can ΙΩΣΗΠΟΣ ΑΠΟ Α ΕΣΔΡΑ

You might also like

Download as doc, pdf, or txt
Download as doc, pdf, or txt
You are on page 1of 6

Stromata, cit Bookƒƒchapterƒsectionƒsubsectionƒline, Clemens Alexandrinus,

Berlin 2:1960; 3:1970, Die griechischen christlichen Schriftsteller (15),


1.21.122.4.1 προφητεύουσι δὲ καὶ ἐπὶ Σεδεκίου ἔτι Ἱερεμίας καὶ Ἀμβακούμ, ἐν δὲ τῷ
πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι προφητεύει Ἰεζεκιήλ, μεθ΄ ὃν Ναοὺμ ὁ
προφήτης, ἔπειτα Δανιήλ, πάλιν αὖ μετὰ τοῦτον προφη τεύουσιν Ἀγγαῖος καὶ
Ζαχαρίας ἐπὶ Δαρείου τοῦ πρώτου ἔτη δύο, 1.21.123.1 μεθ΄ ὃν ὁ ἐν τοῖς δώδεκα
Ἄγγελος. μετὰ δὲ Ἀγγαῖον καὶ Ζαχαρίαν Νεεμίας ὁ ἀρχιοινοχόος Ἀρταξέρξου, υἱὸς δὲ
Ἀχηλὶ τοῦ Ἰσραηλίτου, 1.21.123.2 οἰκοδομεῖ τὴν πόλιν Ἱερουσαλὴμ καὶ τὸν νεὼν
ἐπισκευάζει. ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ γίνεται Ἐσθὴρ καὶ Μαρδοχαῖος, οὗ φέρεται
βιβλίον 1.21.123.3 ὡς καὶ τὸ τῶν Μακκαβαϊκῶν. κατὰ τὴν αἰχμαλωσίαν ταύτην τῇ
εἰκόνι λατρεῦσαι μὴ θελήσαντες Μισαὴλ Ἀνανίας τε καὶ Ἀζαρίας εἰς 1.21.123.4
κάμινον ἐμβληθέντες πυρὸς δι΄ ἐπιφανείας ἀγγέλου σῴζονται. τότε διὰ δράκοντα
Δανιὴλ εἰς λάκκον λεόντων βληθεὶς ὑπὸ Ἀμβακοὺμ 1.21.123.5 προνοίᾳ θεοῦ τραφεὶς
ἑβδομαῖος ἀνασῴζεται. ἐνταῦθα καὶ τὸ σημεῖον ἐγένετο Ἰωνᾶ, καὶ Τωβίας διὰ
Ραφαὴλ τοῦ ἀγγέλου Σάρραν ἄγεται γυναῖκα, τοῦ δαίμονος αὐτῆς ἑπτὰ τοὺς πρώτους
μνηστῆρας ἀνε λόντος, καὶ μετὰ τὸν γάμον Τωβίου ὁ πατὴρ αὐτοῦ Τωβὶτ ἀναβλέπει.
1.21.124.1 ἐνταῦθα Ζοροβάβελ σοφίᾳ νικήσας τοὺς ἀνταγωνιστὰς τυγχάνει παρὰ
Δαρείου ὠνησάμενος ἀνανέωσιν Ἱερουσαλὴμ καὶ μετὰ Ἔσδρα εἰς τὴν 1.21.124.2
πατρῴαν γῆν ἀναζεύγνυσι· δι΄ ὃν γίνεται ἡ ἀπολύτρωσις τοῦ λαοῦ καὶ ὁ τῶν
θεοπνεύστων ἀναγνωρισμὸς καὶ ἀνακαινισμὸς λογίων καὶ 1.21.124.3 τὸ σωτήριον
ἄγεται πάσχα καὶ λύσις ὀθνείας ἐπιγαμβρείας. προ κεκηρύχει δὲ καὶ Κῦρος τὴν
Ἑβραίων ἀποκατάστασιν, τελεσθείσης δὲ ἐπὶ Δαρείου τῆς ὑποσχέσεως ἡ τῶν
ἐγκαινίων ἄγεται ἑορτή, 1.21.124.4 καθὼς καὶ ἐπὶ τῆς σκηνῆς.

AJ 11.32.1 to AJ 11.37.5 11.32 ἔτυχεν δὲ κατ΄ ἐκεῖνον τὸν καιρὸν ἀφικόμενος


πρὸς Δαρεῖον ἐξ Ἱεροσολύμων Ζοροβάβηλος, ὃς τῶν αἰχμαλώτων Ἰουδαίων ἡγεμὼν
ἀπεδέδεικτο· πάλαι γὰρ ἦν αὐτῷ φιλία πρὸς τὸν βασιλέα, δι΄ ἣν καὶ σωματοφυλακεῖν
αὐτὸν μετ΄ ἄλλων δύο κριθεὶς ἄξιος ἀπέλαυεν ἧς ἤλπισεν τιμῆς. 11.33 Τῷ δὲ πρώτῳ
τῆς βασιλείας ἔτει Δαρεῖος ὑποδέχεται λαμ πρῶς καὶ μετὰ πολλῆς παρασκευῆς τούς
τε περὶ αὐτὸν καὶ τοὺς οἴκοι γεγονότας καὶ τοὺς τῶν Μήδων ἡγεμόνας καὶ σατράπας
τῆς Περσίδος καὶ τοπάρχας τῆς Ἰνδικῆς ἄχρι τῆς Αἰθιοπίας καὶ τοὺς 11.34
στρατηγοὺς τῶν ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν. ἐπεὶ δὲ κατευω χηθέντες ἄχρι κόρου
καὶ πλησμονῆς ἀνέλυσαν κοιμηθησόμενοι παρ΄ αὐτοὺς ἕκαστοι, Δαρεῖος ὁ βασιλεὺς
ἐλθὼν ἐπὶ τὴν κοίτην καὶ βραχὺ τῆς νυκτὸς ἀναπαυσάμενος ἔξυπνος γίνεται, καὶ
μηκέτι κατα κοιμηθῆναι δυνάμενος εἰς ὁμιλίαν τρέπεται μετὰ τῶν τριῶν σωμα 11.35
τοφυλάκων, καὶ τῷ λόγον ἐροῦντι περὶ ὧν αὐτὸς ἀνακρίνειν μέλλει τὸν ἀληθέστερον
καὶ συνετώτερον, τούτῳ γέρας δώσειν ὑπισχνεῖται νικητήριον πορφύραν ἐνδύσασθαι
καὶ ἐν ἐκπώμασιν χρυσοῖς πίνειν καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον
καὶ κίδαριν βύσ σινον καὶ περιαυχένιον χρύσεον, καὶ μετ΄ αὐτὸν ἕξειν προεδρίαν
11.36 διὰ τὴν σοφίαν καὶ συγγενής μου, ἔφη, κληθήσεται. ταύτας ἐπαγ γειλάμενος
αὐτοῖς παρέξειν τὰς δωρεὰς ἐρωτᾷ μὲν τὸν πρῶτον, εἰ ὁ οἶνος ὑπερισχύει, τὸν
δεύτερον δέ, εἰ οἱ βασιλεῖς, τὸν τρίτον δέ, εἰ αἱ γυναῖκες ἢ τούτων μᾶλλον ἡ ἀλήθεια.
ταῦτα προθεὶς 11.37 αὐτοῖς ζητεῖν ἡσύχασεν. ὄρθρου δὲ μεταπεμψάμενος τοὺς μεγι
στᾶνας καὶ σατράπας καὶ τοπάρχας τῆς Περσίδος καὶ Μηδικῆς καὶ καθίσας ἐν ᾧ
χρηματίζειν εἰώθει, τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσεν πάντων ἀκουόντων
ἀποφαίνεσθαι τὸ δοκοῦν αὐτῷ περὶ τῶν προκειμένων.
AJ 11.38.1 to AJ 11.42.5 11.38 Καὶ ὁ πρῶτος ἤρξατο λέγειν τὴν τοῦ οἴνου
δύναμιν οὕτως αὐτὴν ἐμφανίζων· ἄνδρες γὰρ εἶπεν, ἐγὼ τὴν ἰσχὺν τοῦ οἴνου
τεκμαιρόμενος πάντα ὑπερβάλλουσαν εὑρίσκω τούτῳ τῷ τρόπῳ· 11.39 σφάλλει γὰρ
τῶν πινόντων αὐτὸν καὶ ἀπατᾷ τὴν διάνοιαν καὶ τὴν τοῦ βασιλέως τῇ τοῦ ὀρφανοῦ
καὶ δεομένου κηδεμόνος ὁμοίαν τί θησιν, καὶ τὴν τοῦ δούλου διεγείρει πρὸς
παρρησίαν τοῦ ἐλευθέρου, 11.40 ἥ τε τοῦ πένητος ὁμοία γίνεται τῇ τοῦ πλουσίου·
μεταποιεῖ γὰρ καὶ μεταγεννᾷ τὰς ψυχὰς ἐν αὐταῖς ἐγγενόμενος, καὶ τῶν μὲν ἐν
συμφορᾷ καθεστηκότων σβέννυσι τὸ λυποῦν, τοὺς δὲ ἀλλότρια χρέα λαβόντας εἰς
λήθην ἄγει καὶ ποιεῖ δοκεῖν αὐτοὺς ἁπάντων πλου σιωτάτους, ὡς μηδὲν μικρὸν
φθέγγεσθαι, ταλάντων δὲ μεμνῆσθαι 11.41 καὶ τῶν τοῖς εὐδαίμοσι προσηκόντων
ὀνομάτων. ἔτι γε μὴν στρα τηγῶν καὶ βασιλέων ἀναισθήτους ἀπεργάζεται καὶ φίλων
καὶ συν ήθων ἐξαιρεῖ μνήμην· ὁπλίζει γὰρ τοὺς ἀνθρώπους καὶ κατὰ τῶν 11.42
φιλτάτων καὶ δοκεῖν ποιεῖ πάντων ἀλλοτριωτάτους. καὶ ὅταν νή ψαντες τύχωσιν καὶ
καταλίπῃ διὰ τῆς νυκτὸς αὐτοὺς ὁ οἶνος κοι μωμένους, ἀνίστανται μηθὲν ὧν ἔπραξαν
παρὰ τὴν μέθην εἰδότες. τούτοις ἐγὼ τεκμαιρόμενος εὑρίσκω τὸν οἶνον
ὑπερκρατοῦντα πάντων καὶ βιαιότατον.
AJ 11.43.1 to AJ 11.48.5 11.43 Ὡς δὲ ὁ πρῶτος ἀποφηνάμενος περὶ τῆς
ἰσχύος τοῦ οἴνου τὰ προειρημένα ἐπαύσατο, ὁ μετ΄ αὐτὸν ἤρξατο λέγειν περὶ τῆς τοῦ
βασιλέως δυνάμεως, ταύτην ἀποδεικνὺς τὴν ἰσχυροτάτην καὶ πλέον τῶν ἄλλων
δυναμένην, ὅσα βίαν ἔχειν ἢ σύνεσιν δοκεῖ. τὸν 11.44 δὲ τρόπον τῆς ἀποδείξεως
ἐντεῦθεν ἐλάμβανεν· πάντων μὲν εἶπεν ἀνθρώπους περικρατεῖν, οἳ καὶ τὴν γῆν
καταναγκάζουσιν καὶ τὴν θάλασσαν εἶναι χρησίμην αὐτοῖς πρὸς ἃ θέλουσιν, τούτων
δ΄ ἄρχου σιν οἱ βασιλεῖς καὶ τὴν ἐξουσίαν ἔχουσιν· οἱ δὲ τοῦ κρατίστου καὶ
ἰσχυροτάτου ζῴου δεσπόζοντες ἀνυπέρβλητοι τὴν δύναμιν οὗτοι καὶ 11.45 τὴν ἰσχὺν
εἰκότως ἂν εἶεν. ἀμέλει πολέμους ἐπιτάττοντες καὶ κιν δύνους τοῖς ἀρχομένοις
ἀκούονται, καὶ πέμποντες αὐτοὺς ἐπ΄ ἐχθροὺς καταπειθεῖς διὰ τὴν ἰσχὺν τὴν αὐτῶν
ἔχουσιν, καὶ ὄρη μὲν κατερ γάζεσθαι καὶ τείχη κατασπᾶν καὶ πύργους κελεύουσιν,
καὶ κτεί νεσθαι δ΄ οἱ κελευσθέντες καὶ κτείνειν ὑπομένουσιν, ἵνα μὴ τὰ τοῦ βασιλέως
δόξωσι παραβαίνειν προστάγματα, νικήσαντες δὲ τὴν ὠφέ 11.46 λειαν τὴν ἐκ τοῦ
πολέμου τῷ βασιλεῖ κομίζουσιν. καὶ οἱ μὴ στρα τευόμενοι [δὲ ἀλλὰ] γῆν ἐργαζόμενοι
καὶ ἀροῦντες ὅταν πονήσαντες καὶ ἅπασαν τὴν τῶν ἔργων ταλαιπωρίαν ὑπομείναντες
θερίσωσιν καὶ τοὺς καρποὺς συνέλωσιν, τοὺς φόρους τῷ βασιλεῖ κομίζουσιν. 11.47 ὃ
δ΄ ἂν οὗτος εἴπῃ καὶ κελεύσῃ τοῦτο ἐξ ἀνάγκης οὐδὲν ὑπερβαλο μένων γίνεται. ἔτι ὁ
μὲν τρυφῆς ἁπάσης καὶ ἡδονῆς ἀναπιμπλά μενος καθεύδει, φυλάσσεται δὲ ὑπὸ
γρηγορούντων καὶ ὡσανεὶ δεδε 11.48 μένων ὑπὸ φόβου· καταλιπεῖν γὰρ οὐδὲ εἷς
τολμᾷ κοιμώμενον οὐδὲ τῶν ἰδίων ἀναχωρήσας ποιεῖσθαι πρόνοιαν, ἀλλ΄ ἓν ἔργον
ἡγούμενος τῶν ἀναγκαίων τὸ φυλάττειν τὸν βασιλέα τούτῳ προσ μένει. πῶς οὖν οὐκ
ἂν ὁ βασιλεὺς δόξειεν τὴν πάντων ἰσχὺν ὑπερ βάλλειν, ᾧ τοσοῦτο πλῆθος πείθεται
κελεύοντι;
AJ 11.49.1 to AJ 11.54.7 11.49 Σιωπήσαντος δὲ καὶ τούτου περὶ τῆς τῶν
γυναικῶν καὶ τῆς ἀληθείας ὁ τρίτος Ζοροβάβηλος διδάσκειν αὐτοὺς ἤρξατο λέγων οὕ
τως· ἰσχυρὸς μὲν καὶ ὁ οἶνος καὶ ὁ βασιλεύς, ᾧ πάντες ὑπακούουσιν, 11.50 ἀλλὰ
κρείττους τὴν δύναμιν τούτων αἱ γυναῖκες· τόν τε γὰρ βασι λέα γυνὴ παρήγαγεν εἰς τὸ
φῶς καὶ τοὺς φυτεύσαντας ἀμπέλους, αἳ ποιοῦσιν τὸν οἶνον, γυναῖκές εἰσιν αἱ
τίκτουσαί τε καὶ τρέφουσαι, καθόλου δ΄ οὐδέν ἐστιν, ὃ μὴ παρ΄ αὐτῶν ἔχομεν· καὶ
γὰρ τὰς ἐσθῆτας αὗται ὑφαίνουσιν ἡμῖν καὶ τὰ κατ΄ οἶκον διὰ ταύτας ἐπι 11.51
μελείας καὶ φυλακῆς ἀξιοῦται. καὶ οὐκ ἔστιν ἡμῖν ἀποζευχθῆναι γυναικῶν, ἀλλὰ
χρυσὸν πολὺν κτησάμενοι καὶ ἄργυρον καὶ ἄλλο τι τῶν πολυτελῶν καὶ σπουδῆς
ἀξίων, ὅταν ἴδωμεν εὔμορφον γυ ναῖκα, πάντα ἐκεῖνα ἀφέντες τῷ εἴδει τῆς ὁραθείσης
προσκεχήναμεν καὶ ὑπομένομεν παραχωρῆσαι τῶν ὄντων ἡμῖν, ἵνα τοῦ κάλλους
11.52 ἀπολαύσωμεν καὶ μεταλάβωμεν. ἐγκαταλείπομεν δὲ καὶ πατέρας [καὶ μητέρας]
καὶ τὴν θρεψαμένην γῆν, καὶ τῶν φιλτάτων πολλά κις λήθην ἔχομεν διὰ τὰς γυναῖκας,
καὶ τὰς ψυχὰς ἀφιέναι μετ΄ αὐτῶν καρτεροῦμεν. οὕτως δ΄ ἂν μάλιστα τὴν ἰσχὺν τῶν
γυναικῶν 11.53 κατανοήσαιτε· οὐχὶ πονοῦντες καὶ πᾶσαν ταλαιπωρίαν ὑπομένοντες
καὶ διὰ γῆς καὶ διὰ θαλάττης, ὅταν ἡμῖν ἐκ τῶν πόνων περιγένη ταί τινα, αὐτὰ
φέροντες ὡς δεσποίναις ταῖς γυναιξὶν διδόαμεν; 11.54 καὶ τὸν βασιλέα δὲ τὸν
τοσούτων κύριον εἶδόν ποτε ὑπὸ τῆς Ρα βεζάκου τοῦ Θεμασίου παιδὸς Ἀπάμης
παλλακῆς δ΄ αὐτοῦ ῥαπιζό μενον, καὶ τὸ διάδημα ἀφαιρουμένης καὶ τῇ ἰδίᾳ κεφαλῇ
περιτιθείσης ἀνεχόμενον καὶ μειδιώσης μὲν μειδιῶντα ὀργιζομένης δὲ σκυθρω
πάζοντα καὶ τῇ τῶν παθῶν μεταβολῇ κολακεύοντα τὴν γυναῖκα καὶ διαλλάττοντα ἐκ
τοῦ σφόδρα ταπεινὸν αὑτὸν ποιεῖν, εἴ ποτε δυσχεραίνουσαν ἔβλεπεν.
AJ 11.55.1 to AJ 11.58.7 11.55 Εἰς ἀλλήλους δὲ ἀφορώντων τῶν σατραπῶν
καὶ ἡγεμόνων περὶ τῆς ἀληθείας ἤρξατο λέγειν ἀπέδειξα μέν, εἰπών, ὅσον αἱ γυ
ναῖκες ἰσχύουσιν, ἀσθενέστεραι δ΄ ὅμως καὶ αὗται καὶ ὁ βασιλεὺς τῆς ἀληθείας
ὑπάρχουσιν. εἰ γάρ ἐστιν ἡ γῆ μεγίστη καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς ὁ ἥλιος, ταῦτα
δὲ πάντα κινεῖται κατὰ βούλησιν τοῦ θεοῦ, ἀληθινὸς δέ ἐστιν καὶ δίκαιος οὗτος, ἀπὸ
τῆς αὐτῆς αἰτίας δεῖ καὶ τὴν ἀλήθειαν ἰσχυροτάτην ἡγεῖσθαι καὶ μηδὲν πρὸς 11.56
αὐτὴν τὸ ἄδικον δυνάμενον. ἔτι γε μὴν τὰ μὲν ἄλλα θνητὰ καὶ ὠκύμορα εἶναι
συμβέβηκεν τῶν ἰσχὺν ἐχόντων, ἀθάνατον δὲ ἡ ἀλή θεια χρῆμα καὶ ἀίδιον. παρέχει δ΄
ἡμῖν οὐ κάλλος χρόνῳ μαραι νόμενον οὐδὲ περιουσίαν ἀφαιρετὴν ὑπὸ τύχης, ἀλλὰ τὰ
δίκαια καὶ τὰ νόμιμα, διακρίνουσα ἀπ΄ αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα. 11.57
Καταπαύει μὲν ὁ Ζοροβάβηλος τὸν περὶ τῆς ἀληθείας λόγον, ἐπιβοήσαντος δὲ τοῦ
πλήθους ὡς ἄριστα εἰπόντος, καὶ ὅτι τὸ ἀληθὲς ἰσχὺν ἄτρεπτον καὶ ἀγήρω μόνον ἔχοι,
προσέταξεν αὐτὸν ὁ βασιλεὺς αἰτήσασθαί τι πάρεξ ὧν αὐτὸς ἦν ὑπεσχημένος· δώσειν
γὰρ ὄντι σοφῷ καὶ τῶν ἄλλων μᾶλλον φανέντι συνετῷ· συγκαθε 11.58 σθήσῃ δέ μοι,
φησίν, καὶ κεκλήσῃ συγγενὴς ἐμός. ταῦτ΄ εἰπόντος ὑπέμνησεν αὐτὸν τῆς εὐχῆς, ἧς
ἐποιήσατο, εἰ λάβοι τὴν βασιλείαν· αὕτη δ΄ ἂν εἴη οἰκοδομῆσαι μὲν Ἱεροσόλυμα,
κατασκευάσαι δὲ ἐν αὐτοῖς τὸν τοῦ θεοῦ ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη, ὅσα
συλήσας Ναβουχοδονόσορος εἰς Βαβυλῶνα ἐκόμισεν. καὶ τοῦτ΄, ἔφη, τοὐμὸν αἴτημά
ἐστιν, ὅ μοι νῦν ἐπιτρέπεις αἰτήσασθαι κριθέντι σοφῷ καὶ συνετῷ.
AJ 11.59.1 to AJ 11.63.5 11.59 Ἡσθεὶς ἐπὶ τούτοις ὁ βασιλεὺς ἀναστὰς
κατεφίλησέν τε αὐ τὸν καὶ τοῖς τοπάρχαις καὶ σατράπαις γράφει κελεύων προπέμψαι
τὸν Ζοροβάβηλον καὶ τοὺς σὺν αὐτῷ μέλλοντας ἐπὶ τὴν οἰκοδομὴν 11.60 ἐξιέναι τοῦ
ναοῦ. ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ καὶ Φοινίκῃ ξύλα κέδρινα κατακομίζειν ἐκ τοῦ
Λιβάνου τεμόντας εἰς Ἱεροσόλυμα, καὶ συγκατασκευάζειν αὐτῷ τὴν πόλιν, καὶ
πάντας ἔγραψεν ἐλευ θέρους εἶναι τοὺς εἰς τὴν Ἰουδαίαν τῶν αἰχμαλώτων
ἀπελθόντας. 11.61 καὶ τοὺς ἐπιτρόπους τοὺς αὐτοῦ καὶ σατράπας ἐκώλυσεν
ἐπιτάττειν τοῖς Ἰουδαίοις τὰς βασιλικὰς χρείας, ἀνῆκέ τε πᾶσαν ἣν ἂν κατα σχεῖν
δυνηθῶσιν τῆς χώρας ἀτελῆ φόρων αὐτοῖς νέμεσθαι. προσ έταξε δὲ καὶ τοὺς
Ἰδουμαίους καὶ Σαμαρείτας καὶ τοὺς ἐκ τῆς κοί λης Συρίας ἀφεῖναι τὰς κώμας, ἃς τῶν
Ἰουδαίων κατεῖχον, καὶ προσέτι τάλαντα πεντήκοντα εἰς τὴν οἰκοδομίαν τοῦ ἱεροῦ
δοθῆ 11.62 ναι. θύειν τε αὐτοῖς τὰς νενομισμένας θυσίας ἐπέτρεψε καὶ τὴν χορηγίαν
ἅπασαν καὶ τὴν ἱερὰν στολήν, ᾗ θεραπεύουσι τὸν θεὸν ὅ τε ἀρχιερεὺς καὶ οἱ ἱερεῖς, ἐκ
τῶν ἰδίων γίνεσθαι, καὶ τοῖς Λευί 11.63 ταις τὰ ὄργανα, οἷς ὑμνοῦσι τὸν θεόν, καὶ τοῖς
φύλαξι τῆς πόλεως καὶ τοῦ ναοῦ προσέταξεν κλήρους γῆς δοθῆναι καὶ κατὰ ἕκαστον
ἔτος ὡρισμένον τι πρὸς τὴν τοῦ βίου χρείαν ἀργύριον, πέμψαι δὲ καὶ τὰ σκεύη, καὶ
πάντα, ὅσα Κῦρος πρὸ αὐτοῦ ἐβουλήθη περὶ τῆς τῶν Ἰουδαίων ἀποκαταστάσεως,
ταῦτα καὶ Δαρεῖος διετάξατο.

De ecclesiastica theologia, cit Bookƒƒchapterƒsectionƒline, tit Eusebius


Werke, Band 4: Gegen Marcell. Uber die kirchliche Theologie. Die Fragmente
Marcells, pub Akademie-Verlag, Berlin 1972, ser Die griechischen christlichen
Schriftsteller , 2nd edn. edr Klostermann, E. Hansen, G.C. 1.20.76.1 ιζ. προφητῶν δὲ
ἄλλος ζωὴν αὐτὸν καὶ φῶς ὠνόμαζεν ἐν τῷ προσφωνεῖν τῷ θεῷ καὶ λέγειν ὅτι παρὰ
σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. τίς γὰρ ἦν ἡ παρὰ τῷ θεῷ πηγὴ τῆς
ζωῆς καὶ τὸ φῶς ἢ αὐτὸς ὁ ἐν εὐαγγελίοις εἰπὼν ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ ἐγώ
εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή; διὸ πάλιν ἱκετεύων ὁ προφήτης ἐν εὐχῇ πρὸς τὸν
θεὸν λέγει ἐξαπό στειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσει. ιη.
ἀλήθειαν δὲ αὐτὸν καὶ Ζοροβάβελ ἀνειπὼν νικητηρίων ἠξιώθη, ὅτ΄ ἐπὶ τοῦ Περσῶν
βασιλέως ἀναγέγραπται εἰρηκὼς καὶ ἡ 1.20.77 ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα,
καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ οὐκ ἔστιν παρ΄ αὐτῇ λαβεῖν πρόσωπα,
ἀλλὰ τὰ δίκαια ποιεῖ, ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν ἀπέχεται. οἷς ἐπιλέγει καὶ
αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλοσύνη πάντων τῶν αἰώνων.
ζῆν γὰρ εἰπὼν τὴν ἀλήθειαν καὶ νικᾶν καὶ κρατεῖν, ἐμφαντικώτατα παρέστησεν αὐτῆς
τὴν ὑπό στασιν. οἷς ἀκολούθως καὶ αὐτὸς ὁ σωτὴρ ἀλήθειαν ἑαυτὸν ὀνο μάζων τὴν
τοῦ Ζοροβάβελ μαρτυρίαν ἐπεσφραγίζετο.

Generalis elementaria introductio (†Eclogae propheticae), cit Pageƒline, tit


Eusebii Pamphili episcopi Caesariensis eclogae propheticae, Oxford University Press,
Oxford 1842, edr Gaisford, T. 62.11 Ἐκ τοῦ Ἔζρα. Ὁ Ζοροβάβελ ἐν τῆι δημηγορίαι
ταῦτα φησίν. ΚΕ.1 Ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ
οὐρανός· καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος· ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ
πάλιν ἀπο τρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν ἡμέρᾳ μιᾷ· οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ· καὶ ἡ
ἀλήθεια μεγάλη καὶ ἰσχυρὰ παρὰ πάντα· πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ καὶ ὁ οὐρανὸς
αὐτὴν εὐλογεῖ· καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει· καὶ οὐκ ἔστι μετ΄ αὐτοῦ οὐδ΄ ἓν
ἄδικον· ἄδικος ὁ οἶνος· ἄδικος ὁ βασιλεύς· ἄδικοι αἱ γυναῖκες· ἄδικοι οἱ υἱοὶ τῶν
ἀνθρώπων· καὶ ἄδικα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς
ἀλήθεια· καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται· καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, καὶ
ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ οὐκ ἔστι παρ΄
αὐτῇ λαβεῖν πρόσωπα οὐδὲ διαφορά· ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ 63 πάντων τῶν ἀδίκων
καὶ πονηρῶν· ἀπέχεται καὶ τοῖς εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς· καὶ οὐκ ἔστιν ἐν τῇ
κρίσει αὐτῆς οὐθὲν ἄδικον· καὶ αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασί λειον· καὶ ἡ ἐξουσία καὶ ἡ
μεγαλειότης πάντων τῶν αἰώνων· εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας. Ἐπεὶ ὁ Σωτὴρ καὶ
Κύριος ἡμῶν, Λόγος ὢν τοῦ Θεοῦ φησὶ φέρεται εἰρηκὼς, Ἐγώ εἰμι ἡ ἀλήθεια,ῃ
εἰκότως τὰ προκείμενα παρατεθείμεθα περὶ τῆς ἀληθείας δηλοῦντα, ὡς ἄρα
ὑπόστασίν τινα παρὰ τὸν Πατέρα καθ΄ ἑαυτὴν ἔχει· Μένει γὰρ,ῃ φησὶν, ἡ ἀλήθεια,
καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ· καὶ οὐκ ἔστι παρ΄ αὐτῇ λαβεῖν πρόσωπα,ῃ
καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει περὶ τοῦ Πατρὸς Θεοῦ τυγχάνοντος καὶ αὐτοῦ τοῦ Θεοῦ
Λόγου καὶ τῆς ἀληθείας, εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας,ῃ ᾧ καὶ αὐτοὶ προσθήσομεν
τὸ ἀμήν. Ἀλλὰ γὰρ ταῦτα καὶ ἀπὸ τῆς τοῦ Ἔζρα γραφῆς· ἀπό γε μὴν τῆς Ἐσθὴρ οὐδ΄
ἓν εὕρομεν περὶ τοῦ προκειμένου· μετὰ δή τοι τὰς ἀπὸ τῶν ἱστορικῶν γραφῶν
ἐκλογὰς μετίωμεν ἐπὶ τὰ στιχήρη, ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν
ἡγεῖται· τούτων δὲ πρῶτα ἴδωμεν τὰ ἀπὸ τῶν Ψαλμῶν.

Apologia ad Constantium imperatorem, cit Sectionƒline, Athanase d'Alexandrie.


Apologie a l'empereur Constance, Paris 1958, Sources chretiennes 56, Szymusiak, J.-
M. 11.17 Οἱ μὲν οὖν ἡμέτεροι πάρεισι· καταξίωσον δὲ κἀκείνους καλέσαι· ζῇν γὰρ
πάντως ἔξεστιν αὐτούς· καὶ μάθε περὶ τούτων τῶν γραμμάτων, ἐξέτασον ὡς ἀληθείας
σοι συμπαρούσης. αὕτη γὰρ βασιλέων, καὶ μάλιστα χριστιανῶν, ἐστὶ φυλακτήριον·
μετὰ ταύτης βασιλεύειν ὑμᾶς ἐστιν ἀσφαλὲς λεγούσης τῆς θείας Γραφῆς·
Ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώ σει ἐν δικαιοσύνῃ τὸν
θρόνον αὐτοῦ. Ταύτην προβαλὼν Ζοροβάβελ ὁ σοφὸς νενίκηκε· καὶ πᾶς ὁ λαὸς
ἐφώνησε· Μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει.
Orationes tres contra Arianos, cit Volumeƒpageƒline, PG 26.189.3 Ταὐτὸν
γὰρ εἰρήκατε τὸ γέννημα καὶ τὸ ποίημα, γράψαντες, γεννηθέντα ἢ ποιηθέντα· κἂν γὰρ
ὑπερέχῃ τῶν ἄλλων τῇ συγκρίσει ὁ Υἱὸς, ἀλλ΄ οὐδὲν ἧττόν ἐστι κτίσμα, ὥσπερ
κἀκεῖνα· καὶ γὰρ καὶ ἐν αὐτοῖς τοῖς φύσει κτίσμασιν εὑρεῖν ἔστιν ἕτερα ἑτέρων ὑπερ
έχοντα. Ἀστὴρ γοῦν ἀστέρος διαφέρει ἐν δόξῃ· τά τε ἄλλα ἕκαστα πρὸς ἄλληλα κατὰ
σύγκρισιν ἔχει τὴν διαφοράν· καὶ οὐ διὰ τοῦτο τὰ μὲν κύρια, τὰ δὲ τοῖς βελτίοσι
δουλεύει· οὐδὲ τὰ μὲν ποιητικὰ αἴτιά ἐστι, τὰ δὲ παρ΄ αὐτῶν γίνεται· ἀλλὰ πάντα τοῦ
γί νεσθαι καὶ κτίζεσθαι τὴν φύσιν ἔχει, ὁμολογοῦντα δι΄ ἑαυτῶν τὸν δημιουργὸν
ἑαυτῶν, ὡς ψάλλει Δαβίδ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χει ρῶν
αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·ῃ καθάπερ καὶ Ζοροβάβελ ὁ σοφὸς λέγει· Πᾶσα ἡ
γῆ τὴν ἀλήθειαν καλεῖ· καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ· καὶ πάντα τὰ ἔργα σείεται
καὶ τρέμει. Εἰ δὲ πᾶσα ἡ γῆ τὸν δημιουργὸν καὶ τὴν ἀλήθειαν ὑμνεῖ, καὶ εὐλογεῖ, καὶ
τρέμει· δημιουργὸς δὲ ταύτης ὁ Λόγος ἐστὶ, καὶ αὐ τὸς λέγει· Ἐγώ εἰμι ἡ ἀλήθεια· οὐκ
ἄρα κτίσμα ἐστὶν ὁ Λόγος, ἀλλὰ μόνος ἴδιος τοῦ Πατρὸς, ἐν ᾧ τὰ πάντα ἥρμοσται,
καὶ αὐτὸς ὑμνεῖται παρὰ πάν των, ὡς δημιουργός· ῎Ημηνῃ γὰρ, ὡς αὐτός φησι, παρ΄
αὐτῷ ἁρμόζουσα·ῃ καὶ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.ῃ Τὸ δὲ,
ἕως ἄρτι,ῃ δείκνυσι τὸ ἀϊδίως, ὡς Λόγον, ὑπάρχειν αὐτὸν ἐν τῷ Πατρί· Λόγου γὰρ
ἴδιον ἐργάζεσθαι τὰ τοῦ Πατρὸς ἔργα, καὶ μὴ εἶναι ἐκτὸς αὐτοῦ.

Thesaurus de sancta consubstantiali trinitate, cit Volumeƒpageƒline, PG


75.625.25 Ὅτι ἀλήθειά ἐστιν ὁ τοῦ Θεοῦ Υἱός.1 Ὁ Παῦλος. Καὶ τῇ φανερώσει τῆς
ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Ὁ αὐτός.
Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Ὁ Πέτρος.ῃ Τὰς ψυχὰς
ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας. Ὁ Παῦλος. Ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες
τὸν Λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες
ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Ὁ αὐτός. Ὁ Θεὸς γὰρ, φησὶ,
θέλει πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἵλετο γὰρ,
φησὶν, ἡμᾶς ὁ Θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος, καὶ πίστει ἀλη
θείας. Ὁ αὐτός. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν
τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ὁ Σωτήρ. Πᾶς ὁ ὢν ἐκ τῆς
ἀληθείας, ἀκούει μου τῆς φωνῆς. Ὁμοίως. Κἀγὼ, φησὶ, παρακαλέσω τὸν Πατέρα, ἵνα
μείνῃ μεθ΄ ὑμῶν τὸ Πνεῦμα τῆς ἀληθείας, ὃν ὁ κόσμος οὐ δύναται λαβεῖν. Ὅταν δὲ
ἔλθῃ ὁ Παράκλητος τὸ Πνεῦμα τῆς ἀλη θείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ.
Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ἔλεγεν,
φησὶν, ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς
εἶπεν αὐτοῖς, τοῖς Ἰου δαίοις δηλαδή· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου 75.628 ἐστὲ,
καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ΄
ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. Ἔσδρας.ῃ Καὶ
εἶπε, φησὶ, Ζοροβάβελ· Ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα. Πᾶσα ἡ γῆ
τὴν ἀλήθειαν καλεῖ. Καὶ ὁ οὐρανὸς αὐτὴν καλεῖ, καὶ προσκυνεῖ, καὶ πάντα τὰ ἔργα
αὐτὴν σείεται καὶ τρέμει. Ὁ αὐτός.ῃ Καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα τοῦ
αἰῶνος. Καὶ οὐκ ἔστι παρ΄ αὐτῇ λαμ βάνειν πρόσωπα. Ἐν Ψαλμοῖς.ῃ Ἀρχὴ τῶν λόγων
σου ἀλήθεια. Ὁ γὰρ πρῶτος καὶ ἔμφυτος καὶ οὐσιώδης ἐν Θεῷ καὶ Πατρὶ Λόγος, ἡ
ἀλήθειά ἐστιν, ὁ Υἱὸς δηλαδή. Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Ὁ
κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ τὰ ἑξῆς, ἕως τοῦ, Ὅπλῳ κυκλώσει σε ἡ
ἀλήθεια αὐτοῦ. Περὶ τοῦ δικαίου λέγων· Καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι, ὅτι
τὸ ἔλεός μου καὶ ἀλήθειά μου μετ΄ αὐτοῦ. Ὁδὸν ἀληθείας ᾑρετισάμην. Ἀγαπᾷ γὰρ σο
φὸς ἐν Θεῷ τὴν εὐαγγελικὴν πολιτείαν, ὡς πολὺ τῆς νομικῆς βελτίονα. Ἡ δικαιοσύνη
σου, δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ Λόγος σου, Κύριε, ἀλήθεια. Ὁ Σωτήρ. Πάτερ,
ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Ὁ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν. Ἰωάννης ἐν
Ἐπιστολῇ. Ὁ λέγων· Ἔγνωκα αὐτὸν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστὶ,
καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν. Ὁμοίως. Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν
ἀλήθειαν, ἀλλ΄ ὅτι οἴδατε αὐτὴν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. Ἐὰν
εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν
ἡμῖν. Ὁ Παῦλος περὶ τῶν ἀπειθούντων τῷ Χριστῷ· Ἀνθ΄ ὧν τὴν ἀγάπην τῆς ἀληθείας
οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν
πλάνης, τουτέστι, τὸν Ἀντίχριστον ὃν αὐτὸς ἐσήμαινε λέγων ὁ Σωτήρ· Ἐγὼ ἦλθον ἐπὶ
τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ,
ἐκεῖνον λήψεσθε.

You might also like