Professional Documents
Culture Documents
ΠΛΑΤΩΝ ΜΑΡΤΥΣ PDF
ΠΛΑΤΩΝ ΜΑΡΤΥΣ PDF
ΠΛΑΤΩΝ ΜΑΡΤΥΣ PDF
ΠΛΑΤΩΝ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Προσόμοια
τοῦ Ἁγίου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος
Πλήρης γενναίου φρονήματος, τὴν τῶν μελῶν ἐκκοπήν, καὶ τομὴν τὴν
τοῦ σώματος, καὶ τὸ πῦρ τὸ ἄστεκτον, τὸν λιμὸν καὶ τὸν θάνατον,
ἀνδρειοτάτῃ γνώμῃ ὑπέφερες, τὴν δι' αἰῶνος ἀποκειμένην σοι, δόξαν
θηρώμενος, τὴν μὴ διαπίπτουσαν, καὶ προορῶν, τὴν διαιωνίζουσαν,
μακαριότητα.
Πᾶσαν ὑπερβὰς τὴν αἴσθησιν, καὶ πρὸς τὴν ἄνω ζωήν, μεταθείς τὴν
διάνοιαν, λογισμῷ θεόφρονι, καὶ ψυχῇ μεγαλόφρονι, τῆς εὐτελείας καὶ
ταπεινότητος, τῶν ὁρωμένων καταπεφρόνηκας· ὅθεν ξεόμενος, καὶ πυρὶ
φλεγόμενος, ὑπὲρ Χριστοῦ, Μάρτυς ἀνδρικώτατα, διεκαρτέρησας.
Πᾶσαν τοῦ ἐχθροῦ τὴν ἔφοδον, καὶ διωκτῶν τὰς ὁρμάς, καταλύσας τῇ
χάριτι, τὸν τῆς νίκης στέφανον, ἀνεδήσω πανόλβιε, τῆς ἀκηράτου
ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου καταξιούμενος, θείας ἐλλάμψεως, ἔνθα
νῦν γενόμενος, ἁμαρτιῶν, αἴτησαι τὴν ἄφεσιν, τοῖς εὐφημοῦσί σε.
Ἦχος γ΄.
Τῷ θείῳ ἔρωτι καταφλεχθείς, οὐκ ἐπῃσθάνου τῆς σβεννυμένης φλογὸς
τὴν σφοδροτάτην καῦσιν, ἀλλ’ ὡς οἱ ἐν Βαβυλῶνι Ἅγιοι Παῖδες, Πλάτων
τρισμακάριε ἐν μέσῳ τούτου ἐχόρευες. Ὅθεν πάρεχε τοῖς τὸ θαυμαστὸν
μαρτύριόν σου δοξάζοντας, ἀπόμοιραν τοῦ ἀφθάρτου πυρὸς τῆς σῆς
θείας ἀγάπης.
Ἦχος δ΄.
Θεολογῶν τὸ μυστήριον τῆς ἐν Χριστῷ οἰκονομίας, ὡς ἄθυρμα
κατέῤῥιψας τὴν εἰδωλομανίαν τῶν ἀσεβῶν, Πλάτων θεομακάριστε. Καὶ
κατὰ σοῦ ἑλκύσας τὴν μανίαν τοῦ πατρὸς τοῦ ψεύδους, ὅλος πληγὴ
ἐγένου, ὑπὲρ τοῦ ἠγαπημένου σου Ἰησοῦ. Ὃν καθικέτευε γενναιόφρον
μάρτυς Πλάτων, πατῆσαι καὶ ἡμᾶς, τὰ ποικιλόμορφα εἴδωλα τῶν παθῶν,
πρὸς σωτηρίαν αἰώνιον.
Ἀπόλυσις
Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Σωτῆρος ἐπιγνούς, τὴν θεότητα Πλάτων, Θεάνθρωπον Αὐτόν, πρὸ ἀθέων
τυράννων, τρανῶς ὡμολόγησας, μυκτηρίσας τὰ εἴδωλα· ὅθεν εἴληφας,
φρικτῶν κολάσεων πλῆθος, ἃ ὑπέμεινας ἐν θαυμαστῇ καρτερίᾳ, τμηθεὶς
θείαν κάραν σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ὡς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα πολλήν, πρὸς
Αὐτὸν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεοτόκε πανύμνητε, δοῦναι ἄφεσιν,
ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει ὑμνοῦσι, τὴν
ἄρῥητον δόξαν σου.
Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πλάτωνος
Μικροῦ λαθὼν παρῆλθεν ἡμᾶς ὁ Πλάτων,
Πλάτων ἐκεῖνος, ὃν πλατὺ κτείνει ξίφος.
Ὀγδοάτῃ δεκάτῃ τε Πλάτωνα ἄορ κατέπεφνεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ
Τὸ καρτερόφρον Ῥωμανοῦ πᾶς θαυμάσει,
σὺν χαρμονῇ γὰρ πνιγμονὴν ἐκαρτέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, τὸ Ἅγιο Νήπιο, ἐρωτηθὲν παρὰ τοῦ ἐπάρχου ποῖον Θεὸν
σέβεται, καὶ ἀποκριθὲν ὅτι τὸν Χριστόν, ξίφει τελειοῦται.
Κόλπους Ἀβραὰμ νήπιον λαχὸν ξίφει,
τοῖς Βηθλεὲμ σύνεδρον ὤφθη νηπίοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ, τοῦ ἐκ
Παλαιστίνης
Ῥωμαλέος ἦν Ῥωμανὸς πρὸς βασάνους,
ῥώμῃ κρατυνθεὶς παντοδυνάμου Λόγου.
Οὐκ ἔστιν ἄξια ὄντως! τὰ νῦν παθήματα, τῆς ἄνω θείας δόξης, ὡς ὁ
Παῦλος κηρύττει· διὸ γενναῖε Πλάτων ἀνδροπρεπῶς, τὰς βασάνους
ὑπέμεινας, ὥσπερ τις ἄκμων τυπτόμενος ἀφειδῶς, δι’ ἀγάπην τοῦ
Δεσπότου σου.