ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Ισοκράτη 5

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Ισοκράτη, Προς Νικοκλέα 31-32

Στον παραινετικό αυτό λόγο ο Ισοκράτης παραθέτει διδαχές προς τον νεαρό
διάδοχο του κυπριακού θρόνου, τον Νικοκλή, για τα καθήκοντα και τον τρόπο
διακυβέρνησης του καλού ηγεμόνα.

Μὴ τοὺς μὲν ἄλλους ἀξίου κοσμίως ζῆν τοὺς δὲ

βασιλεῖς ἀτάκτως, ἀλλὰ τὴν σαυτοῦ σωφροσύνην

παράδειγμα τοῖς ἄλλοις καθίστη, γιγνώσκων ὅτι τὸ τῆς

πόλεως ὅλης ἦθος ὁμοιοῦται τοῖς ἄρχουσιν. σημεῖον

ἔστω σοι τοῦ καλῶς βασιλεύειν, ἂν τοὺς ἀρχομένους

ὁρᾷς εὐπορωτέρους καὶ σωφρονεστέρους γιγνομένους

διὰ τὴν σὴν ἐπιμέλειαν.[32] περὶ πλείονος ποιοῦ δόξαν

καλὴν ἢ πλοῦτον μέγαν τοῖς παισὶν καταλιπεῖν· ὁ μὲν

γὰρ θνητός, ἡ δ’ ἀθάνατος, καὶ δόξῃ μὲν χρήματα κτητά,

δόξα δὲ χρημάτων οὐκ ὠνητή, καὶ τὰ μὲν καὶ φαύλοις

παραγίγνεται, τὴν δ’ οὐχ οἷόν τε ἀλλ’ ἢ τοὺς

διενεγκόντας κτήσασθαι.

You might also like