ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΜΕΓΑ ΑΝΤΩΝΙΟΥ

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 10

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΜΕΓΑ ΑΝΤΩΝΙΟΥ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν
σου πᾶς ζῶν
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου
ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν
χειρῶν σου ἐμελέτων
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ
πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι
Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ
ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ
ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ
θλίψεως τὴν ψυχήν μου
καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς
θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην
αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Οὐ σιωπήσωμέν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ


γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;
Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Δόξα
Και τα τροπάρια. Ήχος ο αυτός.
Τον αρχηγόν των Μοναστών και αλείπτην, και καρτερόψυχον ερήμου Πρωτάρχην,
ανευφημούντες κράξωμεν αυτώ οι πιστοί. Άγιε Αντώνιε, ταις πρεσβείαις σου πάσαις,
λύπης διασκέδασον σκοτεινότατον νέφος, και τας ιάσεις δίδου συμπαθώς, τοις
ασθενούσι και πόθω σε μέλπουσι.

και νυν.

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν


εν μετανοία κράζοντες εκ βάθους ψυχής. Δέσποινα βοήθησον, εφ` ημίν
σπλαχνισθείσα, σπεύσον απολλύμεθα υπό πλήθους πταισμάτων, μη αποστρέψης
σους δούλους κενούς. Σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Είτα τον Ν`. Ψαλμόν.

Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς
ἁμαρτίας μου καθάρισον μέ. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου
ἐνώπιόν μου ἐστὶ διαπαντός. σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου
ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθε σέ. ἰδοὺ
γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίες ἐκίσσησε μὲ ἡ μήτηρ μου. ἰδοὺ γὰρ
ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. ραντιεῖς
μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι. πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τᾶς ἀνομίας μου
ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν
τοὶς ἐγκάτοις μου. μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ
ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ
πνεύματι ἠγεμονικῶ στήριξον μέ. διδάξω ἀνόμους τᾶς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. ρύσαι μὲ ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται
ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου
ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τὴ εὐδοκία σου τὴν
Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλοκαυτώματα. τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Αρχόμεθα του κανόνος του Αγίου Αντωνίου.

Ωδή Α`. Ήχος πλ. δ`. Αρματηλάτην Φαραώ.


Όσιε του Θεου, πρέσβευε υπέρ ημών

Αθανασίας και ζωής λαβόμενος της αιωνίου σαφώς, και τρισυποστάτου αίγλης
εμφορούμενος, τω φωτισμώ της χάριτος, την ζοφώδη ψυχήν μου, καταυγασθήναι
δυσώπησον, Πάτερ των Πατέρων Αντώνιε.
Όσιε του Θεου, πρέσβευε υπέρ ημών

Νέος υπάρχων ηλικία σώματος, καινήν οδόν αρετής, περιπατών Πάτερ, ακινδύνως
έφθασας, εις ουρανούς, Αντώνιε, τω Σωτήρι πρεσβεύων, υπέρ των πίστει την
Μνήμην σου, και πόθω τελούντων πανόλβιε.
Δόξα…

Τρισυποστάτω λαμπηδόνι, Πάνσεμνε, αεί λαμπόμενος, το δυσμενές άπαν, των


δαιμόνων φρύαγμα, και των εχθρών την έπαρσιν, και τας νόσων εφόδους, εκ των
σών δούλων απέλασον, θείαις σου πρεσβείαις, Αντώνιε.

Και νυν…

Ως Θεού Μήτηρ παρρησίαν έχουσα, προς τον σόν Τόκον Αγνή, Μονογενή Λόγον,
του Πατρός υπάρχοντα, και συμφυή τω Πνεύματι, δυσωπούσα μη παύση, νόσων
δεινών τε και θλίψεων, σώσαι τους πιστώς σε δοξάζοντας.
Ωδή Γ`. Ο στερεώσας κατ` αρχάς.
Όσιε του Θεού, πρέσβευε υπέρ ημών

Νενευρωμένω λογισμώ και σταθερά διανοία των παθών καταμαράνας την φλόγα,
Ουρανούς περιπολείς, αοίδιμε Αντώνιε, υπέρ ημών πρεσβεύων, των μετά πόθου
υμνούντων σε.
Όσιε του Θεού, πρέσβευε υπέρ ημών

Ισχυροτάτας προσβολάς δαιμόνων θρασυνομένων, και θηρίων τας ορμάς


μιμουμένων, ως κατήσχυνας Σοφέ, καμέ δη ενδυνάμωσον, καταφρονήσαι ούτω,
δόλους αυτών και τεχνάσματα.
Δόξα…

Ο Μοναζόντων αρχηγός, του σκότους της εξουσίας, εγκρατεία θριαμβεύσας


συντόνω, νικητής ως αληθώς Αντώνιος εγένετο, υπέρ των Ορθοδόξων, Θεώ
πρεσβεύων αείποτε.

Και νυν…

Νενεκρωμένον μου τον νουν, της ζωής ενεργεία, της εκ σού φανερωθείσης εν
Κόσμω, εξανάστησον, Αγνή, και προς ζωήν οδήγησον. Σύ γαρ τη του Υιού σου ισχύϊ
Άδην κατέλυσας.

Ωδή Δ`. Σύ μου ισχύς Κύριε…


Όσιε του Θεού, πρέσβευε υπέρ ημών
Των αρετών, κλίμακι θεία χρησάμενος, σύ ανήλθες, Πάτερ, εις Ουράνια, και τον Θεόν
είδες καθαρώς. Όν νυν εκδυσώπει υπέρ σών δούλων, Αντώνιε, τυχείν της σωτηρίας,
και αφέσεως πάντων, ψυχικών μολυσμών και κακώσεων.

Όσιε του Θεού, πρέσβευε υπέρ ημών


Όλος Θεώ, υποταγείς, ω Αντώνιε, μόνος μόνω, Πάνσεπτε, ενούμενος δι` αρετής, και
καθομιλών, και αντί γηϊ΄νου αξιωθείς την ουράνιον, απόλαυσιν αξίως, τοις πιστώς σε
υμνούσι, εις σωτηρίαν βραβεύεις, θείαις πρεσβείαις σου.

Δόξα…

Νουν και ψυχήν, μεμολυσμένος , ω Όσιε, την απάτην έχων κυριεύουσαν, τους
λογισμούς μου ο δυστυχής, και τας φαντασίας των δυσμενών εχθρών πάντοτε, προς
σε νυν καταφεύγω, τον θερμόν μου προστάτην, ελπίζων ταις ευχαίς σου, τυχείν της
σωτηρίας.
Και νυν…

Θεόν εκ σου, τον σαρκωθέντα δυσώπησον,τον ατρέπτως, ο ην διαμείναντα, και


φυσικώς αυτώ τω Πατρί, και σοί τη Τεκούση, γενόμενον ομοούσιον, ψυχών την
σωτηρίαν, και σωμάτων υγείαν, ημίν τοις σε υμνούσι Παρθένε, δωρήσασθαι.
Ωδή Ε`. Ίνα τι με απώσω.
Όσιε του Θεού, πρέσβευε υπέρ ημών
Ενοικούντάς σοι έχων, πάντας τους Μονάσαντας, αϋλους Νόας τε, και απολαμβάνων
την Ουράνιον δόξαν, Αντώνιε, μέμνησο των πίστει, και πόθω σε υμνολογούντων, και
της δόξης εκείνης αξίωσον.

Όσιε του Θεού, πρέσβευε υπέρ ημών

Ιαμάτων την χάριν, κατ` ασθενειών ανιάτων ως έλαβες, και κατά δαιμόνων εκ Θεού
εξουσίαν, Αντώνιε, ούτως εκ σών δούλων, δαιμόνων δόλους και εφόδους, τας των
νόσων, ω Πάτερ εξάλειψον.

Δόξα…

Ιλασμόν μοι παράσχου, των ατοπημάτων λιταίς σου Αντώνιε, και ελέησόν με και τα
έλκη ψυχής μου θεράπευσον, και απεγνωσμένον όντα εκλύτρωσαί με τάχει, αρετών
τ` ενδιαίτημα ποίησον.

Και νυν…

Οι σε σκέπην πλουτούντες, και τη σή πρεσβεία αεί εγκαυχώμενοι, αεννάως Κόρη, σε


υμνούμεν, και πόθω γεραίρομεν. Σύ γαρ ει, Παρθένε, μόνη ελπίς των Ορθοδόξων,
τείχος, δόξα, τιμή τε και καύχημα.

Ωδή ΣΤ`. Άβυσσος αμαρτιών.


Όσιε του Θεού, πρέσβευε υπέρ ημών
Νόμιμον ασκητικώς πολιτείαν απαλών εξ ονύχων, αναλαβών, ω Πάτερ, δόξης θείας
ηξίωσαι, και ως θείος αριστεύς στέφος απείληφας το της νίκης, υπέρ ημών αεί
δεόμενος.

Όσιε του Θεού, πρέσβευε υπέρ ημών

Έχοντες προς τον Θεόν ισχυρόν σε πρεσβευτήν, ω θεόφρον, και των κινδύνων
ρύστην και προστάτην και πρόμαχον, καταφεύγοντες εις σε πάντων λυτρούμεθα
αδοκήτων, νόσων παντοίων και κακώσεων.
Όσιε του Θεού, πρέσβευε υπέρ ημών
Ύψιστος επί της γης σύ γενόμενος εν θαύμασι θείοις, τα πονηρά του σκότους
φυγαδεύεις νυν πνεύματα, και καθαίρεις τας πολλάς ημών, Αντώνιε, ασθενείας, και
μολυσμούς ψυχής και σώματος.
Όσιε του Θεού, πρέσβευε υπέρ ημών
Ύψωσας παναληθώς την πεσούσαν των ανθρώπων ουσίαν, ω Παναγία Κόρη, τον
Θεόν γαλουχήσασα. Τούτον ουν υπέρ ημών, τυχείν αφέσεως εγκλημάτων, διηνεκώς
δυσώπει, Πάναγνε.

Δόξα…
Αντώνιε, των μοναζόντων έξαρχός τε και κλέος, εν ταις απαύστοις ευχαίς σου
μνημόνευε, ημών των πίστει σε ανυμνούντων.

Και νυν

Άχραντε, η δια λόγου τον λόγον ανερμηνεύτως, επ` εσχάτων των ημερών τεκούσα
δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Και ευθύς το προκείμενον. Ήχος Δ`.

Τίμιος εναντίον Κυρίου ο θάνατος του οσίου αυτού.

Στίχος. Τι ανταποδώσωμεν τω Κυρίω περί πάντων ων ανταπέδωκεν ημίν;

Ευαγγέλιον εκ του κατά Λουκάν ( ΣΤ`. 17-23 )

Τω καιρώ εκείνω έστη ο Ιησούς επί τόπου πεδινού. Και όχλος μαθητών αυτού και
πλήθος πολύ του λαού από πάσης της Ιουδαίας, και Ιερουσαλήμ, και της παραλίου
Τύρου και Σιδώνος, οι ήλθον ακούσαι αυτού και ιαθήναι από των νόσων αυτών, και
οι οχλούμενοι υπό πνευμάτων ακαθάρτων, και εθεραπεύοντο. Και πας ο όχλος εζήτει
άπτεσθαι αυτού, ότι δύναμις παρ` αυτού εξήρχετο και ιάτο πάντας. Και αυτός επάρας
τους οφθαλμούς αυτού εις τους Μαθητάς αυτού έλεγε. Μακάριοι οι πτωχοί, ότι
υμετέρα εστίν η βασιλεία του Θεού. Μακάριοι οι πεινώντες νυν, ότι χορτασθήσεσθε.
Μακάριοι οι κλαίοντες νυν ότι γελάσετε. Μακάριοι εστέ, όταν μισήσωσιν υμάς οι
άνθρωποι, και όταν αφορίσωσιν υμάς, και ονειδίσωσι, και εκβάλωσι το όνομα υμών
ως πονηρόν ένεκα του Υιού του ανθρώπου. Χαίρετε εν εκείνη τη ημέρα και
σκιρτήσατε. Ιδού γαρ ο μισθός υμών πολύς εν τω ουρανώ.

Δόξα.
Ταις του σού οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των
εμών εγκλημάτων.

Και νυν.
Ταις της Θεοτόκου…

Στίχος. Ελεήμον, ελέησόν με ο Θεός…


Και το παρόν Προσόμοιον.

Ήχος πλ. β`. Όλην αποθέμενοι…

Μη παύση δεόμενος του Λυτρωτού και Δεσπότου, Αντώνιε Όσιε, τοις την θείαν
Μνήμην σου εορτάζουσι, πάσι δωρήσασθαι άφεσιν πταισμάτων, αιωνίαν
απολύτρωσιν, των χαρισμάτων τε, των πνευματικών την μετάδοσιν, παθών τε την
κατάφλεξιν, των φρυγόντων νυν την καρδίαν ημών, ψυχών σωτηρίαν, και θείαν
προστασίαν, Αγαθέ, ίνα υμνώμεν γηθόμενοι την θείαν σου κοίμησιν.

Ο Ιερεύς

Σώσον, ο Θεός τον λαόν σου...

Ο Χορός. Κύριε, ελέησον ( ιβ`. )

Ο Ιερεύς.

Ελέει και οικτιρμοίς, και φιλανθρωπία του Μονογενούς σου Υιού, μεθ` ου ευλογητός
ει, συν τω παναγίω και αγαθώ και ζωοποιώ σου πνεύματι, νυν και αεί και εις τους
αιώνας των αιώνων.

Ο Χορός. Αμήν.

Ωδή Ζ`. Οι εκ της Ιουδαίας…


Όσιε του Θεού, πρέσβευε υπέρ ημών
Φοίνιξ ως περ εν οίκω δίκαιος Κυρίου, ω Πάτερ, εξήνθησας, καρπούς δικαιοσύνης,
εξ ων οι σε υμνούντες διατρέφονται ψάλλοντες. Ο των Πατέρων ημών Θεός
ευλογητός ει.

Όσιε του Θεού, πρέσβευε υπέρ ημών

Φωτεινής επιπνοίας εμφορούμενος, Πάτερ, του θείου Πνεύματος, τα πνεύματα


διώκεις, τας νόσους θεραπεύεις, των θερμώς προσιόντων σοι, και προσκυνούντων
πιστώς την θείαν σου εικόνα.

Όσιε του Θεού, πρέσβευε υπέρ ημών


Ήλθοσαν των ατόπων πράξεών μου ύδατα, έως Αντώνιε, ψυχής μου της αθλίας, ιλύϊ
κρατουμένης, των παθών και των θλίψεων, μη υπερίδης τον σόν δούλον, αλλ`
οίκτειρόν με.

Όσιε του Θεού, πρέσβευε υπέρ ημών

Εν τοις υψίστοις μετά Αγγέλων χορεύων, Παμμακάριστε Αντώνιε πάντας, τους σε


ανυμνούντας, διάσωζε ευχαίς σου.
Όσιε του Θεού, πρέσβευε υπέρ ημών

Ικετηρίους διηνεκώς υμνωδίας προς τον Κτίστην προσάγων, ω Πάτερ, μέμνησο των
πίστει σε ανυμνολογούντων.

Όσιε του Θεού, πρέσβευε υπέρ ημών

Ναμάτων θείων της ευποιϊας, ω Πάτερ, εξαπόστειλον ημίν τοις σοις δούλοις, και
δεινών παντοίων απάλλαξον ευχαίς σου.

Θεοτοκίον.

Θεογεννήτορ της ψυχής μου τα πάθη, και τα τραύματα θεράπευσον εν τάχει, και της
αμαρτίας ουλάς εξάλειψόν μου.

Ωδή Θ`. Κυρίως Θεοτόκον.


Όσιε του Θεού, πρέσβευε υπέρ ημών
Ενθέως εκτελούντες, την θείαν σου Μνήμην, Πάτερ Πατέρων Αντώνιε Όσιε, χαράς
απείρου και δόξης όλως πληρούμεθα.

Όσιε του Θεού, πρέσβευε υπέρ ημών

Μη παύση ικετεύων τον Θεόν των όλων, Σεβασμιώτατε Πάτερ Αντώνιε, λύσιν
πταισμάτων δωρήσασθαι ταις ψυχαίς ημών.

Όσιε του Θεού, πρέσβευε υπέρ ημών

Ιάσεως των νόσων, τεύξονται οι πόθω, τη σή Εικόνι Πανόσιε τρέχοντες, και μετά
πόθου και πίστεως ανυμνούντές σε.

Θεοτοκίον.

Συ ει Παρθενομήτορ, ισχύς της ψυχής μου, και του νοός μου ελπίς ακαταίσχυντος,
φως και ζωή και παράκλησις της καρδίας μου.

Και ευθύς ψάλλομεν το

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την Αειμακάριστον, και


Παναμώμητον, και Μητέρα του Θεού ημών. Την Τιμιωτέραν των Χερουβείμ, και
Ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την
όντως Θεοτόκον σε μεγαλύνομεν.
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν
λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου ὕμνοις τιμήσωμεν.
Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή. Πρός Σέ
καταφεύγω τήν Κεχαριτωμένην, ἐλπίς ἀπηλπισμένων, Σύ μοι βοήθησον.

Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων Σῶν ἱκετῶν, ἵνα
μεσιτεύσης πρός τόν ἐκ Σοῦ τεχθέντα, ὦ Δέσποινα τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως Σοί τήν ὠδήν, νῦν τῆ πανυμνήτῳ Θεοτόκῳ χαρμονικῶς. Μετά
τοῦ Προδρόμου καί Πάντων τῶν Ἁγίων δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων τήν Εἰκόνα Σου τήν σεπτήν, τήν
ἱστορηθεῖσαν ὑπό τοῦ Ἀποστόλου Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν.

Τον των Μοναζόντων υπογραμμόν, και τον της ερήμου πολιούχον και οικιστήν,
στήλην σωφροσύνης και οσίων το κλέος, Αντώνιον τον Μέγαν ανευφημήσωμεν.

Έχων παρρησίαν προς τον Θεόν, των σοί προσιόντων τα αιτήματα συμπαθώς, τα
προς σωτηρίαν δίδου ταις σαις πρεσβείαις, Αντώνιε Οσίων το εγκαλώπισμα.

Πρεσβείας προσάγαγε τω Θεώ, Αντώνιε Πάτερ, υπέρ πάντων των ευσεβών, των
πίστει τελούντων την θείαν Κοίμησίν σου, και σώσον εκ κινδύνων και πάσης
θλίψεως.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Κυρίου, Αποστόλων η δωδεκάς,


οι Άγιοι πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Αμήν..
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς ουρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν
ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς
ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανή τῷ χωρίω, κηδεύσατέ
μου τό σῶμα, καί σύ, Υἱέ καί Θεέ μου, παράλαβέ μου τό πνεῦμα.

Ὁ γλυκασμός τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις,


Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καί ρύσαι, τῶν αἰωνίων βασάνων.

Καί σέ μεσίτριαν ἔχω, πρός τόν φιλάνθρωπον Θεόν, μή μοῦ ἐλέγξη τάς πράξεις,
ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σέ, Παρθένε, βοήθησον μοί ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε, καί δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ
Βασιλέως, ἀκατανόητον θαῦμα, πώς γαλουχεῖς τόν Δεσπότην.
Επιθυμώ Παναγία τα κάλλη του Παραδείσου, τον μυρισμόν και τα άνθη, και την
τερπνήν ευωδίαν,και τας ωδάς των Αγγέλων, όταν υμνούν τον Υιός Σου.
Ὁ Ἱερέας: Δί’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ, ἐλέησον καί
σῶσον ἠμᾶς.
Ὁ Χορός: Ἀμήν.

You might also like