὸς ἐξ ἀληθινοῦ Πατρός· ἀόρατος ἀοράτου, ἄφθαρτος ἀφθάρτου, καὶ
ἀθάνατος ἀθανάτου, καὶ ἀΐδιος ἀϊδίου.
35 Καὶ ἓν Πνεῦμα ἅγιον <ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον καὶ δι’ Υἱοῦ πεφηνὸς τοῖς
ἀνθρώποις, εἰκὼν τοῦ Υἱοῦ> τελείου τελεία, ζωὴ ζώντων, ἁγιότης καὶ πηγὴ
ἁγιωσύνης, ἁγιασμοῦ χορηγὸν, δι’ οὗ Θεὸς ἐν τοῖς πιστεύουσιν ἅπασιν, ὁ ἐπὶ πάντων,
καὶ Υἱὸς ὁ διὰ πάντων.
Τριὰς τελεία, δόξῃ καὶ ἀϊδιότητι καὶ βασιλείᾳ μὴ μεριζομένη, μηδ’ ἀπαλλο-
40 τριουμένη.
Οὔτε οὖν κτιστόν τι καὶ δοῦλον ἐν τῇ Τριάδι, οὔτε ἐπείσακτον, ὡς πρότερον
μὲν οὐχ ὑπάρχον, ὕστερον δὲ ἐπεισελθόν· οὐδὲ ἐνέλιπέν ποτε Υἱὸς Πατρὶ καὶ Υἱῷ τὸ
Πνεῦμα, οὐδὲ ηὔξηται μονὰς εἰς δυάδα <οὐδὲ δυάς εἰς τριάδα>, ἀλλ’ ἄτρεπτος καὶ
ἀναλλοίωτος ἡ αὐτὴ Τριάς.
45

35: τελείου τέλεια : τέλειον τελεία Α.


402 | 404 Κεφάλαιον ΛΖ´ 190

§3 Διδασκαλία ὀρθόδοξος, ἐν ᾗ ἐστήρικται ἡ ἁγία καθολικὴ τοῦ Θεοῦ ἐκκλησία.

Τριάς ἁπλῆ καὶ ἀσύνθετος, ἀσυνείκαστος, ἄφθαρτος, ἀΐδιος, ἄρευστος,


ἀθάνατος, ὁμοούσιος, ὁμόθρονος, ὁμοδύναμος, |403 Πατὴρ, Υἱὸς καὶ ἅγιον Πνεῦμα,
5 μία θεότης ἐν τρισὶν ὑποστάσεσιν. Πατὴρ Υἱοῦ γεννήτωρ, ἀΐδιος ἀϊδίου καὶ ἄχρονος
ἀχρόνου, πρὸ πάντων τῶν αἰώνων, οὐ χρονικῶς, οὐ σωματικῶς, οὐ ῥευστῶς, ἀλλ’
ὑπὲρ νοῦν καὶ λόγον τέλειον γεννήσας Υἱὸν, οὐ νόμῳ σωματικῆς γεννήσεως,
ἀλλ’ ὡς αὐτὸς μόνος ἐπίσταται θεοπρεπῶς. Πνεῦμα ἅγιον κύριον καὶ ζωοποιὸν,
Πατρὶ καὶ Υἱῷ ὁμοούσιον καὶ ὁμόθρονον, ἐκ Πατρὸς ἐκπορευόμενον καὶ ἐν Υἱῷ
10 ἀναπαυόμενον. Τριὰς τελεία τελείαις τρισὶν ὑποστάσεσιν ἐν οὐσίᾳ μιᾷ καὶ θεότητι
γνωριζομένη.

Διδάσκει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία τὸν Κύριον ἡμῶν


Ἰησοῦν Χριστὸν, ἕνα τῆς ἁγίας ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος, βουλήσει
15 τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος κατελθόντα ἐκ τῶν οὐρανῶν δι’
οἶκτον φιλανθρωπίας, σαρκωθῆναι ἐκ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ Θεοτόκου
διὰ Πνεύματος ἁγίου, καὶ τοῦτον ἐνανθρωπῆσαι ἀληθῶς καὶ οὐ δοκήσει, καὶ
σταυρωθῆναι ὑπὲρ ήμῶν καὶ ταφῆναι καὶ ἀναστῆναι καὶ ἀναληφθῆναι εἰς οὐρανοὺς
μετὰ τῆς ἐξ ἡμῶν σαρκὸς, μεθ’ ἧς καὶ ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς.
20 Τούτου δύο πρεσβεύει τὰς γεννήσεις, μίαν τὴν ἐκ Πατρὸς καὶ ἀΐδιον, δευτέραν
τὴν ἐξ ἡμῶν καὶ ἐν χρόνῳ. Τούτου δύο τὰς φύσεις κηρύττει, τὸν αὐτὸν ἐν θεότητι
καὶ ἐν ἀνθρωπότητι· ἐξ ὧν γὰρ καὶ ἐν αἷς καὶ ἅπερ ἐστὶ Χριστὸς ὁ εἷς καὶ μόνος
ὑποστάσει, φυλάττονται |404 καθ’ ἕνωσιν ἀδιάσπαστον ἀσυγχύτως, ἀτρέπτως,
ἀδιαιρέτως, οὐ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ
25 μᾶλλον καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης.
Δύο τούτου καὶ τὰ θελήματα καὶ τὰς ἐνεργείας κατ’ ἄλλο καὶ ἄλλο μετὰ τῆς
θατέρου κοινωνίας ἐκδιδάσκει, δι’ ὧν αἱ φύσεις ἀφαντασιάστως κατοπτεύονται, τοῦ PL54.768B
μὲν ἀνθρωπίνου θελήματος οὐκ ἀντιτασσομένου τῷ θείῳ καὶ πανσθενεῖ θελήματι,
ἀλλ’ εἴκοντος καὶ ὑποκεκλιμένου, ἐν ἑκατέρᾳ δὲ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας
30 δρῶντος τά τε θεῖα καὶ τὰ ἀνθρώπινα, τοῦ ἑνὸς καὶ μόνου Σωτῆρος ἡμῶν καὶ Θεοῦ
Ἰησοῦ Χριστοῦ, τοῦ τὴν μὲν ἀνθρωπίνην φύσιν, ἣν ἑνώσας ἑαυτῷ ἰδίαν ἐπεγράψατο,
τῇ θείᾳ καταπλουτίζοντος δόξῃ, εἰς δὲ τὴν θείαν ἀγαθότητα διὰ τὴν ἄκραν ἕνωσιν
καὶ χάριν ἐπαναφέροντος τὰ τοῦ σώματος, ἅπερ οὐκ ἐμπαθῶς ἐτελεῖτο, τῆς δὲ τῶν
ἀνθρώπων ἕνεκεν σωτηρίας.
35

40

45

32: ἀγαθότητα : ἀγαθότητι Α.


404 | 405 Κεφάλαιον ΛΗ´ 191

Κεφάλαιον ΛΗ´.

§1 Πόσοις ὀνόμασι σημαίνεται ὁ Σωτὴρ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ

5 Σοφία Υἱὸς Θεοῦ Ζωή Λόγος

Θύρα Θεὸς Λόγος Ποιμήν Πνεῦμα

Μεσσίας Χριστός Φῶς Κόσμου Ἰησοῦς Χριστός Φῶς ἀληθινόν


10

Διδάσκαλος Ἀνάστασις Ῥῆμα

Ὁδός Ἀρνείον ἄκακος Ἀλήθεια

15 Ἀνήρ Ὁ Ἦν Παράκλητος Ὁ Ἐρχόμενος |405

Ἱλασμός Πιστός Θεοῦ Δύναμις



Ἀληθινός Θεοῦ Σοφία Βέλος ἐκλεκτόν
20

Ἱλαστήριον Δοῦλος Θεοῦ Πῦρ καταναλίσκον

Φῶς ἐθνῶν Ἁγιασμός Ὕψιστος

25 Ἀπολύτρωσις Σκώληξ Δικαιοσύνη

Ὄνομα Κυρίου Ἀρχιερεύς Παῖς πένης

Ἰούδας Ἀνὴρ πένης καὶ σοφός


30

Σκύμνος λέοντος Νυμφίος

Λέων Πανθήρ

35 Ἰακώβ Ἡγούμενος

Ἰσραήλ Ἄρχων Δαυίδ Παντοκράτωρ

Ἅγιος Χείρ Ῥίζα Ῥάβδος


40

Βραχίων Βλαστός Λίθος ΙΙέτρα

Μονόκερως Βασιλεύς δίκαιος

45 Ἀμπελος ἀληθινή Ἄρτος ζωῆς

Πτωχὸς καὶ ἔσχατος Ὁ ζῶν καὶ τεκταινόμενος νεκρός


405 | 406 192

Υἱὸς ἀνθρώπου

Τὸ Α´ καὶ τὸ Ω´ Δίκαιος κτίστης

5 Ἐμμανουήλ Μεγάλης βουλῆς ἄγγελος

Θαυμαστὸς Σύμβουλος

Ἄνθος τοῦ πεδίου Θεὸς ἰσχυρὸς ἐξουσιαστής


10

Ἄρχων εἰρήνης Πατὴρ τοῦ μέλλοντος αἰῶνος

Κρῖνον Δορκάς Δεξιά Ἄνθος Ἅγιος

15 Δύναμις Θεοῦ Ὄνομα Θεοῦ Ἄγγελος

Ἥλιος δικαιοσύνης Πρόβατον Νεφέλη δικαία

Ἀνατολή Νόμος Χαρακτήρ


20

Πρωτότοκος Νυμφίος Ἀδελφιδός

Νάρδος Μῆλον Νεβρὸς ἐλάφου

25 Ἀγαπητός Νεφέλη Ἄστρον |406

Προφήτης Ἀρχιστράτηγος Ἱερεύς

Θυσία Θυσιαστήριον
30

Ἠγαπημένος ὡς υἱὸς μονοκέρωτος Μάρτυς

Σολομών Ποιμήν Βότρος Κύπρου

35 Φοῖνιξ Ξύλον ζωῆς Ὕδωρ ζωῆς

Ἀπόστολος Ἀγαθός Σωτηρία Δικαιοσύνη

Ἄνθρωπος Δόξα Θεοῦ Παῖς ὃν ἐξελεξάμην


40

Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ Υἱὸς Θεοῦ Ἀγαλλίαμα

Σωτήριον Εἰκὼν Θεοῦ Διαθήκη γένους

45 Μορφή Προφήτης Ἀπαύγασμα

Ἀπόστολος Παιδίον Μάρτυς


406 | 407 193

Βρέφος Κατάρα Λίθος προσκόμματος

Πέτρα σκανδάλου Εἰρήνη Δύναμις Θεοῦ

5 Παντοκράτωρ Μονογενής Ἄρτος

Πόμα Πηγή Ἥλιος Φῶς

Δαυίδ Ἱερεμίας Ἡσαΐας Δανιήλ


10

ΙΙαῦλος Συμεών Μάρκος Λουκᾶς

Μαλαχίας Ζαχαρίας Ἰωάννης

15 Σολομών Πρόβατον Θυσία

Προσφορά Ἐμμανουήλ Κληρονόμος

Ἀνατολή Πραΰς Εὐλογία


20

Πτῶσις καὶ ἀνάστασις Παράκλητος

Ἐντυχάνων Βαλαάμ

25 §2 Ὅσοις ὀνόμασι κέκληται ἡ Θεοτόκος.

Μαρία Κυρία Σμύρνα θαλάσσιος

Βάτος Κιβωτός Λυχνία Ῥάβδος


30

Στάμνος Σκηνή Θυμιατήριον

Τράπεζα Ναός Ἁγίασμα

35 Τόπος Κυρίου Οἶκος Θεοῦ Πύλη Οὐρανός |407

Θρόνος Χερουβείμ Μήτηρ ἄνανδρος

Παρθένος γεννήσασα Σφραγὶς βασιλική


40

Βίβλος ἐσφραγισμένος Τόμος κενός

Πηγὴ ἐσφραγισμένη Ῥόδον ἀμάραντον

45 Κῆπος κεκλεισμένος

Μῆλον εὐωδιάζον Κρῖνον Ἄνθος


407 194

Νάρδος Στακτή Κιννάμωμον

Θυγατήρ Ἀδελφή Νύμφη Μύρον

5 Θυμίαμα Χρυσίον καθαρόν

Ξύλον ἄσηπτον Πορφύρα βασιλική

Βυσσὸς κεκλωσμένη Ὑάκινθος


10

Νεφέλη κούφη Ἄχραντος

Ἀλόχευτος Ἁγνή Ἀμόλυντος

15 Ἀξιόθεος Θεόνυμφος Οὐρανός

Χωρίον Θεοῦ Θεοῦ Μήτηρ Θεοδόχος

Θεοτόκος κυρίως καὶ ἀληθῶς.


20

25

30

35

40

45
407 | 408 Κεφάλαιον ΛΘ´ 195

Κεφάλαιον ΛΘ´.

§1 Περὶ τῶν παρ’ Ἑβραίοις βιβλίων, ὅπως αὐτὰ καλοῦσιν, καὶ περὶ δυσνοήτων
λέξεων ἐν τῇ Γραφῇ κειμένων καὶ ὀνομάτων καὶ σημάντρων, καὶ περὶ ἀριθμοῦ.
5

Ἀδάμ Σήθ Ἐνώς Καϊνάν


Μαλελεήλ Ἰάρεδ Ἑνώχ Μαθουσάλα
Λάμεχ Νῶε Σήμ Ἀρφαξάδ
Σάλα Ἔβερ Φαλέκ Ῥαγαῦ
10 Σερούχ Ναχώρ Θάρα Ἁβραάμ
Ἰσαάκ Ἰακὼβ ὁ καὶ Ἰσραήλ

Ὁμοῦ γενεαὶ κβ´. Διὸ καὶ κβ´ γράμματά εἰσι παρ’ αὐτοῖς, ἀλλὰ καὶ βίβλοι κβ´·
κζ´ μὲν οὖσαι, κβ´ δὲ |408 ἀριθμούμεναι διὰ τὸ διπλοῦσθαι παρ’ αὐτοῖς πέντε στοιχεῖα,
15 οἷον χάμ, μέμ, νοῦν, φί, ἄδι.

§2 Ὀνόματα τῶν βιβλίων. PG43.277C

Βρισίθ, ἥ ἐστι Γένεσις


20 Ἐλισημώθ, Ἔξοδος
Ὁδοϊκρά, Λευϊτικόν
Οὐϊδαβήρ, Ἀριθμοί
Ἐλεδεββάρη, Δευτερονόμιον
Διησοῦ, Ἰησοῦ τοῦ Ναυῆ
25 Δασοφτιμῆ, τῶν Κριτῶν
Δαρούθ, τῆς Ῥούθ
Διϊώβ, τοῦ Ἰώβ
Σφερτελλίμ, Ψαλτήριον
Δεμουήλ, τῶν Βασιλειῶν α´
30 Δαδδουδεμουήλ, Βασιλειῶν β´
Δαμαλαχήμ, Βασιλειῶν γ´
Ἀμαλαχήμ, Βασιλειῶν δ´
Δεβριϊαμήν, Παραλειπομένων α´
Δεβριϊαμίν, Παραλειπομένων β´
35 Δμασαλώθ, Παροιμιῶν
Δκοελέθ, Ἐκκλησιαστής
Σιρασιρήν, ᾎσμα ᾀσμάτων
Δαθαρασιαρά, Δωδεκαπρόφητον
Δησαΐου, Ἡσαΐου
40 Διερεμίου, Ἱερεμίου
Διεζεκιήλ, Ἱεζεκιήλ
[Δαδανιήλ,] Δανιήλ
Δέσδρα, Ἔσδρα α´
Δαδέσδρα, Ἔσδρα β´
45 Δεσθήρ, Ἐσθήρ

Αὗται αἱ κζ´ βίβλοι· κβ´ ἀριθμοῦνται κατὰ ἀριθμὸν τῶν στοιχείων, ἐπειδὴ,
καθὼς προείρηται, πέντε τῶν στοιχείων διπλοῦνται.
408 | 411 Κεφάλαιον ΛΘ´ 196

§3 Ἔστι δὲ καὶ ἄλλη μικρὰ βίβλος, ἣ καλεῖται κινώθ, τουτέστι θρῆνοι Ἱερεμίου· PG41.213B
αὕτη δὲ τῷ Ἱε |409 ρεμίᾳ σὺν τῷ Βαροὺχ καὶ τῇ Ἐπιστολῇ συνάπτεται.
Οὗτοι οἱ κβ´ τοῦ ἀριθμοῦ πανταχοῦ εὑρισκόμενοι καὶ ἐν διαφόροις εἴδεσιν
ἀριθμούμενοι, ἔν τε τοῖς κβ´ ἔργοις, οἷς ἐποίησεν ὁ Θεὸς ἐν <ταῖς ς´ ἡμέραις τῆς
5 κοσμοποιΐας, καὶ ἐν> ταῖς κβ´ γενεαῖς ἀπὸ τοῦ Ἀδὰμ ἄχρι τοῦ Ἰσραὴλ, καὶ ἐν τοῖς κβ´
στοιχείοις τῶν γραμμάτων ἀπὸ τοῦ ἄλεφ ἄχρι τοῦ θαῦ, καὶ ἐν ταῖς κβ´ βίβλοις ἀπὸ
τῆς Γενέσεως ἄχρι τῆς Ἐσθήρ· μέτρον ἡμῖν ἐγέννησαν κβ´ ξεστῶν, ὃ καλεῖται παρ’
Ἑβραίοις μίδη· μόδιον ’Έλληνες δὲ παραπλησίως καλοῦσι· καὶ Αἰγύπτιοι δὲ λέγουσιν
ὁμοίως, Σύροι τε καὶ Ἄραβες μόδιον· ὃ ἑρμηνεύεται ἐκ τῆς ἑβραΐδος ὁμολογεῖ, ὅ ἐστι
10 μήδι. Ἐὰν γὰρ μὴ πληρωθῇ ὁ μόδιος, οὐχ ὁμολογεῖ, ὅτι πεπλήρωμαι. Καὶ κατ’ ἄλλας
δὲ ἑρμηνείας διαφόρως ἐκλήθη. Καλεῖται γὰρ γνώμων, ὅ ἐστι μέτρον. Καλεῖται
ὁμολογεῖ καὶ ὁμολόγημα καὶ ὁμόλογος. Τῷ γὰρ ἀριθμῷ τῶν κβ´ ἔργων τοῦ Θεοῦ
τῶν ἀπ’ ἀρχῆς καὶ τῶν κβ´ γενεῶν ἕως τοῦ Ἰακὼβ καὶ τῶν κβ´ βιβλίων ἕως τῆς
Ἐσθὴρ καὶ τῆς τῶν κβ´ γραμμάτων ὑπερθέσεως, ἐξ ὥν νόμος ἡμῖν πάρεστι καὶ Θεοῦ
15 διδασκαλία, τὰ πάντα ἡμῖν προτετύπωται.
Εἰσὶ δὲ καὶ ἄλλαι βίβλοι παρ’ αὐτοῖς ἐν ἀμφιλέκτῳ· ἡ Σοφία Σιρὰχ καὶ ἡ τοῦ
Σολομῶντος, χωρὶς ἄλλων τινῶν βιβλίων ἀποκρύφων. Ἕως γὰρ τῆς ἐκ |410 Βαβυλῶνος
ἐπανόδου ἀριθμοῦσι τὰς βίβλους, πλὴν ὅτι καὶ Ἀγγαῖος καὶ Ζαχαρίας καὶ Μαλαχίας
μετὰ τὴν ἐπάνοδον προεφήτευον.
20

§4 Χρὴ δὲ τὸν φιλολόγον εἰδέναι, εἰς πόσα μέρη διῄρηνται αἱ προφητεῖαι· εἰς γὰρ PG43.237A
δέκα μέρη διῄρηνται· εἰς διδασκαλίας, θεωρίας, προτροπὰς, ἐλέγχους, ἀπειλὰς,
ὀλοφυρμοὺς, θρήνους, εὐχὰς, ἱστορίας, προρρήσεις.

25 §5 Περὶ δυσνοήτων λέξεων καὶ ὀνομάτων. PL23.1276C

Ἐπίπαστρον βῆλον συρτόν.


Αὐλαῖαι αἱ κορτῖναι.
Αἰλίμ, ἡ Ῥαϊθώ.
30 Ῥαφίδιν ἡ Φαράν.
Θῖνας ὁ Ἀκύλας τοὺς βουνοὺς ἡρμήνευσεν·
εἰσὶ δὲ κυρίως οἱ αἰγιαλοί.
Ἐπωμίς ἐστι τὸ ἐφοὺδ,
ὅπερ ἐν ταῖς Βασιλείαις κεῖται ἑβραϊστί· 1Reg 2.18
35 οἱ γὰρ ο´ ἐν τῇ Ἐξόδῳ τὸ ἐφοὺδ ἐφίστριδα ἐκάλεσαν.
Ἐδώμ πόλις Ἀραβίας, ἥτις λέγεται ΙΙέτραι.

Τὸ ἐπὶ Κυρίου ταττόμενον ἀνεκφώνητον ὄνομα διὰ τεσσάρων γράφεται


στοιχείων, διὰ τοῦ ιωθ, διὰ τοῦ ηπ, διὰ τοῦ ουαυ, καὶ διὰ τοῦ ηθπ. Τούτων μέσον
40 παρεντεθὲν μετὰ τὰ πρῶτα δύο τὸ παρ’ Ἑβραίοις στοιχεῖον καλούμενον σεν, ὅ ἐστιν
ὀδόντες, ὡς εἶναι τὸν εἱρμὸν τῶν πέντε γραμμάτων οὕτως· ἀρχὴ αὕτη ὀδόντες ἐν
αὐτῇ ὁ ζῶν. Ἑρμηνεύεται τὰ τέσσαρα στοιχεῖα, |411 τὸ ιωθ ἀρχὴ, καὶ διὰ τοῦ ηπ αὕτη,
καὶ διὰ τοῦ ουαυ ἐν αὐτῇ, καὶ διὰ τοῦ ηθπ ὁ ζῶν.

45 Ψυχῆς δυνάμεις· νοῦς, διάνοια, δόξα, αἴσθησις, φαντασία.


Αἰσθήσεις πέντε· ὅρασις, ὄσφρησις, ἀκοή, γεῦσις, ἁφή.
Ἀρεταὶ αἱ γενικώταται· σωφροσύνη, ἀνδρεία, δικαιοσύνη, φρόνησις.
Στοιχεῖα κοσμικά δ´· πῦρ, ἀὴρ, ὕδωρ, γῆ.

27: Ἐπίπαστρον : Ἐπάπαστρον Α.


411 | 412 Κεφάλαιον ΛΘ´ 197

Ἡ γῆ ψυχρὰ καὶ ξηρά· τὸ ὕδωρ ὑγρὸν καὶ ψυχρόν· ὁ ἀὴρ ὑγρὸς καὶ θερμός· τὸ
πῦρ θερμὸν καὶ ξηρόν. Ἐξ ὧν ἁπάντων ὑπέστη τὸ μέγα καὶ Θεῷ περιπόθητον κτίσμα,
ὁ ἄνθρωπος, ἐν οἷς τε πέφυκεν καὶ ὧν χωρὶς οὐ ζωογονεῖται.

5 §6 Περὶ ἀριθμοῦ ἐκ τοῦ ἁγίου Μαξίμου.

Ὁ ἒξ ἀριθμὸς τὴν πρακτικὴν σημαίνει φιλοσοφίαν.


Ὁ ἑπτὰ τὸν χρόνον.
Ὁ ὀκτὼ τὸν μέλλοντα αἰῶνα.
10 Ὁ τέσσαρα τὰ στοιχεῖα ἢ τὰς ἀρετάς.
Ὁ πέντε τὰς αἰσθήσεις ἢ δυνάμεις.
Ὁ τρία τὴν θεολογίαν, ἢ τὰς τρεῖς δυνάμεις τῆς ψυχῆς, ἢ τοὺς τρεῖς νόμους·
τὸν φυσικὸν καὶ τὸν γραπτὸν καὶ τὸν πνευματικόν.
Ὁ δέκα τὸ πλήρωμα τῶν ἐντολῶν,
15 ἢ τὸ τέλειον, ἢ τὸν τῆς φύσεως νόμον,
ἢ δέκα τὰ συνεστηκότα, λέγω δὴ |412 ἐκ τῶν τριῶν τῆς ψυχῆς
δυνάμεων καὶ τῶν πέντε αἰσθήσεων καὶ τῆς φωνητικῆς ἐνεργείας
καὶ τῆς φυσικῆς γονιμότητος.
Ὁ δώδεκα τὴν αἴσθησιν καὶ τὸν χρόνον, διὰ τὸ ἐκ πέντε καὶ ἑπτὰ συνάγεσθαι.
20 Ὁ τράκοντα τὸν περὶ προνοίας λόγον.
Ὁ εἴκοσι περιεκτικός ἐστι τῆς ἐπὶ τοῖς αἰσθητικοῖς ἐνεργείας, ἐπειδὴ τετράκις
πέντε, εἴκοσι.

Παντὸς ἀριθμοῦ περιοχὴ καὶ τέλος ἐστὶν ἡ δεκάς.


25 Ὅτι ὁ ἑπτὰ ἀριθμὸς παρὰ τῇ Γραφῇ ἀδιορίστου πλήθους ἐστὶ σημαντικός, ὁ
Χρυσόστομος ἀπεφήνατο. PG48.930

§7 Σημεῖα.

30 οὐρανός γῆ θάλασσα
ποταμός ὄνομα ὀνόματα
ἐστίν εἰσίν εἶναι
ἥλιος σελήνη ἀστήρ

35

40

45

18: τριάκοντα : τριακόσια A.


412 | 414 Κεφάλαιον Μ´ 198

Κεφάλαιον Μ´.

Ὅτι αὐτεξούσιος ἡ λογικὴ καὶ καθ’ ἡμᾶς τοῦ Κυρίου ψυχὴ καὶ νοερὰ ὑπῆρχεν· καὶ
ὅτι τὸ τῆς δουλείας ὄνομα καὶ δεσποτείας, οὐ φύσεως, ἀλλ’ ἀξίας σημαντικόν
5 ἐστι, καὶ οὐδὲν δοῦλον ἐν Χριστῷ, εἰ καὶ προσηγορικῶς λέγεται, οὐκ αὐτὸς ὢν
τοῦτο, δι’ ἡμᾶς δὲ δούλου μορφὴν ὑποδὺς καὶ κεκλημένος. Phil 2.4

§1 Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. PG45.1233B

10 Τοῦτο γὰρ κελεύει τοῦ Ἀπολιναρίου ὁ μῦθος, ἵνα |413 τὴν ἄψυχον ἐκείνην σάρκα
συζεύξῃ τῷ ἐπὶ πάντων Θεῷ, εἴτουν ἄψυχον, εἴτουν ἀνόητον, πρὸς ἀμφότερα γὰρ
ἐφ᾽ ἴσης ὁ μῦθος βλέπει. Ἀλλὰ τὸ μὲν ἄψυχον, νεκρόν ἐστι. Τὸ δὲ δίχα διανοίας
ἔμψυχον, κτῆνός ἐστιν, ὅπερ οὐδὲ αὐτὸς οὗτος ἀποφεύγει ὡς ἄτοπον, ἀφαιρούμενος
τῆς σαρκὸς ἐκείνης τὸ αὐτεξούσιον.
15

§2 Τοῦ αὐτοῦ ἐκ τοῦ κατηχητικοῦ λόγου. PG45.77C

Ἡ δὲ λογική τε καὶ νοερὰ φύσις, ἐὰν <τὸ> κατ’ ἐξουσίαν ἀπωθῆται, καὶ τὴν
χάριν τοῦ νοεροῦ συναπώλεσεν.
20

§3 Τοῦ ἁγίου Διαδόχου ἐπισκόπου Φωτικῆς PG65.1169A


ἐκ τοῦ ε´ κεφαλαίου τῶν ἀσκητικῶν αὐτοῦ.

Αὐτεξουσιός ἐστὶ ψυχῆς λογικῆς θέλησις, ἑτοίμως κινουμένη εἰς ὅπερ ἄν καὶ
25 θέλοι, ἥντινα περὶ μόνον τὸ καλὸν ἑτοίμως ἔχειν πείσωμεν.

§4 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου. PG26.1232D

Οὕτω μὲν οὖν Ἄρειος κατασκευάσας τὸν τοῦ Θεοῦ Λόγον κτιστὸν, οὐκ ἔγνω
30 πεποιηκὼς ἄλογον τὸν Πατέρα· πᾶν γὰρ, ᾧ φυσικῶς μὴ πρόσεστι λόγος, ἄλογον
φύσει πάντως ἐστίν. Ἔπειτα ψυχῆς νοερᾶς ἐστερημένην αὐτῷ σάρκα διδοὺς, φύσει
παθητὸν αὐτὸν δείκνυσι καὶ θνητὸν καὶ τὸ πάθος ἀκούσιον, ὡς τῆς μηδὲν ἐχούσης
ἑκούσιον ἀψύχου σαρκὸς κινητικόν. Ἡ γὰρ ἀνόητος σὰρξ πάσης ἠλλοτρίωται κατὰ
φύσιν θελήσεως, εἴπερ οὐδέν ἐστι θέλησις ἢ νοῦς περί τι κινούμενος, ἢ ψυχῆς νοερᾶς
35 αὐτεξούσιος κίνησις, ἧς γυμνῶν τοῦ Κυρίου τὴν |414 σάρκα, πτηνοῦ τινος ἢ χερσαίου
ἢ νηκτοῦ ζῴου ταύτην πεποίηται, καὶ σαφέστερον εἰπεῖν, οὐδὲ τούτων τινὸς, εἴπερ
οὐδενὸς ζῴου ψυχῆς ἐστέρηται σάρξ.

§5 Ἀμφιλοχίου Ἰκονίου ἐκ τῆς πρὸς Παγχάριον διάκονον Σίδης δογματικῆς PG39.113D


40 ἐπιστολῆς, ἧς ἡ ἀρχή· ᾜσθην ἐπί σοι, δοκιμώτατε.

Ἀσεβὴς ὄντως ἐστὶ καὶ τῆς ἀληθείας ἀλλότριος ὁ μὴ λέγων τὸν Χριστὸν τὸν
Σωτῆρα τῶν ὅλων καὶ ποιητὴν κατ’ ἄμφω τὰ ἐξ ὥν ἐστι φύσει αὐτεξούσιον καὶ ἐν
ἐνεργεῖν πάσης ἀνάγκης ἐλεύθερον.
45

11: εἴτουν : ἤτουν Α. 30 : ᾧ : ὃ Α.


39: Ἰκονίου : Εἰκονίου A.
414 | 415 Κεφάλαιον Μ´ 199

§6 Ἐπιφανίου Κύπρου ἐκ τοῦ περὶ πίστεως λόγου.

Καὶ ἵνα δείξῃ, ὅτι μεσίτης ἐστὶ Θεοῦ καὶ ἀνθρώπων τὰ ἀμφότερα ἔχων, ἐξ 1Tim 2.5
ἀνθρώπων μὲν τὴν σάρκα, ἐκ δὲ Πατρὸς τὴν ἀόρατον οὐσίαν, λαλεῖ μὲν ὡς Θεὸς τὰ
5 θεῖα καὶ θεοπρεπῆ, ὡς δὲ ἄνθρωπος ὁ αὐτὸς τὰ ἀνθρώπινα καὶ ἀνθρωποπρεπῆ, ἔχων
ἐν ἀμφοτέροις τὴν ἐξουσίαν φυσικῶς καὶ οὐσιωδῶς, ἀσυγχύτως καὶ ἀδιαιρέτως,
θεϊκῶς τε καὶ ἀνθρωπίνως.

§7 Ἐκ τοῦ προσφωνητικοῦ τῆς ἁγίας καὶ οἰκουμενικῆς ς’ συνόδου


10 πρὸς τὸν εὐσεβέστατον Κωνσταντῖνον.

Εἰ γὰρ ἀθέλητόν τε καὶ ἀνενέργητον τὴν ἀνθρωπίνην τοῦ Κυρίου φύσιν λέγειν
παρήσωμεν, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι σέσωσται; Οὐδὲν γὰρ συνίστησιν
ἕτερον τῆς ἀνθρωπίνης οὐσίας τὴν τελειότητα, εἰ μήτοιγε τὸ οὐσιῶδες θέλημα, δι’
15 οὗ καὶ ἡ τῆς αὐτεξουσιότητος ἐν ἡμῖν χαρακτηρίζεται δύναμις. Οὕτως ἐχέτω καὶ ἡ
οὐσιώδης ἐνέργεια. |415

§8 Τοῦ μακαρίου ἀββᾶ Μαξίμου.

20 Ἄνουν καὶ ἄλογον αὐτὸν ἀποφαίνουσιν, ὡς τῆς ἡμετέρας γνώρισμα λογικῆς καὶ
νοερᾶς οὐσίας, φημὶ δὴ τὴν κατὰ φύσιν αὐτεξούσιον θέλησιν, ἀκυροῦντες αὐτοῦ καὶ
ἀποσκευάζοντες.

§9 Τοῦ ἁγίου Ἱππολύτου.


25

Ἐνέργεια φυσικὴ τῆς νοερᾶς ἐστι ψυχῆς, ἡ κατὰ φύσιν αὐτῆς αὐτοκίνητος καὶ
πρώτη δύναμις, ἤγουν ὁ ἀεικίνητος λόγος φυσικῶς αὐτῆς πηγαζόμενος.

§ 10 Τοῦ ὁσίου Κλήμεντος τοῦ Στρωματέως. PG9.752A


30

Θέλησίς ἐστι φυσικὴ, αὐτοκράτορος νοῦ κίνησις αὐτεξούσιος.


Θέλησίς ἐστι φυσικὴ, νοῦς περί τι αὐθαιρέτως κινούμενος.
Αὐτεξουσιότης ἐστὶ, νοῦς κατὰ φύσιν κινούμενος.

35 § 11 Πολλαὶ τοῖς βουλομένοις ἀποδείξεις ἔκ τε τῆς Παλαιᾶς καὶ Καινῆς προκείσονται,


ὅτι Θεὸς καὶ Κύριος ὁ Χριστὸς, ἐκ Θεοῦ Πατρὸς Υἱὸς ὁμοούσιος,
οὐ κατά τι κτιστὸν, οὐδὲ δοῦλος ὡς τὰ κτίσματα.

Τοῦ Δαυίδ·
40 Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου.
Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· Κύριος ὄνομα αὐτῷ. Ps 109.1
Ps 67.5
Ἡσαΐου·
Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ
45 καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς
ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Is 9.6
Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ
Ἐμμανουήλ. Is 7.14

14 : μήτοιγε : μήτιγε Α.
415 | 417 Κεφάλαιον Μ´ 200

Τοῦ εὐαγγελίου·
Καὶ, εἶπεν Ἐλισάβετ· Πόθεν μοι τοῦτο, ἵνα ἡ |416 μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός
με; Lk 1.43
Συμεών· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, καὶ τὰ ἑξῆς. Lk 2.29
5 Ἰωάννης ὁ πρόδρομος· Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Jn 1.29
Ναθαναήλ· Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Jn 1.50
Πέτρος· Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Mt 16.16
Ἰωάννης ὁ θεολόγος· Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε, ὅτι Ἰησοῦς ἐστιν ὁ
Χριστός, ὁ Ὑἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἵνα πιστεύοντες ζωὴν αἰώνιον ἔχητε ἐν τῷ
10 ὀνόματι αὐτοῦ. Jn 20.31
Οἱ ἀπόστολοι πρὸς τὸν Θωμᾶν· Ἑωράκαμεν τὸν Κύριον. Jn 20.25
Καὶ Θωμᾶς φησιν· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Jn 20.28
Ὁ Κύριος πρὸς τοὺς μαθητάς φησιν· Ὑμεῖς φωνεῖτέ με· ὁ Κύριος καὶ ὁ Διδάσκαλος,
καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Jn 13.13
15

Τοῦ ἀποστόλου·
Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, δηλονότι τοῦ Heb 1.3
Πατρός.
Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ
20 νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅτι δέ ἐστε
υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κρᾶζον·
Ἀββᾶ ὁ Πατήρ· ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός. Gal 4.4-7

Εἰ τοίνυν ἡμεῖς χάριτι πρὸς υἱοθεσίαν καλούμενοι οὐκέτι δοῦλοί ἐσμεν, πῶς τινες
25 οὐ φρίττουσι τὸν δι’ οὗ τὴν ἐλευθερίαν ἐλάβομεν, ὁπωσοῦν εἰς δούλου κατάγοντες
τάξιν;

§ 12 Γρηγορίου τοῦ θεολόγον ἐκ τῶν ἐπῶν Περὶ Υἱοῦ. |417 PG37.405A

30 Τίς δὲ λόγος, σε μὲν ἔνθεν ἀφορμηθέντα, φέριστε,


τοῖς Χριστοῦ παθέεσσι Θεὸν μετέπειτα γενέσθαι,
τὸν δ᾽ ὑπὸ δεσμὰ φέρειν καὶ σὸν καλέσειν ὁμόδουλον
δουλοσύνης γεράεσσι τιμώμενον ἀντὶ θέοιο.

35

40

45

14 : λέγετε : λέγε A.
417 | 418 Κεφάλαιον ΜΑ´ 201

Κεφάλαιον ΜΑ´.

Χρήσεις θεοστυγῶν αἱρετικῶν, ὧν ὁμόφρονές εἰσιν


οἱ μίαν ἐνέργειαν καὶ θέλησιν ὁμολογοῦντες ἐπὶ Χριστοῦ τοῦ Θεοῦ.
5

§1 Ἐβίωνος ἐκ τῆς περὶ προφητῶν ἐξηγήσεως.

Κατ’ ἐπαγγελίαν μέγας καὶ ἐκλεκτὸς προφήτης ἐστὶν Ἰησοῦς ὡς μεσίτης καὶ
νομοθέτης τῆς κρείττονος διαθήκης γενόμενος, ὅστις ἑαυτὸν ἱερουργήσας ὑπὲρ
10 πάντων, μίαν ἐφάνη καὶ θέλησιν καὶ ἐνέργειαν ἔχων πρὸς τὸν Θεὸν, θέλων ὥσπερ ὁ
Θεὸς, Πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τῆς δι’ αὐτοῦ 1Tim 2.4
τῷ κόσμῳ δι’ ὧν εἰργάσατο φανερωθείσης.

§2 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐξηγήσεως.


15

Σχέσει γὰρ τῇ κατὰ δικαιοσύνην καὶ πόθῳ τῷ κατὰ φιλανθρωπίαν συναφθεὶς


τῷ Θεῷ, οὐδὲν ἔσχεν μεμερισμένον πρὸς τὸν Θεὸν διὰ τὸ μίαν αὐτοῦ καὶ τοῦ Θεοῦ
γενέσθαι τὴν θέλησιν καὶ τὴν ἐνέργειαν τῶν ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων ἀγαθῶν.

20 §3 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐξηγήσεως.

Εἰ γὰρ ἠθέλησεν αὐτὸς Θεὸς σταυρωθῆναι καὶ κατεδέξατο λέγων, Μὴ τὸ ἐμὸν,


ἀλλὰ τὸ σὸν γενέσθω θέλημα, δῆλον ὅτι μίαν ἔσχεν μετὰ τοῦ Θεοῦ τὴν θέλησιν καὶ Lk 22.42
τὴν πρᾶξιν, |418 ἐκεῖνο θελήσας καὶ πράξας, ὅπερ ἔδοξε τῷ Θεῷ.
25

§4 Παύλου Σαμοσατέως ἐκ τῶν αὐτοῦ πρὸς Σαβῖνον λόγων.

Τῷ ἁγίῳ Πνεύματι χρισθεὶς προσηγορεύθη Χριστὸς, πάσχων κατὰ φύσιν,


θαυματουργῶν κατὰ χάριν. Τῷ γὰρ ἀτρέπτῳ τῆς γνώμης ὁμοιωθεὶς τῷ Θεῷ καὶ
30 μείνας καθαρὸς ἁμαρτίας, ἡνώθη αὐτῷ καὶ ἐνηργήθη ποιεῖσθαι τὴν τῶν θαυμάτων
δυναστείαν, ἐξ ὧν μίαν αὐτῷ καὶ τὴν αὐτὴν πρὸς τῇ θελήσει ἐνέργειαν ἔχων, δειχθεὶς
λυτρωτὴς τοῦ γένους καὶ Σωτὴρ ἐχρημάτισεν.

§5 Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν.


35

Αἱ διάφοροι φύσεις καὶ τὰ διάφορα πρόσωπα ἕνα καὶ μόνον ἑνώσεως ἔχουσι
τρόπον, τὴν κατὰ τὴν θέλησιν σύμβασιν, ἐξ ἧς ἡ κατ’ ἐνέργειαν ἐπὶ τῶν οὕτως συμ–
βαθέντων ἀλλήλοις ἀναφαίνεται μονάς.

40 §6 Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν.

Ἅγιος καὶ δίκαιος γέγονεν ἡμῶν ὁ Σωτὴρ ἀγῶνι καὶ πόνῳ τῆς τοῦ προπάτορος
ἡμῶν κρατήσας ἁμαρτίας, οἷς κατορθώσας τὴν ἀρετὴν, συνήφθη τῷ Θεῷ, μίαν καὶ
τὴν αὐτὴν πρὸς αὐτὸν βούλησιν καὶ ἐνέργειαν ταῖς τῶν ἀγαθῶν προκοπαῖς ἐσχηκὼς,
45 ἣν ἀδιαίρετον φυλάξας τὸ ὄνομα κληροῦται τὸ ὑπὲρ πᾶν ὄνομα, στοργῆς ἔπαθλον Phil 2.9
αὐτῷ χαρισθέν.

8 : Ἰησοῦς ὡς : ἴσως Α. 11 : ἐλθεῖν : ἐστιν Α.


418 | 420 Κεφάλαιον ΜΑ´ 202

§7 Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν.

Μὴ θαυμάσῃς, ὅτι μίαν μετὰ τοῦ Θεοῦ τὴν θέλησιν ἔσχεν ὁ Σωτήρ· ὥσπερ γὰρ
ἡ φύσις μίαν τῶν πολλῶν καὶ τὴν αὐτὴν ὑπάρχουσαν φανεροῖ τὴν οὐσίαν, οὕτως ἡ
5 σχέσις τῆς ἀγάπης μίαν τῶν |419 πολλῶν καὶ τὴν αὐτὴν ἐργάζεται θέλησιν διὰ μιᾶς
καὶ τῆς αὐτῆς φανερουμένης εὐαρεστήσεως.

§8 Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν.

10 Τὰ κρατούμενα τῷ λόγῳ τῆς φύσεως οὐκ ἔχουσιν ἔπαινον, τὰ δὲ σχέσει φιλίας


κρατούμενα ὑπεραινετὰ, μιᾷ καὶ τῇ αὐτῇ γνώμῃ κρατούμενα, διὰ μιᾶς καὶ τῆς αὐτῆς
ἐνεργείας βεβαιούμενα, καὶ τῆς κατ’ ἐπαύξησιν οὐδέποτε παυομένης κινήσεως, καθ’
ἣν τῷ Θεῷ συναφθεὶς ὁ Σωτὴρ, οὐδέποτε δέχεται μερισμὸν εἰς τοὺς αἰῶνας, μιάν
αὐτῷ καὶ τὴν αὐτὴν ἔχων θέλησιν καὶ ἐνέργειαν ἀεὶ κινουμένην τῇ φανερώσει τῶν
15 ἀγαθῶν.

§9 Νεστορίου Κωνσταντινουπόλεως ἐξ ὧν ἐσκέψατο κεφαλαίων.

Τῷ κατ’ οὐσίαν λόγῳ φύσει φύσις οὐχ ἑνοῦται χωρὶς ἀφανισμοῦ· οὐκέτι γὰρ
20 αὐταῖς σώζεται ὁ τοῦ πῶς εἶναι λόγος. Ἡ δὲ κατὰ τὴν θέλησιν ἕνωσις καὶ τὴν ἐνέργειαν
ἀτρέπτους αὐτὰς τηρεῖ καὶ ἀδιαιρέτους, μίαν αὐτῶν δεικνῦσα πεποιημένην τὴν
θέλησιν καὶ τὴν ἐνέργειαν, αἷς ὁ κατὰ τὴν ἀντένδειξιν αὐταῖς μυστικῶς διαδείκνυται
λόγος.

25 § 10 Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν.

Ἡ καθ’ ὑπόστασιν καὶ φύσιν ἕνωσις ξένον ἐπάγεται πρὸς τὸ τοῦ Χριστοῦ
μυστήριον τὸν λόγον· οὐ γὰρ ἐπιδέχεται σύνθεσιν θεότης εἰς ἐτέρας ὑπόστασιν
φύσεως. Ἡ δὲ κατ’ εὐδοκίαν ἕνωσις, μίαν τῶν ἡνωμένων ἀποσώζουσα θέλησιν καὶ
30 ἐνέργειαν, ἀντενδείκνυσθαι τοῦ μὴ φαι |420 νομένου ποιεῖ τὸ φαινόμενον.

§ 11 Θεοδώρου Μομψουεστίας ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς.

Ἡ κατ’ εὐδοκίαν τῶν φύσεων ἕνωσις μίαν ἀμφοτέρων τῷ τῆς ὁμωνυμίας


35 λόγῳ ἐργάζεται τὴν προσηγορίαν, τὴν θέλησιν, τὴν ἐνέργειαν, τὴν αὐθεντίαν, τὴν
δυναστείαν, τὴν δεσποτείαν, τὴν ἀξίαν, τὴν ἐξουσίαν, μηδενὶ τρόπῳ διαιρουμένην,
ἑνὸς ἀμφοτέρων κατ’ αὐτὴν προσώπου καὶ γενομένου καὶ λεγομένου.

§ 12 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς <ἐπιστολῆς>.


40

Καὶ τί δεῖ πολλὰ λέγειν; Ὁ τῆς κατ’ οὐσίαν ἑνώσεως ἐπὶ μόνων τῶν ὁμοουσίων
ἠλήθευται λόγος, ἐπὶ δὲ τῶν ἐτεροουσίων διέψευσται, συγχύσεως εἶναι καθαρὸς
οὐ δυνάμενος. Ὁ δὲ τῆς κατ’ εὐδοκίαν ἑνώσεως τρόπος ἀσυγχύτους φυλάττων τὰς
φύσεις καὶ ἀδιαιρέτους, ἓν ἀμφοτέρων τὸ πρόσωπον δείκνυσιν καὶ μίαν τὴν θέλησιν
45 καὶ μίαν τὴν ἐνέργειαν μετὰ τῆς ἑπομένης τούτοις μιᾶς αὐθεντίας καὶ δεσποτείας.
420 | 422 Κεφάλαιον ΜΑ´ 203

§ 13 Μοντανοῦ ἐκ τῶν ᾠδῶν.

Μίαν ὁ Χριστὸς ἔχει τὴν φύσιν καὶ τὴν ἐνέργειαν καὶ πρὸ τῆς σαρκὸς καὶ μετὰ
τῆς σαρκὸς, ἵνα μὴ διάφορος γένηται, ἀνόμοια καὶ διάφορα πράττων.
5

§ 14 Μάνου Πέρσου ἐκ τῆς πρὸς Ζεβινᾶν αὐτοῦ ἐπιστολῆς.

Μία τοῦ φωτός ἐστιν ἁπλῆ καὶ ἀπαθὴς ἡ φύσις καὶ μία αὐτοῦ ἡ ἐνέργεια. Τὸ
φῶς γὰρ ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. |421 Οὐ γὰρ οὐσίας Jn 1.5
10 ἥψατο σαρκὸς, ἀλλ’ ὁμοιώματι καὶ σχήματι τῆς σαρκὸς ἐσκιάσθη, ἵνα μὴ κρατηθῇ
διὰ τῆς οὐσίας τῆς σαρκὸς καὶ πάθῃ καὶ φθαρῇ, τῆς σκοτίας φθειρούσης αὐτοῦ τὴν
ἐνέργειαν τὴν φωτεινήν. Πῶς οὖν ἔπαθεν, μήτε τῆς σκιᾶς κρατουμένης, μήτε τῆς
ἐνεργείας αὐτοῦ σκοτισθείσης;

15 § 15 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς.

Ἁπλῆ φύσις οὐκ ἀποθνῄσκει καὶ σκιὰ σαρκὸς οὐ σταυροῦται. Μίαν οὖν ἔχον
ἔμεινεν τὴν φύσιν καὶ τὴν ἐνέργειαν τὸ φῶς μηδὲν παθοῦσαν τῷ ἐπισκιάσματι τῆς
σαρκὸς οὐκ ἔχοντι φύσιν κρατουμένην.
20

§ 16 Ἀπολιναρίου Λαοδικείας ἐκ τοῦ πρὸς Ἰουλιανὸν τὸν ἑαυτοῦ μαθητὴν λόγου.

Δακτύλῳ γλύφουσι πέτραν οἱ δύο νόας ἐπὶ Χριστοῦ δογματίζοντες, θεῖόν φημι
καὶ ἀνθρώπινον. Εἰ γὰρ πᾶς νοῦς αὐτοκράτωρ ἐστὶν ἰδικῷ θελήματι κατὰ φύσιν
25 κινούμενος, ἀδύνατόν ἐστιν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ δύο τοὺς τἀναντία θέλοντας
ἀλλήλοις συνυπάρχειν, ἑκατέρου τὸ θεληθὲν ἑαυτῷ καθ’ ὁρμὴν αὐτοκίνητον
ἐνεργοῦντος.

§ 17 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου.


30

Οὐδὲ τοῦτο συνιδεῖν ἠδυνήθησαν, καίτοι πᾶσιν ὂν καταφανὲς, ὅτι ὁ μὲν


θεῖος νοῦς αὐτοκίνητός ἐστι καὶ ταυτοκίνητος, ἄτρεπτος γάρ· ὁ δὲ ἀνθρώπινος
αὐτοκίνητος μὲν, οὐ ταυτοκίνητος δὲ, |422 τρεπτὸς γάρ· καὶ ὅτιπερ ἀτρέπτῳ νῷ
τρεπτὸς οὐ μίγνυται νοῦς εἰς ἑνὸς ὑποκειμένου σύστασιν. Στασιασθήσεται τοῖς τῶν
35 ἐξ ὧν ἐστι διελκόμενος ἐναντίοις θελήμασιν. Δι’ ἣν αἰτίαν ἡμεῖς ἕνα τὸν Χριστὸν
ὁμολογοῦμεν καὶ μίαν ὡς ἑνὸς αὐτοῦ τήν τε φύσιν καὶ τὴν θέλησιν καὶ τὴν ἐνέργειαν
προσκυνοῦμεν, θαύμασιν ὁμοῦ καὶ παθήμασι σώζουσαν.

§ 18 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου.


40

Οἱ γὰρ λέγοντες ἕνα τὸν Χριστὸν, καὶ δύο φύσεις αὐτοῦ νοερὰς αὐτοτελεῖς
κατηγοροῦντες, οὐκ ἴσασιν αὐτὸν σάρκα γενόμενον Λόγον καὶ μείναντα τῆς
φυσικῆς αὐτοῦ μονάδος ἐντὸς, ἐκφέροντες αὐτὸν εἰς ἀνομοίους φύσεις, καὶ θελήσεις
καὶ ἐνεργείας τεμνόμενον.
45

11 : σκοτίας : σκοτείας Α. 17 : ἔχον : ἔχων Α.


422 | 424 Κεφάλαιον ΜΑ´ 204

§ 19 Ἰουλιανοῦ μαθητοῦ Ἀπολιναρίου πρὸς Πολέμωνα συμμαθητήν.

Ἐκ κινητικοῦ καὶ ἀκινήτου, ἐνεργητικοῦ τε καὶ παθητικοῦ τὸν Χριστὸν εἶναι μίαν
οὐσίαν καὶ φύσιν σύνθετον ἑνί τε καὶ μόνῳ κινουμένην θελήματι καὶ μιᾷ ἐνεργείᾳ τά
5 τε θαύματα πεποιηκέναι καὶ τὰ πάθη, μόνος καὶ πρῶτος ὁ πατὴρ ἡμῶν Ἀπολινάριος
ἐφθέγξατο, τὸ κεκρυμμένον πᾶσι καταφωτίσας μυστήριον, ὡς ἓν καὶ μόνον οὐσίας
μονάδι τιμήσας και φύσεως καὶ τοὺς κομψείᾳ λόγων αὐτὸ διαιροῦντας ἀλλοτρίους
τῆς ἐν αὐτῷ κεκρυμμένης σοφίας ἀποδείξας.

10 § 20 Ἐκ τῆς Πολέμωνος πρὸς Ἰουλιανὸν ἐπιστολῆς.

Οἱ τὸν Ἀθανάσιον ἐπὶ γνώσει θαυμάσαντες, Βασιλείου τε καὶ Γρηγορίου


εὐγλωττίᾳ κατηδονευθέντες, τῷ τῆς διαιρέσεως κατεπόθησαν χάσματι, |423 σὺν
ἐκείνοις τὸν ἕνα Χριστὸν, ἤγουν τὴν συντεθεῖσαν σαρκὶ μίαν τοῦ Λόγου φύσιν,
15 δύο φύσεις ἔχειν νοερὰς αὐτοκινήτους καὶ δύο θελήσεις καὶ τοσαύτας ἐνεργείας
ἀποφηνάμενοι, μὴ σκοπήσαντες, ὅτι ἡ μία φύσις οὐδέποτε γίνεται διφυὴς, οὔτε
δυάδι κατατέμνεται θελημάτων πρὸς ἀνομοίους ἐνεργητικὰς ἐκφερομένη κινήσεις.
Ἀλλ’ εἴπερ εἷς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, μία πάντως αὐτοῦ ὡς ἑνὸς καὶ ἡ φύσις καὶ ἡ
θέλησις καὶ ἡ τῶν θαυμάτων τε καὶ παθημάτων ἐνεργητικὴ καθέστηκε κίνησις.
20

§ 21 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς <ἐπιστολῆς>.

Ἔλαθεν γὰρ αὐτοὺς, ὅτιπερ ἑνουμένη δυὰς, οὐ μένει δυάς· εἰ δὲ μένει δυὰς,
ἐκ δυάδος αὐτοῖς ὁ Χριστὸς ἔσται δυὰς, ὅπερ ἀνόητον· εἰ δὲ καὶ θελημάτων δυάδι
25 μερίζεται καὶ ἐνεργειῶν, ἔτι ἀνοητότερον. Τῆς γὰρ τῶν φύσεων δυάδος οὔσης
νοερᾶς, ἐξ ἀνάγκης καὶ θελημάτων αὐτῇ συνεισαχθήσεται δυάς· οὐ γάρ ἐστι νοῦς
ἀθελής.

§ 22 Εὐνομίου Βεροίης Θρᾴκης ἐκ τῆς πρὸς Ζώσιμον ἐπιστολῆς.


30

Οὐ γέγονεν διφυὴς ἡ θέλησις σαρκωθεὶς ὁ Λόγος κατὰ τὴν τῶν Αἰγυπτίων καὶ
Καππαδοκῶν καὶ Ῥωμαίων ταυτονομίαν, ἀλλὰ σύνθετος. Οὐ γὰρ ποσότητι φύσεων
ἐπηυξήθη σαρκωθεὶς, ἐξ ἁπλοῦ γέγονε σύνθετος, τῆς οἰκείας φυσικῆς κατ’ οὐδένα
τρόπον μονάδος ἐκστάς. Εἰ δὲ ταύτης οὐχ ὑπέμεινεν ἔκστασιν, μίαν αὐτοῦ δὴ σαφῶς
35 ὡς ἑνὸς τήν τε φύσιν καὶ τὴν θέλησιν καὶ τὴν ἐνέργειαν μεγάλῃ κηρύττομεν τῇ
φωνῇ. |424

§ 23 Σευήρου Ἀντιοχείας ἐκ τῆς πρὸς Ἰωάννην τὸν ἡγούμενον γ´ ἐπιστολῆς.

40 Ἡμεῖς, καθὼς ἤδη φθάσαντες ἐν ἄλλοις διὰ πλάτους γεγραφήκαμεν,


τὴν φωνὴν τοῦ πανσόφου Διονυσίου τοῦ Ἀρεοπαγίτου τὴν λέγουσαν, Ἀλλ᾽
ἀνδρωθέντος Θεοῦ καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος, μίαν PG3.1072B
ἐνοήσαμεν σύνθετον καὶ νοοῦμεν, ἑτέρως ἡμῖν νοηθῆναι μὴ δυναμένην, ὡς πάσης
ἔχουσαν δυάδος ἀπέμφασιν, καὶ τὸν ἀνδρωθέντα Θεὸν τὸν ταύτην καινοπρεπῶς
45 πεπολιτευμένον μίαν ὁμολογοῦμεν φύσιν τε καὶ ὑπόστασιν θεανδρικὴν, ὥσπερ
καὶ τὴν μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Ὁ γὰρ τῆς οἰκονομίας λόγος
καινοτομήσας τὰς φύσεις συνεκαινοτόμησεν αὐταῖς καὶ τὰς προσηγορίας. Ἕως ἂν
οὖν εἷς ἐστιν ὁ Χριστὸς, μίαν ὡς ἑνὸς αὐτοῦ τήν τε φύσιν καὶ τὴν ὑπόστασιν καὶ τὴν

7 : κομψείᾳ : κομψίᾳ Α. 29 : Βεροίης : Βερύης Α.


44 : τὸν ταύτην : τὸ ταύτην Α.
424 | 426 Κεφάλαιον ΜΑ´ 205

ἐνέργειαν σύνθετον ἐπ’ ὄρους ὑψηλοῦ, τὸ δὴ λεγόμενον, ἀναβάντες κηρύττομεν, Is 40.9


ἀναθεματίζοντες καὶ πάντας τοὺς ἐπ’ αὐτοῦ μετὰ τὴν ἕνωσιν δυάδα φύσεων καὶ
ἐνεργειῶν δογματίζοντας.

5 § 24 Καὶ μετ’ ὀλίγα·

Ἀκόλουθον οὖν ἐστι, συνθέτου νοουμένης ἡμῖν καὶ μιᾶς τῆς θεανδρικῆς
ἐνεργείας, τοιαύτην εἶναί τε καὶ λέγεσθαι καὶ τὴν τοῦ ταύτην προφέροντος φύσιν
τε καὶ ὑπόστασιν, ὡς ἂν μηδὲν ἔχοι κατὰ τὴν ἐνέργειαν πρὸς τὴν ἑαυτοῦ φύσιν
10 ἀπεοικός.

§ 25 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τὸν ἰατρὸν Προσδόκιον ἐπιστολῆς.

Ἡ σύνοδος Χαλκηδόνος καὶ Λέων ὁ τῶν Ῥωμαίων ἡγησάμενος ἐκκλησίας, δύο


15 φύσεις ἐπὶ |425 Χριστοῦ καὶ δύο τούτων ἐνεργείας ὁρισάμενοι μετὰ τὴν ἄφραστον
ἕνωσιν, δικαίως ἀναθεματιζέσθωσαν ὡς τὸν ἕνα Χριστὸν εἰς δύο πρόσωπα κατα-
μερίσαντες· οὐ γὰρ ἐνεργεῖ ποτε φύσις οὐχ ὑφεστῶσα.

§ 26 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς <ἐπιστολῆς>.


20

Εἰ δὲ τῆς οἰκείας διαιρέσεως ποιοῦνται πρόφασιν τοὺς ἁγίους πατέρας,


δύο φύσεις ἐπὶ Χριστοῦ καὶ δύο τούτων φυσικὰς ἐνεργείας εἰρηκότας καὶ δυάδα
θελημάτων, τολμηρῶς ἡμῖν ὁριζέσθωσαν, ἐπεὶ καὶ τοῦτο φανερῶς εἰρήκασιν οἱ
πατέρες. Ἐκεῖνοι γὰρ πρὸς τὴν Ἀρείου κτισματολατρείαν ἀράμενοι τὴν μάχην,
25 πολλαῖς ἐχρήσαντο φωναῖς, ἃς οὐ δεῖ προφέρεσθαι νῦν ὡς ἀλυσιτελεῐς τοῖς
τὸ μυστήριον διαγυμνάζουσιν τῆς ἀπορρήτου σαρκώσεως, ἐφ’ οὗ τὸ δυϊκὸν
δογματίζεσθαι οἱ μετὰ ταῦτα παντελῶς ἀπηγόρευσαν, ἑκάστῳ νοήματι προσφόρως
ἐπινοεῖσθαι φωνὰς ἐκδιδάξαντες.

30 § 27 Ἀετίου Ἀρειανοῦ.

Ἀθανάσιος ὁ Αἰγύπτιος ἀγωνιζόμενος ταὐτὸν δεῖξαι τῷ Πατρὶ κατ’ οὐσίαν τὸν


Υἱὸν, δύο φύσεις αὐτῷ καὶ δύο θελήσεις καὶ δύο ἐνεργείας ἐπεγράψατο, σκαιῶς
ἀγνοήσας, ὡς αὐτὸν ἑαυτῷ δυσσεβῶς ἐναντιοκίνητον ἔδειξεν· διχὰς γὰρ πᾶσα δυάς.
35 Τὴν αὐτὴν δὲ νόσον αὐτῷ καὶ πάντες οἱ τῷ ὁμοουσίῳ προσθέμενοι ἀπηγάγοντο.

§ 28 Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σκεμμάτων.

Φύσει μόνος δημιουργὸς ὁ Πατήρ· οὐ γὰρ ἐξ ἄλλου τοῦτο λαβὼν ἔχει δοτόν.
40 Θέσει μόνος δη |426 μιουργὸς ὁ Υἱός· ἐκ τοῦ Πατρὸς γὰρ τοῦτο λαβὼν ἔχει δοτόν.
Πάντα γὰρ ἐδόθη μοι παρὰ τοῦ Πατρός μου, καὶ ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ Mt 11.27
καὶ ἐπὶ γῆς. Εἰ δὲ θέσει δημιουργὸς, φύσει παθητός· παθητὸν γὰρ ἅπαν τὸ μὴ Mt 28.18
φύσει δημιουργόν. Εἰ δὲ φύσει παθητὸς, καὶ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν ἔχει
πάσχουσαν· οὐδὲν γὰρ ἀπαθὲς ἔχει τὸ φύσει παθητόν.
45

§ 29 Τοῦ αὐτοῦ.

Οὐκ ἦν, εἰ μὴ γέγονεν, ὁ Υἱὸς, καὶ εἰ μὴ γέγονεν, οὐκ ἐγεννήθη· οὐ γὰρ ἔστιν
426 | 428 Κεφάλαιον ΜΑ´ 206

ἀγένητος γέννησις. Εἰ δὲ γεγέννηται γεγονὼς ὁ Υἱὸς, οὐ ταὐτὸν τῷ Πατρὶ, μηδέτερον


τούτων ὄντι φυσικῶς· εἰ δὲ μὴ ταὐτὸν, ἕτερον τὴν φύσιν· <εἰ δὲ τὴν φύσιν,> καὶ τὴν
θέλησιν δηλονότι καὶ τὴν ἐνέργειαν. Οὐ γὰρ ὃ θέλω, Πάτερ, ἀλλ’ εἴ τι σὺ, καὶ ὅσα Mk 14.36
βλέπω τὸν Πατέρα ποιοῦντα, ὁμοίως ποιῶ· ὅπερ ἐστὶν μιμήσεως, ἀλλ’ οὐ φύσεως. Jn 5.19
5

§ 30 Τοῦ αὐτοῦ.

Εἰ σὰρξ γενόμενος ὁ Λόγος, τὴν φύσιν γέγονε σύνθετος, οὐκ ἂν τοῦτο γεγονὼς,
εἰ φύσει συνθέσεως ἦν ἀνεπίδεκτος· εἰ δὲ τὴν φύσιν γέγονε σύνθετος, δηλονότι καὶ
10 τὴν βούλησιν καὶ τὴν ἐνέργειαν· πῶς οὖν ταὐτὸν τῷ Πατρὶ, τῷ κατ’ οὐδένα λόγον
ἐπιδεχομένῳ σύνθεσιν ὁ πεφηνὼς ταύτης δεκτικός;

§ 31 Τοῦ αὐτοῦ.

15 Εἰ μόνος ἐστὶν, ὡς εἷς φύσει ἀλλ’ οὐκ ἀριθμῷ, ὁ Υἱὸς, μία αὐτοῦ ἡ φύσις ἐστὶ καὶ
ἡ βούλησις καὶ ἡ ἐνέργεια. Ἐν δὲ μιᾷ δύο ποτ’ ἂν οὐ γενήσεται φύσεις, κἂν γέγονε
σὰρξ, ἐπεὶ τοῦ φύσει μόνος Υἱὸς εἶναι σαφῶς διαπέπτωκεν. |427

§ 32 Εὐνομίου ἐκ τῆς πρὸς Ζώσιμον <ἐπιστολῆς>.


20

Ἑνὶ δὲ λόγῳ τὸ ζητούμενον εἰπεῖν, ἐξ αὐτοκινήτων οὐ γίνεται σύνθεσις· ἰδικὴν


γὰρ ἑκατέρων ὡς νοερὰν τὴν ἐκ φύσεως ἐπάγει θέλησιν, κατ’ ἐξουσίαν περὶ τὸ δοκοῦν
ἐνεργουμένην. Πῶς οὖν σύνθεσις ἐναντίοις ἐκ φύσεως διασπωμένη θελήμασι πρὸς
ἀνομοίους ἐνεργείας;
25

§ 33 Εἰρηναίου Ἁρπάσου ἐξ ὧν ἔγραψε κατὰ τῆς ἐν Χαλκηδόνι Συνόδου καὶ τοῦ


ἁγίου Λέοντος, ἡνίκα τὸ Ζήνωνος ἐνωτικὸν προσεδέξατο.

Καὶ τάχα οὐδεὶς τῆς <ἐπαρχίας ἡμῶν, τάχα οὐδεὶς τῶν> ὑφ’ ἡλίῳ ἔχει βάπτισμα
30 ἢ χειροτονίαν, ὅσον τὸ ἐπ’ αὐτοῖς, ἐὰν μὴ νῦν, ὡς προεῖπον, ἀναθεματίσαντες
τοὺς ὀρθῶς ἡμῖν τὴν πίστιν παραδεδωκότας, μανίας ἄξια φθεγξώμεθα ῥήματα,
δοξάζοντες τὸν Κύριον ἡμῶν καὶ Θεὸν διπλοῦν καὶ διμερῆ καὶ δύο φύσεις ἔχοντα
καὶ δύο ἐνεργείας.

35 § 34 Κύρου ἐπισκόπου Τυάνης.

Τὰ μέντοιγε ἐν Χαλκηδόνι συναγωγῆς πονηρεύματα καὶ τὸν τῆς λυμῆς ἰὸν, ὃν


ὁ δυσσεβὴς ἀπέπτυσε Λέων κατὰ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως, ἔξω τῶν ἁγίων
ποιούμεθα τόπων, κοινῇ γε ψήφῳ τούς τε συνειλεγμένους ἐν Χαλκηδόνι καὶ τὰ
40 κακῶς ὑπ’ αὐτῶν πραχθέντα ἀμεταμελήτως καὶ τὴν τοῦ προέδρου τῶν Ῥωμαίων
ἐπιστολὴν τῷ ἴσῳ περιβάλλοντες ἀναθέματι.

§ 35 Τοῦ αὐτοῦ.

45 Τοὺς δὲ λέγοντας, ἐν δύο φύσεσι μετὰ τὴν ἄφραστον ἕνωσιν διῃρημέναις ἢ


ἡνωμέναις καὶ τούτων μορφαῖς τε καὶ ἰδιότησι καὶ διπλαῖς ἐνεργείαις ὁρίζεσθαι τὸν
σαρ |428 κωθέντα τοῦ Θεοῦ Λόγον τὸν Κύριον ἡμῶν καὶ Χριστὸν Ἰησοῦν ἐπιστάμεθα,
καὶ τούτους ἀναθεματίζομεν.

15 : φύσει : φύσιν Α. 17 : ἐπεὶ : ἐπὶ Α.


31 : φθεγξώμεθα : φθεγξόμεθα Α. 32 : διμερῆ : διαμερῆ Α.
39 : γε : τε Α.
428 | 429 Κεφάλαιον ΜΑ´ 207

§ 36 Ἰουλιανοῦ τοῦ Ἀλικαρνασέως ἀφθαρτοδοκητοῦ.

Εἴ τις μετὰ τὴν ἄφραστον καὶ ἀπερινόητον ἕνωσιν τολμήσει λέγειν δύο
φύσεις ἢ δύο οὐσίας ἢ δύο ἐνεργείας, ὡς δύο πρόσωπα λέγων καὶ δύο ὑποστάσεις,
5 ἀναθεματιζέσθω.

§ 37 Κολλούθου αἱρετικοῦ.

Ἕν ἐστι τὸ θέλημα τοῦ Χριστοῦ, κἂν ποτὲ μὲν θεϊκῶς, ποτὲ δὲ ἀνθρωπίνως
10 ἐκινεῖτο. Οὕτως ἄρα καὶ οὐκ ἄλλως καὶ μία τοῦ ἑνὸς ἡ γνῶσις.

§ 38 Θεμιστίου ἀγνοήτου.

Μία μὲν γὰρ ἡ γνῶσις ἐπὶ Χριστοῦ, καθάπερ καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια. Καὶ
15 γὰρ εἷς ἦν ὁ γινώσκων, ὥσπερ ἀμέλει τοι καὶ θέλων καὶ ἐνεργῶν.

§ 39 Τοῦ αὐτοῦ.

Ὅτι γάρ τοι καὶ ὁ μακάριος Σευῆρος περὶ Χριστοῦ λέγων, ὡς τὰ μὲν θεϊκῶς, τὰ
20 δὲ ἀνθρωπίνως ὁ αὐτὸς ἑνήργησεν, τὸ τῆς ἐνεργείας θεανδρικὸν οὐ μόνον, μέντοι
θεοπρεπὲς ὁμοίως δεῖξαι προῄρητο, καταθεάσασθαι ῥᾷον.

§ 40 Τοῦ αὐτοῦ.

25 Εἰ γὰρ μία τοῦ Λόγου θεανδρικὴ, καθὰ πολλάκις εἰρήκαμεν, ἐνέργειά τε καὶ
γνῶσις, πῶς μία καὶ μία νοοῖτο κατὰ μιαρὸν καὶ δύο μᾶλλον καὶ οὐ μία;

§ 41 Θεοδοσίου Ἀλεξανδρείας.

30 Ὡς λοιπὸν καὶ ἐνέργειαν εἶναι τοῦ συναμφοτέρου θεοπρεπῆ μίαν, ἐπειδὴ ἑνὸς
εἶναι καὶ τοῦ αὐτοῦ φαμεν τὰ θεοπρεπῆ πάντα καὶ ἀδιάβλητα πάθη.

§ 42 Σευήρου.

35 Κατὰ προσθήκην καὶ καινοτομίαν πίστιν ὡρίσατο |429 ἡ ἐν Χαλκηδόνι σύνοδος


καὶ διεῖλεν εἰς δύο τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα δι’ ἡμᾶς Θεὸν Λόγον καὶ
Κύριον Ἰησοῦν Χριστὸν τὸν Σωτῆρα τοῦ ἡμετέρου γένους καὶ λυτρωτὴν, ἐν δύο
φύσεσι γνωρίζεσθαι αὐτὸν πείσασα καὶ τοσαύτας τούτου ἐνεργείας ἢ ἰδιότητας
μετὰ τὴν ἀπερινόητον καὶ ἄφραστον ἕνωσιν, καὶ τὸν Λέοντος τοῦ τῆς Ῥωμαίων
40 ἐκκλησίας ἡγησαμένου τόμον προσήκατο, στήλην αὐτὸν ὀρθοδοξίας ἀποκαλέσασα.

§ 43 Θεοδώρου Πέρσου Νεστοριανοῦ.

Ἓν μὲν οὖν τὸ ἀξίωμα τοῦ βασιλέως, μία δὲ ἀμφοῖν ἡ ἐνέργεια.


45

12 : Ἀγνοήτου : Ἀγνοΐτου Α. 38 : τοσαύτας τούτου : τούτων Α.


40 : ἀποκαλέσασα : ἀποκαλέσας Α.
429 Κεφάλαιον ΜΑ´ 208

§ 44 Καὶ μεθ’ ἕτερα·

Ἐμφανῆ δὲ λοιπὸν τὴν τιμὴν τῆς βασιλείας διὰ πάντων κομίζεται· ἓν μὲν γὰρ
λοιπὸν τὸ ἀξίωμα τῆς εἰκόνος καὶ τοῦ ταύτην προστησαμένου Θεοῦ, μία δὲ ἀμφοῖν
5 ἡ ἐνέργεια.

§ 45 Ἀπολιναρίου αἱρετικοῦ.

Καὶ Ἰουδαῖοι τὸ σῶμα σταυρώσαντες, Θεὸν ἐσταύρωσαν, καὶ οὐδεμία διαίρεσις


10 τοῦ Λόγου καὶ τῆς σαρκὸς αὐτοῦ ἐν ταῖς θείαις φέρεται Γραφαῖς, ἀλλ’ ἔστι μία φύσις,
μία ὑπόστασις, μία ἐνέργεια.

15

20

25

30

35

40

45
209

10

15

20

25

30

35

40

45
210

10

15

20

25

30

35

40

45
211

10

15

20

25

30

35

40

45
212

10

15

20

25

30

35

40

45
213

10

15

20

25

30

35

40

45
214

10

15

20

25

30

35

40

45
215

10

15

20

25

30

35

40

45

You might also like