Professional Documents
Culture Documents
ακολουθια πανηγυρικη αποστολου Βαρθολομαιου 11 Ιουνίου
ακολουθια πανηγυρικη αποστολου Βαρθολομαιου 11 Ιουνίου
ΒΑΡΘΟΛΟΜΑΙΟΥ ΑΠΟΣΤΟΛΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι
Μάρτυρες.
Φωτὶ ἐλλαμθεὶς τῷ νοητῷ, τοῦ Ἁγίου Πνεύματος Βαρθολομαίε Ἀπόστολε,
φωστὴρ ὡς μέγιστος, ἔλαμψας τῷ κόσμῳ, τὸν τῆς δόξης ἥλιον, Χριστὸν
ἀνακηρύττων τοῖς ἔθνεσιν· ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην,
καὶ τὸ μέγα ἔλεος.
Φῶς ἱλαρόν.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Κήρυξ περιφανής, Ἀπόστολε ἐδείχθης, Χριστοῦ Βαρθολομαῖε, καὶ τούτου ἐν τῷ
κόσμῳ, ἐκήρυξας τὴν σάρκωσιν.
Δόξα. Τριαδικόν.
Σύνθρονε Παντουργέ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὁμότιμε Θεότης, ἐλέησον τὸν
κόσμον, λιταῖς τοῦ Ἀποστόλου Σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Ὁ τῆς δόξης σε ἥλιος, Ἰησοῦς ὁ Θεὸς ἡμῶν, ὡς ἀκτῖνα ἔνδοξε ἐξαπέστειλεν, εἰς
τὰ τοῦ κόσμου πληρώματα, συντόνως ἐλαύνουσαν, ἀθεΐας τὴν ἀχλύν, καὶ
φωτίζουσαν ἅπαντας, τοὺς καθεύδοντας, ἐν νυκτὶ ἀγνωσίας, οὓς εἰργάσω, τῆς ἡμέρας
κληρονόμους, Βαρθολομαῖε θεόσοφε.
Καθυπείκων τοῖς νεύμασιν, οὗ τῷ νεύματι ἅπαντα, καθυπείκει τοῦτόν τε
ἐκμιμούμενος, ὡς ἀληθείας διδάσκαλον, θανάτου ποτήριον, διὰ πάθους σταυρικοῦ,
ἀγαλλόμενος ἔπιες, καὶ παρίστασαι, ἐφετῶν ἀκροτάτῳ Ἀποστόλοις, καὶ Ἀγγέλοις
συγχορεύων, Βαρθολομαῖε ἀοίδιμε.
Λόγῳ τῆς σοφίας σου, καὶ διδαγμάτων λαμπρότητι, καὶ θαυμάτων δυνάμεσιν, ὡς
ἥλιος ἔλαμψας, τοῖς ἐν σκότει πλάνης, οὕς καὶ καταυγάσας, Βαρθολομαῖε ἱερέ,
τούτοις προσήγαγες τῷ Παντάνακτι, ὡς λογικὸν ὀψώνιον, καὶ τῶν καμάτων τὰ
ἔπαθλα, ἐκ χειρὸς τοῦ Κυρίου σου, ἐκομίσω πανεύφημε.
Ἦχος β΄.
Τῇ τοῦ Σωτῆρος κλήσει, ἀκολουθήσας νουνεχῶς, τὰ ἐν νόμῳ προτυπώματα
παρῆλθες, καὶ τῷ φωτὶ τῆς χάριτος προσέδραμες, ὅλῃ ψυχῇ Ἀπόστολε· καὶ τῷ
Διδασκάλῳ ἑπόμενος, παρ’ Αὐτοῦ τὰ κρείττονα μεμύησαι, καὶ τὴν τοῦ κόσμου
ἀνάπλασιν, καὶ σωτηρίαν τῶν βροτῶν, διὰ πλῆθος οἰκτιρμῶν. Ἀλλ’ ὦ Βαρθολομαῖε
μακάριε, Ἀποστόλων καύχημα, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ἀποστολικοῖς χαρίσμασι κεκοσμημένος, ὡς τὸ Παράκλητον Πνεῦμα, ἐν εἴδει
πυρός, ἐν τῷ ὑπερῴῳ δεξάμενος, τῆς ἀσεβείας τὴν ἄκανθαν κατέφλεξας, καὶ τῶν
ἐθνῶν τὰς ἀγέλας, σεσωσμένας Χριστῷ προσήγαγες, τῷ ἱερῷ σου κηρύγματι,
Βαρθολομαῖε Ἀπόστολε· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν
κατορθωμάτων σου, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα τῆς γλώττης, πρὸς
δόξαν Χριστοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ· καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὰ ῥήματα αὐτοῦ.
Χαίροις Βαρθολομαῖε σοφέ, τοῦ Παρακλήτου παναρμόνιον ὄργαν ον, τὸ στόμα
τῆς ἀληθείας, Εὐαγγελίου Χριστοῦ, ὑποφήτης θεῖος καὶ σοφώτατος· ἡ γλῶσσα ἡ
εὔλαλος, τῆς Χριστοῦ σωματώσεως, τῆς τῶν ἀνθρώπων, σωτηρίας διδάσκαλος, καὶ
τῆς χάριτος, θησαυρὸς πολυτίμητος· ἥλιος ὁ πολύφωτος, τῆς θείας χρηστότητος, τῆς
εὐσεβείας ὁ λύχνος, ὁ φαεινὸς καὶ λαμπρότατος· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Οἱ Κανόνες τῆς Θεοτόκου [κατὰ προτίμησιν ὁ α΄ τοῦ Ἄξιόν Ἐστι], καὶ τοῦ Ἁγίου
ὁ παρών· ποίημα Θεοφάνους.
ᾨδὴ α. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Ὁ προγνώστης πάντων καὶ Θεός, τὸ τῆς διανοίας σου, θεοειδὲς καθορῶν
ἐξελέξατο, καὶ σὲ συνηρίθμησε, τῇ χορείᾳ Βαρθολομαῖε πανεύφημε, τῇ τῶν
Ἀποστόλων, χάριτι λαμπρύνας τὴν καρδίαν σου.
Ἀρετῶν εἰς ὕψος ἀναβάς, γλῶσσαν τὴν πυρίπνοον, πυροειδῶς μερισθεῖσαν
ἐπλούτησας, ὡς Χριστοῦ Ἀπόστολος, παρουσίᾳ τοῦ Παρακλήτου Πανάριστε, τὴν τῆς
ἀσεβείας ὕλην, δαπανῶσαν καὶ κουφότητα.
Θεοτοκίον
Νεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξὶ σε καλὴν ᾀσματίζουσι,
Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην Θεότητος· τὸν καλλοποιὸν γὰρ Λόγον,
ὑπέρ λόγον ἀπεκύησας.
Συναξάριον
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ
Βαρνάβα.
Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος,
Μιμούμενός σε, σταυρικὸν φέρει πάθος.
Ὑπὲρ λίθον σάπφειρον, ὡς γραφὴ λέγει,
Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους.
Ἑνδεκάτῃ σταύρωσαν ἐρίφρονα Βαρθολομαῖον.
Τούτων μὲν ὁ Ἅγιος Βαρθολομαῖος εἷς ἦν τῶν δώδεκα μαθητῶν, Ὅς Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσι
κηρύξας, καὶ τὸ κατὰ Ματθαῖον αὐτοῖς παραδοὺς Εὐαγγέλιον, Σταυρῷ παραδοθεὶς ἐν Ἀλβανουπόλει,
τελειοῦται ἐνδόξως· καὶ ἐν μολυβδίνῃ λάρνακι τεθεὶς, τῇ θαλάσσῃ ἐναποῤῥίπτεται. Ὑπὸ δὲ θείας προνοίας,
μέχρι Σικελίας, ἐν Λιπάρει τῇ νήσῳ κομισθεὶς καὶ φανερωθείς, ἐκεῖ θάπτεται, πολλῶν θαυμάτων, ὡς ἔκτινος
πηγῆς, ἐκ τῆς ἁγίας καὶ τιμίας αὐτοῦ σοροῦ ἀναδιδομένων, καὶ πᾶσι τοῖς πιστῶς προσερχομένοις, ταχεῖαν
διδόντων τὴν ἴασιν, καὶ πρὸς τὰ οἰκεῖα μετ’ εὐφροσύνης καὶ θυμηδίας ἐπανιέναι ποιούντων.
Ὁ δέ γε Βαρνάβας, ὅς καὶ Ἰωσῆς ἐν ταῖς τῶν Ἀποστόλων πράξεσιν ἀναγέγραπται, εἷς τῶν ἑβδομήκοντα
ὑπάρχων, συνέκδημος Παύλου χειροτονεῖται. [Ἑρμηνεύεται τοῦτο τὸ ὄνομα, Υἱὸς παρακλήσεως], ἐκ φυλῆς
μὲν Λευΐ ὁρμώμενος, κατὰ τὴν Κύπρον δὲ νῆσον γεννηθὴς καὶ τραφείς. Οὗτος πρῶτον ἐν Ἱερουσαλὴμ, εἶτα
καὶ ἐν Ῥώμῃ καὶ Ἀλεξανδρείᾳ ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ ἐπελθὼν ἐν Κύπρῳ, ὑπό τε
Ιουδαίων καὶ Ἑλλήνων λίθοις κτείνεται, καὶ πυρὶ παραδίδοται. Ὅν Μάρκος ὁ Ἀπόστολος καὶ Εὐαγγελιστὴς
συγκομίσας, ἔθετο ἐν σπηλαίῳ, καὶ ἐκπλεύσας εἰς Ἔφεσσον πρὸς Παῦλον, ἀνήγγειλεν αὐτῷ τὴν τελείωσιν
Βαρνάβα· ἔκλαυσε δὲ αὐτὸν Μάρκος ἐπὶ πολύ. Οὗτος λέγεται τεθάφθαι ἅμα τῲ ὑπ’ αὐτοῦ γραφέντι κατὰ
Μάρκος Εὐαγγελίῳ, τῷ καὶ ἐσύστερον εὑρεθέντι μετὰ τοῦ άποστολικοῦ σώματος. Ὅθεν καὶ προνόμιον
ἔλαβον οἱ πιστοί, μὴ ὑποκεῖσθαι τινὶ τῶν ἄλλων Επισκόπων ταύτην τὴν νῆσον, ἀλλ’ ὑπὸ τοῦ ἰδίου
Ἐπισκόπου χειροτονεῖσθαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου καὶ ἑτέρων τεσσάρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρνάβα τοῦ ἐν Λεμεσῷ.
Ἐν τοῖς Ἰνδοῖς παρεγένου ὡς φῶς Ἀπόστολε, καὶ τὴν ζοφώδη πλάνην, διαλύσας
τῷ λόγῳ, τὸν ἥλιον τῆς δόξης, Χριστὸν τὸν Θεόν, ἀνεκήρυξας ἔνδοξε, καταφωτίζων
καρδίας τε καὶ ψυχάς, φωτισμῷ τῆς θείας πίστεως.
Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ἡ καλλονή, μύστα τοῦ Κυρίου, καὶ Ἀπόστολε ἱερέ· χαίροις
θεηγόρε, σοφὲ Βαρθολομαῖε, ἡμῶν πρὸς τὸν Δεσπότην, μεσίτης ἔνθεος.