Professional Documents
Culture Documents
METALIPSIS Athena 03
METALIPSIS Athena 03
Μεταλήψεως
Géorgios K. MICHALAKIS
2 bis, rue Jean Macé
Bât. B., Appt. 11
86 000 POITIERS
FRANCE ΓΑΛΛΙΑΝ
e-mail :
g_michalakis@yahoo.fr
Tel. : +33 6 61 84 68 87
(in France : 06 61 84 68 87)
Ἡ Ἀκολουθία τῆς Θείας
Μεταλήψεως
Δακτυλογραφηθείσης
ὑπὸ τοῦ δούλου τοῦ Θεοῦ
Γεωργίου Κ. Μιχαλάκη,
Πελοποννησίου (Λακεδαίμωνος), τοῦ ἐκ τῆς νήσου
Μοντρεᾶλ
ψάλτου,
μαθητὴν δὲ
ἐπὶ ὀκταετίαν, τοῦ κυρίου
Στυλιανοῦ Τσολακίδη (1901-1987),
τ. α ´ Κανονάρχου καὶ βοηθοῦ Δομεστίχου τῆς Τοῦ
Χριστοῦ Ἁγίας καὶ Μεγάλης Ἐκκλησίας, ἐπὶ
Πρωτοψαλτείας Ἰακώβου Ναυπλιώτου, καὶ ἐπὶ
διετίαν μαθητοῦ τοῦ κυρίου Γεωργίου Βινάκη,
Πρωτοψάλτου τοῦ ἱεροῦ Ναοῦ Ἁγίου Ἰωάννου τοῦ Χίου
ἐν Κωνσταντινου Πόλει,
τοῦ κυρίου Ἀλ έ κ ο υ Β α ρ δ ᾶ , μαθητὴν τοῦ κυρίου
Χατζησταμάτη, τοῦ ἐν Μοντρεᾶλ καλλιφωνοτάτου
συνεχηστοῦ τοῦ ἐν Χίῳ διασωθέντος Πολίτικου ὕφους,
τοῦ θείου αὐτοῦ Ν ι κ ο λ ά ο υ Ξ η ρ ό δ η μ α ( ⁺ 1 9 8 8 ) ,
πρωτοψάλτην εἰς Σμύρνην,
καὶ, διὰ μέσου ἡχογραφηθέντων μαθημάτων Βυζαντινῆς
Μουσικῆς, τοῦ μακαριστοῦ Μουσικολογιωτάτου
καθηγητοῦ κυρίου Κ ω ν σ τ α ν τ ί ν ο υ Κ α τ σ ο ύ λ η
(⁺1987).
Ὁ ἱερ εύ ς:
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων.
Εἰ δὲ οὐκ ἔστι παρου σί α ἱ ερέ ω ς, λέ γε ˙
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος.
Ἁμήν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας,
ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς
τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν
ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον,
Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι ˙
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ˙ Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν ˙ Ἅγιε, ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἔνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι ˙
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς ˙
ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς
γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.
Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς
ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερ εύ ς:
ΔΟΞΟΛΟΓΙΑ
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν
ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε,
δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν
μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ,
παντοκράτορ ˙Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ
ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεὸς, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υιὸς τοῦ Πατρὸς, ὁ
αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ˙ ἐλέησον ἡμᾶς ὁ αἴρων
τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ
Πατρὸς καὶ ἐλέησον ἡμας.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος Ἰησοῦς
Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ'ἑκάστην ἑσπέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ
ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.
Ἐγὼ εἶπα ˙ Κύριε ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι
ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ
θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσι σε.
Καταξίωσον, Κύριε, ἐν τῇ νυκτί ταύτη ἀναμαρτήτους
φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ
αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ'ἡμᾶς, καθάπερ
ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ
δικαιώματά σου.
Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα ˙ τὰ ἔργα τῶν
χειρῶν σου μὴ παρίδης.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σύμβολον τῆς Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα,
ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ
ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ
τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ
πάντων τῶν αἰώνων ˙ Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ
Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ
Πατρί, δι'οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι'ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν
σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα
ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ
ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ
παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ
δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ
νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ
ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ
συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ
τῶν προφητῶν.
Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ὁ Κανών.
Ἦχος Β ´ .
ᾨδὴ α ´
ᾨδὴ δ ´ .
Θεοτοκίον.
Μαρία, Μῆτερ Θεοῦ, τῆς εὐωδίας τὸ σεπτὸν
σκήνωμα, ταῖς σαῖς εὐχαῖς σκεῦος ἐκλογῆς με
ἀπέργασαι, ὅπως τῶν ἁγιασμάτων μετέχω τοῦ
τόκου σου.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι .
« Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς
Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων
ὁδήγησον ἡμᾶς ˙ ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ
γινώσκομεν. »
ᾨδὴ Ϛ ´
Θεοτοκίον.
Ὁ Θεοῦ Θεὸς Λόγος ὁ ἅγιος, ὅλον με ἁγίασον, νῦν
προσερχόμενον τοῖς θείοις Μυστηρίοις σου, τῆς
ἁγίας Μητρός σου δεήσεσι.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι .
« Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν
ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι
ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. »
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τὸν Ἄρτον, Χριστέ, λαβεῖν μὴ ὑπερίδης με, τὸ
Σῶμα τὸ σὸν καὶ τὸ θεῖον νῦν Αἷμα σου ˙ τῶν
ἀχράντων, Δέσποτα, καὶ φρικτῶν Μυστηρίων σου,
μετασχεῖν τῷ ἀθλίῳ μὴ εἰς κρῖμά μοι γένοιτο,
γένοιτο δέ μοι εἰς ζωὴν αἰώνιον καὶ ἀθάνατον.
ᾨδὴ ζ ´ .
Θεοτοκίον.
Σωτῆρα Χριστὸν ἡ τεκοῦσα ὑπὲρ νοῦν,
θεοχαρίτωτε, ἐκδυσωπῶ σε νῦν ὁ δοῦλός σου, τὴν
καθαρὰν ὁ ἀκάθαρτος. Μέλλοντά με νῦν τοῖς
ἀχράντοις Μυστηρίοις προσέρχεσθαι, κάθαρον
ὅλον μολυσμοῦ σαρκὸς καὶ πνεύματος.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι .
« Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης,
οἱ τρεῖς σου παῖδες κατεπάτησαν, ἀθεωτάτου
προστάγματος ˙ μέσον δὲ πυρὸς ἐμβληθέντες,
δροσιζόμενοι ἔψαλλον ˙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ
τῶν Πατέρων ἡμῶν. »
ᾨδὴ ἡ ´
ᾨδὴ θ ´ .
Θεοτοκίον..
Θεὸς σεσωμάτωται, ἐκ τῶν ἀγνῶν αἱμάτων σου ˙
ὅθεν πᾶσα ὑμνεῖ σε γενεά, Δέσποινα, νόων τε τὰ
πλήθη δόξάζει, ὡς διὰ σοῦ σαφῶς κατιδόντα, τῶν
πάντων δεσπόζοντα, οὐσιωθέντα τὸ ἀνθρώπινον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
« Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος,
σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ
ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ
ἐσκορπισμένα ˙ διὸ τὴν πανύμνητον Θεοτόκον
μεγαλύνομεν. ».
Ἦχος δ ´
Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ
μεθ'ἡμων, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσης
τὸ ἔλεός σου ἀφ'ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἰκεσίαις ἐν
εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἦχος πλ. δ ´ Κοντάκιον
Ἦχος α ´ Μαρτυρικόν
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν ἁγίων καὶ τῆς
Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον
ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Ἐν δὲ τῇ Παρασκευ ῇ, ψάλλεται τὸ Ἁπολυ τί κι ον τοῦ Ἁγί ου τοῦ Ν αοῦ, τὰ
τοῦ Μην αί ου Ἁπολυ τί κι α καὶ τὰ καθ'ἐξ ῆς Τροπάρι α ˙
Ἦχος δ ´
Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ
μεθ'ἡμων, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσης
τὸ ἔλεός σου ἀφ'ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἰκεσίαις ἐν
εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἦχος β ´
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι,
Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες,
καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες
πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν
ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ ´ Κοντάκιον
Ἦχος α ´ Μαρτυρικόν
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν ἁγίων καὶ τῆς
Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον
ημᾶς, ὡς μόνος οἰκτίρμων.
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰχυρός, Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι ˙ καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ˙ Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν ˙ Ἅγιε, ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἔνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι ˙ καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς ˙
ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς
γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.
Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς
ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερ εύ ς:
Ἀπόλυσις
Ὁ ἱερ εύ ς:
Δόξα σοι, Χριστέ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὁ λα ό ς:
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι ˙ καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Πάτερ ἅγιε, εὐλόγησον.
Ὁ ἱερ εύ ς:
Ὁ ἀναστὰς ἐκ νεκρῶν (εἰ δὲ μή, ἁπλῶς:) Χριστὸς ὁ
ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου
καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου
καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων
ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου,
ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου·
τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν
ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ
θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν
ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ
ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ
πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς
καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ὁ λα ό ς:
Ἀμήν.
Εὐξώμεθα ˙
Ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Ὁ λα ό ς: (μ εθ 'ἑ κά σ τ ην α ἴτ ησ ιν)
Κύριε, ἐλέησον.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) (οἱ ἐν ταῖς
ἱεραῖς Μοναῖς ˙ τοῦ πατρὸς ἡμῶν ... ἱερομονάχου) καὶ
πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὑπὲρ τῶν εὐσεβεστάτων βασιλέων ἡμῶν ...
Ὑπὲρ εὐδόσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου ἡμῶν
στρατοῦ.
Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων καὶ ἀδελφῶν ἡμῶν.
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὑπὲρ τῶν ἐλεούντων καὶ διακονούντων ἡμῖν.
Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις, εὔχεσθαι
ὑπὲρ αὐτῶν.
Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.
Ὑπὲρ τῶν ἐν θαλάσσῃ (καὶ ἀέρᾳ) καλῶς πλεόντων.
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καὶ ὑπὲρ πάσης ψυχῆς χριστιανῶν ὀρθοδόξων.
Μακαρίσωμεν τοὺς εὐσεβεῖς βασιλεῖς, τοὺς
ὀρθοδόξους ἀρχιερεῖς, κτίτορας τῆς ἁγίας Ἐκκλησίας (ἢ
Μονῆς) ταύτης, τοὺς γονεῖς ἡμῶν καὶ διδακάλους, καὶ
πάντας τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς
ἡμῶν, τοὺς ἐνθάδε εὐσεβῶς κειμένους καὶ ἁπανταχοῦ
ὀρθοδόξους.
Ὁ λα ό ς:
Αἰωνία ἡ μνήμη αὐτῶν
Ὁ ἱερ εύ ς:
Εἴπωμεν ὑπὲρ αὐτῶν τε καὶ ὑπὲρ ἡμῶν, τὸ ˙
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον
Ὁ λα ό ς:
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον
Ὁ ἱερ εύ ς:
Δι'εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ
Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Τῇ δὲ ἐπαύριον
Τὴν πρω ΐ αν μετὰ τὴν συ ν ήθη Ἐω θι ν ὴν Ἀκολου θί αν ἢ προσευ χ ήν , λέ γε ˙
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος.
Ἁμήν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας,
ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς
τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν
ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον,
Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι ˙
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ˙ Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν ˙ Ἅγιε, ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἔνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι ˙ καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς ˙
ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς
γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.
Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς
ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερ εύ ς:
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ
ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ
βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ,
τῷ βασιλεῖ Θεῷ ἡμῶν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Θεοτοκίον. Αἱ Ἀγγελικαί.
Πολλὰ τὰ πλήθη τῶν ἐμῶν, Θεοτόκε, πταισμάτων ˙
πρὸς σὲ κατέφυγον, ἁγνή, σωτηρίας δεόμενος. Ἐπίσκεψαι
τὴν ἀσθενοῦσάν μου ψυχήν, καὶ πρέσβευε τῷ Υἱῷ σου καὶ
Θεῷ ἡμῶν, δοθῆναί μοι τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν,
μόνη εὐλογημένη.
Τῇ δὲ ἁγί ᾳ καὶ μ εγάλῃ Πέ μ πτῃ τὸ παρόν .
Ὅτε οἱ ἔνδοξοι Μαθηταὶ ἐν τῷ Νιπτῆρι τοῦ Δείπνου
ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν
νοσήσας, ἐσκοτίζετο ˙ καὶ ἀνόμοις κριταῖς σέ, τὸν
δίκαιον Κριτήν, παραδίδωσι. Βλέπε, χρημάτων ἐραστά,
τὸν διὰ ταῦτα ἀγχόνη χρησάμενον ˙ φεῦγε ἀκόρεστον
ψυχήν, τὴν διδασκάλω, τοιαῦτα τολμήσασαν. Ὁ περὶ
πάντας ἀγαθός, Κύριε, δόξα σοι.
Κύριε ἐλέησον, μ ´ (40) ,
καὶ μ εταν οί ας ὅσας β ού λει .
καὶ εὐ θὺ ς τὰς ἑπομ έ ν ας ἱ κετηρί ου ς εὐ χ άς .
ΣΤΙΧΟΙ ΔΙΔΑΚΤΙΚΟΙ
Περὶ τοῦ πῶ ς δεῖ προσέ ρχ ε σθαι τοῖ ς ἀχ ράν τοι ς Μυ στηρί οι ς .
Μέλλων φαγεῖν, ἄνθρωπε, Σῶμα Δεσπότου,
φόβῳ πρόσελθε μὴ φλεγῆς ˙ πῦρ τυγχάνει.
Θεῖον δὲ πίνων Αἷμα πρὸς μετουσίαν,
πρῶτον καταλλάγηθι τοῖς σὲ λυποῦσιν,
ἔπειτα θαῤῥων, μυστικὴν βρῶσιν φάγε.
Πρὸ τοῦ μετασχεῖν τῆς φρικώδους θυσίας,
τοῦ ζωοποιοῦ Σώματος τοῦ Δεσπότου,
τῷδε πρόσευξαι τῷ τρόπω μετὰ τρόμου.
Ευχή
Δέσποτα φιλάνθρωπε, Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεός μου,
μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα διὰ τὸ ἀνάξιον
εἶναί με, ἀλλ'εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ
σώματος καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ
βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθει τῷ Θεῷ
ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς
σωτηρίας μου.
Ἀνωνύμου.
Εὐχαριστῶ σοι, Κύριε ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με
τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν
ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι με τὸν
ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων
δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ
ἡμῶν ἀποθανῶν τε καὶ ἀναστάς, καὶ χαρισάμενος ἡμῖν
τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια,
ἐπ'εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων
ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ
σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν
τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν
ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς
ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς
περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς
θείας σου χάριτος, καὶ τῆς σῆς βασιλείας οἰκείωσιν ˙ ἵνα
ἐν τῷ ἁγιασμῷ σου δι'αὐτῶν φυλαττόμενος, τῆς σῆς
χάριτος μνημονεύω διὰ παντός, καὶ μηκέτι ἐμαυτῷ ζῶ,
ἀλλὰ σοί τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτη. Καὶ οὕτω,
τοῦ τῇδε βίου ἀπάρας ἐπ'ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν
ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων
ἦχος ὁ ἀκατάπαυστος, καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν
καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον.
Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετόν, καὶ ἡ ἀνέκφραστος
εὐφροσύνη τῶν ἀγαπώντων σε Χριστὲ ὁ Θεός ἡμῶν, καὶ
σὲ ὑμνει πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἀνωνύμου.
Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰηοοῦ Χριστὲ ὁ Θεὸς
ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ
τίμιον, εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ μοι ἡ εὐχαριστία
αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην ˙ καὶ ἐν τῇ
φοβερᾷ καὶ δευτέρα ἐλεύσει σου ἀξίωσόν με τὸν
ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις
τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν
Ἁγίων. Ἀμήν.
Κ ον τάκι α
Τὸ Ἀν αστάσι μ ον Κ ον τάκι ον , ἐὰν ᾖ Κυ ρι ακῇ.
Τὸ Κ ον τάκι ον τῆς Δεσποτι κῆς ἢ Θ εομ ητορι κῆς ἑορτῆς , ἐὰν ᾖ.
Τὸ Κ ον τάκι ον τοῦ Ἁγί ου τοῦ Ν αοῦ.
Τὸ` Κ ον τάκι ον τοῦ Ἁγί ου (τῶ ν Ἁγί ω ν ) τῆς ἡμ έ ρας .
ἦχος α ´
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀμήν.
Καὶ τὸ ἐξ ῆς Μεγαλυ ν άρι ον (ἐκτὸς ἑορτῆς ὄπου ἀν τὶ τοῦ ˙ Ἄξ ι ον ἐστί ,
ἐψάλλει ἡ Θ ´ Ὠδή, ὄπερ καὶ ἀν αγι νώ σκεται ἀν τὶ τοῦ Μεγαλυ ν αρί ου
τοῦ του ) ˙
Καὶ ὁ Ἱερεὺ ς ἀν αχω ρεῖ οἴ καδε, ἐπευ χ όμ εν ος καὶ εὐ λογῶ ν τοὺ ς εὐ σεβ εῖ ς
καὶ λέ γω ν ˙
Διαφυλάξαι Κύριος ὁ Θεὸς πάντας τοὺς εὐσεβεῖς καὶ
ὀρθοδόξους χριστιανούς, τοὺς κατοικοῦντας ἐν τῇ πόλει
(χώρᾳ, ἢ νήσῳ) καὶ ἑνορία ταύτῃ σὺν γυναιξὶ καὶ τέκνοις
αὐτῷν.
Ἡ αὐ τὴ τάξ ι ς γί ν εται καὶ παρὰ τοῦ Ἀρχ ι ερέ ω ς λει του ργοῦ ν τος .