Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

UNSAM

Griego II – 2020
Ejercicio de lectura, análisis y traducción

Diceópolis y un rapsoda caminan hacia Atenas entre los Muros Largos a través de un
área atiborrada de viviendas improvisadas, donde Diceópolis organizó ahora su casa.
Alrededor hay piras funerarias listas para recibir a los muertos.

Ραψῳδός
ὦ Ἡρἀκλεις. ὃσον ἀνθρώπων πλῆθος. πλέα γὰρ φαίνεται τὰ τείχη. διὰ τί τοσοῦτον
πλῆθος ἔχει ἡ πὀλις, ὦ Δικαιόπολι; οἴμοι, τί τοῦτο; πυράς τινας ὁρῶ. εἰπέ μοι, πρὸς
τῶν θεῶν, τίς ἡ αίτία; ἦ που δῆλον ὅτι δαίμων τις κακὸς κολἀζει τὴν πὀλιν.
Δικαιόπολις
κακοδαίμων, νὴ Δία ἡ, πόλις ἐστίν, ὦ ῥαψῳδέ, κακοδαίμων δὲ τὸ πλῆθος,
κακοδαίμονες δὲ οἱ γεωργοὶ μάλιστα. αἴτιος δὲ πρῶτον μὲν ὁ πόλεμος, ἔπειτα δὲ καὶ ὁ
Περικλῆς.
Ραψῳδός
ἀλλὰ στρατηγὸς ἄριστος ὁ Περικλῆς. ὁ γὰρ ναύτης φησί τοῦτο.
Δικαιόπολις
ἀλλὰ δῆλόν ἐστι ὅτι φιλεῖ τὸν Περικλέα ἐκεῖνος. ἐγὼ δὲ ναύτης οὔκ εἰμι, ἀλλὰ
γεωργός. Περικλέα αἴτιον νομίζω. φησὶ γὰρ “ἡμεὶς μὲν κρατοῦμεν κατὰ θάλατταν,
Λακειδαιμόνιοι δὲ κατὰ γῆν. καταλείπετε οὖν, ὦ γεωργοί, τὰς οἰκίας καὶ τὴν γῆν, καὶ
εἰσκομίζεσθε εἰς τὸ ἄστυ τὰ ὑμέτερα σκεύη. καὶ μὴ φροντίζετε. πόλις γὰρ οὐκ οἰκήσεις
ἢ γῆ, ἀλλὰ ἄνδρες“.

οὕτω μὲν οὖν πείθει ἡμᾶς ὁ Περικλῆς. ῥήτωρ πιθανός ἐστι. ἡμεῖς εἰσκομιζόμεθα ἐκ
τῶν ἀγρῶν τοὺς παίδας καὶ τὰς γυναῖκας καὶ τὰ ἄλλα σκεύη. τὰ δὲ πρόβατα εἰς τὴν
Εὔβοιαν διαπεμπόμεθα.
ἐπειδὴ δὲ ἡμεῖς πολλοί ἐσμὲν καὶ ἀφικνούμεθα εἰς τὸ ἄστυ, χαλεπὸν γίγνεται τὸ
πρᾶγμα. αἱ μὲν γὰρ οἰκήσεις ὄλιγαι εἰσἰ, καὶ οἱ ἀστοὶ ταὐτας ἔχουσιν, ἡμεῖς δὲ πρὼτον
μὲν τὰ μικρὰ τείχη, ἔπειτα δὲ τὰ ἱερὰ οἰκοῦμεν. μετὰ δὲ ταῦτα ἡ νόσος ἐπιγἰγνεται,
καὶ δεινἐ ἐστιν. πολλοὺς ἄνδρας διαφθείρει καὶ πολλὰς γυναῖκας καὶ πολλὰ παιδία.
διαφθείρει δὲ καὶ τοὺς έμοὺς οἰκείους ἡ νόσος. ὀλοφύρομαι γὰρ ἔτι καὶ νῦν τὸν ἐμὸν
υἱόν καὶ τὴν ἐμὴν γυναῖκα. ἔχεις τὸ πρᾶγμα. ὁρᾷς οὖν, ὦ ῥαψῳδέ, ὅτι κακοδαίμων
εἰμί. τὴν δὲ πόλιν ὁρᾷς κακοδαίμονα εἶναι. τοὺς δὲ ἐν τῇ πόλει ὁρᾷς κακοδαίμονας
εἶναι.

τείχη: τείχος
ὁρῶ: ὁράω
φησί: φημί
οἰκήσεις: οἴκησις
ἄνδρες, ἄνδρας: ἀνέρ
Εὔβοιαν: Eubea
οἰκοῦμεν: οἰκέω

You might also like