Professional Documents
Culture Documents
ΤΩΝ ΓΕΩΓΡΑΦΙΚΩΝ
ΤΩΝ ΓΕΩΓΡΑΦΙΚΩΝ
ΚΕΦΑΛΑΙΑ
αʹ
Ἐν τῶι πέμπτωι τὰ περὶ Ἰταλίαν ἀπὸ τῆς ὑπωρείας τῶν Ἄλπεων μέχρι τοῦ
Σικελικοῦ πορθμοῦ καὶ Ταραντίνου κόλπου καὶ τοῦ Ποσειδωνιάτου͵ ἐς οἷς
Βενετία͵ Λιγουρία͵ Πικηνόν͵ Τουσκία͵ Ρώμη͵ Καμπανία͵ Λευκανία͵ Ἀπουλία͵
καὶ ὅσαι νῆσοι τῆι ταύτηι θαλάσσηι παράκεινται ἀπὸ Γενουσῶν μέχρι Σικελίας.
ςʹ
Ἐν τῶι ἕκτωι τὰ ἐφεξῆς τῆς Ἰταλίας καὶ τὰ ἐντὸς τοῦ Ἀδρία μέχρι
Μακεδονίας͵ ἐν οἷς Ἀπουλία Καλαβρία καὶ ὅσα κατὰ τὸν Ἰόνιον κόλπον ἅμα
ταῖς παρακειμέναις νήσοις ἀπὸ Σικελίας ἕως τῶν Κεραυνίων͵ κἀκ τοῦ ἄλλου
μέρους ἕως Καρχηδόνος καὶ τῶν ταύτηι παρακειμένων νησιδίων.
ζʹ
Τὸ ἑνδέκατον ἄρχεται μὲν τῆς Ἀσίας͵ τοῦ Τανάιδος ἀπὸ τῶν ἀρκτικῶν
μερῶν ἄνωθεν ἀρχομένου διαιρεῖν τὴν Εὐρώπην τῆς Ἀσίας. περιέχει δὲ τὸ
βιβλίον καὶ τὰ παρακείμενα ἔθνη ταῖς ἀρχαῖς αὐτοῦ πρὸς τῆι ἀνατολῆι καὶ
μεσημβρίαι͵ ἣ καὶ Ἀσία ἐστίν. ἔστι δὲ τῆιδε ἔθνη βάρβαρα τὰ τῶι βιβλίωι
ἐγκείμενα ὅσα παροικεῖ τὸ Καυκάσιον ὄρος͵ ἐν οἷς Ἀμαζόνες τε καὶ
Μασσαγέται͵ Σκύθαι καὶ Ἀλβανοὶ καὶ Ἴβηρες͵ Βακτριανοί͵ Κάσπιοι͵ Μῆδοι͵
Πέρσαι͵ Ἀρμενίαι δύο ἕως τῆς Μεσοποταμίας· ἔχει δὲ καὶ Τρωγλοδύτας καὶ
Ἡνιόχους οὕτω λεγόμενα ἔθνη͵ καὶ Σκηπτούχους͵ Σοάνας͵ Ἀσσυρίους͵
Πολυφάγους͵ Ναβιανούς͵ Σιρακούς͵ Ταπύρους. ἐπεμνήσθη δὲ Ἰάσονος καὶ
Μηδείας καὶ ὧν ἔκτισαν πόλεων· ἔτι δὲ Ξέρξου καὶ Μιθριδάτου καὶ
Ἀλεξάνδρου τοῦ Φιλίππου.
ιβʹ