Professional Documents
Culture Documents
Αππολωνίου Σοφιστού-Λεξικὸν κατὰ στοιχεῖον τῆς τὲ Ἰλιάδος καὶ Ὀδυσσείας
Αππολωνίου Σοφιστού-Λεξικὸν κατὰ στοιχεῖον τῆς τὲ Ἰλιάδος καὶ Ὀδυσσείας
[Α] ψιλῶς καὶ δασέως ἐκφερόμενον δηλοῖ σχετλιασμόν, στέρησιν, πολύ, ὁμοῦ,
φαῦλον, ἴσον, ὅμοιον, σύν, σχετλιασμόν, ὅταν ἀποδυσπετοῦντες λέγωμεν ἆ,
στέρησιν, ὅταν λέγωμεν ἀσθενὲς τὸ ἐστερημένον τοῦ ὑπάρχοντος σθένους, πολύ,
ὅταν φῶμεν ἀχανὲς πέλαγος ἀντὶ τοῦ ἐπὶ πολὺ κεχηνός, ὁμοῦ, οἷον ἀδελφὸς ὁ
ὁμόδελφος καὶ ἀκολουθοῦν τὸ ὁμοκέλευθον· τὸ δὲ φαῦλον, τὸ κακοπρόσωπον καὶ
κακοτράχηλον ὅταν φάσκωμεν ἀπρόσωπον καὶ ἀτράχηλον· τὸ δὲ ἴσον καὶ ὅμοιον,
ὅταν οἱ ποιηταὶ τὴν ἰσολεχῆ καὶ ὁμόκοιτον ἄλοχον καὶ ἄκοιτιν καλῶσιν· τὸ δὲ
σύν,ὅταν ἀντὶ τοῦ συνέτυχεν ἀβόλησεν λέγωμεν. σημαίνει δὲ καὶ ἄρθρον, καὶ τὰ
αὑτοῦ. ὅταν μὲν οὖν τὸ ἄρθρον, ἄρ' οὐ τελέεσθαι ἔμελλεν,» ὅτε δὲ τὰ αὑτοῦ, «ἤτοι ὁ
μὲν τὰ ἃ δῶκεν.» ἔχει δὲ καὶ ἄλλας πλείονας δυνάμεις.
[ἀάατος] ὁ ἀβλαβὴς καὶ εὐχερὴς καὶ (δι' οὗ) ἄνευ ἄτης. ἐνίοτε δὲ τὸν ἐπιβλαβῆ καὶ
δυσχερῆ, ὡς ἐν τῷ «μνηστήρεσσιν ἄεθλον ἄατον· οὐ γὰρ ὀΐω.» διὰ δὲ τοῦ Χ τὴν
ἀβλαβῆ· «οὗτος μὲν δὴ ἄεθλος ἄατος ἐκτετέλεσται.»
[ἄασαν] ἔβλαψαν.
[ἀασιφρονία] φρενοβλάβεια.
[ἀβάλε] εἴθε.
[ἀβρότη] ἐπὶ τοῦ «νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο Τρῶες.» καὶ οἱ μὲν
ἐρήμην βροτῶν φασίν, οἱ δὲ τὴν ἀθάνατον, ἐξ οὗ ἡ θεία νοεῖται· ἐν δὲ ἄλλοις
«ἀμβροσίην διὰ νύκτα.» βέλτιον δὲ τὸ πρότερον.
[ἀβλαβές] ἀσθενὲς καὶ φαῦλον καὶ οἱονεὶ ἀβλεπές, κατὰ συγγένειαν τοῦ (μ) πρὸς τὸ
(π).
[Ἄβαντες] οἱ Εὐβοεῖς.
[ἀγλαΐας] τὰς καλλονὰς καὶ τοὺς κόσμους· «ἀγλαΐας τῇς νῦν γε μετὰ δμωῇσι
κέκασται.» καὶ ἑνικῶς «ἀγλαΐην γὰρ ἔμοιγε θεοὶ οἳ Ὄλυμπον ἔχουσιν ὤλεσαν.» ἔστι
δὲ καὶ Ἀγλαΐη κύριον ὄνομα· «Νηρεὺς Ἀγλαΐης υἱὸς Χαροποῖο ἄνακτος.»
[ἀγχοῦ] ἐγγύς.
[ἀγλαά] καλά, παρὰ τὴν αἴγλην τὰ λαμπρά, ἢ κατὰ μετάθεσιν ἀγλαά, ἐφ' οἷς ἄν τις
ἀγαλθείη.
[ἀγέλαστα] οὐ γέλωτος ἄξια ἀλλ' οἷον ἀγανακτήσεως· «δεῦθ' ἵνα ἔργ' ἀγέλαστα καὶ
οὐκ ἐπιεικτὰ ἴδησθε.» ἔνιοι δὲ γέλωτος ἄξια. βέλτιον δὲ τὸ πρῶτον.
[ἀγκυλομήτεω] ἐπὶ τοῦ Κρόνου, καθ᾿ Ὅμηρον, τοῦ δυναμένου περὶ τῶν ἀγκύλων καὶ
σκολιῶν εὖ βουλεύεσθαι.
[ἀγκύλον] σκολιόν.
[ἀγοστόν] ἀγκῶνα. τὸ ὑγιές, τὸ ἐντὸς τῶν χειρῶν ἢ βραχιόνων· τούτοις γὰρ τοῖς
μέρεσι προσαγόμεθα πρὸς ἑαυτοὺς ὃ ἐὰν βουλώμεθα. διό φησιν «ἕλε γαῖαν ἀγοστῷ.»
τοῦτο τὸ μέρος, οἱονεὶ ὁ ἀγκών, ὁ ἄγων, τοῦ (κ) πρὸς τὸ (γ) συγγένειαν ἔχοντος.
ἄλλοι δέ, ἀγοστὸς ἀγκὼν παρὰ τὸ ἄγαν ὀστώδης εἶναι.
[ἀγάασθαι] ἐπὶ μὲν τοῦ θαυμάζειν «ὡς σὲ γύναι ἄγαμαι τέθηπά τε δείδιά τ' αἰνῶς,»
ἐπὶ δὲ τοῦ φθονεῖν «ἐξείπω, καὶ μήτι κότῳ ἀγάσησθε ἕκαστος,» ἐπὶ δὲ τοῦ ζηλοῦν
«ὣς δ' αὖ νῦν μοι ἀγάασθε θεοὶ βροτὸν ἄνδρα παρεῖναι.»
[ἄγη] θάμβος καὶ κατάπληξις· «ἄγη μ' ἔχει· οὐκ ἂν ἔμοιγε ἐλπομένῳ τὰ γένοιτ', οὐδ'
εἰ θεοὶ ὣς ἐθέλοιεν.»
[ἀγκάζοντο] ταῖς ἀγκάλαις ᾖρον· «ἀπὸ χθονὸς ἀγκάζοντο ὕψι μάλα μεγάλως» καὶ
«ἀγκὰς ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσι» καὶ «ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου
παῖς ἣν παράκοιτιν.» ὅθεν καὶ τὰς ἀγκάλας ἀγκαλίδας λέγομεν· «ἐν ἀγκαλίδεσσι
τιθήνης.» καὶ τὸ φορτίον τῶν ξύλων ἀγκαλὶς λέγεται κατὰ τὴν ἡμετέραν συνήθειαν.
[ἀγκοῖναι] ἀγκάλαι· «ἐν ἀγκοίνῃσιν ἰαύειν.» οἱ δὲ νεώτεροι καὶ τὰς ἀγκύρας οὕτω
λέγουσιν.
[ἀγχηστῖναι] συνεχεῖς καὶ σύνεγγυς ἀλλήλων, οἷον ἀλλεπάλληλαι· «αἱ μέν τ'
ἀγχηστῖναι ἐπ᾿ ἀλλήλῃσι κέχυνται,» καὶ ἀρσενικῶς «οἱ δ' ἀγχηστῖνοι ἔπιπτον νεκροὶ
ὁμοῦ Τρώων καὶ Ἀχαιῶν.» παρῆκται δὲ ἡ λέξις παρὰ τὸ ἄγχι καὶ ἀγχοῦ, ἅπερ
συνήθως ἐπὶ τοῦ σύνεγγυς τίθησιν.
[ἀγχίμολον] ἐπὶ μὲν τοῦ μετ' ὀλίγον «ἀγχίμολον δὲ μετ' αὐτοὺς ἐβήσετ' Ὀδυσσεύς»
καὶ «ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί,» ἐπὶ δὲ τοῦ σύνεγγυς τόπου
«τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ.»
[ἀγχιβαθής] ἡ ἀγχοῦ τῆς γῆς βαθεῖα· «ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔπως ἔστι
πόδεσσι στήμεναι.»
[ἀγάννιφος] ἄγαν χιονώδης. ὅταν δὲ Ὄλυμπος ἀγάννιφος, ἀπὸ τῶν κάτω μερῶν
τροπικῶς κατὰ συνεκδοχὴν νοεῖται, ἐπεὶ τὰ ἐνουράνια μέρη τοῦ ὄρους οὐδαμῶς.
διωρίζετο γοῦν περὶ αὐτῶν· «Ὄλυμπον δ' ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι·
οὔτ' ἀνέμοισι τινάσσεται, οὐδέ ποτ' ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπιπίλναται· ἀλλὰ μάλ'
αἰεὶ αἴθρη πέπταται ἀννέφελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη.»
[ἀγών] ὁ τόπος εἰς ὃν συνάγονται· «καὶ οὖν οἵπερ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι
μένεσκον» καὶ «αὐτόματοι θεῖον δύσονται ἀγῶνα.» τὸ δὲ ἄθροισμα τῶν συναγομένων
«λύτο δ' ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι ἐσκίδναντ' ἰέναι.»
[ἄγρει.] τοῦτο παρακελευστικῶς λέγει, ἄγε· «ἄγρει νῦν μοι ἔπορσον Ἀθηναίην
ἀγελίην,» καὶ ἐν Ὀδυσσείᾳ «ἄγρει δὴ πῦρ κείονται ἐνὶ μεγάροισι Μελανθεῦ.» καὶ
πληθυντικῶς ἀντὶ τοῦ ἄγετε· «ἀγρεῖθ', αἱ μὲν δῶμα κορήσατε ποιπνύουσαι»
[ἀγκλίνας] ἀνακλίνας, ὡς ἐπὶ τοῦ «ἀγκλίνας δέ, πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ
ἑταῖροι.» τάσσεται δὲ καὶ ἐπὶ τοῦ ἀνοίξας, ὡς ἐν τῇ μνηστηροφονίᾳ· «ὃς θαλάμοιο
θύρας πυκινὰς ἀραρυίας κάλλιπον ἀγκλίνας· τῶν δὲ σκότος ἦεν ἀμείνων.»
[ἀγελείην] λείας ἄγουσαν, οἷον λάφυρα. ἔνιοι δέ, ἄγουσαν τοὺς ἐπὶ πόλεμον ὄχλους.
βέλτιον δὲ τὸ πρότερον.
[ἄγαλμα] πᾶν ἐφ' ᾧ τις ἀγάλλεται, καὶ οὐχὶ τὸ ξόανον. φησὶ γοῦν ἐν μὲν Ἰλιάδι
«βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερον, κόσμος θ' ἵππων ἐλατῆρί τε κῦδος,» ἐν
Ὀδυσσείᾳ δὲ «ἀσκήσας, ἵν' ἄγαλμα θεὰ κεχαροίατ' ἰδοῦσα.» καὶ πληθυντικῶς «πολλὰ
δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε.»
[ἀγαυόν] καλόν, ἐπιφανές, θαυμάσιον. ὁ δὲ Ἀπίων καλός, σεμνός, ἀπὸ τοῦ πολλαχῶς
γαίειν, ὅ ἐστι γαυριᾶν. ποτὲ δὲ σημαίνει καὶ ἔθνος ὀνοματικῶς οὕτω λεγόμενον· «καὶ
Ἀγαυῶν ἱππημολγῶν.» καὶ ἐπὶ τοῦ ἄγαν καλοῦ «Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ
Τιθωνοῖο.»
[ἀγυιαί] αἱ ὁδοί, ἀπὸ τοῦ δι' αὐτῶν ἄγειν, ὅ ἐστι πορεύεσθαι, καθό φησι «Λαοδίκην
ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην» ἀντὶ τοῦ πρὸς Λαοδίκην πορευομένη.
[ἀγγελίην] ἀγγελίαν· «ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα ἦλθον δεῦρο φέρουσα
παρὰ Διὸς αἰγιόχοιο» καὶ «ἦ μάλα λυγρῆς πεύσεται ἀγγελίης.» ποτὲ δὲ ἀντὶ τοῦ
ἄγγελος· «ἔνθ' αὖ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί» ἀντὶ τοῦ τὸν Τυδέα ἄγγελον
ἀπέστειλαν, καὶ «σεῦ ἕνεκ' ἀγγελίης.» Ζηνόδοτος δὲ τοῦτο ἀγνοήσας μεταγράφει «ἧς
ἕνεκ' ἀγγελίης.»
[ἀγήνωρ] ἤτοι ἄγαν ἀνδρεῖος, τῆς ἠνορέας ἐγκειμένης, ἢ ὅταν αὐθάδης καὶ ὑβριστής·
«μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα μυρία δῶρα διδούς· ὁ δ' ἀγήνωρ ἐστὶ καὶ
ἄλλως.» καὶ «οὔ θήν μιν πάλιν αὖτις ἀνήσῃ θυμὸς ἀγήνωρ νεικείην βασιλῆας.» καὶ ἡ
[ἀγηνορία] δὲ παραπλησίως ἤτοι ἄγαν ἀνδρία ἢ αὐθάδεια, ὡς καὶ ἐπὶ τοῦ «νῦν αὖ μιν
πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.» ὅταν δ' ἐπὶ τοῦ λέοντος λέγῃ «ἀγηνορίη δέ μιν
ἔκτα, τάρφεά τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων,» καταχρηστικῶς λέγεται.
[ἀγρονόμοι] πρὸς διάφορον τόνον καὶ σημασίαν. καὶ ἅπαξ εἴρηται ἐν Ὀδυσσείᾳ,
«ἀγρονόμοι παίζουσι, γέγηθε δ' ἄρα φρένα Λητώ,» ἐπὶ τῶν Νυμφῶν. τῆς μὲν οὖν
παρεσχάτης ὀξυτονουμένης ἀκούονται αἱ ἐν ἀγροῖς νέμουσαι, τῆς δὲ δευτέρας αἱ ἐν
ἀγροῖς νεμόμεναι.
[ἀγέρωχοι.] ἡ μὲν καθ᾿ ἡμᾶς συνήθεια τὴν λέξιν ἐπὶ τοῦ ψόγου ταύτην τάσσει· τοὺς
γὰρ αὐθάδεις καὶ ἀπαιδεύτους ἀγερώχους λέγει. ὁ δὲ Ὅμηρος τοὺς ἄγαν ἐντίμους,
ἀπὸ τοῦ ἄγαν ἐπὶ τοῦ γέρως ὀχεῖσθαι· «ὣς αὖτις καθ᾿ ὅμιλον ἔδυ Τρώων ἀγερώχων.»
ὁμοίως δὲ καὶ ὅταν «ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων.»
[ἀγαπήνορος] τοῦ ἀγαπῶντος τὴν ἠνορέην, ὅ ἐστι τὴν ἀνδρείαν. ἔστι καὶ ὄνομα
κύριον. ἢ τοῦ ἀγαπωμένου ὑπὸ τῶν ἀνδρῶν.
[ἀγνώσασκε] ἐξηγνόει· «ἄλλοτε δ' ἀγνώσασκε κακὰ χροῒ εἵματ' ἔχοντα,» ἐν τῇ Ψ τῆς
Ὀδυσσείας, ἐπὶ τῆς Πηνελόπης.
[ἀγέρθη] συνελέγη· «ἡ δ' ἐπεί ῥ' ἄμπνυτο, καὶ ἐς φρένα θυμὸς ἀγέρθη.»
[ἀδηκότες] ἄδην ἔχοντες καὶ πεπληρωμένοι· «ὕπνῳ καὶ καμάτῳ ἀδηκότες» ἀηδῶς
διατεθειμένοι. τὸ δὲ παραπλήσιον ἐπὶ τοῦ «δείπνου ἀδήσειεν ὑπερφιάλοισι
μετελθών,» ἀντὶ τοῦ ἀηδισθείη.
[ἀδινὸν κῆρ.] τὸ περικάρδιον κῆρ οὕτως εἰρῆσθαι ἀδινὸν τῷ φύσει πυκνὸν εἶναι.
[ἁδεῖν] ἀρέσαι.
[ἀδεής] οὐ δεδιώς· «εἴπερ ἀδειής τ' ἐστί, καὶ εἰ μόθου ἔστ' ἀκόρητος.» καὶ ἡ ἄδεια δὲ
ἀπὸ τοῦ αὐτοῦ.
[ἀδέψητον] ἀμάλακτον, οἷον ἀνέργαστον· «κἂν μὲν ἀδέψητον βοέην στόρεσ', αὐτὰρ
ὕπερθε πόλλ' ὀΐων τοὺς ἱέρευεσκον Ἀχαιοί.» τὸ γὰρ δεψῆσαι ἐπὶ τοῦ μαλάξαι τίθησι,
καθάπερ ἐπὶ τοῦ κηροῦ «κηρὸν δεψήσας μελιηδέα.»
[ἄδδην] εἰς κόρον, ἐπὶ πλεῖον· «ἀνδρῶν εἰλομένων, εἰωθότες ἔδμεναι ἄδδην.»
[ἄελλα] ἡ τοῦ ἀνέμου συστροφή, ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνέειν. καὶ ὁ κονιορτὸς
ἀελλώδης, ἀελλής, οἷον ἄν τις ἀπὸ τῶν ἀελλῶν γένοιτο· «ὣς ὅτι τῶν ὑπὸ ποσσὶ
κονίσαλος ὤρνυτ' ἀελλής.» καὶ «ἀελλόπιος Ἶρις» ἡ ταχύπους.
[ἄειν] πνεῖν, ἀπὸ τοῦ ἀεὶ ἰέναι· ἐν κινήσει γὰρ τὸ πνεῦμα. καὶ [ἀέντες] ἀντὶ τοῦ
πνέοντες ἢ πνεύσαντες, οἷον «διασκίδνασιν ἀέντες.»
[ἀεικίζειν] ᾐκίζετο· «ὣς ὁ μὲν Ἕκτορα δῖον ἀείκιζεν μαινεαίνων.» καὶ (ἀεικίην) τὴν
αἰκίαν· «πᾶσαν ἀεικίην ἄπεχε χρωτὶ φῶτ' ἐλεαίρων.» καὶ (ἀεικιῶ) αἰκιοῦμαι.
[ἄειδε] ᾆδε, ὕμνει, δύναμιν περιποίησαι ὥστε ᾆσαι· «μῆνιν ἄειδε θεά.» τινὲς δὲ εἰς τὸ
λέγειν μετέβαλον τὴν λέξιν ἐπὶ μὲν τῶν καταλογάδην προφερομένων τῷ λέγε
καταχρωμένου καὶ τῷ εἰπεῖν, τῷ δὲ ἄειδεν δὲ ὀπὶ μὲν μετ' ᾠδῆς· «ἀλλ' ἄγε δὴ
μετάβηθι καὶ ἵππου κόσμον ἄειδε.» «ταῦτα δ' Αἴσωπος ὁ Σαρδιηνὸς εἶπεν· ὅντιν' οἱ
Δελφοὶ ᾄδοντα μῦθον οὐ καλῶς ἐδέξαντο» ἀντὶ τοῦ λέγοντα· ὁ γὰρ Αἴσωπος
λογοποιός.
[ἀέσαι] κοιμηθῆναι· «ἔνθα δὲ νύκτ' ἀέσαι, καὶ ὄτρυνε πόλιν εἴσω.» καὶ πληθυντικῶς,
κατὰ τὸ ὁριστικόν,
[ἀείρας] ἐπὶ μὲν τοῦ βαστάζειν «ἤ μ' ἀνάειραι ἢ ἐγὼ σέ,» καὶ κατὰ μετοχήν «ἀείρας
ἐς θάλαμον κατέθηκεν·» ἐπὶ δὲ τοῦ πρόσφερε «μή μοι οἶνον ἄειρε,» καὶ ἐν τῇ Α
Ὀδυσσείας (ἀείρας) προσενέγκας. εἴρηται δὲ οὕτως, ἐπεὶ ὁ προσφέρων αἴρει τὸ
προσφερόμενον. καὶ αἴρειν τὸ προσφέρειν. ἀπὸ δὲ τούτου καὶ τὸν ἄρτον ὠνομάσθαι,
ὥς φησιν Ἀπολλόδωρος.
[ἀέξετο] ηὐξεῖτο· «οὐ μὲν γάρ ποτ' ἀέξετο κύματ' ἐν αὐτῷ, οὔτε μέγ' οὔτ' ὀλίγον·
λευκὴ δ' ἦν ἀμφὶ γαλήνη.»
[ἄεθλος] διὰ παντὸς μὲν ἀρσενικῶς λέγει ἑνικῶς τε καὶ πληθυντικῶς τοὺς ἀέθλους
τῶν πόνων καὶ τοὺς πόνους· «οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται» καὶ
«ἀέθλους πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ' Ὀδυσῆος.» οὐδετέρως δὲ ἆθλα τὰ
ἔπαθλα κατὰ τὸ πλεῖστον· «παλαισμοσύνης ἀλεγεινῆς θῆκεν ἄεθλα.» ὅθεν καὶ
Ἀρίσταρχος ἀναγινώσκει «μεῖζον ἄεθλον·» τὸ γὰρ ἔπαθλον θέλει δηλοῦν.
[ἄζετο,] ἐὰν ψιλῶς, ἐξηραίνετο· καὶ γὰρ [ἄζῃ] τῇ ξηρασίᾳ δηλοῖ. καὶ κατὰ μετοχήν
φησί που «ἡ μέν τ' ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας» ἀντὶ τοῦ ξηραινομένη, τοῦ
ψιλοῦ ἀντιστοίχου τοῦ [τ] ἐπιμαρτυροῦντος τῇ κατὰ τὸ ψιλὸν ἀναγνώσει. καὶ τὸ
«καταζήνασκε δὲ δαίμων,» ἐπὶ τοῦ Ταντάλου, ἀντὶ τοῦ κατεξήραινε. καὶ [ἀζαλέην]
τὴν ξηράν· καὶ «βῶν ἀζαλέην, τό μοί ἐστι ταλαύρινον πολεμίζειν.» δασυνομένης δὲ
ἕτερόν τι δηλοῖ· «ἅζετο γὰρ μὴ νυκτὶ θοῇ ἀποθύμια ἔρδοι» ἀντὶ τοῦ ἐσέβετο· καὶ
Ὀδυσσεὺς πρὸς Κύκλωπα «σχέτλι', ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ» ἀντὶ τοῦ
ἐσέβου· καὶ «ἁζόμενοι Διὸς υἱόν» ἀντὶ τοῦ σεβόμενοι. ἐτυμολογοῦσι δὲ οἱ μὲν
λέγοντες αἰδούμενοι, ἐπεὶ ὁ σεβόμενος ἀρεστὸν ἔργον ἐπιδείκνυται τοῖς οὓς σέβεται,
οἱ δὲ κατὰ συγκοπὴν ἁζόμενοι ἀντὶ τοῦ ἁγιζόμενοι, ἅγιον ἡγούμενοι, ὅ ἐστι
σεβαστόν.
[ἄη] ἔπνει· «αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.» καὶ [ἀήμεναι]. τὸ πνεῦσαι. καὶ
[ἄητον] δυϊκῶς τὸ ἔπνεον· «Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον.» καὶ
[ἄημα] τὸ πνεῦμα, καὶ [ἀῆται] οἱ ἄνεμοι καὶ [ἀήμενοι, καὶ ἀήτη] ἡ πνοή· «ἀνέμοιό
τε δεινὸς ἀήτη» ἀντὶ τοῦ δεινή, ὡς «κλυτὸς Ἀμφιτρίτη» ἀντὶ τοῦ κλυτή. ὅταν δὲ λέγῃ
«θάρσος ἄητον ἔχουσα,» τὸ μεγαλοβλαβὲς θέλει δηλοῦν.
[ἀήσυρον] κοῦφον, τὸ οἷόν τε ὑπὸ ἀνέμου σύρεσθαι, τουτέστιν ὑπὸ τῆς ἀήτης, τῆς
ἀνέμου πνοῆς.
[ἀήρ,] ὅτε μὲν ἀρσενικῶς, ὁ περικεχυμένος ἡμῖν, περὶ οὗ φησὶν «εἰς ἐλάτην ἀναβὰς
περιμήκετον, ἣ τότ' ἐν Ἴδῃ μακροτάτη πεφυυῖα δι' ἠέρος αἰθέρ' ἵκανεν.» ὅτε δὲ
θηλυκῶς, τὴν σκοτίαν σημαίνει· «ἀὴρ γὰρ παρὰ νηυσὶ βαθείη, οὐδὲ σελήνη
οὐρανόθεν προύφαινε.»
[ἀθεμιστία] ἀνομία.
[ἀθύρει] παίζει, καὶ [ἀθύρματα] παίγνια, ἐν τῇ Ο ῥαψῳδίᾳ τῆς Ἰλιάδος «ὅς τ' ἐπεὶ
οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσι.» ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὴν λέξιν φησὶν ἀπὸ τοῦ
πολλάκις θύειν, κατὰ πρόσθεσιν τοῦ [ρ], ὃν τρόπον καὶ ἡ ἀϊδρίη ἀϊδία τις οὖσα.
[ἀθρῆσαι] ἀτενίσαι, ἰδεῖν· «οὐδ' αὖτ' ἀθρῆσαι δύνατ' ἀντίη οὐδὲ νοῆσαι.»
[ἀθέσφατον] πολύν, οἷον οὐδ' ἂν θεὸς φατίσειεν διὰ τὸ πλῆθος· «αἵ τ' ἐπεὶ οὖν
χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον.» καὶ ἐπὶ τῶν συῶν ὁ Εὔμαιος «νῦν δ' αἱ μὲν
γίνονται ἀθέσφαται» ἀντὶ τοῦ πολλαί.
[αἰπύν] ὑψηλὸν κυρίως. σημαίνει δέ ποτε καὶ τὸν μέγαν, οἷον «φυγόντι αἰπὺν
ὄλεθρον.»
[Αἰπύτιον] τὸν τοῦ Αἰπύτου· «Αἰπύτιον παρὰ τύμβον.» ἔστι δὲ οὗτος τῶν Ἀρκαδικῶν
ἡρώων, περὶ οὗ φησὶν Ἡσίοδος «Αἴπυτος αὖτ' τέκετο Γλησήνορά τε Πειρίθοόν τε.»
[Αἰαίη] ὄνομα νήσου ἣν κατῴκει Κίρκη· «Αἰαίην δ' ἐς νῆσον ἀφικόμεθ', ἔνθα δ'
ἔναιεν Κίρκη ἐϋπλόκαμος.» καὶ αὐτὴ δὲ ἡ Κίρκη ἐθνικῶς τῇ νήσῳ ὁμώνυμος· «Αἰαίη
δολόεσσα λιλαιομένη πόσιν εἶναι.» αἵ. τοῦτο δασυνόμενον ἄρθρον ἐστὶ διὰ τούτων·
«αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέφαντι.» ἀναφορικῶς δὲ ἀντὶ τοῦ αὗται· «αἱ
μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον» καὶ «ὣς αἵτ' ἐξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
δειρῇσιν βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.»
[Αἰγύπτῳ.] ἐπὶ μὲν τῆς χώρας «Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,» ἐπὶ δὲ
τοῦ ποταμοῦ, ὃν Νεῖλον Ἡσίοδος καὶ οἱ λοιποί, «στήσας ἐν Αἰγύπτῳ ποταμῷ νέας
ἀμφιελίσσας.»
[αἴθωνα] ποτὲ μὲν τὸν πυρώδη καὶ ὀξύν, «ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπὸ
μεσαύλοιο,» ποτὲ δὲ τὸν λαμπρόν, «αἴθωνας δὲ λέβητας ἐείκοσι.»
[αἴθωπα οἶνον] ἤτοι τὸν φύσει θερμόν (αἴθειν γὰρ τὸ καίειν), ἢ τὸν μέλανα, ὡς
Ἡλιόδωρος, ἢ τὸν λαμπρὸν κατὰ δύναμιν.
[Ἄϊδι] τῷ Ἅιδῃ, ἀπ' εὐθείας τῆς Ἄϊς ὡς Πάρις, «πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι
προΐαψεν·» ἀπὸ δὲ τῆς Ἀΐδης «ἰφθίμῳ τ' Ἀΐδῃ καὶ ἐπαινῇ. Περσεφόνεια.» ποτὲ δὲ ἀπὸ
τῆς Ἀϊδωνεύς, «καί μιν ἔφην Ἀϊδωνῆϊ προϊάψειν.»
[αἵμονα] ἐπιστήμονα, ἔμπειρον· «αἵμονα θήρης.» ἔστι δὲ καὶ κύριον ὄνομα· «Αἵμονά
τε κρίοντα Θόωνά τε Δηΐπυρόν τε.»
[αἶνος] ποτὲ μὲν ἔπαινος, «Ἀντίλοχ' οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,» ποτὲ δὲ
γνώμης παραμυθία καὶ παραβεβλημένος λόγος πρός τι ὑποκείμενον, οἷον «αἶνος μέν
τοι ἀμύμων ὃν κατέλεξας.» καὶ πάλιν ἐπὶ τοῦ ἐπαίνου «καὶ αὐτοὶ τόδε γ' ἴστε· τί με
χρὴ μητέρος αἴνου.»
[αἰναρέτης] ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος· «αἰναρέτη, τίς σευ ἄλλος ὀνόσσεται
ὀψίγονός περ;» [αἰνὸν] γὰρ τὸ δεινόν, καὶ [αἰνῶς] ἀντὶ τοῦ δεινῶς· «αἰνῶς γὰρ
μύθοισιν ἔπεσσί τε οἷσιν ἀκούων τέρπομαι.» τὸ δὲ κατ' ἐπίτασιν δεινὸν κακόν ἐστιν
οἷς ἂν δεινὸν φαίνηται.
[αἰνήσωσιν] συγκαταθῶνται, «εἰ μέν κ' αἰνήσωσιν ἀκούοντες κακὰ ἔργα·» καὶ κατὰ
τὸν παρῳχημένον «ὣς ἔφατ' Ἀτρείδης, ἐπὶ δ' ᾔνεον ἄλλοι Ἀχαιοί» ἀντὶ τοῦ
συνεκατετίθεντο. ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας ἡ συγκατάθεσις τῷ ἐπαίνῳ· ὁ γὰρ ἐπαινῶν
συγκατατίθεται τοῖς τοῦ ἐπαινουμένου ἔργοις.
[αἰγίλιπος πέτρης] τῆς οὕτως ὑψηλῆς ὥστε καὶ αἶγα μὴ ἐπιβαίνειν· ἁλτικὸν γὰρ τὸ
ζῷον· «ἥτε κατ' αἰγίλιπος πέτρης.»
[αἰθούσης] τῆς παραστάδος, ἀπὸ τοῦ καταίθεσθαι ὑφ᾿ ἡλίου· «κεῖτο δ' ὑπ' αἰθούσης
ὅπλον νηὸς ἀμφιελίσσης» καὶ «πλῆτο δ' ἄρ' αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι
ἀνδρῶν.»
[αἰδεῖσθαι] ἐντρέπεσθαι, καὶ ἰδίως ἐπὶ τοῦ προσδέχεσθαι τὸν ἱκέτην δι' ἐντροπῆς·
«αἰδεῖσθαι δ' ἱερῆα καὶ ἀγλαὰ δέχεσθαι ἄποινα» καὶ «οὐδέ τι μ' αἰδέσσεται, κτανέει
δέ με γυμνὸν ἐόντα.» καὶ κατ' ἄλλους τρόπους τὸ παραπλήσιον δηλοῦται. ἔστι δὲ ὅτε
καὶ συνήθως ἡμῖν· «αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται.»
[αἰδοῖος] ποτὲ μὲν αἰδοῦς ἄξιος, «αἰδοῖος τέ μοι ἐσσὶ φίλε,» ποτὲ δὲ ἐπὶ τοῦ
αἰδομένου, «κακὸς δ' αἰδοῖος ἀλήτης» καὶ «σῖτον δ' αἰδοίη ταμίη παρέθηκε
φέρουσα.»
[αἰχμηταί] οἱ μαχηταί. καὶ [αἰχμὴ] ποτὲ μὲν ἡ μάχη, ποτὲ δὲ τῆς ἐπιδορατίδος ἡ
ἀκμή, οἷον «αἰχμὴ δ' ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα» καὶ «μόλιβος ὣς ἐτράπετ'
αἰχμή.»
[ἀϊκάς] τὰς φορὰς καὶ τὰς ὁρμάς, ἀπὸ τοῦ ἀΐσσειν· «τόξων ἀϊκὰς ἠμφιεσμένον, οὐδέ
τ' ἀκόντων.» ἀπὸ τούτου καὶ τὰ ἄλλα· «ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο» οἷον
πολυορμήτου. ὁ δὲ Ἀπίων λέγει ἀπὸ τοῦ ἄκοντα τὰ βέλη ἰέναι, καθό φησι καὶ
ἀκόντιον λέγεσθαι.
[αἶσα] ἤτοι τὸ πεπρωμένον· «αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ» καὶ
«αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ' ἐπιδόντα.» διὸ καὶ ἡ μερὶς αἶσα λέγεται, «Ἴλιον
ἐκπέρσαντα λαχόντα τε ληΐδος αἶσαν·» καὶ γὰρ τὸ πεπρωμένον μεμέρισται ἐκείνῳ ᾧ
πέπρωται, καὶ ἡ μοῖρα ταὐτὸ δηλοῖ τῇ αἴσῃ. δηλοῖ δὲ ἡ αἶσα καὶ τὸ καθῆκον· «πάντα
κατ' αἶσαν ἔειπες, ἀγακλεὲς ὦ Μενέλαε.» ἡ δὲ μοῖρα δηλοῖ καὶ τὸ παραπλήσιον, ὡς ἐν
τῷ «ναὶ δὴ ταῦτα γέρον κατὰ μοῖραν ἔειπες.»
[αἰολλή] πεποικιλμένη· συμβαίνει γὰρ τὸ ἁπτόμενον διὰ τῆς εὐστροφῆς ὥσπερ
ποικίλλεσθαι ἐπὶ τῆς θέσεως νημένον· «ὡς δ' ὅτε γαστέρ' ἀνὴρ πόλεος πυρὸς
αἰθομένοιο ἐμπλεῖ κνίσης τε καὶ αἵματος αἰολλή, μάλα δ' ὦκα λιλαίεται ὀπτηθῆναι.»
τὸ δὲ [αἰόλον] ποικίλον· «οἱ δ' ὥστε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι.» ὁ δὲ
[κορυθαιόλος] ὁ εὐκίνητον ἔχων τὴν κόρυθα.
[ἄϊον] κυρίως μὲν ἤκουον, «ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός, ἄϊε Ζεύς·» σημαίνει
δὲ καὶ τὸ ᾐσθόμην, «ἐπεὶ φίλον ἄϊον ἦτορ,» ὥσπερ καὶ τὸ [ἔκλυεν] κυρίως μὲν
ἤκουεν, «τοῦ δ' ἔκλυεν Φοῖβος Ἀπόλλων,» τάσσεται δὲ καὶ ἐπὶ τοῦ ᾔσθετο, «χάρματα
δ' εὐμενέτῃσι, μάλιστα δέ τ' ἔκλυον αὐτοί.»
[ἄϊστος] ἀφανής, ἀνιστόρητος, οἷον ἄγνωστος παρὰ τὸ μὴ γνῶναι, ἀπὸ τοῦ ἶσαι, ὅ
ἐστι γνῶναι· «οἴχεται ἄϊστος καὶ ἄπυστος.»
[ἀΐδηλον] ὁτὲ μὲν τὸ ἄδηλον, οἷον ἀφανές· ὅπερ καὶ [ἀείζηλον] λέγει, «τὸν μὲν
ἀείζηλον θῆκεν θεὸς ὅπερ ἔφημεν·» ποτὲ δὲ τὸν ἀδηλοποιόν, «ὡς δ' ὅτε πῦρ ἀΐδηλον
ἐπιφλέγει ἄσπετον ὕλην» καὶ «ὦ πάτερ, οὐ νεμεσίζει ὁρῶν τάδε ἔργ' ἀΐδηλα,
ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν;» καὶ ὅταν λέγῃ ὁ ποταμὸς «σὺ δὲ
κτείνεις ἀϊδήλως.» ἐν δὲ τῇ μνηστηροφονίᾳ, ἐπὶ τοῦ «οὗτος δ' αὖτ' ἀΐδηλος ἀνήρ, ὃν
οἰόμεθ' αὐτοί, ἔρχεται ἐς θάλαμον.»
[ἀϊδρείῃ] ἀπειρίᾳ· «οὐδέ τ' ἀϊδρείῃ, ἐπεὶ οὐδέ με νήϊδά γ' οὕτως.»
[αἴσχεα] ὀνείδη· «αἴσχεα δειδιότες.» καὶ ἔστι κατὰ τὸ ἔτυμον αἶσχος ὃ οὐκ ἄν τις
ἴσχειν βούληται· ἴσχειν δὲ τὸ ἔχειν.
[αἰών] ὁ βίος τοῦ ἀνθρώπου· «αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς» καὶ «ἄνερ ἀπ' αἰῶνος
νέος ὤλετο» καὶ «αὐτὰρ ἐπειδὴ τόν γε λίπε ψυχή τε καὶ αἰών.»
[αἴητον] ἐπὶ τοῦ «ἦ καὶ ἀπ' ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη» ἤγουν τὸ μέγα μεθ'
ὁρμῆς. ὁ Ἀπίων προθεὶς τὴν λέξιν φησὶ ποιητόν, πνευστόν, πυρῶδες. τάσσεται δ' ἐπὶ
τοῦ Ἡφαίστου ἡ λέξις· τὸ γὰρ φυσώμενον μέγα γίνεται. τὸ δὲ αἰετηδόν παρὰ τὸν
ἀετόν.
[αἶψα] ταχέως. παρὰ δὲ τὸ αἶψα «αἰψηρὰ δὲ γούνατ' ἐνώμα» ἀντὶ τοῦ ταχέα. καὶ
αἰψηρήν. ὅταν δὲ λέγῃ «λύσαν δ' ἀγορὴν αἰψηρήν,» ὁ Ἀρίσταρχος ἀντὶ τοῦ αἰψηρῶς
ἀκούει προσηκόντως, ὃν τρόπον «βάσκ' ἴθι Ἶρι ταχεῖα» ἀντὶ τοῦ ταχέως καὶ «τότ'
ἐμοὶ χάνοι εὐρεῖα χθών» ἀντὶ τοῦ εὐρέως.
[αἰγανέας] τὰ ἀκόντια. οἱ μὲν ἀπὸ τοῦ αἰγείοις ἱμᾶσιν ἠγκυλῶσθαι, οἱ δὲ ἀπὸ τοῦ
ἄγαν ἵεσθαι, οἱ δὲ ἀπὸ τοῦ διὰ τῶν αἰγείων ἱμάντων ἰέναι. λέγει δὲ οὕτω «καὶ
αἰγανέας δολιχαύλους» «καὶ αἰγανέῃσιν ἱέντες τόξοισίν τε.»
[αἱμασιάς.] ἡ μὲν λέξις ἐν Ὀδυσσείᾳ· ποτὲ μὲν γάρ φησιν «αἱμασιάς τε λέγων καὶ
δένδρεα μακρὰ φυτεύων,» ὁτὲ δὲ «αἱμασιὰς λέγοντες ἀλωῆς ἔμμεναι ἕρκος.» ἔστι δὲ
τὸ ἐκ τῶν λίθων περιτείχισμα. ὁ δὲ Ἀπίων ἐτυμολογῶν φησὶν ἀβασίας, ἐφ' ἃς οὐκ
ἔστιν ἐπιβῆναι.
[αἰγίοχος] αἰγιοῦχος· αἰγὶς γὰρ ὅπλον τοῦ Διός, οὗπερ ἐστὶν ἐπίθετον. οἱ δὲ νεώτεροι
κακῶς, ὡς αἰγὸς ὀχήν, τουτέστι τροφήν, εἰληφότος. ὁ δέ τοι Καλλίμαχος ὕμνον
γράφων εἰς Δία «πρῶτόν» φησι «σὺ δὲ θησαπίονα μαζὸν Ἀμαλθείης.»
[αἴης] γῆς.
[αἴκεν] ἐάν· «αἴκεν πῶς μιν ἕλω, δῴη δέ μοι εὖχος Ἀπόλλων.»
[Αἰολίην] τὴν τοῦ Αἰόλου νῆσον· «Αἰολίην δ' ἐς νῆσον ἀφικόμεθ', ἔνθα δ' ἔναιεν
Αἴολος Ἱπποτάδης.»
[ἄϊδρις] ἄπειρος· «ἀϊδρίῃσι νόοιο.» ἔνιοι δὲ ἀγνοίας· καὶ γὰρ ἡ ἀπειρία ἄγνοια.
[αἰτίζων] αἰτῶν· «αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας.»
[ἄϊρος] ἐπὶ κακῷ Ἶρος ὠνομασμένος· «ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει.»
[ἀκήρατον] ἄφθαρτον.
[ἄκρης πόλεως] μέρη μὲν εἴρηκεν, τὴν ἀκρόπολιν θέλων σημαίνειν· «ἐλθόντ' ἐξ
ἄκρης πόλεως Διὶ χεῖρας ἀνασχεῖν.»
[ἀκαχίζεο] ἐν ἄχει γίνου· «τῷ μήτι θανὼν ἀκαχίζευ Ἀχιλλεῦ.» ἄχος γὰρ ἡ λύπη, διὰ
τὸ ἀχανὸν γίνεσθαι δι' ἔκπληξιν τοὺς λυπουμένους. καὶ [ἀκηχέδατο] ἐλυποῦντο.
[ἄκνηστις] τὸ μέσον τῆς ῥάχεως, ἐφ' ᾧ κνήσασθαι οὐ φθάνει τὰ τετράποδα· «τὸν δ'
ἐγὼ ἐκβαίνοντα κατ' ἄκνηστιν μετὰ νῶτα.» καὶ [κνῆστις] ἡ ῥάχις.
[ἀκαχμένον] ἠκονημένον.
[ἀκλήρῳ] κλῆρον μὴ ἔχοντι μηδὲ οὐσίαν· «ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίωτος πολὺς
εἴη.»
[ἄκμηνος] ἐπὶ μὲν τοῦ ἀσίτου «ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι» καὶ
«νήστιας ἀκμήνους,» ἐπὶ δὲ τοῦ ἀκμάζοντος «θάμνος ἔην τανίφυλλος ἐλαίης ἕρκεον
ἐντός, ἄκμηνος θαλέων.»
[ἀΐδηλον] ὁτὲ μὲν τὸ ἄδηλον, οἷον ἀφανές· ὅπερ καὶ [ἀείζηλον] λέγει, «τὸν μὲν
ἀείζηλον θῆκεν θεὸς ὅπερ ἔφημεν·» ποτὲ δὲ τὸν ἀδηλοποιόν, «ὡς δ' ὅτε πῦρ ἀΐδηλον
ἐπιφλέγει ἄσπετον ὕλην» καὶ «ὦ πάτερ, οὐ νεμεσίζει ὁρῶν τάδε ἔργ' ἀΐδηλα,
ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν;» καὶ ὅταν λέγῃ ὁ ποταμὸς «σὺ δὲ
κτείνεις ἀϊδήλως.» ἐν δὲ τῇ μνηστηροφονίᾳ, ἐπὶ τοῦ «οὗτος δ' αὖτ' ἀΐδηλος ἀνήρ, ὃν
οἰόμεθ' αὐτοί, ἔρχεται ἐς θάλαμον.»
[ἀϊδρείῃ] ἀπειρίᾳ· «οὐδέ τ' ἀϊδρείῃ, ἐπεὶ οὐδέ με νήϊδά γ' οὕτως.»
[αἵματος] ἐπὶ μὲν τοῦ γένους «ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι,» ἐπὶ δὲ
τοῦ καθ᾿ ἡμᾶς νοουμένου «αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.»
[αἴσχεα] ὀνείδη· «αἴσχεα δειδιότες.» καὶ ἔστι κατὰ τὸ ἔτυμον αἶσχος ὃ οὐκ ἄν τις
ἴσχειν βούληται· ἴσχειν δὲ τὸ ἔχειν.
[αἰών] ὁ βίος τοῦ ἀνθρώπου· «αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς» καὶ «ἄνερ ἀπ' αἰῶνος
νέος ὤλετο» καὶ «αὐτὰρ ἐπειδὴ τόν γε λίπε ψυχή τε καὶ αἰών.»
[αἴητον] ἐπὶ τοῦ «ἦ καὶ ἀπ' ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη» ἤγουν τὸ μέγα μεθ'
ὁρμῆς. ὁ Ἀπίων προθεὶς τὴν λέξιν φησὶ ποιητόν, πνευστόν, πυρῶδες. τάσσεται δ' ἐπὶ
τοῦ Ἡφαίστου ἡ λέξις· τὸ γὰρ φυσώμενον μέγα γίνεται. τὸ δὲ αἰετηδόν παρὰ τὸν
ἀετόν.
[αἶψα] ταχέως. παρὰ δὲ τὸ αἶψα «αἰψηρὰ δὲ γούνατ' ἐνώμα» ἀντὶ τοῦ ταχέα. καὶ
αἰψηρήν. ὅταν δὲ λέγῃ «λύσαν δ' ἀγορὴν αἰψηρήν,» ὁ Ἀρίσταρχος ἀντὶ τοῦ αἰψηρῶς
ἀκούει προσηκόντως, ὃν τρόπον «βάσκ' ἴθι Ἶρι ταχεῖα» ἀντὶ τοῦ ταχέως καὶ «τότ'
ἐμοὶ χάνοι εὐρεῖα χθών» ἀντὶ τοῦ εὐρέως.
[αἰγανέας] τὰ ἀκόντια. οἱ μὲν ἀπὸ τοῦ αἰγείοις ἱμᾶσιν ἠγκυλῶσθαι, οἱ δὲ ἀπὸ τοῦ
ἄγαν ἵεσθαι, οἱ δὲ ἀπὸ τοῦ διὰ τῶν αἰγείων ἱμάντων ἰέναι. λέγει δὲ οὕτω «καὶ
αἰγανέας δολιχαύλους» «καὶ αἰγανέῃσιν ἱέντες τόξοισίν τε.»
[αἱμασιάς.] ἡ μὲν λέξις ἐν Ὀδυσσείᾳ· ποτὲ μὲν γάρ φησιν «αἱμασιάς τε λέγων καὶ
δένδρεα μακρὰ φυτεύων,» ὁτὲ δὲ «αἱμασιὰς λέγοντες ἀλωῆς ἔμμεναι ἕρκος.» ἔστι δὲ
τὸ ἐκ τῶν λίθων περιτείχισμα. ὁ δὲ Ἀπίων ἐτυμολογῶν φησὶν ἀβασίας, ἐφ' ἃς οὐκ
ἔστιν ἐπιβῆναι.
[αἰγίοχος] αἰγιοῦχος· αἰγὶς γὰρ ὅπλον τοῦ Διός, οὗπερ ἐστὶν ἐπίθετον. οἱ δὲ νεώτεροι
κακῶς, ὡς αἰγὸς ὀχήν, τουτέστι τροφήν, εἰληφότος. ὁ δέ τοι Καλλίμαχος ὕμνον
γράφων εἰς Δία «πρῶτόν» φησι «σὺ δὲ θησαπίονα μαζὸν Ἀμαλθείης.»
[αἴης] γῆς.
[αἴκεν] ἐάν· «αἴκεν πῶς μιν ἕλω, δῴη δέ μοι εὖχος Ἀπόλλων.»
[Αἰολίην] τὴν τοῦ Αἰόλου νῆσον· «Αἰολίην δ' ἐς νῆσον ἀφικόμεθ', ἔνθα δ' ἔναιεν
Αἴολος Ἱπποτάδης.»
[ἄϊδρις] ἄπειρος· «ἀϊδρίῃσι νόοιο.» ἔνιοι δὲ ἀγνοίας· καὶ γὰρ ἡ ἀπειρία ἄγνοια.
[ἄϊρος] ἐπὶ κακῷ Ἶρος ὠνομασμένος· «ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει.»
[ἀκήρατον] ἄφθαρτον.
[ἄκρης πόλεως] μέρη μὲν εἴρηκεν, τὴν ἀκρόπολιν θέλων σημαίνειν· «ἐλθόντ' ἐξ
ἄκρης πόλεως Διὶ χεῖρας ἀνασχεῖν.»
[ἀκαχίζεο] ἐν ἄχει γίνου· «τῷ μήτι θανὼν ἀκαχίζευ Ἀχιλλεῦ.» ἄχος γὰρ ἡ λύπη, διὰ
τὸ ἀχανὸν γίνεσθαι δι' ἔκπληξιν τοὺς λυπουμένους. καὶ [ἀκηχέδατο] ἐλυποῦντο.
[ἄκνηστις] τὸ μέσον τῆς ῥάχεως, ἐφ' ᾧ κνήσασθαι οὐ φθάνει τὰ τετράποδα· «τὸν δ'
ἐγὼ ἐκβαίνοντα κατ' ἄκνηστιν μετὰ νῶτα.» καὶ [κνῆστις] ἡ ῥάχις.
[ἀκαχμένον] ἠκονημένον.
[ἀκλήρῳ] κλῆρον μὴ ἔχοντι μηδὲ οὐσίαν· «ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίωτος πολὺς
εἴη.»
[ἄκμηνος] ἐπὶ μὲν τοῦ ἀσίτου «ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι» καὶ
«νήστιας ἀκμήνους,» ἐπὶ δὲ τοῦ ἀκμάζοντος «θάμνος ἔην τανίφυλλος ἐλαίης ἕρκεον
ἐντός, ἄκμηνος θαλέων.»
[ἀκειόμενον] ἰώμενον καὶ ἐπισκευάζοντα. ἐπὶ μὲν τοῦ ἰώμενον «ἕλκος ἀκειόμενον,»
ἐπὶ δὲ τοῦ ἐπισκευάζοντα «νῆας ἀκειόμενον.»
[ἀκήριοι] [ἀκήριοι] οἱονεὶ ἄψυχοι· «ἥμενοι αὖθις ἕκαστοι ἀκήριοι, ἀκλεὲς αὕτως.»
[ἄκυλος] ὁ τῆς πρίνου καρπός· «πὰρ ἄκυλον βαλάνου ἔβαλεν καρπόν τε κρανείης.»
[ἄκριτον] ἀδιαχώριστον· λέγει δὲ ἐπὶ τοῦ πολυανδρείου· «τύμβον δ' ἀμφὶ πυρὴν ἕνα
χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου.»
[ἀκάκητα] ἀντὶ τοῦ ἀκακήτης, τῇ κλητικῇ ἀντὶ τῆς εὐθείας. λέγεται δὲ οὕτως ὁ
Ἑρμῆς ὁ μηδενὸς κακοῦ περιποιητικός.
[ἀκηδέες] οὐ κηδόμενοι.
[ἀκοστήσας] οἱ μὲν κριθιάσας· ἀκοστὰς γὰρ τὰς κριθὰς λέγουσιν, ὅπερ ἐξ Ὁμήρου
δυνήσονται. οἱ δὲ ὅτι στάσεως ἐπιζητήσας, διόπερ εἶπεν «δεσμὸν ἀποῤῥήξας·» ὃ καὶ
βέλτιον.
[ἄκουρον] μὴ γεννήσαντα παῖδα ἄῤῥενα· «τὸν μὲν ἄκουρον ἐόντα βάλλ' ἀργυρότοξος
Ἀπόλλων νυμφίον ἐν μεγάρῳ.»
[ἄκικυς] ἀσθενής· «νῦν δέ μ' ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς.» ἡ γὰρ ἰσχὺς
λέγεται κῖκυς· «οὐδέ τι κῖκυς οἵηπερ πάρος ἔσκεν ἐπὶ γναμπτοῖσι μέλεσσιν.»
[ἀκέονται] οἷον ἡσυχίαν ἔχουσιν κατὰ μηδὲν ἐργαζόμενοι, οἷον σιωπῶσι· καὶ γὰρ τὸ
ἔτυμον τοῦ ἀκέων ἐστὶν ἡσυχάζειν. ἐν τῇ Ξ Ὀδυσσείας.
[ἀκέων] ἥσυχος· «βῆ δ' ἀκέων παρὰ θῖνα.» καὶ θηλυκῶς «ἀλλ' ἀκέουσα κάθησο.» καὶ
ἐπιῤῥηματικῶς [ἀκήν] τὸ ἐφ' ἡσυχίας· «ἀκὴν ἐγένοντο.»
[ἀκτέανοι] πτωχοί.
[ἀκύμων] ἀκίνδυνος.
[ἀλίγκιος] ὅμοιος· «ἄλλος μὲν γάρ τ' εἶδος ἀλίγκιος ἀθανάτοισιν.»
[ἀλοία] ἔτυπτε· «πολλὰ δὲ γαῖαν πολυφόρβην χερσὶν ἀλοία.» ἀφ' οὗ πατραλοῖαι καὶ
μητραλοῖαι οἱ πατροτύπται καὶ μητροτύπται.
[ἀλέη] θερμασία· «ἀλέη τε γένηται,» οἷον ἀνέη, ἄνεσίς τε καὶ διάχυσις· κοινωνίαν
γὰρ ἔχει τὸ [λ] πρὸς τὸ [ν].
[ἁλοσύδνην] τὴν ἐν ἁλὶ σευομένην, οἷον ἐνάλιον· «νεπόδες καλῆς ἁλοσύδνης.» οἱ μὲν
τῆς θαλάσσης, ἔνιοι δὲ τῆς Ἀμφιτρίτης.
[ἁλιάων] ἐναλίων θεῶν, οἷον τῶν ἐν θαλάσσῃ διατριβουσῶν· «ἐκ μέν μ' ἀλλάων
ἁλιάων ἀνδρὶ δάμασε Αἰακίδῃ Πηλῆϊ.»
[ἀλαός] τυφλός· «καί κ' ἀλαὸς τόδε ξεῖνε διακρίνειε τὸ σῆμα.» εἴρηται δὲ κατὰ τὸ
ἀλᾶσθαι τὴν πορείαν, οὐχ ὡς ἔνιοι, παρὰ τὸ μὴ λάειν, ὅ ἐστι βλέπειν.
[ἀλάλκῃ] ἀπαλεξήσῃ.
[ἅλα] ἐπὶ μὲν τοῦ καθ᾿ ἡμᾶς νοουμένου «πάσσε δ' ἁλὸς θείοιο κρατευτάων
ἐπαείρας,» ἐπὶ δὲ τῆς θαλάσσης «οἴχεται εἰς ἅλα δῖαν» ἤγουν τὴν μεγάλην.
[ἄλκαρ] ἀλέξημα· «οὐκ ἔτι διογενὲς Πατρόκλεις ἄλκαρ Ἀχαιῶν ἔσσεται.» «ἕλκος
ἀκειόμενον,» ἐπὶ δὲ τοῦ ἐπισκευάζοντα «νῆας ἀκειόμενον.»
[ἀκήριοι] [ἀκήριοι] οἱονεὶ ἄψυχοι· «ἥμενοι αὖθις ἕκαστοι ἀκήριοι, ἀκλεὲς αὕτως.»
[ἀκήρατα] ἄθικτα· «αὐτῶν γὰρ κτήματ' ἀκήρατα κεῖτ' ἐνὶ οἴκῳ.»
[ἄκυλος] ὁ τῆς πρίνου καρπός· «πὰρ ἄκυλον βαλάνου ἔβαλεν καρπόν τε κρανείης.»
[ἄκριτον] ἀδιαχώριστον· λέγει δὲ ἐπὶ τοῦ πολυανδρείου· «τύμβον δ' ἀμφὶ πυρὴν ἕνα
χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου.»
[ἀκάκητα] ἀντὶ τοῦ ἀκακήτης, τῇ κλητικῇ ἀντὶ τῆς εὐθείας. λέγεται δὲ οὕτως ὁ
Ἑρμῆς ὁ μηδενὸς κακοῦ περιποιητικός.
[ἀκηδέες] οὐ κηδόμενοι.
[ἀκάμαντα] κατ' ἀπόφασιν τοῦ καμάτου, ὥστε εἶναι ἀκοπίατον· «ἠέλιον δ'
ἀκάμαντα.» ἔστι δὲ καὶ κύριον ὄνομα τῶν Ἀντήνορος υἱῶν.
[ἀκοστήσας] οἱ μὲν κριθιάσας· ἀκοστὰς γὰρ τὰς κριθὰς λέγουσιν, ὅπερ ἐξ Ὁμήρου
δυνήσονται. οἱ δὲ ὅτι στάσεως ἐπιζητήσας, διόπερ εἶπεν «δεσμὸν ἀποῤῥήξας·» ὃ καὶ
βέλτιον.
[ἄκουρον] μὴ γεννήσαντα παῖδα ἄῤῥενα· «τὸν μὲν ἄκουρον ἐόντα βάλλ' ἀργυρότοξος
Ἀπόλλων νυμφίον ἐν μεγάρῳ.»
[ἄκικυς] ἀσθενής· «νῦν δέ μ' ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς.» ἡ γὰρ ἰσχὺς
λέγεται κῖκυς· «οὐδέ τι κῖκυς οἵηπερ πάρος ἔσκεν ἐπὶ γναμπτοῖσι μέλεσσιν.»
[ἀκόρητον] ἀπλήρωτον· «ἀμφὶ σὲ Πηλέως υἱὲ μάχης ἀκόρητον Ἀχαιοί.»
[ἀκέονται] οἷον ἡσυχίαν ἔχουσιν κατὰ μηδὲν ἐργαζόμενοι, οἷον σιωπῶσι· καὶ γὰρ τὸ
ἔτυμον τοῦ ἀκέων ἐστὶν ἡσυχάζειν. ἐν τῇ Ξ Ὀδυσσείας.
[ἀκέων] ἥσυχος· «βῆ δ' ἀκέων παρὰ θῖνα.» καὶ θηλυκῶς «ἀλλ' ἀκέουσα κάθησο.» καὶ
ἐπιῤῥηματικῶς [ἀκήν] τὸ ἐφ' ἡσυχίας· «ἀκὴν ἐγένοντο.»
[ἀκτέανοι] πτωχοί.
[ἀκύμων] ἀκίνδυνος.
[ἀλοία] ἔτυπτε· «πολλὰ δὲ γαῖαν πολυφόρβην χερσὶν ἀλοία.» ἀφ' οὗ πατραλοῖαι καὶ
μητραλοῖαι οἱ πατροτύπται καὶ μητροτύπται.
[ἀλέη] θερμασία· «ἀλέη τε γένηται,» οἷον ἀνέη, ἄνεσίς τε καὶ διάχυσις· κοινωνίαν
γὰρ ἔχει τὸ [λ] πρὸς τὸ [ν].
[ἀλαός] τυφλός· «καί κ' ἀλαὸς τόδε ξεῖνε διακρίνειε τὸ σῆμα.» εἴρηται δὲ κατὰ τὸ
ἀλᾶσθαι τὴν πορείαν, οὐχ ὡς ἔνιοι, παρὰ τὸ μὴ λάειν, ὅ ἐστι βλέπειν.
[ἀλάλκῃ] ἀπαλεξήσῃ.
[ἅλα] ἐπὶ μὲν τοῦ καθ᾿ ἡμᾶς νοουμένου «πάσσε δ' ἁλὸς θείοιο κρατευτάων
ἐπαείρας,» ἐπὶ δὲ τῆς θαλάσσης «οἴχεται εἰς ἅλα δῖαν» ἤγουν τὴν μεγάλην.
[ἀλιτήμων] ἁμαρτωλός· «οὔτε γάρ ἐστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων.»
[ἀλυσκάζων] ἐκκλίνων.
[ἀλφίτου ἀκτήν] περιφραστικῶς αὐτὸ τὸ ἄλφιτον, ἀπὸ τοῦ κατάγνυσθαι τὴν κριθήν.
σημαίνει δὲ τὸ βέλτιστον καὶ μᾶλλον ἀπολύσιμον τῆς κριθῆς.
[ἀλοιφῇ] λίπει· «ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.» καὶ ἐπὶ τοῦ ἐλαίου
«ἀπονίψασθαι καὶ ἐπιχρείσασθαι ἀλοιφῇ.»
[ἀλωή] ἐπὶ μὲν τῆς ἀμπελοφύτου «πάντη οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο,» ἐπὶ δὲ
τῆς ἅλω «ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωάς.»
[ἀλύων] ἀνιώμενος. εἴη δ' ἂν μᾶλλον λύσιν μὴ δυνάμενος τοῦ παρεστῶτος κακοῦ
λαβεῖν. ὁτὲ δὲ τὸ ἀλύειν κατ' ἀντίφρασιν τὸ χαίρειν σημαίνει· «ἢ ἀλύεις ὅτι Ἶρον
ἐνίκησας τὸν ἀλίτην.»
[ἀλκί] ἀλκῇ· «ἀλκὶ πεποιθώς,» ἀπὸ ὀρθῆς τῆς ἄλξ. ὡς σὰρξ σαρκί, ἀλκί.
[ἀλῆτις·] «χερνῆτις ἀλῆτις ἥ τε σταθμὸν ἔχουσα καὶ εἰρίον ἀμφὶς ἀνέλκει.» ἀλῆτις
οἷον δικαία παραλαμβάνειν τὸν σταθμὸν καὶ παραδιδόναι.
[ἀλλότριος] πολέμιος· «αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς.»
[ἀλλοδαπῷ] ξένῳ.
[Ἀλύβαντος] πόλεως ὄνομα· ἔστι δὲ Ἰταλίας. «εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ
δώματα.»
[ἀμείβεσθαι] ἐπὶ μὲν τοῦ λόγον ἀνταποδιδόναι «ἀμείβετο φώνησέν τε,» ἐπὶ δὲ τοῦ
κατὰ μέρος «οἱ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον,» ἐπὶ δὲ τοῦ ἐναλλάσσειν «ὃς πρὸς
Τυδείδην Διομήδεα τεύχε' ἄμειβεν.»
[ἄμμε] Αἰολικῶς ἀντὶ τοῦ ἡμᾶς· «Ἀτρείδη, νῦν ἄμμε παλιμπλαχθέντας ὀΐω.» τὸ δὲ
σὺν τῷ [σ] [ἄμμες] ἡμεῖς· «τὸ μὲν ἄμμες ἐΐσκομεν.» τὸ δὲ [ἄμμι] ἡμῖν.
[ἀμφικτίονες] περίοικοι.
[ἄμερσεν] ἐστέρησεν, ἄμοιρον ἐποίησεν· «ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν
ἀοιδήν.»
[ἀμβροσίη] τὸ τῶν θεῶν βρῶμα· «τῇ δὲ παρ' ἀμβροσίην δμωαὶ καὶ νέκταρ ἔθηκαν.»
ὁτὲ δὲ τὴν θείαν· «ἀμβροσίην διὰ νύκτα.» καὶ [ἀμβρόσια] οὐδετέρως.
[ἀμφίθετον] οἷον καὶ ἐπὶ στόμα δυναμένην τίθεσθαι καὶ ἐπὶ τὸν πυθμένα· «ἀμφίθετον
φιάλην, τὴν Νέστορι δῶκεν Ἀχιλλεύς.»
[ἀμύμων] ἀμώμητος. ὅταν δὲ εἴπῃ «μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,»
οὐ τοῦ καθόλου ἀμωμήτου, ἀλλὰ πρὸ τοῦ ἔργου τῆς μοιχείας. πρότερον γοῦν ἐπιφέρει
«φρεσὶ γὰρ κέχρητ'ἀγαθῇσι.»
[ἀμάρη] ἡ ὑδρορόη· «χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξαίχματα βάλλων.» ὁ δ' Ἀπίων
ὁμοῦ καὶ ὁμοίως καὶ ἅμα καὶ ὁμαλῶς ῥέουσα.
[ἄμνιον] ἀγγεῖόν τι εἰς ὃ δέχονται τοῦ σφαττομένου ἱερείου τὸ αἷμα. ἢ οἷον ἀμένιον,
τὸ κατὰ στέρησιν τοῦ μένους.
[ἀμφιέποντες] περὶ τὸ ἔργον πονούμενοι, οἷον ἐνεργοῦντες· «εἰνάετες γάρ σφιν κακὰ
ῥάπτομεν ἀμφιέποντες.»
[ἀμφαφόωντα] διὰ χειρὸς ἔχοντα, ψηλαφῶντα. ἐπὶ μὲν τοῦ τὰ ὅπλα ψηλαφῶντος
Ἀλεξάνδρου ἐν τῇ Ζ Ἰλιάδος χωρὶς τῆς ἀμφί προθέσεως «ἀσπίδα καὶ θώρηκα καὶ
ἀγκύλα τόξ' ἀφόωντα,» σὺν δὲ τῇ προθέσει «καί κ' ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα
ἀμφαφόων.»
[ἀμφιστρεφέες] ἀλλήλαις περιπεπλεγμέναι· «κεφαλαὶ δέ οἱ ἦσαν τρεῖς
ἀμφιστρεφέες.»
[ἀμφὶ πελέκκῳ.] τὸν στειλειὸν λέγει τῆς ἀξίνης πέλεκκον. ἀπὸ τοῦ πελέκεως
πέλεκκον. «καλὴν ἐλαΐνῳ ἀμφὶ πελέκκῳ.»
[ἀμενήνωσεν] ἀσθενῆ ἐποίησεν, κατὰ στέρησιν τοῦ μένους, ὅ ἐστι τῆς ἰσχύος·
«ἀμενήνωσεν δέ οἱ αἰχμήν.» καὶ [ἀμενηνός] ὁ ἀσθενής· «ἤ κεν ζῶς ἀμενηνὸς ἔα
χαλκοῖο τυπῇσι.»
[ἀμφίβασις] ἡ περὶ τοῦ νεκροῦ μάχη· περιβάντες γὰρ τὸν νεκρὸν ἀγωνίζονται περὶ
τοῦ σώματος, μὴ σκυλευθῇ· «δεῖσε δ' ὅγ' ἀμφίβασιν κρατερῶν Τρώων ἀγερώχων.»
καὶ μεταφορικῶς «ὃς Χρύσην ἀμφιβέβηκας,» περιβέβηκας· καταστρέφει δ' εἰς τὸ
ὑπερμαχεῖς. ἀπὸ τῶν ἀλόγων ζῴων τὸ πλέον ἡ μεταφορά, καὶ μάλιστα ἀπὸ τῶν
κυνῶν· «ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρ' ἀγνοιήσασ' ὑλάει.» καὶ
περὶ Μενελάου ὑπερμαχοῦντος τοῦ σώματος Πατρόκλου «ἀμφὶ δ' ἂρ αὐτῷ βαῖν' ὅς
τις περὶ πόρτακι μήτηρ.»
[ἀμφίδυμοι] διπλοῖ, ἐξ ἑκατέρου μέρους εἴσπλους ἔχοντες· «λιμένες δ' ἔνι ναύλοχοι
καὶ ἀμφίδυμοι.»
[ἀμφιλύκη] σκοτία, ἡ μήπω δὲ φῶς· «ἦμος δ' οὔτ' ἄρ πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ.»
καὶ ἔστιν οἷον ἀμφιλύγη· λύγαιον γὰρ τὸ σκοτεινόν.
[ἀμύξει] καταξύσει.
[ἀμφιγύοισιν] τοῖς ἐξ ἑκατέρου μέρους γυῶσαι δυναμένοις, οἷον βλάψαι. ἔνιοι δὲ τοῖς
διὰ χειρὸς δυναμένοις· «καὶ ξίφεσιν μεγάλοις καὶ ἔγχεσιν ἀμφιγύοισι.»
[ἀμφίς] ποτὲ μὲν ἀντὶ τῆς περί, οἷον «αἱ δ' οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη·» ὁτὲ
δὲ ἀντὶ τοῦ χωρίς, ὡς τὸ «οὐ γὰρ ἔτ' ἀμφὶς ὁδοῦ δραμέτην.»
[ἀμφεκάλυψεν] περιέσχεν.
[ἄμμορον] ποτὲ μὲν κακόμορον, «ἄμμορος ἣ τάχα χήρη σεῦ ἔσομαι·» ποτὲ δὲ
ἄμοιρος, ἀμέτοχος, «οἴη δὲ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.» λέγει δὲ καὶ ἐπὶ τῆς
ἄρκτου. τοῦτο δὲ εἴρηκεν μὴ γιγνώσκων ὅτι καὶ ἄλλα οὐ δύνει· ἢ πρὸς τὰ
προειρημένα τὴν σύγκρισιν ποιεῖται. ὁ δὲ Ἡλιόδωρός φησι βέλτιον λέγειν ὅτι ἠγνόει.
ὁ δὲ Κράτης οὕτως ἀναγινώσκει «ἥ τ' αὐτοῦ στρέφεται καί τ' Ὠρίωνα δοκεύει,» μέχρι
τούτου καταλέγων· «ἡ δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο,» ἵνα τὸ συμβεβηκὸς αὐτῇ
καὶ ἑτέροις τῶν ἄστρων ἀκούηται.
[ἀμφιφορεῦσιν] ἀμφορεῦσιν.
[ἀμφοῦδας] περὶ τὸ οὖδας τὸ ἔδαφος· «ἢ πρὸς γῆν ἐλάσειε κάρη ἀμφοῦδας ἐρείσας.»
[ἄνα] ἀντὶ μὲν τοῦ ἄναξ «Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ,» ἀντὶ δὲ τοῦ ἀνάστηθι «ἀλλ'
ἄνα, μηκέτι κεῖσο, σέβας δέ σε θυμὸς ἱκέσθω.» ἡ δὲ πρόθεσις κατὰ ἀναστροφήν
«γινώσκω γὰρ Ἄρηα μάχην ἄνα κοιρανέοντα.»
[ἄναξ] ὁτὲ μὲν βασιλεύς, «Ἀτρείδης τε ἄναξ ἀνδρῶν.» εἴρηται δὲ ἀπὸ τοῦ ὑπεράνω
εἶναι τῶν ὑποτεταγμένων. εἴρηται δὲ καὶ ἐπὶ τοῦ οἰκοδεσπότου.
[ἄντυξ] ἐπὶ μὲν τῆς ἀνωτάτω περιφερείας τοῦ ἅρματος «ἐντέταται, δοιαὶ δὲ
περίδρομοι ἄντυγές εἰσιν,» ἐπὶ δὲ τῆς κάτωθεν περιφερείας τῆς ἀσπίδος «ἄντυξ ἣ
πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.» εἴρηται δὲ ἀπὸ τοῦ ἄνω τοῦ ὅλου τετύχθαι, ὅ
ἐστι κατεσκευάσθαι. ὁ δὲ Ἀπίων φησίν, οὕτως ὠνομάσθη ἀπὸ τοῦ ἀπέχεσθαι τῆς ὅλης
κατασκευῆς. (ἀπὸ τοῦ ἄνω τετύχθαι).
[ἀντί.] δηλοῖ μὲν κυρίως τὴν πρόθεσιν, ὡς καὶ ἡμεῖς τίθεμεν, καὶ ὡς Ἀρίσταρχος
ἀναγινώσκει τοῦτον δὲ τὸν στίχον «Τρώων ἀνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος.»
τίθεται δὲ καὶ ἐπὶ τοῦ ἴσου, οἷον «ἀντί τοί εἰμ' ἱκέταο διοτρεφὲς αἰδοίοιο» ἀντὶ τοῦ
ἴσος εἰμὶ ἱκέτῃ σοῦ, καὶ «ἀντιθέῳ Ὀδυσσῆϊ» τῷ ἰσοθέῳ. ἐπὶ δὲ τοῦ Κύκλωπος, ὅτε
φησὶν «ἀντίθεον Πολύφημον,» θέλουσιν ἀκούειν ἔνιοι τὸν ἐναντιούμενον τοῖς θεοῖς·
οὗτος γάρ ἐστιν ὁ λέγων «οὐ γὰρ Κύκλωπες Διὸς μεγάλου ἀλέγουσιν.» τὰς δὲ
ἀντιανείρας Ἀμαζόνας ὁ μὲν Ἀρίσταρχος ἰσάνδρους, ἔνιοι δὲ τὰς ἀντιαζούσας, οἷον
ἐναντιουμένας, ἀνδράσι· πολεμικαὶ γάρ.
[ἀντικρύ] διαμπὰξ καὶ οἷον διόλου· «ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή»
καὶ «ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον» καὶ «ἀντικρὺ χρώα τε ῥήξω, σὺν ὀστέ' ἀράξω.»
ὁτὲ δὲ ψιλῶς ἐξ ἐναντίου· «ἀλλὰ κατ' ἀντικρὺ τέγεος πέσω.»
[ἄνεῳ] ἐκπεπληγμένοι, καὶ οἷον ἀνώϊοι, ἄφωνοι δι' ἔκπληξιν· «τίπτ' ἄνεῳ ἐγένεσθε;»
[ἀναβέβρυχε] τῶν πεποιημένων κατὰ μίμησιν, οἷον ἀναβέβηκεν μετά τινος ἤχου·
«ἀναβέβρυχεν ὕδωρ καλὸν τηλεθάον.»
[ἀναδέσμην] οἱ μὲν διάδημα, οἱ δὲ μίτραν· πλὴν κόσμου εἶδος περὶ τὴν κεφαλήν. καὶ
ἔστι τῶν ἅπαξ εἰρημένων. «ἰδὲ πλεκτὴν ἀναδέσμην.»
[ἀναβήμεναι.] τὸν ἐς Τροίαν πλοῦν ἀνάβασιν λέγει, τὸν δ' ἐκεῖθεν οὐκέτι· «πρίν γε
τὸν ἐς Τροίαν ἀναβήμεναι.»
[ἄντλῳ] τῇ θαλάσσῃ· «ἄντλῳ δ' ἐνδούπησε πεσὼν ὡς εἰναλίη κήξ.» ὁτὲ δὲ κυρίως
τὴν ἀντλίαν· «εἰς ἄντλον κατέχυντο.»
[ἀντίθεον] τὸν ἰσόθεον. ἐπὶ δὲ τοῦ Κύκλωπος τὸν ἐναντιούμενον τοῖς θεοῖς.
[ἄνευθε] χωρίς· «ἄνευθε δέ σε μετὰ νῶϊν Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες
κατέδονται.»
[ἀνδραχθέσι] οὓς καὶ ἀνὴρ βαστάζων βαρυνθείη ἂν ὑπερμεγέθεις ὄντας λίθους· «οἱ δ'
ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισι βάλλον.» ὁ Ἡλιόδωρος μέγα βάρος
παρεχόμενα τοῖς ἀνδράσιν, ὁ δὲ Ἀπίων τοῖς ἀνδρὸς βάρος ἔχουσιν. ἢ οἷον
ἀνδραχέσιν, κατὰ παρένθεσιν τοῦ [θ], ἵν' ᾖ τοῖς ἀνδράσιν ἄχος ποιοῦσιν.
[ἀνέξομαι] ἐν ἐμαυτοῦ ἕξω· «ξεῖνος ὅδ'· οὐ γὰρ ἀργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
χοίνικος ἅπτηται.» οὕτως φησὶν ὁ Ἡλιόδωρος. μήποτε δὲ κοινότερον εἴρηκεν ὡς
ἡμεῖς, ὅτι οὐκ ἀργὸν τὸν ξένον ἀνέξομαι ἔχειν.
[ἀναΐξαντες] ἀνορμήσαντες. τίθησι δὲ τὴν λέξιν καὶ ἐπὶ τοῦ μετὰ προθυμίας
ἀνισταμένου· «ὀρθὸς ἀναΐξας.»
[ἀνακτορίῃσι] ταῖς τοῦ ἀνάκτου, οἷον τοῦ δεσπότου· «δειπνήσας ἅμ' υἵεσσιν
ἀνακτορίῃσιν ἑπέσθω.» ἔνιοι δὲ ταῖς ἡγεμονίαις συνεπακολουθείτω. ὁ δὲ Ἀρίσταρχος
τοῖς τῶν ἀνακτόρων υἱᾶσι· ὅπερ ἐστὶ βέλτιον.
[ἀντίθυρον] παρὰ τὴν ἀντίαν θύραν· «στῆ δὲ παρ' ἀντίθυρον κλισίης Ὀδυσσῆϊ
φανεῖσα.»
[ἀναβησάμενοι] ἀναβιβάσαντες.
[ἀνιεμένη] ἀνέλκουσα καὶ ἀναχαλῶσα τὸν κόλπον, καὶ τὸν μαστὸν προφέρουσα·
«κόλπον ἀνιεμένη, ἑτέρῃφι δὲ μαζὸν ἀνέσχεν.» ὅταν δὲ λέγῃ «αἶγας ἀνιεμένους
σιάλους τ' εὔοντας ἐν αὐλῇ,» ἀντὶ τοῦ ἀπὸ τῶν κατωτάτω μερῶν εἰς τὰ ἄνω
ἐκδαίροντας τὰς αἶγας.
[ἀναβροχθέντος] ἀναποθέντος.
[ἀνεμώλια] μάταια, ἀνεμώδη, ἀπὸ τοῦ μετὰ τῶν ἀνέμων μολίσκειν, οἷον
ἀνεμοφόρητα· «ἀνεμώλια γάρ μοι ὀπήδει.»
[ἀντιφερίζειν] ἐξισοῦσθαι.
[ἀνάεδνον] ἄνευ ἔδνων τῶν διδομένων ὑπὸ τῶν μνηστήρων ταῖς μελλούσαις
γαμεῖσθαι· «τάων ἥν κ' ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω.»
[ἀννεῖται] ἀναφέρεται, ἀνατέλλει· «ὦ φίλοι, οὐ γάρ τ' ἴδμεν ὅπη ζόφος οὐδ' ὅπη ἠώς,
οὐδ' ὅπη ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν, οὐδ' ὅπη ἀννεῖται.»
[ἀναγκαίη] ἀνάγκη.
[ἀνωϊστί] ἀνυπονοήτως, ἄνευ τοῦ οἴεσθαι. καὶ [ἀνώϊστον] ἀντὶ τοῦ ἀνυπονόητον.
[ἀναφῆναι] ἐνδεῖξαι τὸν τοιοῦτον· «μὴ μὲν πρὶν Ὀδυσσῆα μετὰ Τρώεσσ' ἀναφῆναι.»
[ἀνόπαια.] ἔνιοι μὲν ὄνομα ὀρνέου· καὶ γὰρ ἐν ἄλλοις «φήνῃ εἰδομένη.» ἔνιοι δὲ
ἀνοπαίως, ὅ ἐστιν ἀοράτως. τινὲς δὲ ἀνὰ τὴν ὀπήν; τὴν θυρίδα· «ὄρνις δ' ὣς ἀνόπαια
διέπτατο.»
[ἀνάποινος] ἄλυτρος.
[ἀνδροτῆτα] ἀνδρειότητα.
[ἀναπρῆσαι] ἀναφυσῆσαι.
[ἀξέστῳ] μὴ ἐξεσμένῃ.
[ἀολλέες] ἀθρόοι.
[ἀορτήρ] ἀναφορεύς.
[ἀοσσητήρ] βοηθός.
[ἀολλίσασα] συναθροίσασα.
[ἀπατηλόν] παραλογιστικόν.
[ἀπαίνυσθαι] ἀφαιρεῖσθαι.
[ἀπαλεξήσειν] βοηθήσειν.
[ἀπερωεύς] κωλυτής.
[ἀπειλεῖς] ποτὲ μὲν κυρίως, «καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς» ἐπὶ δὲ
τοῦ αὐχεῖν «ἦ μὲν ἀπειλήσας βητάρμονας εἶναι ἀρίστους,» ἐπὶ δὲ τοῦ εὔξασθαι
«αὐτίκα δ' ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι.»
[ἀπεραίη] ἠπειρωτική.
[ἀπενάσσατο] ἀπῴκησεν.
[ἀπεσκέδασεν] ἀπεσκόρπισεν.
[ἀπερύκει] ἀποκωλύει.
[ἀπεκαίνυτο] ἐνίκα, ἀπὸ τοῦ ἄπωθεν τοῦ καίνεσθαι τοὺς νικῶντας εἶναι.
[ἀπήμων] ἀβλαβής.
[ἀπηῦρα] ἀφείλετο.
[ἀπίης γαίης] τῆς μακρὰν ἀπούσης. δῆλον δὲ ἐκ τούτων· «ὡς δὲ πατὴρ ὃν παῖδα φίλα
φρονέων ἀγαπάζει ἐλθόντ' ἐξ ἀπίης δεκάτῳ ἐνιαυτῷ.» οἱ δὲ τῆς Πελοποννήσου,
κακῶς.
[ἀπ' ἰκριόφιν] ἀπὸ τοῦ ἰκρίου. λέγει δὲ ἴκριον καὶ τὴν τοῦ κυβερνήτου καθέδραν.
ἴκρια δὲ καὶ τὰς σανίδας καὶ τὸ κέρας λέγει.
[ἀπό.] ἐπὶ μὲν τῆς προθέσεως «οὐ γὰρ ἀπὸ δρυός ἐστι παλαιφάτου οὐδ' ἀπὸ πέτρης,»
ἀντὶ δὲ τοῦ ἄπωθεν «πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.»
[ἀποφθίμην] ἀπολοίμην.
[ἀποδίωμαι] ἀποδιώξω.
[ἀπομόρξατο] ἀπεψήσατο.
[ἀποκηδήσαντες] ἀπακηδιάσαντες.
[ἀπολιχμήσονται] ἀπολείξουσιν.
[ἀπόπροθεν] μακρόθεν.
[ἀποπροέηκεν] ἐξαπέστειλεν.
[ἀπογυώσεις] ἔστι μὲν ἀποχωλώσεις, λέγεται δὲ ψιλῶς βλάψεις, ὅτε φησὶ «μή μ'
ἀπογυώσῃς μένεος ἀλκῆς τε.»
[ἀπότροπος] οὐκ ἐπιστρέφων εἰς τὴν πόλιν, ἀποτετραμμένος τῆς τοῦ ἄστεος
ἀναστροφῆς· «αὐτὰρ ἐγὼ παρ' ὕεσσιν ἀπότροπον.»
[ἀποβρίξαντες] ἀπονυστάξαντες.
[ἀπηλοίησεν] ἀπέκοψεν.
[ἀποδρύψει] καταξύσει.
[ἀποχάζεο] ἀποχώρει.
[ἀπτοεπές] ἄπτωτε ἢ ἀπτόητε τοῖς λόγοις· ἢ καθαπτομένη διὰ τῶν λόγων, οἷον
χαλεπὴ καὶ τραχεῖα.
[ἀποτμότατος] κακοδαιμονέστατος· «νῦν δ' ὃς ἀποτμότατος.»
[ἀποστίλβοντες] ἀπολάμποντες.
[ἄρ] σύνδεσμος ἴσος τῷ δή, «ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι·» καὶ ἀντὶ τοῦ ἄρα, «ὣς
ἄρα φωνήσας.»
[ἁρμονιάων] ἐπὶ μὲν τῶν συνθηκῶν «μάρτυροι ἔσονται καὶ ἐπίςκοποι ἁρμονιάων,»
ἐπὶ δὲ τῶν ἁρμογῶν «γόμφοισιν δ' ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρηρεν.»
[Ἄρης] ἐπὶ μὲν τοῦ θεοῦ «Ἄρης τε βροτολοιγός,» ἐπὶ δὲ τοῦ σιδήρου «ἔνθα μάλιστα
γίνεται Ἄρης ἀλεγεινός,» ἐπὶ δὲ τοῦ πολέμου «τοὺς μὲν ἀπώλεσ' Ἄρης,» ἐπὶ δὲ τῆς εἰς
πόλεμον ὁρμῆς «δῦ δέ μιν Ἄρης δεινὸς ἐνυάλιος.»
[Ἄργος] ἐπὶ μὲν τῆς Πελοποννήσου «πολλῇσι νήσοισιν καὶ Ἄργεϊ παντὶ ἀνάσσειν,»
ἐπὶ δὲ τῆς πόλεως τῆς ἐν Πελοποννήσῳ «οὐδ' Ἄργος τ' εἶχον Τίρυνθά τε
τειχιόεσσαν,» ἐπὶ δὲ τῆς Θεσσαλίας «νῦν αὐτοὺς ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον.»
ὅταν δ' ὀνοματικῶς, τὸν Ὀδυσσέως κύνα· «ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα
κείμενος ἔσχεν Ἄργος Ὀδυσσῆος.»
[ἀργόν] ἐπὶ μὲν τοῦ λευκοῦ «αἰετὸς ἀργὴν χῆνα φέρων,» ἐπὶ δὲ τοῦ ταχέος «ἅμα τῷ
γε κύνες ἀργοί.»
[ἀραιαί·] «ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.» ἐπὶ δὲ τοῦ λεπτοῦ καὶ στενοῦ «ἀραιὴ δ'
εἴσοδος.»
[ἀρητήρ] ὁ ἱερεύς, ἀπὸ τοῦ ὑπὲρ τῶν θυόντων τὰς εὐχὰς ποιεῖσθαι. ὅθεν νῦν
[ἀρώματα] ἐπιθυμιάματα.
[ἀργυρόπεζα] ἀπὸ μέρους ὅλη λευκή. δηλοῖ δὲ τὸν πόδα· πέζα γὰρ ὁ πούς. οἷον
λευκόπους. ὅθεν καὶ ἡ πεζὴ πορεία, καὶ πεζὸς στρατιώτης ὁ μὴ ἱππικῇ χρώμενος.
[ἀρηρώς] ἡρμοσμένος.
[ἀρνειός] κριός· «ἀρνειῷ μιν ἔγωγε ἐΐσκω.» [ἄρνες] δὲ τὰ νεογνὰ τῶν προβάτων·
«ἀρνῶν πρωτογόνων.»
[ἀρτεμέα] ὑγιῆ.
[ἀργιόδοντος] ἤτοι λευκώδοντος ἢ ὀξὺν ὀδόντα ἔχοντος· καὶ γὰρ τὸ ἀργὸν δηλοῖ τὸ
ὀξύ, καθό φησι «θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσι» καὶ «ἀργιόδοντος
ὑός.»
[ἀργεστᾶο νότοιο.] τινὲς τοῦ λεγομένου λευκονότου. ἔστι δὲ ταχέος· τέσσαρας γὰρ
μόνους οἶδεν Ὅμηρος ἀνέμους.
[ἀργέτη δημῷ] τῷ λευκῷ καὶ ἀργῆτι. [ἀργῆτα] δὲ κεραυνὸν λευκὸν καὶ λαμπρόν. ἢ
τὸν ταχέως διικνούμενον· τὸ γὰρ ἀργὸν σημαίνει τὸ ταχύ.
[ἀρτύνετο] παρεσκευάζετο.
[ἀρτύνθη] κατηρτίσθη.
[ἁρπαλέως] ἁρπαστῶς.
[ἀρετᾷ] ἐν ἀρετῇ ἐστὶν καὶ εἰς ἀρετὴν ἀπολήγει· «οὐκ ἀρετᾷ κακὰ ἔργα.» ὅταν δὲ
λέγῃ «ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ,» ἐν ἀρετῇ ἐστίν βούλεται δηλοῦν.
[ἄρα] ἀντὶ τοῦ δὴ παρ' Ὁμήρῳ διὰ παντός, παρὰ δὲ τοῖς ἄλλοις ἐν τῷ βίῳ
συλλογιστικὸς σύνδεσμος.
[ἁρματροχιή] ἡ ἀπὸ τῶν τροχῶν ἔντμησις καὶ χάραξις τοῦ ἐδάφους· «οὐδέ τι πολλὴ
γίνετ' ἐπισώτρων ἁρματροχιή.»
[ἀρνευτῆρι] κυβιστητῆρι. μεταφέρεται δὲ ἀπὸ τῶν ἀρνειῶν· οὗτοι γὰρ ἐπὶ κεφαλὴν
τρέχουσιν. «ὁ δ' ἀρνευτῆρι ἐοικώς.»
[ἄραβος] ὁ διὰ τῶν ὀδόντων ψόφος ποιός.
[ἀρηρομένη] ἠροτριαμένη.
[ἄρεκτον] ἄπρακτον.
[ἀρήϊα] πολεμιστήρια.
[ἀράρισκεν] ἥρμοζεν.
[ἄργματα] ἀπαρχάς.
[ἀρετήν] τὴν κατὰ πόλεμον ἀνδρείαν. ὁτὲ δὲ ψιλῶς χωρὶς τῆς ἀνανδρίας.
[ἆσε] ἐπὶ μὲν τοῦ ἔβλαψεν «ἆσέ με δαίμονος αἶσα κακή,» ἐπὶ δὲ τοῦ πληρῶσαι
«αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.» ὁ δὲ Ἀπίων ἀμφότερα ἐτυμολογῶν
ἀπὸ τῆς ἄτης, οἷον ἀτῆσαι· πληρωτικὰ γὰρ τὰ κακά.
[ἀστράγαλος] ἐπὶ μὲν τοῦ συνήθως ἡμῖν τιθεμένου «νείατον ἀστράγαλον,» ἐπὶ δὲ
τοῦ σφονδύλου «ἐκ δέ μοι αὐχὴν ἀστραγάλων ἐάγη,» ἐπὶ δὲ τῆς παιδιᾶς «ἀμφ'
ἀστραγάλοισι χολωθείς.»
[ἅσσα] τινά, ποταπά· «εἰπέ μοι ὁποῖα ἅσσα περιχροῒ εἵματ' ἔστο.»
[ἆσσον] ἐγγύς.
[ἄνσχεο] ἀνάσχου.
[ἀσταχύεσσιν] στάχυσιν.
[ἀσβέστη] δυσκατάσβεστος.
[ἀστεροπητής] ἐπίθετον μόνου Διὸς ἐπὶ τῆς ἀστραπῆς· αὕτη γὰρ ἀναστρέφειν ποιεῖ
τοὺς ὦπας.
[ἀστυβοώτην] ἐπιθέτως τὸν κήρυκα, ἀπὸ τοῦ ἐν ἄστει βοᾶν. τῶν ἅπαξ εἰρημένων.
[ἀτίζων] ἀτιμάζων.
[ἄτιτος] ἀτιμώρητος. ἐπὶ δὲ τοῦ «οὐ μὰν αὖτ' ἄτιτος κεῖτ' Ἄσιος» οἷον ὑπὲρ οὗ οὐδεὶς
εἰσεπράξατο.
[ἄτη] ἐπὶ μὲν τῆς σωματοειδοῦς θεοῦ «Ἄτη ἣ πάντας ἀᾶται,» ἐπὶ δὲ τῆς βλάβης «Ζεύς
με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ.»
[ἀταρτηροῖς] βλαβεροῖς.
[ἀτεμβόμενος] στερισκόμενος.
[ἄτλητον] ἀνυπομόνητον.
[ἀτάρβητος] ἄφοβος.
[ἀταλάφρονα] ἁπαλόφρονα.
[ἄταλλε] ὁ μὲν Ἀπολλόδωρος ἔσαινε καὶ ἐσκίρτα. ὥσπερ δὲ ἀπὸ τοῦ παιδὸς παίζειν,
οὕτως ἀπὸ τοῦ ἀταλοῦ ἀτάλλειν· ἀταλὸν δὲ τὸ ἁπαλὸν καὶ νήπιον λέγεται. οὐκ
ἀπιθάνως. ὁ δὲ Κομανός φησιν· ἀτάλλειν κυρίως ἐστὶν τὸ ἐκ νηπίου τρέφειν, νῦν δ' ἐν
ἴσῳ τῷ ἔχαιρεν, ἐπεὶ πᾶς ὁ ἐκτροφῆς ἀξιούμενος χαίρει καὶ παίζει. τὸ δὲ ἀτιτάλλειν
καὶ ἀτάλλειν οὐ διαφέρει, κατ' ἐπέκτασιν εἰρημένον ὡς τὸ ἕρπειν ἑρπύζειν καὶ
ἑρπυστάζειν.
[αὕτως] ἐπὶ μὲν τοῦ ματαίως «αὕτως γὰρ ἔπεσσ' ἐριδαίνομεν,» ἐπὶ δὲ τοῦ αὕτως
«οὕτως μίν φασιν φαγέμεν καὶ πιέμεν αὕτως.»
[αὐλός] ἐπὶ μὲν τοῦ εὐθὺς ἐξακοντισμοῦ τοῦ αἵματος «αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας
παχὺς ἦλθεν αἵματος ἀνδρομέοιο,» ἐπὶ δὲ τῶν περονῶν «αὐλοῖσι διδύμοισιν,» ἐπὶ δὲ
τοῦ κοινῶς νοουμένου μουσικοῦ ὀργάνου «αὐλῶν συρίγγων τ' ἐνοπήν.»
[ἀϋτμή] πνοή.
[ἀϋτή] ἐπὶ μὲν τῆς φωνῆς «ἀϋτὴ δ' οὐρανὸν ἵκανεν,» ἐπὶ δὲ τῆς μάχης «ῥεῖα δέ κ'
ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ.»
[αὐγάζομαι] ὁρῶ.
[αὐλῶπις] εἶδος περικεφαλαίας τὸν ἀπ' αὐτῆς λόφον ἀνατεταμένον ἔχουσα· «αὐλῶπις
τρυφάλεια.»
[αὖον] ξηρόν.
[αὐτάγρετα] αὐτόληπτα.
[αὐσταλέος] αὐχμηρός.
[αὖε] ἐφώνει.
[αὐλῆς ἐν χόρτῳ] ἐν τῷ περιωρισμένῳ τόπῳ τῆς αὐλῆς. καὶ γὰρ τὰ ὅμορα εἰώθασι
λέγειν σύγχορτα, ὡς Εὐριπίδης «σύγχορτα ναίω πεδία ταῖς Ἐλευθέραις.»
[αὐδήεσσα] ὁ Ἀπίων ὀνομαστὴ καὶ ἔνδοξος, οἷον αὐδωμένη, ἐπὶ Κίρκης καὶ
Καλυψοῦς. τινὲς δὲ αὐδηέσσας αὐτὰς λέγουσιν, ὅτι εἰς ὁμιλίας ἦλθον ἀνθρώπῳ τῷ
Ὀδυσσεῖ.
[ἀφαυρότατος] ἀσθενέστατος, ἀπὸ τοῦ παύρου καὶ τοῦ [α], ὅπερ ἐπὶ τοῦ πολλοῦ
ἐστίν, καὶ οἷον ὀλίγος κατὰ δύναμιν, οὐκ ἀπιθάνως.
[ἄφαρ ταχέως, καὶ [ἀφάρτεροι] ταχεῖς· «ἄφαρ δέ σε Παλλὰς Ἀθήνη.» ἐπὶ δὲ τοῦ
προχείρου καὶ παραχρῆμα «ἄφαρ δὲ χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν,» ἐπὶ δὲ τοῦ
αἰφνιδίου «ὡς δ' ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους,» ἐπὶ δὲ τοῦ ῥᾳδίως
«ἄφαρ δέ οἱ ἄγγελος ἦλθε Διός.» καὶ ἀντὶ τοῦ ἔπειτα «ἄφαρ δέ τε φέρτεροι.»
[ἀφύσσων] ἀπαντλῶν.
[Ἀφροδίτης.] ἐπὶ μὲν τῆς θεοῦ «ἐϋστεφάνου τ' Ἀφροδίτης,» ἐπὶ δὲ τῆς πρὸς ἄνδρας
συνουσίας «καὶ ἐκλελάθοιτ' Ἀφροδίτης, τὴν ἂρ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντο δὲ
λάθρῃ.»
[ἀφανδάνει] ἀπαρέσκει.
[ἄφενος] πλοῦτος, ἤτοι ἀφ' ἑνὸς ἑκάστου ἐνιαυτοῦ περιγινόμενος (ἔνος γὰρ ὁ
ἐνιαυτός), ἢ ἄπενος τις ὢν ὁ κεχωρισμένος πενίας. ἀπὸ τούτου καὶ [ἀφνειὸς] ὁ
πλούσιος.
[ἀφυσγετός] συρφετός. τάχα δ' ἀφυσγετὸς ἄγαν φευκτός· τὸ γὰρ [α] ἀντὶ τοῦ ἄγαν
ἔχει, τὸ δὲ λοιπὸν παραγωγὸν παρὰ τὸ φεύγειν· τὸ γὰρ ἄγαν ἐκφεῦγον ὑπ' ἀνέμων
ἐκβάλλεσθαι ἂν ῥηθείη· «πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει.»
[ἄφθιτον] ἄφθαρτον.
[ἀφόωντα] ψηλαφῶντα.
[ἀφωπλίζοντο] ἀφῃροῦντο.
[ἄφρεον] ἤφριζον.
[ἀφραδέες] ἀδιανόητοι.
[ἀχρεῖον ἰδών] ἀγεννές, εἰς οὐδεμίαν χρείαν ἐμβλέψας, ἢ σκυθρωπάσας καὶ οἷον
διαστρέψας τὴν ὄψιν. καὶ ἐπὶ τῆς Πηνελόπης «ἀχρεῖον δ' ἐγέλασεν,» εἰς οὐδεμίαν
ἀξίαν, ἐξ οὗ τὴν οὐκ ἀπὸ γνώμης γελῶσαν.
[ἀχάριστα] ἀχαρίστως· «ξεῖν', ἐπεὶ οὐκ ἀχάριστα παρ' ἡμῖν ταῦτ' ἀγορεύεις.»
[ἀχθομένους] βαρυνομένους.
[ἁψάσθην] ἐπελάβοντο.
[ἀψοῤῥόου] ἀνάπαλιν ῥέοντος· «ἀψοῤῥόου Ὠκεανοῖο.»
[ἄωροι] τῶν μὲν ἅπαξ εἰρημένων, ὠμοί, ἐπεὶ λέγομεν ὡρίμους καρποὺς τοὺς
πεπείρους, ὠμὸν δὲ τὸν ἄγριον. τινὲς δὲ ἄωροι ἀφύλακτοι, οὓς οὐκ ἔστι φυλάξασθαι.
[ἀωτεῖται] ἤτοι ἀπανθίζεσθαι τὸν ὕπνον (ἄωτον γὰρ πᾶν τὸ ἄνθος) ἢ παρὰ τὸ ἐᾶσαι,
ὅ ἐστι κοιμίσαι. καὶ [ἀωτεῖς] κοιμᾷ. «μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον.»
[βάλλεν] ἔβαλλεν.
[βάζειν] λέγειν.
[βαμβαίνων] διὰ τρόμον οὐκ ἠρεμοῦσαν τὴν βάσιν ποιούμενος. ὁ δὲ Ἀπίων βῆμα πρὸ
βήματος βαίνων καὶ πορευόμενος, ἀπὸ τοῦ γινομένου ψόφου περὶ τὸ στόμα. τῶν δ'
ἅπαξ εἰρημένων.
[βάρδισται] βραδύταται.
[βάσκε] πορεύου.
[βέλεμνα] βέλη.
[βέβακται] εἴρηται.
[βέρεθρον] Ἀπίων ὁ πηλώδης τόπος, ἀπὸ τοῦ οἱονεὶ βέραθρον εἶναι καὶ βάθος ποιεῖν
τῷ ἄρθρῳ τοῦ ποδός, ἢ τὴν γῆν θραύειν. λέγεται δὲ βέρεθρον καὶ τὸ σκότος καὶ τὸ
βάθος.
[βένθεα] βάθη.
[βέλος] πᾶν τὸ βαλλόμενον, κἂν λίθος εἴη· «ὡς καὶ νῦν πόντοιο δὲ βαλὼν βέλος
ἤγαγε νῆα.»
[βεβῶσα] περιβεβηκυῖα.
[βῆ] ἐπορεύθη.
[βιός] τόξον.
[βουθύεσκεν] ἐβουθύτει.
[βοῶπις] μεγαλόφθαλμος, ἢ μεγάλως ἐφορῶσα, ἐπεὶ καὶ τὸν Δία εὐρύοπα λέγει.
[βοὸς κέρας] ἤτοι περικείμενον τῇ ὁρμιᾷ κέρας ὑπὲρ τὸ ἄγκιστρον, ἵνα μὴ ἀποτρώγῃ
ὁ ἰχθύς. ἔνιοι δὲ τὴν τρίχα κέρας.
[βόας αὔας] τὰς ἀσπίδας λέγει τροπικῶς, ἀπὸ τοῦ ὅλου τὸ μέρος.
[βουληφόροι] ποτὲ μὲν βασιλεῖς, «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,»
ποτὲ δὲ ἐπιθετικῶς αἱ ἐκκλησίαι ἐν αἷς αἱ βουλαὶ ἀναφέρονται.
[βροτόεντα] πεφονευμένα.
[βρῖθον] ἐπλήθυον.
[βρίζοντα] νυστάζοντα.
[βριήπυος] μεγαλόφωνος.
[βρίσαντες] βαρύναντες.
[βυκτάων] φυσητῶν.
[βυσσός] βυθός.
[βωμούς] ποτὲ μὲν συνήθως ἡμῖν, «τὴν μὲν ἔπειτ' ἐπὶ βωμῷ ἄγων,» ποτὲ δὲ τὰς
βάσεις, οἷον κρηπῖδας πλατείας, ἢ βαςμούς, «ἅρματα δ' ἀμβωμοῖσι τίθει, κατὰ λῖτα
πετάσας.»
[γάννυται] χαίρει.
[γαίων] γαυριῶν.
[γέγωνε] ἐφώνει. ἐνίοτε δὲ τάσσει τὴν λέξιν ἐπὶ τοῦ μεγάλου καὶ δυναμένου μέχρι
πολλοῦ ἐξακούεσθαι· «τόσσον γὰρ ἔην βώσαντι γεγωνεῖν.»
[γενεή] σημαίνει πολλά· ἐπὶ μὲν γὰρ παντὸς γένους τῶν ἀνθρώπων «ὣς ἀνδρῶν γενεὴ
ἡ μὲν φύει ἡ δ' ἀπολήγει,» ἐπὶ δὲ τῆς ἡλικίας ἀφ' ἧς δύναταί τις γεννᾶν «τῷ δ' ἤδη δύο
μὲν γενεαὶ μερόπων ἀνθρώπων,» ἐπὶ δὲ τῆς εὐγενείας «ἀμφότερον, γενεῇ καὶ οὕνεκα
σὴ παράκοιτις κέκλημαι,» ἐπὶ δὲ τῆς ἀπὸ προγόνων εἴς τινα ἄνδρα καταγωγῆς
«ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι,» ἐπὶ δὲ τῆς γενέσεως «ὁπλότερος
γενεῇ, ὁ δ' ἄρα πρότερος καὶ ἀρείων.»
[γέρων] ἐπὶ μὲν τοῦ ἐντίμου «πρῶτον μὲν ἔπειτα γέροντα καπτόμενος ἐπέεσσιν» καὶ
«κίκλησκεν δὲ γέροντας·» γέρας γὰρ ἡ τιμή. ἐπὶ τοῦ καθ᾿ ἡλικίαν «ὦ γέρον, ἦ μάλα
δή σε τείρουσι.»
[γερήνιος] ὁ ἔντιμος.
[γερούσιον] τὸν τοῖς ἐντίμοις κατὰ τιμὴν διδόμενον οἶνον. ἀπὸ δὲ τοῦ αὐτοῦ «οὐδ'
οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἔοικεν.»
[γείνεαι] γεννήσεις.
[γέντο] ἔλαβεν· «γέντο δ' ἱμάσθλην.» τίθεται δὲ ἡ λέξις κατὰ συγκοπὴν ἀντὶ τοῦ
ἐγένετο.
[γῆρυς] φωνή.
[γλυφίδας] τὰς χηλὰς τῆς ἀκίδος αἷς τὴν νευρὰν προσάγομεν. εἴρηται δὲ γεγλύφαι, ὅ
ἐστι κεκοιλάνθαι. καὶ τὸ γλύφειν ἀπ' αὐτοῦ.
[γλάγος] γάλα. ἀπὸ τούτου καὶ τὰ [ἀπὸ] τοῦ γάλακτος ἀγγεῖα· «πολυγλαγγέας κατὰ
πέλλας.»
[γλαφυραί] κοῖλαι.
[γλυκύθυμος] ἤπιος.
[γλαυκῶπις.] ἀπὸ τοῦ τῆς ὄψεως τὴν θεὸν ὁρίζονται· καὶ γὰρ ὁ λέων «γλαυκιόων δ'
ἰθὺς φέρεται,» οἷον πυρῶδες βλέπων. διὰ δὲ τῆς ὄψεως καὶ τὸ τῆς διανοίας πυρῶδες
ὁρᾶται τῆς θεοῦ. ὥσπερ δὲ Ζεὺς εἴρηται παρὰ τὸ ζῆν, οὕτως καὶ ἡ Ἀθηνᾶ ἀπὸ τοῦ
αἴθειν ἐκ τῆς ὄψεως.
[γναμπτῇσι] κεκαμμέναις.
[γόνος] ποτὲ μὲν ἀπόγονος, «ὄφρα ἴδῃς οἷος ζῆν γόνος,» ὁτὲ δὲ ἐπιγονή, «πεντήκοντα
δ' ἕκασται γόνος δ' οὐ γίνετ' αὐτῶν.» ἐπὶ δὲ τοῦ «οὐκέτ' ἀπολήξει τὸν ἐμὸν γόνον
ἐξερέουσα» οὕτως εἴρηται ἀντὶ τοῦ τὸ ἐμὸν γένος.
[γυώσω] χωλώσω.
[γύαλον] τὸ κύτος τοῦ θώρακος· «ῥῆξε δὲ θώρηκος γύαλον.» τιθέασι δέ τινες τὴν
λέξιν καὶ ἐπὶ τῶν κοιλωμάτων, ὡς Ἡσίοδος «γυάλοις ὕπο Παρνησσοῖο.»
[γωρυτός] ἡ τοξοθήκη, οἱονεὶ χωρυτός, παρὰ τὸ τὸ τόξον χωρεῖν· συγγενὲς γὰρ τὸ [γ]
τῷ [χ]. οἷον χώρημα τοῦ τόξου. τῶν ἅπαξ εἰρημένων.
[δαφοινός] ὁ μεγάλως φοινὸς καὶ ἐρυθρός. ἔνιοι δὲ δαφοινὸν τὸν μεγάλως φόνιον.
[δαίμονες] οἱ θεοὶ οἱονεὶ δαήμονες ὄντες· οἱ γὰρ θεοὶ πάντα ἴσασιν. ἢ ὅτι πάντα
μερίζουσιν, ἀπὸ τοῦ δάσασθαι.
[δαΐφρων] πολεμικός, ἀπὸ τοῦ δαΐζειν, ἀφ' οὗ καὶ δαῖς ἡ μάχη· «ἐν δαῒ λυγρῇ.»
[δαῶμεν] μάθωμεν.
[δάσονται] φάγονται.
[δάμνα] ἐδάμαζεν.
[δάσονται] μερίζουσιν.
[δαί] σύνδεσμος ἴσος τῷ δέ· «τίς δαῖς, τίς δαὶ ὅμιλος;» «πῶς δαὶ τῶν ἄλλων Τρώων
φυλακαί τε καὶ εὐναί;»
[δειλός] ἐπὶ μὲν τοῦ δειλαίου «ὤ μοι ἐγὼ δειλός,» ἐπὶ δὲ τοῦ καθ᾿ ἡμᾶς νοουμένου
«ἔνθ' ὅ γε δειλὸς ἀνὴρ ὥς τ' ἄλκιμος ἐξεφαάνθη.»
[δειρή] ὁ τράχηλος. κέκληται δὲ ἀπὸ τῶν τετραπόδων, διὰ τὸ ἀπὸ τούτων τῶν μερῶν
ἄρχεσθαι δείρεσθαι.
[δεδμήατο] δεδμημένοι ἦσαν, ἀντὶ τοῦ ὑποτεταγμένοι. ἔστι δὲ καὶ ἀντὶ τοῦ
κατεσκεύαστο.
[δεδέξομαι] ἐνεδρεύσω.
[δέπας] ποτήριον.
[δεδεγμένα] προσδεχόμενα.
[δέρτρον] οἱ μὲν τὸν ἐπίπλουν, οἱ δὲ τὸ δέρμα παρὰ τὴν δοράν, ἄλλοι δὲ τὸ στόμα τοῦ
γυπός· «δέρτρον ἔσω δύνοντες.»
[δενδίλλων] περιβλεπόμενος.
[δεικνύμενος] δεξιούμενος.
[δεινός] ἀξιωματικός, ἐντροπηματικός· «αἰδοῖος δέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε.»
[δέμας πυρὸς αἰθομένοιο] ἐλέλειπτο ὡς τρόπος πυρὸς καιομένου, διὰ τὴν ἀγωνίαν.
[δέοιμι] δεσμεύοιμι.
[δεψῆσαι] μαλάξαι.
[δήεις] εὑρήσεις.
[δήϊοι] οἱ πολέμιοι.
[δῆμον] τὸν δημοτικὸν ἄνδρα, «δῆμον ἐόντα παρὲξ ἀγορευέμεν,» καὶ τὸ σύστημα τῆς
πόλεως, «δήμῳ ἔνι Τρώων.»
[δήνεα] βουλεύματα.
[δηλήμονες] βλαπτικοί.
[διαγνάψας] διακοιλάνας.
[διακέρσαι] διακόψαι.
[διαίνειν] βρέχειν.
[διαπρύσιον] διάτονον.
[διέσχε] διῆλθε.
[διέχευαν] διεμέρισαν.
[διερῷ] διύγρῳ.
[δίενται] διώκουσι.
[διεπέφραδεν] ἐνετείλατο.
[δίεται] διώξει.
[δικλεῖδες] δίθυροι.
[δινεῖν] συστρέφειν.
[δινωτήν] στρογγύλην.
[δῖος] ἀπὸ Διὸς τὸ γένος ἔχων, ἢ ἀγαθός, ἢ γενναῖος, ἀπὸ τῆς τοῦ Διὸς ὑπεροχῆς.
[διφᾶν] ψηλαφᾶν.
[δίφρον] ὁμοίως ἡμῖν λέγει ὁ ποιητής. τὸν δὲ θρόνον οὐδέποτε εἶπε δίφρον. λέγει δὲ
καὶ τὸν ἁρμάτινον δίφρον.
[δίψιον] βλαβερόν.
[δολιχήρετμοι] μακρόκωποι.
[δολιχόν] μακρόν.
[δόρπον] τὸν καθ᾿ ἡμᾶς δεῖπνον. καὶ ἔστιν δαύορπον, μεθ' ὃ ἐπὶ τὸ δαύειν ἕρπομεν, ὅ
ἐστι κοιμᾶσθαι.
[δόρυ.] τὸ μὲν σύνηθες «πῆλ' αὕτως ἐν χειρὶ κόλον δόρυ,» ἐπὶ δὲ τοῦ ξύλου «ἀμφ' ἑνὶ
δούρατι βαῖνεν,» ἀφ' οὗ καὶ [δούριος ἵππος] ὁ ξύλινος. καὶ ἔτι [δορύξεστιν] λέγομεν
ἐν τῷ βίῳ τὸ πᾶν ξύλον κατεργαζόμενον.
[δοκεύει] ἐπιτηρεῖ.
[δόξης] δοκήσεως· «οὐδ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσομαι οὐδ' ἀπὸ δόξης.»
[δραίνεις] ἰσχύεις. καὶ «τὸν δ' ὀλιγοδρανέων» ἀντὶ τοῦ ὀλίγον ἰσχύων.
[δρηστοσύνην] διακονίαν.
[δρυόχους.] τῶν σιδηρῶν πελέκεων αἱ ὀπαί, εἰς ἃς τὰ ξύλα ἐνιᾶσι, παρὰ τὸ τὰ ξύλα
δρῦς λεγόμενα συνέχειν.
[δυσπέμφελος] ὁ δυσάρεστος.
[δύη] κακοπάθεια· «ἦ γάρ με δύη ἔχει πολλή.» ὁ δὲ Ἀπίων κάκωσις, ἀπὸ τοῦ
εἰσδύνειν τὰ κακά.
[δυσηχέος] ἤτοι τοῦ κακὸν ἦχον ἐπιφέροντος θανάτου διὰ τὰς γινομένας οἰμωγὰς
δυσθρήνους, ἢ τοῦ δυσαχέος, κακὰ ἄχη περιποιοῦντος.
[δῶσι] ὅταν ἐν κοινῇ, ἀντὶ τοῦ δῷ· «αἴ κέ ποθι Ζεὺς δῶσι.»
[ἕ] ἐγκλινόμενον μὲν αὐτὸν ἢ αὐτὴν ἢ αὐτὸ σημαίνει, «οἵ ἑ μέγαν περ ἐόντα», «περὶ
γάρ ῥά ἑ χαλκὸς ἔλεψεν·» ὀρθοτονούμενον δὲ δηλοῖ ἑαυτὸν ἢ ἑαυτήν, οἷον «κάλεόν
τέ μιν εἰς ἓ ἕκαστος.»
[ἐά] ἀγαθά· «δωτῆρες ἐάων.» σημαίνει δὲ καὶ τὰ αὐτοῦ· «υἱᾶσι καὶ γαμβροῖσιν ἐὰ
πρὸς δώματα καλά.» παρεμπέπτωκε δὲ τὸ [α] διὰ τὸ μέτρον, ἀντὶ τοῦ ἐῶν, ὥσπερ
κυανέων κυανεάων.
[ἑάλη] συνεστράφη.
[ἐανός] ἔνδυμα γυναικεῖον, παρὰ τὸ ἕννυσθαι. σημαίνει δέ ποτε καὶ τὸν εὐδιάχυτον,
ὅταν λέγῃ «ἐανοῦ κασσιτέροιο,» ἀπὸ τοῦ κατὰ τὴν χωνείαν ἀνίεσθαι. ὅταν δὲ λέγῃ
«ἐανῷ λιτὶ κάλυψεν,» ἐπιβολαίῳ λιτῷ σημαίνει. ποτὲ τῷ λεπτῷ ὑφάσματι.
[ἔγχος] δόρυ, ἀπὸ τοῦ ἐν χειρὶ εἶναι. λέγει δὲ καὶ θηλυκῶς [ἐγχείη. ἐγχριμφθήτω]
ἐμπελασθήτω· «ἵππος ἀριστερὸς ἐγχριμφθήτω.»
[ἔδραθεν] ὕπνωσεν.
[ἐδητύος] βρώσεως.
[ἕδος] ἕδρα· «θεῶν ἕδος ἀσφαλές.» ποτὲ δὲ ἐπίῤῥημα ἀντὶ τοῦ ἑδραστέον· «οὐχ ἕδος·
εἶμι γὰρ αὖθις ἐπ᾿ Ὠκεανοῖο ῥεέθρων.»
[ἔδυντο] ἔδυσαν.
[ἐδωδή] βρῶσις.
[ἑέ,] κατ' ἐπέκτασιν τοῦ ἕ, ἀντὶ τοῦ αὑτόν, «ἑὲ δ' ἔξοχα πάντων ἀθανάτων
κεχολῶσθαι,» καὶ ἀντὶ τοῦ αὐτόν, «καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει.»
[ἐείσατο] ὡμοιώθη. τοῦτο ἐπὶ τοῦ ὡμοιώθη «εἴσατο δὲ φθογγὴν υἱέϊ Πριάμοιο
Πολίτῃ,» ἐπὶ δὲ τοῦ φανῆναι «ἀλλ' ὅ τι οἱ εἴσατο γελοίιον Ἀργείοισιν ἔμμεναι,» ἐπὶ δὲ
τοῦ διελθεῖν «εἴσατο γὰρ νηῶν ἐπ᾿ ἀριστερά.» ἐπὶ δὲ μέλλοντος ἀντὶ τοῦ γνώσομαι,
«εἴσομ' αἴ κέ μ' ὁ Τυδείδης κρατερὸς Διομήδης.»
[ἐέλδωρ] ἐπιθύμημα.
[ἐέρσας] δρόσους.
[ἐερσήεις] δροσώδης καὶ ἁπαλός· «οἷον ἐερσήεις κεῖται» καὶ «λωτὸν ἑρσήεντα ἠδὲ
κρόκον ἠδ' ὑάκινθον.»
[ἐῆος] ἀγαθοῦ, προσηνοῦς. ἐπὶ μὲν τοῦ ἀγαθοῦ, ἐπεὶ παρὰ τὰ ἐὰ τὰ ἀγαθά· τὸ δὲ
προσηνοῦς, «εἰ δύνασαί γε, περίσχεο παιδὸς ἐῆος.»
[ἔθεεν] ἔτρεχεν.
[ἐθελοντῆρας] ἑκουσίους.
[ἕθεν·] «οὓς ἕθεν εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων» ἀντὶ τοῦ οὓς αὐτῆς, καὶ
«θύνοντ' ἀμπεδίον, πρὸ ἕθεν κλονέοντα φάλαγγας» ἀντὶ τοῦ τὰς πρὸ αὑτοῦ κλονέοντα
τάξεις.
[ἔθηκεν] προκατέθηκεν, ἤτοι ἐποίησεν· «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκεν.» ἀφ' οὗ καὶ
[θετοὶ] υἱοί, οὕς τις ἐποιήσατο.
[εἴδατα] βρώματα.
[εἴδεται] φαίνεται.
[εἴδετε] ἀντὶ τοῦ εἰδῆτε· «ὄφρα καὶ ὔμμ' εἴδετε.» καὶ [εἴδομεν. εἰκοσινήριτ' ἄποινα·]
«οὐδ' εἴ μοι δεκάκις τε καὶ εἰκοσινήριτ' ἄποινα.»
[ἔϊκτο] ὡμοιοῦτο.
[εἰκυῖα] ἐοικυῖα· «εἰκυῖα θεῇσι.»
[εἰλαπίνη] εὐωχία.
[εἴλυμα] ἐνείλυμα.
[εἶμι] πορεύομαι.
[εἴομεν] πορευθῶμεν.
[εἴρετο] ἐπηρώτα· «εἴρετο δ' αὐτίκ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος.» σημαίνει δὲ καὶ
τὸ λέγειν· «εἴρετο δεύτερον αὖτις» καὶ «εἴροντο δὲ κήδε' ἑκάστη.» σημαίνει καὶ τὸ
ἠρώτων, οἷον «εἴρομαι παῖδας.»
[εἴρυσθαι.] νῦν ἰδίως τὸ εἴρυσθαι ἐπὶ τοῦ εἰδέναι παρείληπται· ἔστι γὰρ ἀντὶ τοῦ
φυλάσσειν καὶ σώζειν· «μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων δήνεα εἴρυσθαι,
μάλα περ πολύϊδριν ἐοῦσαν.»
[εἰς] ἀντὶ μὲν τῆς πρός προθέσεως «εἰς Ἀγαμέμνονα δῖον ἄγον,» ἀντὶ δὲ τῆς ἐπί «εἰς
ἐλάτην ἀναβὰς περιμήκετον.» συνήθως δὲ ἡμῖν «εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε
τοκῆας.»
[ἐΐσας] τὰς νῆας τὰς ἐξ ἑκατέρου μέρους ἴσως πλεούσας. ὅταν δὲ «φρένας ἔνδον
ἐΐσας,» εὐκράτους, ἀγαθάς.
[εἷσεν] ἐπὶ μὲν τοῦ ἵδρυσεν «εἷσεν δ' ἐσχερίην ἑκὰς ἄλλων ἀλφιστάων,» ἐπὶ δὲ τοῦ
ἐκάθισεν «εἷσεν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα.»
[ἐΐσης] πρὸς ἴσον ἑκάστῳ διδομένης.
[εἴσω] ἔσω. τοπικῶς μὲν καὶ ἡμῖν συνήθως «εἴσω δ' ἀσπίδ' ἔαξε βαλὼν μυλοειδέϊ
πέτρῳ,» ἀντὶ δὲ τῆς εἴς προθέσεως «καὶ δ' αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω.»
[ἔκαμον] προέκαμον.
[ἑκάτερθεν] ἑκατέρωθεν.
[ἐκέκαστο] ἐκεκόσμητο.
[ἐκεχάνδει] ἐχώρει.
[ἐκπεπαταγμένος] ἐκπεπληγμένος.
[ἔκυρσεν] ἐπέτυχεν.
[ἐλαφηβόλος] κυνηγός.
[ἐλεαίρει] ἐλεεῖ.
[ἐλεοῖς] τοῖς μαγειρικοῖς τραπεζίοις· «αὐτὰρ ἐπεί ῥ' ὤπτησέν τε καὶ εἰν ἐλεοῖσιν
ἔχευεν.»
[ἐλέφαντα] τὸ ἐλεφάντινον.
[ἕλικας,] οὐκ ἐπὶ τοῦ ἕλικας βοῦς ἀλλ' ἐπὶ τοῦ Ἡφαίστου, «πόρπας τε γναμπτάς θ'
ἕλικάς τε καὶ ὅρμους,» κόσμου τι γένος. οἱ μὲν δακτυλίους ποιούς, οὓς δρακοντώδεις
καλοῦσιν, οἱ δὲ ἐνώτια, ἃ καλοῦσιν ἑλικτήρια, οἱ δὲ τὰ περὶ τοὺς καρποὺς ψέλια. ἐπὶ
δὲ τοῦ ἕλικας βοῦς ἤτοι τὰ κέρατα ἑλικοειδῆ ἐχούσας, ἢ ὡς ἔνιοι, ἀπὸ τοῦ κατὰ τοὺς
πόδας ἑλιγμοῦ.
[Ἑλικώνιον] τὸν Ποσειδῶνα, ἀπὸ Ἑλικῶνος τοῦ ἐν Βοιωτίᾳ, ἱερὸν τοῦ θεοῦ. οἱ δέ
φασιν ἀπὸ Ἑλίκης, περὶ ἧς φησὶν «οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ' ἀνάγουσιν.»
[ἔλπεται] ἐλπιδοποιεῖ.
[ἐλπωρή] ἐλπίς.
[ἐλύμην] ἐλυτρώθην.
[ἔλων] ἤλαυνον.
[ἑλώρια] ἑλκύσματα.
[ἐμάτησεν] ἐματαιοποίησεν.
[ἐμμαπέως] ἐσπουδακότως.
[ἐμνήμυκε] συνθέτως λέγεται μετὰ τῆς ὑπό, «πάντα δ' ὑπεμνήμυκεν,» μεταφράζεται
δὲ εἰς τὸ κατανένυκται.
[ἔμπεδον] ποτὲ μὲν τὸ ἰσχυρόν, «ἔμπεδον αἰὲν ἔχον σάκος αἰόλον,» ποτὲ δὲ ἐν τῷ
πέδῳ, οἷον τῷ ἐδάφει, «τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.»
[ἔμπης] ποτὲ μὲν ὅμως, «σὺ δὲ χαῖρε καὶ ἔμπης,» ποτὲ δὲ ἀντὶ τοῦ ὁμοίως ἢ ἐπ᾿ ἴσης,
«τοῦ καὶ κινημένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ'
ἀϋτμή» καὶ «ἔμπης μοι τοῖχοι καλαί τε μεσόδμαι.»
[ἔμπλην] ἐμπελάδην, σύνεγγυς, ἢ ὡς ἔνιοι, χωρίς. καὶ Ἀρχίλοχος ἐπὶ τοῦ χωρίς,
«ἔμπλην ἐμοί τε καὶ φίλου.» τῶν ἅπαξ εἰρημένων.
[ἔμπορος] ὁ μὴ ἐπ᾿ ἰδίας νεὼς πλέων ἀλλὰ μισθοῦ· «ἔμπορος· οὐ γὰρ νηὸς ἐπίβολος
οὐδ' ἐρετάων.»
[ἔναρα] σκῦλα.
[ἐναρίζει] κυρίως μὲν σκυλεύει· ἔναρα γὰρ τὰ σκῦλα· «οὐδέ μιν ἐξενάριξεν·»
καταχρηστικῶς δὲ ἀνεῖλεν· «τὸν δ' ἐπεὶ ἐξενάριξεν.»
[ἐνοπή] φωνή.
[ἐνδίεσαν ταχέας κύνας ὀτρύναντες.] δύναται εἶναι κυρίως τὸ δίεσαν, ἀνῆκαν τῶν
κρατήρων. τοὺς δὲ κύνας πρὸς τὸν διωγμόν.
[ἔναυλοι] οἱ ἀπὸ τῶν χειμάῤῥων ποταμοὶ καταράσσοντες, ἀπὸ τοῦ ἐν τοῖς αὐλῶσι
γίνεσθαι τὰς καταφοράς· αὐλῶνες δὲ οἱ ἐπιμήκεις καὶ κοῖλοι τόποι. τουτέστιν οἱ εἰς
μακρὸν καὶ στενὸν διήκοντες ποταμοί.
[ἔνδειος] μεσημβρινός.
[ἐνδείνων] τῶν ἐντοσθειδίων, οἷον τοῦ ἐντὸς χρωτός. τῶν ἅπαξ εἰρημένων.
[ἐνεῖκαι] κατὰ μὲν τὸν προσφερόμενον ἴσον τῷ ἐνέγκαι· ὅταν δὲ λέγῃ «καί τις θεὸς
αὐτὸν ἀνεῖκαι,» τοιοῦτόν τι λέγει, ἄρας ἐκ τόπου ἐνταῦθα θείη.
[ἔνεροι] νεκροί.
[ἐνέστακται] ἔνεστι κατά τι μέρος· «τοῦ σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ.»
[ἔνθα] ἐπὶ μὲν τοῦ τότε χρονικῶς «ἔνθ' αὖ Τυδείδῃ,» «ἔνθ' ἄλλοι μὲν πάντες·» ἐπὶ δὲ
τοῦ τοπικοῦ, εἰς τοῦτον τὸν τόπον «ἔνθα κατεπλέομεν καί τις θεὸς ἡγεμόνευεν,» ἐπὶ
δὲ τοῦ ἐν τούτῳ ἢ ἐν ἐκείνῳ τῷ τόπῳ «ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ' Ἀχιλλεύς,
ἔνθα δὲ Πάτροκλος.»
[ἔνισπεν] εἶπεν.
[ἔντεα] τὰ ὅπλα, κυρίως τὰ ἐντὸς περιέχοντα τὸν ἄνδρα, οἷον ἀσπὶς καὶ θώραξ καὶ
κνημῖδες. λέγει δὲ ἀπὸ τῆς αὐτῆς ἐννοίας καὶ τὰ ἀγγεῖα ἔντεα, ἀπὸ τοῦ ἐντὸς αὑτῶν
τινὰ περιέχειν, οἷον «ἀμφίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός.»
[ἐντροπαλιζομένη] ἐπιστρεφομένη.
[ἐντύνεαι] παρασκευάζῃ.
[ἐντυπὰς ἐν χλαίνῃ.] τῶν ἅπαξ εἰρημένων, ἐν τῇ Ω τῆς Ἰλιάδος. οὐχ ἁπλῶς, οὐδὲ
περικεκαλυμμένως, ἀλλ' ὡς τετυπῶσθαι τὸ πρόσωπον καὶ τὸ ὅλον σῶμα.
[ἐξ] κυρίως ἡ πρόθεσις «ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο·» ἀντὶ τῆς ἀπό «ἐξ
ἵππων ἆλτο χαμᾶζε,» ἀντὶ δὲ τῆς ὑπέρ «Ἥρη, τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
ἐξ ἄλλων;» ἀντὶ τοῦ ὑπὲρ τοὺς ἄλλους.
[ἐξαίτους] ἐξαιρέτους.
[ἐξαπάφοιτο] ἐξαπατήσει.
[ἐξέσσυτο] ἐξώρμησεν.
[ἐξηρώησαν] ἐξώρμησαν.
[ἔοι] ἀντὶ τοῦ εἴη· «πῶς καίοι εἴ τις θεῶν νῶϊ αἰειγενετάων.»
[ἔοργεν] εἴργασται.
[ἐπαιγίζοντα] Ἀρίσταρχος τὸν σφοδρότερον πνέοντα ἄνεμον. διὰ τούτου φανερὸν ὅτι
καὶ Ὅμηρος οὕτως οἶδεν αἰγίδα λεγομένην τὴν τοιαύτην πνοήν, ἣν ἡμεῖς καταιγίδα.
[ἐπιάλμενος] ἐφαλλόμενος.
[ἐπαυρεῖν] ἀπόνασθαι, ἀπολαύειν. καὶ ἐπὶ τοῦ ἐπιτυχεῖν «λίθου δ' ἀλέασθαι
ἐπαυρεῖν.»
[ἐπεπωλεῖτο] ἐπεπορεύετο.
[ἐπέρασας] ἀπέδου· «καί μ' ἐπέρασας ἄνευθεν ἄγων πατρός τε φίλων τε.»
[ἐπεῤῥώσαντο] ἐσείσθησαν.
[ἐπέχραον.]
[ἐπῆρσεν] ἐφήρμοσεν.
[ἐπήσκηται] ἐπικεκαλλώπισται.
[ἐπήτῃ] λογίῳ, παρὰ τὰ ἔπη· «ἐπήτῃ δ' ἀνδρὶ ἔοικας.» ἐν δὲ τῷ Φ τῆς Ὀδυσσείας «οὐ
γάρ τευ ἐπητύος ἀντεβόλησας.» Ἀρίσταρχος δὲ ἐπητέως διὰ δὲ τοῦ [ε], καὶ λόγος
ὑπόκειται τοιοῦτος· ἐπητέως οἷον εὐγνώμονος. τίθησι δὲ καὶ τὴν λέξιν ἐπίπαν ἐπὶ τοῦ
συνετοῦ· «τοὔνεκ' ἐπητὴς ἐσσὶ καὶ ἀγχίνοος καὶ ἐχέφρων.» καὶ οὐκ ἐπητύος.
[ἐπί] κυρίως μὲν «αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,» ἀντὶ δὲ τῆς παρά «ἡ
μὲν ἐπ᾿ ἐσχάρῃ ἧστο,» ἀντὶ δὲ τῆς πρός «τὴν μὲν ἔπειτ' ἐπὶ βωμὸν ἄγων,» ἀντὶ δὲ τῆς
ἔν «οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.»
[ἐπί] κατὰ ἀναστροφὴν κυρίως μὲν «ᾧ ἔπι πόλλ' ἐμόγησα,» ἀντὶ δὲ τοῦ ἔπεστιν «ἐπεὶ
οὔ τοι ἔπι δέος,» «οὐ γὰρ ἔπ' ἀνὴρ οἷος Ὀδυςσεὺς ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.»
[ἐπίβαθρον] μισθὸν τῆς ἐπιβάσεως τῆς εἰς τὴν ναῦν, ἤγουν τὸ ναῦλον.
[ἐπιβλής] μοχλὸς ἐπιβεβλημένος· «μοῦνος δ' ἔχε θύρας ἐπιβλὴς εἰλάτινος, τὸν τρὶς
μὲν ἐπερήσεσκον Ἀχαιοί, τρὶς δ' ἀναοίγεσκον.»
[ἐπιβώτορι μήλων] ἤτοι βοσκήτορι, οἷον ἐφιππαστῆρι. οἱ τῶν βασιλέων υἱοὶ πρῶτον
ἐπὶ κριῶν εἰώθασιν ἐπιβαίνειν, ὡς καὶ Ἡρόδοτός φησιν. «ἐπιβότωρι μήλων
παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν.»
[ἐπιγουνίδα] τὸ σεσαρκωμένον μέρος τοῦ μηροῦ πρὸ τοῦ γόνατος, ἀπὸ τοῦ
ἐπιγεγονέναι ἐκ τῶν ὤμων σάρκωσιν.
[ἐπιείσομαι] ἐπελεύσομαι.
[ἐπιζάφελος] ὁ λίαν ηὐξημένος· ἔγκειται γὰρ τὸ ὀφέλλειν· «ὅτε κέν τιν' ἐπιζάφελος
χόλος ἥκοι.»
[ἐπίηρα] τὴν μετ' ἐπικουρίας χάριν· «μητρὶ φίλην ἐπίηρα φέρων.» ἐν δὲ τῷ «οὐδέ τι
μοι ποδάνιπτρα ποδῶν ἐπίηρ' ἀνὰ θυμῷ» τὰ ἐπικουρητικὰ τῆς ψυχῆς. οὕτως
Ἀρίσταρχος.
[ἐπιθήσομεν] ἐπιβαλοῦμεν.
[ἐπικάρα] ἐπὶ κεφαλήν. διὰ τούτου σημαίνει τὸ καταφερὲς τοῦ ῥεύματος, ὥστε
δοκεῖν ἐπὶ κεφαλὴν φέρεσθαι· «ἐξ ὀρέων ἐπὶ κάρ' μηνύθει δέ τοι ἔργ' ἀνδρῶν.»
[ἐπιλλίζουσι.] ἐπιλλίζειν ἐστὶν τὸ τοὺς ὀφθαλμοὺς ἐπικατακλᾶν· «οὐχ ὁρᾷς ὅτι δή μοι
ἐπιλλίζουσιν ἅπαντες;»
[ἐπιμασσάμενος] ἐφαψάμενος.
[ἐπίμαστον τὸν] ἐπιζητοῦντα καὶ ἐπιμαστεύοντα τροφήν. σημαίνει καὶ τὸν
ἐπίπληκτον.
[ἐπιμίξ] ἐπιμεμιγμένως.
[ἐπίνυσσεν] ἐσωφρόνησεν.
[ἐπίουρος.] εἰ μὲν ἡ πρώτη ὀξυτονοῖτο, δύο μέρη λόγου εἰσίν, ἔπεστιν οὖρος, ὅ ἐστι
φύλαξ, ὡς μεταφορικῶς ὁ ξύλινος ἐπίουρος.
[ἐπισεύας] ἐφορμήσας.
[ἐπισσώτρων] τὴν τοῦ ἅρματος τροχῶν κύκλων σιδηρῶν, οἷον τῶν ἐπὶ τὴν γῆν
σοουμένων.
[ἐπισταδόν] ἐφεστῶτες.
[ἐπίστηται] δύναται.
[ἐπισχερώ] ἐφεξῆς.
[ἐπίτονος] ὁ ἱμὰς ὁ δεσμεύων τὸ πρὸς τὸ ἱστίον κέρας, οἷον ἡ κεραία, ἥτις δεσμεύεται
περὶ τὸν ἱστόν.
[ἐπίφρονα] φρόνιμον.
[ἐπιψαύσῃ] ἐπιθιγγάνῃ.
[ἔπλετο] ἐγένετο.
[ἐπλίσσοντο] διέβαινον, ἀπὸ τῆς πλιχάδος· «εὖ δ' ἐπλίσσοντο πόδεσσι.» τῶν δ' ἅπαξ
εἰρημένων.
[ἔπορον] ἔδωκαν.
[ἕπουσαν] ἀπὸ τοῦ ἕπειν, ὅ ἐστι παραγίνεσθαι· «μετὰ Τυδέος υἱὸν ἕπουσαν,» οἷον
πονουμένην.
[ἑπταβόειον] ἑπτάβυρσον.
[ἐρατίζων] ἐπιθυμῶν.
[ἔργον.] ὅταν ψιλῶς Ὅμηρος ἔργον λέγῃ, μηδενὸς ἑτέρου συμφραζομένου μηδ' ἐκ
τῶν παρακειμένων δηλουμένου, τὴν γεωργίαν δηλοῖ.
[ἔρδειν] ἐπὶ μὲν τοῦ θύειν «ἔρδων δ' Ἀπόλλωνι,» ἐπὶ δὲ τοῦ πράσσειν «ἔρδ' αὐτὰρ
οὗτοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.»
[ἐρέθοντες] ἐρεθίζοντες.
[ἐρετμόν] κώπην.
[ἔρεψα] ἐστέγασα· ἀφ' οὗ καὶ [ὀροφὴ] ἡ στέγη. κακῶς δ' ἀπέδωκάν τινες τὸ
ἐστεφάνωσα.
[ἐρήτυθεν] διακατέσχον.
[ἔριζεν] ἐξισοῦτο.
[ἐρικυδέα] μεγαλόδοξα.
[ἐρισθενέος] μεγαλοσθενοῦς.
[ἑρκίου] τοῦ κατὰ τὴν οἰκίαν ἐντὸς ὄντος ἕρκους. Διὸς δ' ἐστὶν ἐπίθετον· «ἐρικείου
προβωμὸν ἐρισθενέως Κρονίωνος.»
[ἕρκος] ἐπὶ μὲν τῆς ἀσφαλείας «ἕρκος ἔμεν πολέμοιο·» ὁτὲ δ' ἐπὶ τοῦ τείχους,
«αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος·» ὁτὲ δ' ἐπὶ τοῦ λίνου, «ἕρκει ἐνιπλήξωσιν
ὅ θ' ἑστήκει ἐνὶ θάμνῳ·» ὁτὲ δὲ ἐπὶ τοῦ φράγματος τῶν ὀδόντων, «Ἀτρείδη, ποῖόν σε
ἔπος φύγεν ἕρκος ὀδόντων.»
[ἕρματα] τὰ ἐρείσματα· «ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν.» ἐπὶ δὲ
τῶν ἐνωτίων «ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι» καὶ ἐν Ὀδυσσείᾳ «ἕρματα
δ' Ἐρυδάμαντι δύο θεράποντες ἔνεικαν.» ἐπὶ δὲ τοῦ «μελενάων ἕρμ' ὀδυνάων» ὁ μὲν
Ἀρίσταρχος ἀθετεῖ τὸν στίχον (γελοῖον γάρ φησιν ἔρεισμα τῶν ὀδυνῶν λέγεσθαι·
ἔπαινον γὰρ οὐκ ἔχει τοῦ δυναμένου ὀδυνῆσαι), ὁ δὲ Σιδώνιος βοηθῶν τῷ λεγομένῳ
ἀκούει τὸ ἐρεῖδον πρὸς τὰς ὀδύνας.
[ἑρμῖν'] ἀπὸ τοῦ ἐρείδεσθαι· «ἑρμῖν' ἀσκήσας, τέτρηνε δὲ πάντα τερέτρῳ.» σημαίνει
δὲ καὶ πόδα κλίνης. ὁ δὲ Ἀρίσταρχός φησιν «ἑρμῖνας ἐκάλουν τοὺς πόδας τῶν
κλινῶν, οὗτοι δὲ ἦσαν σφηνοειδεῖς τῇ κατασκευῇ.» τῶν ἅπαξ εἰρημένων.
[ἐρυμνήν] ὑψηλήν.
[ἐρύσομεν] ἑλκύσομεν.
[ἔσκε] ἦν.
[ἕσπερος] ὁτὲ μὲν ὁ αὐτὸς ἀστήρ, ὁ Ἕσπερος, «ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται
ἀστήρ·» ὁτὲ δὲ ἡ ἑσπέρα, ἀρσενικῶς, «μέλας ἐπὶ ἕσπερος ἦλθε.»
[ἔστε] γένεσθε· «ἀνέρες ἔστε φίλοι.» ἐὰν δὲ ἐστέ ὁριστικῶς, ὑπάρχετε· «ἐστὲ δὲ
πάντες μάρτυροι.»
[ἐστόρεσεν] ἔστρωσεν.
[ἐσφήκοντο] ἐδέδεντο.
[ἐσχάρα] βωμὸς ἰσόπεδος οὐδ' ἐκ λίθων ὑψωμένος. ὅταν δὲ λέγῃ «τὴν μὲν ἔπειτ'
ἔστησεν ἐπ᾿ ἐσχάρῃ,» τὴν ἑστίαν λέγει, οὐ τὸν οἶκον ὅλον.
[ἔσχοντο] κατεσχέθησαν.
[ἑταῖροι] φίλοι.
[ἑτερήμεροι] παρ' ἡμέραν· «ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι, ἄλλοτε δ' αὖτε τεθνᾶσι.»
[ἔτορε] διέτρωσεν.
[ἐτύγχανεν] ἐπετύγχανεν.
[εὖ.] σημαίνει τὸ [ἑαυτὸ] ἑαυτοῦ ἢ αὐτῆς· «εἴ πως εὖ πεφείδοιτο» καὶ «εὖ κράτος
ἐστὶ μέγιστον.» σημαίνει δὲ καὶ τὸ καλῶς· «ἢ εὖ ἠὲ κακῶς.»
[εὔαδεν] ἤρεσεν.
[εὐδίελον] ἤτοι εὖ πρὸς τὴν δείλην κειμένην τὴν Ἰθάκην· ἐπιφέρει γὰρ πρὸς δύσιν· ἢ
ἀντὶ τοῦ εὐδέελον εὔδηλον, εὐπεριόριστον· νῆσος γάρ ἐστιν.
[εὐήνορα] τὸν ἄνδρα εὖ διατιθέντα καὶ δύναμιν περιποιοῦντα· «φέρον δ' εὐήνορα
οἶνον.» ὅταν δ' εὐήνορα χαλκὸν εἴπῃ, σημαίνει τὸν εὖ διακείμενον πρὸς τὴν ἠνορέην
σίδηρον ἤτοι πρὸς τὴν ἀνδρίαν.
[εὔληρα.] τῶν ἅπαξ εἰρημένων. σημαίνει δὲ τὰς ἡνίας, οἱονεὶ εἴληρα, ἀπὸ τοῦ
περιειλῆσθαι τοὺς ἱμάντας χερσὶ τῶν ἡνιόχων.
[εὐνάς] ἐπὶ μὲν τῶν ἀγκυρῶν «εὐνὰς δ' ἔβαλον,» ἐπὶ δὲ τῶν κοιτῶν «πλησίον
ἀλλήλων εὐνάσσουσι.» λέγει δὲ καὶ κατ' ἐπέκτασιν ἀγκύρας εὐναίας. εἴρηνται δ'
εὐναὶ αἱ ἄγκυραι κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν κοιτῶν· τὸ γὰρ σκάφος ἑστὸς καὶ
ἠρεμοῦν ὥσπερ ἐπευνάζεται ταῖς ἀγκύραις.
[εὖνις] ἐπιδεής, ἐστερημένος· «αἲ γὰρ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην εὖνιν
ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω.» σημαίνει καὶ τὴν γαμετὴν γυναῖκα, παρὰ τὴν
εὐνήν.
[εὐπηγέες] εὖ τεθραμμένοι.
[εὐράξ] πλαγίως.
[εὐρύοπα,] ἐπίθετον Διός, ἤτοι τὸν μεγάλως ἐφορῶντα, ἢ τὸν μεγάλους ἤχους καὶ
ψόφους ἀποτελοῦντα, ἢ τὸν μεγαλόφθαλμον. ἐπίθετον Διός.
[εὖτε] ἡνίκα.
[εὐχωλήν] ἐπὶ μὲν τῆς καθ᾿ ἡμᾶς εὐχῆς «οὔτ' ἂρ ὅγ' εὐχωλῆς,» ἐπὶ δὲ τῆς καυχήσεως
«ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.»
[ἐφέπεσκον] ἐπεπορεύοντο.
[ἐφέποντες] ἐπερχόμενοι.
[ἐφετμή] ἐντολή.
[ἐφεψιόωνται] ἐμπαίζουσιν.
[ἐφημοσύνης] ἐντολῆς.
[ἐφιέμενος] ἐντελλόμενος.
[ἐφόλκαιον] ἐφόλκιον, ἀπὸ τοῦ δι' αὐτοῦ ἐφέλκεσθαι τὴν ναῦν. σημαίνει δὲ καράβια
μικρά. οἱ δὲ τὸ πηδάλιον. καὶ μᾶλλον τοῦτ' ἂν εἴη· οὐ γὰρ ἐφολκίῳ ἐχρῶντο τότε.
[ἐφράσθην] ἐνόησας.
[ἐχάνδανεν] ἐχώρει.
[ἔχεαι] συνέχῃ.
[ἐχεπευκές] ἔχον πικρίαν· [πευκεθανὸν] γὰρ τὸ ἔχον πικρίαν, ἀπὸ τῆς πεύκης.
[ἔχῃ] κατέχει.
[ἔχματα] κωλύματα, ἀπὸ τοῦ ἐπέχειν· «χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα
βάλλων.»
[ἐχώμεθα] ἀπεχώμεθα.
[ἕψεαι] ἀκολουθήσεις.
[ἑψιαάσθων] παιζέτωσαν.
[ἔω] ὦ, ὑπάρχω.
[ζοφερή] σκοτεινή.
[ζόφον ἠερόεντα] τὸν ἐν Ἅιδου τόπον, οἷον ὁμιχλώδη. λέγει δὲ ζόφον καὶ τὴν δύσιν·
«εἴτ' ἐπ᾿ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.»
[ζώνη] ὁ περὶ τὴν γαστέρα τόπος, ὃν οἷόν τε ζώννυσθαι. λέγεται δὲ ζώνη καὶ ᾗ
ζωννύμεθα· «ζώσατο δὲ ζώνην» καὶ «ζώνην θώρηκος ἔνερθε.»
[ζώννυσθαι] ἀπὸ μέρους καθοπλίζεσθαι.
[ζωρότερον] ἀκρατότερον.
[ζῶστρα] Ἀπίων τὰ ἐνδύματα τῶν ἀνδρῶν· «ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα
σιγαλόεντα.» ὁ δὲ Ζηνόδωρος βέλτιον τὰ ζώματα, τὰς ζώνας.
[ἥβης.] σημαίνει μὲν καὶ τὸ ἀκμῆς, σημαίνει δὲ καὶ τὴν θεάν· «πότνια Ἥβη.»
[ἠγνοίησεν] ἠπείθησεν.
[ἤδη.] τοῦτο ἀόριστον καὶ χρονικὸν δηλοῖ· ἐπὶ μὲν γὰρ παρῳχημένου «ἤδη γάρ ποτ'
ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν,» ἐπὶ δὲ ἐνεστῶτος «ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος
ἐστίν,» ἐπὶ δὲ μέλλοντος «ἤδη λοίγια ἔργα.»
[ἠερέθονται] διασείονται.
[ἠερίη] ὀρθρία, πρωϊνή. [ἠέριαι] πρωϊναί, ὀρθριναί.
[ἤϊα] ὁτὲ μὲν τὰ τῶν ἀλόγων ζῴων καθ᾿ ὁδὸν βρώματα, «θώων πορδαλίων τε λύκων
τ' ἤϊα πέλονται·» ὁτὲ δὲ τὰ ἄχυρα, «ὡς δ' ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει·» ὁτὲ δὲ
τὰ τῶν ἀνθρώπων ἐφόδια, «ἐν δὲ καὶ ἤϊα κωρύκῳ» καὶ «δεῦτε φίλοι, ἤϊα
φερώμεσθα.»
[ἤκαχεν] ἐλύπησεν.
[ἠλακάτη.] ὁ μὲν ποιητὴς ἀπὸ τῆς τοῦ γυναικείου ἔργου νοουμένου τίθησι τὴν
ἠλακάτην· ἐργαλεῖον γάρ τί ἐστι τῶν ἐριουργῶν γυναικῶν· «ἠλακάτη τετάνυστο
ἰοδνεφὲς εἶρος ἔχουσα.» καὶ οὐδετέρως «ἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα» καὶ «τῇ δὲ
παρ' ἠλάκατα στρωφαλίζεται.»
[ἤλασαν] ἔσκαψαν. ἐπὶ δὲ τοῦ «τάφρον ἤλασαν» ἀντὶ τοῦ ὤρυξαν. ἐπὶ γὰρ τοῦ
ἐλάσαι, ὅ ἐστιν ἐκ χειρὸς πατάξαι· καὶ ὁ σκάπτων δὲ ἐκ χειρὸς παῖσαι.
[ἠλάσκουσαι] περὶ τὸν αὐτὸν ἡγούμενοι τόπον. ἀπὸ τούτου καὶ τὸ [ἠλασκάζει.]
[ἠλέκτωρ] ἐπιθετικῶς ὁ ἥλιος, ἤτοι ὁ λαμπρός, παρὰ τὴν τοῦ ἠλέκτρου οὐσίαν, περὶ
οὗ φησὶν «ἠλέκτωρ ὑπολάμπεθ'·» ἢ οἷον ἀλέκτορος, ὁ λέκτρων ἀμέτοχος, ἢ ὅτι ἡμᾶς
ἐκ τῶν λέκτρων ἀνίστησιν.
[ἠλιτόμηνον] [οἱ] τὸν ἀλιτόντα τῶν ἠθῶν ἐν τῇ κυήσει μηνῶν, ὅ ἐστιν ἐνημαρτηκότα.
[ἦμαρ] ἡμέρα.
[ἥμονες] ἀκοντισταί, καὶ [ἥματα] τὰ ἀκοντίσματα· «ἠδ' ὅσον δυνάμει τε καὶ ἥμασι
ἔπλευ ἄριστος,» τουτέστι τοῖς ἀκοντίσμασιν.
[ἤμυσε] ἐκλίθη, ἐξ οὗ τὸ πεσεῖν δηλοῖ. ἐπὶ δὲ μόνου τοῦ κλιθῆναι «ἐπί τ' ἠμύει
ἀσταχύεσσιν.» ἥν. ἐὰν δασέως καὶ ὀξέως, ἤτοι ἄρθρον ὑποτακτικὸν ἢ σύναρθρον
ἀντωνυμίαν τρίτου προσώπου, «γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων ἣν
ἄτην.» ψιλούμενον δὲ καὶ περισπώμενον τὸ ὑπῆρχεν δηλοῖ.
[ἤνοπα] τὸν δυσαντοφθάλμητον διὰ λαμπρότητα, οἷον ἄνοπα, ὡς τὸν χαλκὸν ἤνοπα
λέγειν εἴωθεν.
[ἤπειρος] ποτὲ μὲν εἰς ἄπειρον διήκουσα γῆ καὶ μὴ νῆσος, οἷον «ἐριβώλακος
ἠπείροιο,» καταχρηστικῶς δὲ πᾶσα γῆ.
[ἡπύει] φωνεῖ· ἀφ' οὗ καὶ [ἡπύτα κῆρυξ] ἀντὶ τοῦ φωνητής, [καὶ βριήπυος] ὁ
φωνητικὸς καὶ μεγαλόφωνος.
[ἤραρον] ἥρμοσαν.
[ἧς.] τοῦτο ἄρθρον ὑποτακτικὸν καὶ σύναρθρον ἀντωνυμίαν. τὸ μὲν οὖν ἄρθρον «ἧς
τε πλείστη μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,» τὴν δὲ ἀντωνυμίαν «ὡς οὐδὲν γλύκιον
ἧς πατρίδος οὐδὲ τοκήων.»
[ἤσατο] ἤσθη.
[ἤτοι.] καθ᾿ Ὅμηρον μὲν ἰσοδυναμεῖ τῷ μέν συνδέσμῳ, «ἤτοι ὅγ' ὣς εἰπών,» παρὰ δὲ
ἡμῖν καὶ ἄλλοις ποιηταῖς διαζευκτικὸς σύνδεσμος, «ἤτοι στρατεύσεις ἢ μένων ἔσῃ
κακός.»
[Ἥφαιστος] οἱονεὶ ἄφαιστος ὤν, κατὰ στέρησιν τῆς ἁφῆς. σημαίνει δὲ τὸν θεόν. ἐπὶ
δὲ τοῦ πυρός «σπλάγχνα δ' ἂρ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο·» ὁ δὲ τρόπος
μετωνυμία.
[ἤφυσε] διέκοψεν.
[ἧχι] ὅπου.
[ἤχλυσε] ἐσκότισεν.
[θάασσεν] ἐκάθητο.
[θάλος] πᾶν τὸ χλωρόν· «σηκοφόρον τ' ἔμμεναι θάλλον τ' ἐρίφοισι φορῆναι.»
[θαλπωρή] χαρά. ὁ δὲ Ἀπίων ἡδονή. ἐπὶ δὲ τῆς χαρᾶς ὑγιῶς· ἡ γὰρ διάχυσις τῆς
ψυχῆς ἀφωμοίωται τοῖς θαλπομένοις, καὶ ὥσπερ τὸ ἰαίνεσθαί ἐστι διαχεῖσθαι καὶ
θερμαίνεσθαι, καὶ τὸ κατὰ ψυχὴν δὲ χαίρειν καὶ διαμάχεσθαι ἰαίνεσθαι λέγεται, δι' ὧν
φησὶν «ἰδοῦσά γε θυμὸν ἰάνθη.»
[θαλύσια] ἡ ἀπὸ τῆς τῶν καρπῶν συγκομιδῆς θυσία καὶ ἀπαρχὴ τῶν καρπίμων· «ὅ οἱ
οὔτι θαλύσια γουνῷ ἀλωῆς γὰρ Οἰνεὺς ἔρεξεν.»
[θαμέες] πυκνοί, καὶ θηλυκῶς [θαμειαὶ] πυκναί. καὶ ἐπιῤῥηματικῶς τὸ [θαμὰ] ἀντὶ
τοῦ ταχέως, «θάμ' ἐβάδιζε.» καὶ τὸ «πάρος γε μὲν οὔτι θαμίζεις» πυκνῶς παραγίνῃ.
καὶ τὸ [θαμνὸν] πυκνόν.
[θαυμανέοντες.] καὶ «ἐθαύμαζε πυρὰ πολλά,» «καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν
τε μάχην τε» ἀντὶ τοῦ θεώμενος. τὸ δὲ καθ᾿ ἡμᾶς θαυμάζειν [θεεῖσθαι, καὶ θεητὸς] ὁ
θαυμαστός.
[θεείου] τοῦ κεραυνίου πυρὸς λέγει· θεοῦ δὲ τοῦτο, ὥστε κατὰ παρεκδοχὴν εἰρῆσθαι·
«ἐν δὲ θείου πλῆτο, πέσον δ' ἐκ νηὸς ἑταῖροι.» προσυπακουστέον δὲ ὑπὸ τοῦ πυρός.
[θεῖνα] τὸν αἰγιαλόν, ἀπὸ τοῦ θείνεσθαι τοῖς κύμασιν, ὅ ἐστι τύπτεσθαι. κατὰ δὴ
τοῦτον τὸν λόγον γράφοι τις ἂν καὶ τὴν ῥῖνα διὰ τοῦ [ε] καὶ [ι]· εἴρηται γὰρ ἀπὸ τοῦ
δι' αὐτῆς ῥεῖν τὴν φυσικὴν ἀπὸ τῆς κεφαλῆς τῶν ὑγρῶν ἐπίῤῥυσιν· ἀλλ' οὐ γράφεται
τῷ ὀνοματικὸν εἶναι. τὸ δὲ «πολὺς δ' ἀμφ' ὀστεόφιν κεῖτο θὶς ἀνδρῶν» σημαίνει τὴν
σορὸν τῶν ὀστέων.
[θέλγειν] ὁ μὲν Ἀπίων ἀνιᾶν, ἀμαυροῦν. οὐκ ἔοικε δὲ τοῦτο ἡ λέξις ὑπογράφειν, ἀλλὰ
γενικῶς τὸ μεταβολήν τινα ψυχῆς ποιεῖσθαι. καὶ ἔστι τὸ ἔτυμον τοῦ θέλγειν εἰς τὸ
θέλειν ἄγειν.
[θέμις] ἐπὶ μὲν τῆς σωματοειδοῦς «Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε
καλέσσαι,» ἐπὶ δὲ τοῦ ἁρμόζοντος καὶ καθήκοντος «ἡ θέμις ἐστὶν ἄναξ ἀγορή,» ἐπὶ δὲ
τῶν νόμων «λιπαρὰς τελέουσι θέμιστας.»
[θεράποντες] οὐχ οἱ δοῦλοι, ἀλλὰ πάντας τοὺς θεραπευτικῶς ἔχοντας οὕτως καλεῖ,
καὶ τὸν ἐν τῇ δευτέρᾳ τάξει φίλον, ὡς Πάτροκλος Ἀχιλλέως.
[θηεῖτο] ἐθαύμασεν.
[θηλυτεράων.] τὸ μὲν σχῆμα συγκριτικόν, ὅτε φησὶ γυναικῶν θηλυτεράων, ἀντὶ τοῦ
ἐϋτρόφων. ἢ πρὸς τοὺς ἄνδρας τῆς συγκρίσεως οὔσης, κατὰ τὸ συγκριτικόν.
[θήσατο] ἐθήλασεν.
[θοῇσι] ταχείαις. καὶ τὸ [θόωσα] ἀντὶ τοῦ ὤξυνα τὸν μοχλὸν μεταληπτικῶς· «ἐγὼ δ'
ἐθόωσα παραστὰς ἄκρον.» τὸ δὲ [νυκτὶ θοῇ] ἀντὶ τοῦ ταχείᾳ· ἡ μὲν γὰρ ἡμέρα
πολύμοχθος οὖσα διὰ τὰ ἔργα μακρὰ φαίνεται, ἡ δὲ νὺξ διὰ τὴν ἀνάπαυσιν ταχεῖα.
[θρῆνυς] ὑποπόδιον, ἀπὸ τοῦ ἀφάλλεσθαι ὑπ' αὐτοῦ. λέγεται δὲ καὶ ἡ μέση τῆς νεὼς
καθέδρα, ἡ ἐν τῷ πλοίῳ ἀπὸ τοῦ τοίχου ἐπὶ τοῖχον διάβασις· «θρῆνυν ὑφ᾿ ἑπταπόδην,
λίπε δ' ἴκρια νηὸς ἐΐσης.»
[θυέεσσι] θυσίαις.
[θύελλαι] αἱ καταιγίδες, ἀπὸ τοῦ θύειν κατὰ συνείλησιν τῆς γινομένης πνοῆς, ὅπερ
ἐστὶν ὁρμητικῶς ἔχειν.
[θυέων] θυσιῶν.
[θυοσκόος] εἶδος μάντεως, ὁ διὰ τῶν θυμάτων ἢ θυμιαμάτων κόων, ὅ ἐστι συνιεὶς τὰ
μέλλοντα.
[θυρεόν.] οὕτως λέγει τὸν τοῦ Κύκλωπος λίθον τὸν ἐπικείμενον τῇ εἰσόδῳ τοῦ
ἄντρου.
[θύσανοι] κροσσοί.
[θύσθλα] τοὺς θύρσους ἢ κλάδους οὓς αἱ Βάκχαι κρατοῦσιν. ἔνιοι δὲ τὰ ἐπὶ τὴν
θυσίαν ἐκφερόμενα. οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου.
[θῶκος] καθέδρα καὶ συνέδριον, «οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον,» διὰ τὸ οἱονεὶ
θέσκος εἶναι· συνέχει γὰρ ἡμᾶς ἐκ τοῦ θεῖον.
[θώρηκος γύαλον.] καθόλου γύαλα παρὰ τοῖς ποιηταῖς ὀνομάζεται τὰ κοιλώματα καὶ
τὰ ὀγκώδη τῶν τόπων· «ῥῆξαι δὲ θώρηκος γύαλον,» ὡς ἄν τις εἴποι ῥῆξε δὲ τοῦ
θώρακος τὸ κύτος. παρὰ τοῦτο καὶ Ὅμηρος τὰ εἰς τὴν χεῖρα τιθέμενα [ἐγγυαλίξαι]
λέγει.
[ἴα] μία· «ἐν δὲ ἴα ψυχή.» κατὰ γενικὴν «τῆς μὲν ἰῆς στιχὸς ἦρχε,» δοτικὴν «ἐν δὲ ἰῇ
τιμῇ ἡ μὲν κακὸς ἡ δὲ καὶ ἐσθλός,» αἰτιατικὴ «τὴν μὲν ἴαν Νύμφῃσι.»
[ἰαίνετο] διεχεῖτο· «αἶψα δ' ἰαίνετο κηρός.» καὶ [ἰάνθη] ἴσον τῷ ἐχάρη. τάχα δὲ καὶ
τὰ ἄνθη ἴα, ἐπεὶ καὶ τὴν ψυχὴν ἰαίνει καὶ διαχεῖ τέρποντα τὴν ὄψιν. ἐπὶ δὲ τοῦ
ἐθερμαίνετο «ὑπὸ τρίποδι μεγάλῳ, ἰαίνετο δ' ὕδωρ.»
[ἰαύων] κοιμώμενος.
[ἴαλλον] ἐξέτεινον.
[ἴδιον] ἵδρωσεν· «ἴδιον ὡς ἐνόησα, δεδάκρυντο δέ μοι ὄσσε.» τῶν ἅπαξ εἰρημένων
παρ' Ὁμήρῳ. ἐν δὲ τῇ ἀρχαίᾳ κωμῳδίᾳ πλειστάκις τὸ ἴδιον ἔστιν εὑρεῖν ἐπὶ τοῦ
ἱδροῦν.
[ἱερεύς] ἐπὶ μὲν τοῦ προεστῶτος τῆς θεραπείας τῆς τοῦ θεοῦ «Χρύσης ἱερεύς,» ἐπὶ δὲ
τοῦ διὰ τῶν θυσιῶν μαντευομένου «ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱέρεια.»
[ἱερὸν ἰχθύν] ἤτοι τὸν μέγαν ἢ τὸν ἄνετον καὶ διαφέροντα τῶν ἄλλων.
[ἵεν.] ἐὰν μὲν δασέως ἀναγνῶμεν, ἐπὶ τῶν ποταμῶν ἀκουσόμεθα, ἀντὶ τοῦ ἵεσαν οἱ
ποταμοί, τῆς ἱείς μετοχῆς. ψιλῶς ἴεν, ἑνικῶς.
[ἵηος] ὁ Ἀπόλλων, ἀπὸ τῆς τοξείας. ἔνιοι δὲ ψιλῶς ἀπὸ τῆς ἰάσεως· «ἴηε Φοῖβε.»
[ἴθματα] βήματα.
[ἰθύν] τῆς διανοίας τὴν ὁρμήν, τουτέστι τὴν διάθεσιν· «σύ τ' ἐγὼ γυναικῶν γνώομεν
ἰθύν.» θέλει γὰρ εἰπεῖν τὴν διάθεσιν.
[ἰθύντατα] ὀρθότατα.
[ἰθυπτίωνα] τὴν εἰς εὐθὺ πετομένην· «δεύτερος αὖτ' Ἀχιλλεὺς μελίην ἰθυπτίωνα.»
[ἶθαρ] εὐθέως. τινὲς δὲ διὰ τῆς [ει] διφθόγγου γράφουσιν· «εἶθαρ δὲ προσηύδα.»
[ἰθὺς νηῶν] ἐπ᾿ εὐθεῖαν, ὡς ἐπὶ τὰς ναῦς· «ἥ ῥ' ἰθὺς νηῶν κονίην φέρεν.» τὸ δὲ
παραπλήσιον καὶ ἐπὶ τοῦ «οἱ δ' ἰθὺς πόλιος,» κατ' εὐθὺ τῆς πόλεως. ὅταν δὲ εὐθὺ
χωρὶς τοῦ [σ] λέγῃ ὁ ποιητής, ἀντὶ τοῦ εὐθέως. καὶ ἐπὶ τοῦ «ἀλλήλων ἰθυνομένων
χαλκήρεα δοῦρα» ἐπ᾿ εὐθὺ προϊεμένων τὰ δόρατα. τὸ δὲ «Ἀντίνοος ἰθὺς γελάσας» ἐπὶ
τοῦ ἐξ ἐναντίας.
[ἵκωμαι] ἐπὶ μὲν τοῦ παραγένωμαι «ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι,» ἐπὶ δὲ τοῦ
ἱκετεύω «μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὁ δέ μ' οὐκ ἐλεήσει.»
[ἰλάσσι] ταῖς ἐξ ἱμάντων σειραῖς. εἴρηται δὲ παρὰ τὴν εἴλησιν τῶν σχοινίων ἢ
ἱμάντων.
[ἱμάς] ἐπὶ μὲν τοῦ συνήθως ἡμῖν νοουμένου «οἱ δέ τ' ἔνερθεν ὑποσσείουσιν ἱμᾶσιν,»
ἐπὶ δὲ τοῦ κανόνος τοῦ συνέχοντος τὴν θύραν «εἰς θάλαμον δ' εἰσῆλθε παρὰ
κλH+ῖδος ἱμάντα,» ἐπὶ δὲ τῶν τομέων τῶν μυρμήκων «δῶκεν ἱμάντας ἐϋτμήτους
βοός.»
[ἵνα] ἐπὶ μὲν τοῦ τοπικοῦ «ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι·» ἐπὶ δὲ τοῦ
αἰτιώδους συνδέσμου κατ' ἴσον τῷ ὅπως «ἢ ἵνα ὕβριν εἰδῇ Ἀγαμέμνονος;»
[ἰνδάλλετο] ὡμοιοῦτο.
[ἰοειδέος] μέλανος.
[ἰονθάδος] ὁ μὲν Ἀπίων τῆς δασείας, οἷον τῆς ἰόνθους ἐχούσης, ἢ τῆς ἰούσης θοῶς·
τινὲς δὲ ἀκμαίας. τῶν ἅπαξ εἰρημένων. διὰ δὲ τοῦ Ἀριστάρχου ὑπομνήματος ἰονθάδος
ἔνιοι ἀποδιδόασι τελείου. εἴη δ' ἂν λεγόμενον ἀπὸ τῶν ἰόνθων· τὰς γὰρ τῶν τριχῶν
ῥίζας ἰόνθους λέγει Σοφοκλῆς ἐν Χρύσῃ· «ἐγὼ μίαν μὲν ἐξιονθίζω τρίχας.»
[ἰότητι] βουλήσει.
[ἱππόται.] οἱ μὲν νεώτεροι ἱππότην τὸν φυγάδα [ἱππότην] λέγουσιν· «ἱππότα Φοῖνιξ,»
ὅτι φυγὰς ἀπὸ τῆς πατρίδος πρὸς Πηλέα ἦλθεν. ὁ δὲ Ὅμηρος οὐκ ἔοικεν ἐπὶ τούτου
τάσσειν. ἐστιν οὖν ὁ ἱππότης ἱππικὸς κατὰ πόλεμον, ὡς Νέστωρ καὶ Οἰνεύς.
[ἱππημολγῶν] τῶν τοὺς ἵππους ἀμελγόντων πρὸς τὸ τροφῇ ταύτῃ χρήσασθαι· διὸ
ἐπιφέρει γαλακτοφάγων.
[ἱπποσυνάων] τῶν ἱππασιῶν· «λελασμένος ἱπποσυνάων.»
[ἰράων] τῶν ἐκκλησιαστηρίων, ἀπὸ τοῦ εἴρειν, ὅ ἐστι λέγειν, ὡς ἀπὸ τοῦ ἀγορεύειν
ἀγορὴ δὲ ἡ ἐκκλησία.
[ἴρερον] δουλείαν. γράφεται δὲ καὶ διὰ τοῦ [ε] καὶ διὰ τοῦ [ι]. μαρτυρεῖ δὲ ὁ μέλλων
χρόνος· ὡς γὰρ ἀπὸ τοῦ κείρω κερῶ καὶ ἀπὸ τοῦ φθείρω φθερῶ, οὕτως καὶ ἀπὸ τοῦ
εἴρω ἐρῶ· «τὰ δέ τοι νημερτέα εἴρω.» τὰ δὲ ὀνόματα διὰ τοῦ [ι] γράφεται, ἥ τε Ἶρις
καὶ ὁ Ἶρος· «οὕνεκ' ἀπαγγέλεσκε κιὼν ὅτε πού τις ἀνώγοι.»
[ἴρεσσιν ἐοικότες οὐ] τῷ χρώματι ἀλλὰ τῷ σχήματι· οἱ γὰρ ὄφεις, ἐφ' ὧν τέτακται,
ὅλοι συνεστραμμένοι πλὴν τῶν τραχήλων. ἴριδας δὲ εἶπε τὰς ἐν τῷ οὐρανῷ
φαινομένας ζωνοειδεῖς.
[ἴς] ἰσχύς.
[ἴσσασι] γινώσκουσιν.
[ἱστοδόκη] τὸ διὰ μέσης τῆς νεὼς φράγμα, εἰς ὃ κατακλινόμενος τίθεται ὁ ἱστός.
[ἴσχεο] ἀπέχου.
[ἰσχανάασθαι] ἀπέχεσθαι.
[ἴσαν] ἐπὶ μὲν τοῦ ἐπορεύοντο «οἱ δ' ἂρ ἴσαν σιγῇ,» ἐπὶ δὲ τοῦ ἐγίνωσκον «ἀλλὰ
Θέτις τε καὶ Εὐρυνόμη ἴσαν αἵ μ' ἐσάωσαν.»
[ἴτυς] ἡ ἐσχάτη περιφέρεια τῆς ἀσπίδος καὶ ἡ τοῦ τροχοῦ ἁψίς. ἔστι δὲ καὶ παντὸς τοῦ
περιφεροῦς τὸ τελευταῖον μέρος. ὅταν οὖν λέγῃ «ὄφρ' ἴτυν κάμψῃ,» τοῦτο σημαίνει.
[ἴτην,] δυϊκῶς, ἐπορεύοντο· «ἐς δ' ἄρα καὶ τὼ ἴτην θείου Ὀδυσσεῖος.»
[ἰφθίμους] ἰσχυροψύχους.
[ἴφια μῆλα] μεγάλα καὶ εὔτονα. μῆλα ἀπὸ τοῦ ἰέναι σφοδρῶς ἐν τῷ σκιρτᾶν ἴφια
καλεῖσθαι μηνύουσιν οἱ ἔριφοι, καὶ ἡ αἲξ ἀπὸ τούτου ὠνομασμένη.
[ἰφθίμη] ἀγαθή. ἔστι δὲ καὶ ὄνομα κύριον Ἰφθίμη, ἡ τῆς Πηνελόπης ἀδελφή· «Ἰφθίμη
κούρη μεγαλήτορος Ἰκαρίοιο.» ἀναγνωστέον οὖν οὕτως, «οὕνεκ' ἅμ' αὐτὴ θρέψεν
ἅμα Κτημένη τανυπέπλῳ θυγατρί,» εἶτ' ἀπ' ἄλλης ἀρχῆς «Ἰφθίμη τὴν ὁπλοτάτην τέκε
παίδων.»
[ἰωή] ἐπὶ μὲν τῆς φωνῆς καὶ βοῆς «τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰωή,» ἐπὶ δὲ τῆς
πνοῆς «ὑπὸ Ζεφύροιο ἰωῆς.»
[ἰών] πορευόμενος, ἢ συντελικῶς ἐλθών, ἐπεὶ πᾶσα μετοχὴ ὀξύτονος εἰς [ων]
λήγουσα ἐστὶ συντελική· «ἀλλ' ὅτε καὶ κεῖνος ἰὼν διοίνοπα πόντον.»
[καιροσέων] εὖ κεκερωμένων· κέρατα γὰρ ἔτι καὶ νῦν λέγεται τὰ διαχωρητικὰ τῶν
στημόνων πλέγματα.
[κακός] δειλός· «τοῦ μὲν γὰρ κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ» καὶ «κακοὺς δ' ἐς
μέσον ἔλασσε.»
[κακκεῖαι] ἐπὶ μὲν τοῦ κατακαῦσαι «ἀλλά μοι κακκεῖαι σὺν τεύχεσιν.» σημαίνει καὶ
τὸ κατακοιμηθῆναι.
[καλά] ἐπὶ μὲν τοῦ καλῶς «Τηλέμαχ' οὐ μὲν καλὰ δόμων ἄπο τῆλ' ἀλάλησαι·»
ὀνοματικὸν δὲ «τεύχεα καλὰ φέρουσα.»
[κάλλει] ἐπὶ μὲν τοῦ μύρου τῆς Ἀφροδίτης «κάλλει μέν οἱ πρῶτα πρόσωπα τὰ καλὰ
κάθηραν,» ἐπὶ δὲ τοῦ παρ' ἡμῖν κάλλους «κάλλεϊ καὶ χάριτι στίλβων.»
[καλάμην] ἐπὶ τῆς τοῦ Ξ ῥαψῳδίας τῆς Ὀδυσσείας «ἀλλ' ἔμπης καλάμην γέ σ' ὀΐομαι
εἰσορόωντα γινώσκειν.» ὁ δὲ Ἀρίσταρχός φησι «μεταφορικῶς τὴν καλάμην εἴρηκεν.
καὶ γὰρ ἐπὶ τοῦ ἀμητοῦ τὸ πλῆθος ἰδόντα τῆς καλάμης καὶ τὴν εὐγένειαν ἔστιν
ἐπιγνῶναι ὅσος καὶ οἷος ἦν ὁ καρπός· καὶ νῦν οὕτως λέγει, ἀλλ' ὅμως καὶ τὸ λείψανόν
σε ὁρῶντα τοῦ σώματος ὀΐομαι ἐπιγινώσκειν οἷος ἤμην ἀκμάζων ἐγὼ καὶ εὐσθενῶν.»
[κάμμορε] κακόμορε.
[καρχαρόδοντες] τραχυόδοντες.
[καρτερός] ἰσχυρός.
[κάρη.] ὅπερ οἱ Ἀττικοὶ κάρα λέγουσιν τὴν κεφαλὴν διὰ τοῦ [α], τοῦτο Ἰακῶς
Ὅμηρος κάρη λέγει. ἰδιάζον δέ ἐστι τὸ κάρα· μόνον γὰρ οὐδέτερον εἰς τὸ [α]
ἐκτεταμένον λήγει, καὶ τὴν γενικὴν ἔχει μόνον τὴν αὐτὴν τῇ εὐθείᾳ, τοῦ κάρα, τὴν δὲ
δοτικὴν ὁμόφωνον, τῷ κάρᾳ, τῇ γραφῇ διαφέρουσαν τῆς τοῦ [ι] προσθέσεως. καὶ
πληθυντικῶς τὰ κάρα, ὅπερ Ὅμηρος διὰ τοῦ [ν] λέγων δῆλον ἡμῖν ποιεῖ· «νεκύων
ἀμενηνὰ κάρηνα.» ἀπὸ ἑνικῆς σχηματίζει τῆς κάρηνον. καὶ μεταφορικῶς τὰ ἀνώτατα
τῶν ὀρῶν σημαίνει, τὴν γενικὴν οὕτως ἐκφέρων «βῆ δὲ κατ' Οὐλύμποιο καρήνων.»
[καῤῥέζουσα] καταψῶσα, κατὰ συγκοπὴν ἀντὶ τοῦ καταρέζουσα· ἀφ' οὗ καὶ τὸ ῥῆμα
τὸ [κατέρεξε.] τὴν μὲν γὰρ μετοχὴν οὕτως ἐκφέρει, «τῶν τινὰ καῤῥέζουσα
Ἀχαιιάδων ἐϋπέπλων.»
[κασίγνητος] ἀδελφός. λέγει δὲ κασιγνήτους ποτὲ τοὺς συγγενεῖς, ὥσπερ καὶ τοὺς
ἀνεψιούς. φησὶ γὰρ «Ἕκτωρ δὲ κασιγνήτοισι κέλευεν·» ὁ γὰρ Ἱκετάων ἀδελφὸς
Πριάμου· πάντως οὖν ὁ Μελάνιππος ἀνεψιὸς Ἕκτορος, καὶ ὅμως ἐν τοῖς λεγομένοις
κασιγνήτοις ἠρίθμηται.
[κατά.] τὸ μὲν σύνηθες «ἀλλὰ κατὰ σταθμούς,» ἀντὶ δὲ τῆς ἔξ «εἰ δέ τις ἀθανάτων γε
κατ' οὐρανοῦ εἰλήλουθας,» ἀντὶ δὲ τῆς ἐπί «χθιζὸς ἔβη κατὰ δαῖτα,» ἀντὶ δὲ τῆς εἴς
«νὺξ δέ μιν κατὰ χεῖρα μέσην,» ἀντὶ δὲ τῆς ἀπό «τὸν δὲ καταθνήσκων.»
[κατηρεφέας] καταστέγους.
[κατηφείη] αἰσχύνη καὶ στυγνότης καὶ ὄνειδος. καὶ ἔστι κατὰ τὸ ἔτυμον κατωπίη,
ἀπὸ τοῦ κάτω τοὺς ὦπας ἔχειν τοὺς ἐπί τισιν αἰσχροῖς κατηφεῖς γινομένους.
[καταῖτυξ] εἶδος περικεφαλαίας, ἀπὸ τοῦ κάτω τετύχθαι καὶ μὴ ἔχειν λόφον· φησὶ
γὰρ «ταυρείην ἄφαλόν τε καὶ ἄλοφον, ἥτε καταῖτυξ κέκληται, ῥύεται δὲ κάρη
θαλερῶν αἰζηῶν.»
[καταζήνασκε] κατεξήραινε.
[κατάντηστιν] καταντίον.
[κατοίσεται] κατάξειεν.
[κατεμήσατο] κατηντλήσατο.
[κατάστησον] ἐπὶ τοῦ «νῆα κατάστησον, ἵνα νωϊτέρην ὠπ' ἀκούσῃς» ἀντὶ τοῦ
στῆσον.
[κατὰ στεφάνης.] ὁ μὲν ποιητὴς καὶ εἶδος περικεφαλαίας στεφάνην λέγει, «αὐχέν'
ὑπὸ στεφάνης ἐϋχάλκου» καὶ «οὐδὲ στεφάνη δόρυ σχέθε χαλκοβάρεια·» ὁ δὲ
Ἀρίσταρχος ἀπ' ἄκρου τοῦ ὄρους, «ὅντε κατὰ στεφάνης ποταμός.» λέγει δὲ στεφάνας
τὰ τῶν οἰκίων ἄκρα. ἔστι δὲ καὶ στεφάνη κόσμος κεφαλῆς.
[κεκαδών] χωρίσας καὶ στερήσας. ἔστι δὲ καὶ ἀπὸ τοῦ κεδάσαι καὶ κεδασθῆναι.
[κεκριμένον] διακεχωρισμένον.
[κελαδεινή] ἐπίθετον Ἀρτέμιδος. σημαίνει δὲ τὴν κυνηγόν· μετὰ γὰρ κελάδου, ὅπερ
ἐστὶ κραυγῆς, κυνηγεῖ. «κελαδεινὴ Ἄρτεμις ἀγροτέρη.»
[κεράμῳ] οὐχ ὡς κατὰ Κυπρίους, τῷ δεσμωτηρίῳ· καὶ γὰρ ἐν ἄλλοις «πολλῶν δ' ἐκ
κεράμων μέθυ πίνετο τοῖο γέροντος.»
[κεράϊζε] διέφθειρε, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν τοῖς κέρασι ζῴων ἀμυνομένων
τοὺς ἐπιόντας· «ἐν ποταμῷ.» τίθεται καὶ ἐπὶ τοῦ ἐκπορθουμένου, οἷον «θαλάμους
κεραϊζομένους.»
[κέρ' ἀγλαέ.] οἱ μὲν γλωσσογράφοι ταῖς θριξὶν ἀγαλλόμενε· κέρα γὰρ τὴν τρίχα
λέγεσθαι. ὁ δὲ Ἀρίσταρχος κυρίως ἀκούει τὸ τοῦ βοὸς κέρας, οἷον τὸ κεράτινον
συρίγγιον· τὸ γὰρ παλαιόν, πρὸς τὸ μὴ ἀποτρῶξαι τὸν ἰχθύν, τῷ ἀγκίστρῳ
περιτίθεσθαι τοῦτο, τὸν δὲ Ὅμηρον μηδέποτε εἰρηκέναι κέρας τὴν τρίχα. ὅθεν ἐπὶ τοῦ
κέρ' ἀγλαέ, τόξῳ ἀγαλλόμενε.
[κεστός.] οὐκ ὀνοματικῶς ὁ τῆς Ἀφροδίτης ἱμὰς κεστὸς λέγεται, ὡς ὑπέλαβον ἔνιοι,
ἀλλ' ἐξ ἐπιθέτου, διακεκεντημένος καὶ περιπεποικιλμένος.
[κέσκετο] ἔκειτο.
[κήδετο] ἠνιᾶτο. δηλοῖ δὲ καὶ τὸ ἐφρόντιζεν. καὶ [κήδων] δὲ ἀντὶ τοῦ ἀνιῶν· «σέ τε
κήδων σά τε τέκνα» καὶ «καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κέ με κήδει.»
[κηδείους] τοὺς πρὸς γένους· «κηδείους οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.» μήποτ'
οὖν κηδείους τοὺς φροντίδος πολλῆς ἀξίους ἐμοί.
[κῆλα] ποτὲ μὲν τὰ ξύλινα βέλη, «τάχ' ἐπῴχετο κῆλα θεοῖο·» ἐπὶ δὲ τοῦ Διός,
«πιφαυσκόμενος τὰ ἃ κῆλα,» οἱ μὲν τὰ σημεῖα, τὰς βροντὰς καὶ τὰς ἀστραπάς, ὁ δὲ
Ἀρίσταρχός φησι καὶ ταῦτα βέλη εἶναι ποιὰ τοῦ Διός. λέγεται δ' οὕτως καὶ τὰ ξύλα·
ὅθεν καὶ [καλόπους, καὶ κηλώνιον] ὁ ξύλινος ἀντλητήρ.
[κήξ] ὁ μὲν Ἀπίων φησὶν ὁ λάρος· λέγεται δὲ κάηξ. ἄδηλον δὲ εἰ καὶ Ὅμηρος ταῦτα
σημαίνει· οἶδε γὰρ καὶ τὸν λάρον ἐν οἷς φησὶ «λάρῳ ὄρνιθι ἐοικώς.» μήποτ' οὖν ἄλλο
τι θαλάσσιον ὄρνεον· «ἄντλῳ δ' ἐνδούπησεν πεσοῦσ' ὡς ἐναλίη κήξ.»
[κηώδει] εὐώδει, ἀπὸ τοῦ καίεσθαι τὰ θυμιάματα. καὶ ὅταν ἡμεῖς λέγωμεν ἐκ τοῦ
ἐναντίου τὸ δυσῶδες.
[κίστη] ἀγγεῖον ἐν ᾧ βρώματα κεῖται, παρ' ὃ καὶ εἴρηται κίστη· «μήτηρ δ' ἐν κίστῃ
ἐτίθει μενοεικέ' ἐδωδήν.» τῶν δ' ἅπαξ εἰρημένων.
[κλέψαι] ἔστι καὶ ἐπὶ τοῦ κυρίως νοουμένου, ἔστι καὶ ἐπὶ τοῦ παραλογίζεσθαι·
«κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι.»
[κλήρους] ἐπὶ μὲν τῶν βαλλομένων εἰς τὴν λοχήν «κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ
βάλλων,» ἐπὶ δὲ τῶν κτημάτων «ἄλοχός τε σόη καὶ παῖδες ὀπίσω, καὶ οἶκος καὶ
κλῆρος ἀκήρατος.»
[κλέος] φήμη· «ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν.» σημαίνει καὶ τὴν καθ᾿ ἡμᾶς δόξαν.
[κλισίην] τὴν σκηνήν. λέγεται δὲ καὶ ἡ καθέδρα· «τῇ παρὰ μὲν κλισίη πυρὶ
κάτθεσαν.» λέγεται δὲ οὕτως καὶ ἡ ἔπαυλις, ἀπὸ τοῦ κλίνεσθαι τὰ θρέμματα.
[κλίσιον.] τῶν ἅπαξ εἰρημένων, ἐν τῇ Ω τῆς Ὀδυσσείας, «περὶ δὲ κλίσιον θέε πάντη,
ἐν τῷ σίτεσκον,» ἀντὶ τοῦ ἐν τῷ οἴκῳ. ὁ μὲν Ἡλιόδωρος τὰς κύκλῳ καὶ ἔξω
καταλύσεις εἴρηκεν, ὁ δὲ Ἀρίσταρχος κυκλόθεν τοῦ οἴκου οἷον ἐκ στιβάδων
ᾠκοδομημένον, πρὸς οὗ καὶ οἱ θρόνοι ἔκειντο, ὥστε οὖν καὶ ἐπ᾿ αὐτῶν καθιζομένους
δειπνεῖν καὶ ἐγκοιμᾶσθαι. ὁ δὲ Ἀπίων φησὶν οὕτως· κλίσιον ἡ βάσις ἐφ' ἧς κεῖται ὁ
θρόνος· «περὶ δὲ κλίσιον θέε πάντη,» ὅ ἐστι δι' ὅλου τοῦ οἴκου.
[κλυτόπωλος.] ὁ μὲν Ἀπίων ἵππους ἀγαθούς, ὁ δὲ Ἀρίσταρχος ἐπὶ τοῦ «ψυχὴν δ' Ἄϊδι
κλυτοπώλῳ» ἀκούει κλυτὴν ἐπιπόλησιν, διὰ τὸ τοὺς τελευτῶντας ἐξακούεσθαι διά τε
τοὺς θρήνους καὶ τὰς οἰμωγὰς τὰς ἐπ᾿ αὐτοῖς.
[κνῆστις] σκεῦος ᾧ ἐπιξύουσι τὸν τυρόν· «κνήστι χαλκείῃ, ἐπὶ δ' αἴγειον κνῆ τυρόν.»
τῶν δ' ἅπαξ εἰρημένων. ἔστι δὲ ἀντὶ τοῦ ἔκνα, ἔξυεν. [ἄκνηστις] δέ ἐστι τὸ μέσον τοῦ
νώτου, ἐφ' οὗ ἐξικνεῖται τὰ ζῷα κνήσασθαι.
[κνώσσειν] καθεύδειν.
[κνῆμαι] ἐπὶ μὲν τοῦ ἡμετέρου «ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί·» ἐπὶ δὲ τῶν
διερειδόντων τὴν χοινικίδα τοῦ τροχοῦ ξύλων, καθό φησι «χάλκεα ὀκτάκνημα
σιδηρέῳ ἄξονι ἀμφίς.»
[κνίσης.] σημαίνει τρία. ἐπὶ μὲν τοῦ ἀναφερομένου ἀτμοῦ ἀπὸ τῶν θυσιῶν «κνίση δ'
οὐρανὸν ἧκεν,» ἐπὶ δὲ τοῦ λίπους «κνίσης τε καὶ αἵματος ἐμπλήσαντες,» ἐπὶ δὲ τοῦ
ἐπίπλου «κατά τε κνίσῃ ἐκάλυψαν.»
[κολωνός] πᾶν ἀνάστημα τῆς γῆς· «ἔστι δέ τις πόλιος προπάροιθεν αἰπεῖα κολώνη.» ὁ
δὲ Ἀπίων παρεὶς τὸ σημαινόμενον, προθεὶς δὲ τὸ Κολώνη, πόλις Τρωϊκή.
[κόλλοπι.] τῶν ἅπαξ εἰρημένων· «περὶ κόλλοπι χορδὴν ἅψας.» λέγει δὲ τῷ κολλάβῳ,
ἀπὸ τῆς κόλλης· δερματίνοις γὰρ ἐχρῶντο τοῖς κολλάβοις.
[κόνις] ἡ πεδιὰς λέγεται καὶ ἡ ἐκ τέφρας σποδός. καὶ τοῦ μὲν προτέρου «οὐδ' εἴ μοι
τόσσα δοίη ὅσσα ψάμαθός τε κόνις τε», τὸ δ' ὕστερον «ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν
κόνιν αἰθαλόεσσαν.» οἱονεὶ κίνις, ἀπὸ τῆς κινήσεως. λέγει δὲ τὴν αὐτὴν [κονίην·]
«ὑπὸ δὲ στέρνοισι κονίη ἵστατ' ἀειρομένη.» ὁ δὲ Ἀπίων μάχην εἶναι ἔφη.
[κόπρος] ἡ τῶν κήπων, ὡς καὶ ἡμεῖς. λέγει δὲ οὕτως καὶ τὴν κόνιν. τὸ μὲν πρότερον
«τέμενος μέγα κοπρίσαντες,» τὸ δὲ δεύτερον «κυλινδόμενος κατὰ κόπρον.» λέγει δὲ
καὶ τὴν στάσιν τῶν βοῶν· «μυκηθμὸν δ' ἀποκόπρου ἐπεσσεύοντο νομὸν δέ.»
[κορώνη] ἐπὶ μὲν τοῦ ζῴου «οἱ δὲ κορωνῇσιν ἴκελοι·» εἶναι δέ φησιν ὁ Ἀπίων τὴν
αὐτὴν τῷ λάρῳ καὶ τῇ αἰθυίῃ. ἐπὶ δὲ τοῦ κρίκου τῆς θύρας «ἀργύρεον δ' ὑπερθύριον
χρυσέη τε κορώνη.» ἐπὶ δὲ τῆς τοῦ τόξου ἐκκοπῆς «πᾶν δ' εὖ λειήνας χρυσέην
ἐπέθηκε κορώνην.»
[κόρσην] κεφαλήν.
[κορήσατε] καλλύνατε.
[κοσμῆσαι] διατάξαι. ὅθεν καὶ ὁ κόσμος, ἀπὸ τῆς τάξεως ἧς ἔχει, ὠνόμασται, οἵ τε
διατάσσοντες βασιλεῖς [κοσμήτορες. κουρίζων] νέος ὑπάρχων.
[κότος] χόλος.
[κοῦρος] νεανίας. λέγεται δὲ καὶ ὁ νήπιος παῖς, ὅταν λέγῃ «κούρων παιζόντων.»
[κόσμος] ἐπὶ τοῦ κυρίου καὶ συνήθους ἡμῖν «κόσμῳ πείσματ' ἔλυσαν ἀποτριτοῖο
λίθοιο,» ἐπὶ δὲ τοῦ διατάξαι «τοὺς δ' αὖτ' ἐκόσμεον βασιλῆες οὐτάμενοί περ.»
[κραναή] τραχεῖα.
[κρεῖον] βασιλεῦ. σημαίνει δὲ καὶ τὸ κρεοδόχον ἀγγεῖον· «αὐτὰρ ὅγε μέγα κρεῖον
κάμβαλεν ἐν πυρὸς αὐγῇ.»
[κρίνοντες] διαχωρίζοντες· «κρῖν' ἄνδρας κατὰ φῦλα.» ἀπὸ τούτου καὶ ὁ κριτής ὁ τὰ
πράγματα διαχωρίζων, ἀπὸ τῶν δικαίων τὰ ἄδικα.
[κρηδέμνῳ] τῷ τῆς κεφαλῆς ἐπιβολαίῳ. ὅταν δὲ λέγῃ «ὄφρα Τροίης ἱερὰ κρήδεμνα
λύωμεν,» μεταφορικῶς λέγει, οἷον τῶν τειχῶν τὰ ὑπεράνω· καταστρέφει δὲ εἰς αὐτὰ
τὰ τείχη.
[κρόσσας] ἔνιοι μὲν τὰς κλίμακας, ἔνιοι δὲ τὰς κεφαλίδας, ἔνιοι δὲ τῶν πύργων τὰς
στεφάνας, ὃ καὶ μᾶλλον ἄν τις εἴποι. τινὲς δὲ τὰς κεφαλίδας τοῦ τείχους, ἃς ἔνιοι
προμαχῶνας λέγουσιν. ἄλλοι δὲ τὰ ἀποκρηπιδώματα· καὶ γὰρ κροσσοὺς λέγομεν τὰ
κάτω τῶν ἱματίων.
[κροκόπεπλος] ἤτοι κροκοειδὴς διὰ τὴν χρόαν τῆς ἀνατολῆς τοῦ ἡλίου, ἢ ὅτι ἡ θεὸς
τοιαύτῃ κέχρηται ἐσθῆτι.
[κτέρεα] ἐντάφια.
[κτιδέη.] τινὲς πλανηθέντες ἔδοξαν εἶναι ὡς ἴκτιδος δέρματος· ὁ δὲ ποιητὴς διδάσκει
ὅτι ἐστὶ κτιδέη. κτὶς γάρ ἐστι τὸ ζῷον ὅμοιον γαλῇ μικρῷ, μεγέθει διαφέρουσα τῆς
γαλῆς· τὸ δὲ τούτου δέρμα εὔθετόν φασιν εἶναι εἰς περικεφαλαίας.
[κτίλος] ὁ ἡγούμενος τῆς ποίμνης κριός· καὶ ἔστι κατὰ τὸ ἔτυμον ἄκτιλος, ὁ
ἐπαγόμενος τὰ λοιπὰ τῶν ἐπακολουθούντων προβάτων.
[κύκλα] τροχοί.
[κυκεῶ] κατ' ἀποκοπὴν κυκεῶνα. κυκεὼν δέ ἐστι τὸ ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτου
καὶ ὕδατος ἀναμεμιγμένον πόμα.
[κύμβαχος] ἐπὶ μὲν τοῦ ἄκρου τῆς περικεφαλαίας «κύμβαχον ἀκρότατον νύξ' ἔγχεϊ
ὀξυόεντι,» ἐπὶ δὲ τοῦ ἐπὶ κεφαλὴν πτώματος «κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε
καὶ ὤμους.»
[Κυλλήνιος.] τῶν ἅπαξ εἰρημένων. ἔστι δὲ ἐπίθετον Ἑρμοῦ, ἀπὸ ὄρους Ἀρκαδίας.
[κυνοραϊστέων] ἐπὶ τοῦ Ὀδυσσέως κυνός, ὃς ἐκαλεῖτο Ἄργος. τούτους δ' οἱ μὲν τοὺς
κρότωνας, ἀπὸ τοῦ τοὺς κύνας ῥαίειν, ὅ ἐστι φθείρειν, οἱ δὲ τὰς λεγομένας κυνόμυας.
τῶν ἅπαξ εἰρημένων.
[κύων] ἐπὶ μὲν τοῦ ὑλακτικοῦ ζῴου «ὡς δὲ κύων ἀμελῇσι περισκυλάκεσσιν,» ἐπὶ δὲ
τῶν ἀναιδῶν «κύνας κηρεσσιφορήτους,» ἐπὶ δὲ τῶν τορνευτῶν «χρύσεοι δ' ἑκάτερθεν
καὶ ἀργύρεοι κύνες ἦσαν,» ἐπὶ δὲ τοῦ ἄστρου «ὅντε κύν' Ὠρίωνος ἐπίκλησιν
καλέουσιν,» ἐπὶ δὲ τοῦ θαλασσίου «δελφῖνάς τε κύνας καὶ εἴ ποθι μεῖζον ἕλῃσι
κῆτος.»
[Κύπρις] ἐπίθετον Ἀφροδίτης, οὐ μόνον ἐκ τῆς νήσου Κύπρου, ἀλλὰ καὶ ἀπὸ τοῦ τὸ
κύειν πορίσκειν, ὅ ἐστιν ἐκ τῆς συνουσίας.
[κωκυτός] ὁ θρῆνος· «κωκυτοῦ δ' ἤκουσεν.» ἐπὶ δὲ τοῦ καθ᾿ Ἅιδην ποταμοῦ
«Κωκυτός θ' ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀποῤῥώξ.»
[κωρύκῳ] θυλάκῳ.
[κωφόν.] ὅτε μὲν ἐπὶ τοῦ κύματος, «μέγα κύματι κωφῷ,» μηδέπω ἐκκαχλάζοντι
κύματι, ἀρχομένῳ δὲ μεγεθοῦσθαι. λέγει δὲ καὶ «κωφὸν βέλος ἀνδρός.»
[λαβρεύεται] ὁ μὲν Ἀπίων προγλωσσεύει· ἔστι γὰρ κυρίως λάβρον μέγα κατὰ τὴν
βοράν· τὸ γὰρ [λα] μέγα δηλοῖ. μεταφορικῶς οὖν κεῖται ἐπὶ τοῦ μεγάλα βουλομένου
διὰ τὸν λόγον ἐμφαίνειν. πρὸ καιροῦ πολυλογεῖς καὶ λάλος γίνῃ, καὶ οἷον ἀθρόως
λέγεις, ἀμέτρως, καὶ μεγαληγορεῖς.
[λαιψηρά] ταχέως κινούμενα, ἀντὶ τοῦ λαιψηρῶς, ὡς ταχεῖα ἀντὶ τοῦ ταχέως, καὶ
«τότε μοι χάνοι εὐρεῖα χθών.»
[λαισήϊα] θυρεοῦ γένος, ἢ βέλη. [πτερόεντα] δὲ εἴρηται, ὅτι κατὰ τὸ σχῆμα πτεροῖς
ὅμοια εἶναι κοῦφα.
[λαῖτμα] ὁ μὲν Ἀπίων τὸ ὅρμημα τῆς θαλάσσης, κατὰ μίμησιν τοῦ ψόφου· ἔνιοι δὲ
παρὰ τὸ [λα], ὅ ἐστιν ἐπὶ τοῦ μεγάλου.
[λαμπτῆρες] ἐσχάραι.
[λὰξ ποδὶ κινήσας] τῷ πλατεῖ [τῷ] μέρει τοῦ ποδὸς νύξας καὶ διακινήσας, οὐχὶ
λακτίσας ὑβριστικῶς.
[λαοί] ὄχλοι, ἀπὸ τοῦ λάλους εἶναι, ἢ ὡς ὁ μῦθος, ἀπὸ τοῦ Δευκαλίωνος
κατακλυσμοῦ.
[λαοσσόος] ἡ τοὺς λαοὺς σοοῦσα, ὅ ἐστι σοβοῦσα καὶ ἐπὶ πόλεμον ὁρμῶσα. ὁ δὲ
Ἀπίων ἡ τοὺς λαοὺς σώζουσα.
[λαρόν] προσηνές, ἡδύ. εἴρηται δὲ παρὰ τὸ ἡδέως καὶ ἀπολαυστικῶς ἔχειν πρὸς
πάντας.
[λάρναξ] κιβωτός.
[λαχαίνειν] σκάπτειν· «ἤτοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινεν.» ὅθεν καὶ
[λάχανον] τὸ ἐκ τοῦ περισκάπτεσθαι καὶ κουφίζεσθαι τὴν γῆν φυτευόμενον καὶ
αὐξανόμενον. καὶ [λάχεια] νῆσος ἡ εὔσκαφος.
[λάψοντες.] τῶν ἅπαξ εἰρημένων. ἔστι δὲ μίμημα τῶν λύκων καὶ τῶν κυνῶν, τοῦ
γινομένου ἤχου ἐν τῷ πίνειν.
[λευγαλέως] ὀλεθρίως.
[λειριόεντα] ἁπαλόν· λείριον γὰρ τὸ ἄνθος παρὰ τὴν λειότητα. οἱ δὲ τὴν προσηνῆ,
Ἀπίων δὲ τὴν ἡδεῖαν. τὸ δὲ [λῖρος,] ὃ δηλοῖ τὸν ἀναιδῆ, διὰ τοῦ [ι]· καὶ Καλλίμαχος
«λῖρος ἐγώ.» παρὰ τὸ λίαν.
[λείβειν] ἐπὶ μὲν τοῦ ῥεῖν «ὠδύρετο δάκρυα λείβων,» ἐπὶ δὲ τοῦ σπένδειν «λεῖβε, νέοι
δὲ παρ' αὐτῶν ἔχον.»
[λέκτρον] κοίτην.
[λελακυῖα] φωνοῦσα. κατὰ μίμησιν τοῦ ἤχου πεποίηται ἡ λέξις. θέλει δ' εἰπεῖν
λεληκυῖα, ὡς μεμακυῖαι ἀντὶ τοῦ μεμηκυῖαι.
[λέπαδνα] ἱμάντες στηθιαῖοι, πλατεῖς, οἱ περὶ τοὺς τραχήλους ἐπιτιθέμενοι καὶ πρὸς
τὸν ζυγὸν ἀναδεσμούμενοι, ἃ νῦν λέγεται λέπαμνα διὰ τοῦ [μ], καὶ παρ' ἄλλοις τῶν
ποιητῶν.
[λέσχην] ὁμιλίαν.
[λιλαίεσθαι] προθυμεῖσθαι.
[λίμνη] ἐπὶ μὲν τῆς θαλάσσης «βαθείῃ δ' ἔμπεσε λίμνῃ,» ἐπὶ δὲ τοῦ Ὠκεανοῦ «λιπὼν
περικαλλέα λίμνην.» σημαίνει καὶ τὴν συνήθως ἡμῖν νοουμένην.
[λίς] λέων· «ὥστε λὶς ἠϋγένειος,» καὶ κατὰ τὴν αἰτιατικήν «ἐπί τε λὶν ἤγαγε δαίμων.»
σημαίνει καὶ τὴν λείαν πέτραν· «πέτρη γὰρ λίς ἐστι πέριξ.»
[λόφος.] ἐπὶ μὲν τοῦ τραχήλου «κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς,» ἐπὶ δὲ τῆς
περικεφαλαίας «ἄκρον ὑπὲρ λόφον αὐτόν.» καὶ θηλυκῶς [λοφιήν] τὸν αὐχένα.
[λυκάβας] ὁ ἐνιαυτός, οἱονεὶ λυγάβας, ἀπὸ τοῦ λυγαίως βαίνειν, ὅ ἐστι σκοτεινῶς καὶ
λεληθότως.
[λώπη] τὸ ἱμάτιον. θηλυκῶς δὲ εἶπεν ἀντὶ τοῦ λῶπος. ὅθεν καὶ [λωποδύτης] ὁ
κλέπτης λέγεται.
[λωτόν.] οὕτως λέγεται πᾶν ἄνθος, καὶ ὁ ἰδίως λεγόμενος, καὶ ὁ καρπὸς τῶν
Λωτοφάγων.
[λωτεῦντα] ἔνιοι μὲν ἓν ἀνθ' ἑνὸς ἀπέδοσαν ἀνθοῦντα· δεῖ δὲ νοεῖν ὡς ἔστι
λωτόεντα, λωτὸν ἔχοντα, ὡσεὶ ἔλεγον πυροῦντα, πυρὸν ἔχοντα.
[μά.] τοῦτο Ὅμηρος ὡς συλλαβῆς ἔχον τάξιν ζεύγνυσιν αὐτῷ τῆς συγκαταθέσεως
ἐπιῤῥήματι, ὁπότε τις κατόμνυσιν, οἷον «ναὶ μὰ τόδε σκῆπτρον,» ποτὲ δὲ τῷ οὕτω·
κοινὸν γάρ ἐστι κατομόσεως, ὅ ἐστι συγκαταθέσεως, καὶ ἀπομόσεως, ὅ ἐστιν
ἀποφάσεως, μόριον τὸ μά, οἷον ναὶ μὰ τό, οὐ μὰ τό.
[μαίεσθαι] ζητεῖν.
[μαιμώωσιν] ἐνθουσιῶσιν.
[μακών] ὁ μὲν Ἀπίων βοήσας, ἔστι δὲ ἰδίωμα βοῆς.
[μᾶσσον] τὸ πλεῖον ἤτοι μεῖζον, οἷον μὴ ἆσσον, μὴ ἐγγύς, οὗ οὐκ ἄν τις διὰ τὸ
μέγεθος ἐγγὺς ἂν ἔλθῃ.
[μέγα] ἐπὶ μὲν τοῦ ὀνοματικοῦ «μέγα μὲν κλέος,» ἐπὶ δὲ τοῦ μεγάλως «Ζεύς με μέγα
Κρονίδης.»
[μέθυ] οἶνος.
[μειλίχιον] προσηνὲς ἢ προσηνῆ· εἴρηται δὲ ἡ λέξις κατὰ μεταφορὰν τὴν ἀπὸ τοῦ
μέλιτος.
[μείλια] μειλίγματα, χαρίσματα, οἷς ἀπομειλίσσονται. λέγει δὲ οὕτως καὶ τὴν προῖκα,
«ἐγὼ δ' ἐπὶ μείλια δώσω·» τὸ γὰρ ἐπί πρὸς τὸ δώσω. ἔνιοι δὲ ἐπιμείλια συνθήκας
ἤκουσαν.
[μελάνυδρος] ἤτοι κυρίως ἢ πολύυδρος. χρὴ δὲ νοεῖν τὴν κατὰ βάθος ἔχουσαν ὕδωρ,
ἐπεὶ πᾶν τὸ κατὰ βάθος μέλαν φαίνεται.
[μέλλετε] ἐοίκατε. καὶ καθόλου τὸ μέλλειν ἐπὶ τοῦ ἐοικέναι τὸν ποιητὴν τιθέναι.
[μελεδήματα] μεριμνήματα, ἀπὸ τοῦ τὸν μεριμνῶντα οἷον τὰ μέλεα ἔδειν, ὅ ἐστιν
ἐσθίειν.
[μέλπεσθαι] ἤτοι παίζειν ἢ ὑμνεῖν. καὶ ἡ μολπὴ ἑκάτερον σημαίνει· ἐπὶ μὲν τοῦ
ὕμνου «πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο,» ἐπὶ δὲ τῆς παιδιᾶς «Ναυσικάα
λευκώλενος ἤρχετο μολπῆς.» ἀπὸ ταύτης τῆς ἐννοίας καὶ ὁ Ἕκτωρ «οἶδα ἐνὶ σταδίῳ
δηΐῳ μέλπεσθαι Ἄρηϊ,» οἷον τὴν ἐμπειρίαν τῆς συστάδην μάχης περιπεποίημαι
εὐχερῶς, ὡσπερεὶ παιδιᾷ χρώμενος.
[μενοεικέα] προσηνῆ καὶ ἀρέσκοντα τῷ μένει τῆς ψυχῆς. καὶ θηλυκῶς «μενοεικέα
δαῖτα.»
[μενεαίνειν] ἐπὶ μὲν τοῦ χολοῦσθαι «οὐδέ τί σε χρὴ ἀσκελέως αἰεὶ μενεαινέμεν,» ἐπὶ
δὲ τοῦ προθυμεῖσθαι «μενέαινε δὲ κῦδος ἀρέσθαι,» ἐπὶ δὲ τοῦ λειποψυχεῖν
«κτεινόμενος μενέαινεν.»
[μένος.] ἐπὶ μὲν τοῦ θυμοῦ «μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίπλαντο,» ἐπὶ δὲ
τῆς ἰσχύος «δῶκε μένος καὶ θάρσος,» ἐπὶ δὲ τῆς ψυχῆς «μένος Ἄρηος»
περιφραστικῶς ὁ πόλεμος.
[μέρμιθι] σπάρτῳ· «νηῒ δ' ἐνὶ πρύμνῃ κατέδη μέρμιθι φαεινῇ.» τῶν ἅπαξ εἰρημένων.
[μερμήριζε] ἀντὶ τοῦ ἐμερίμνα, ἀπὸ τοῦ ἐπὶ τάδε καὶ τάδε διαμερίζεσθαι τὴν ψυχὴν
τοῦ μεριμνῶντος. ὅθεν καὶ μέρμηρας τὰς μερίμνας ἔνιοι [δὲ] τῶν νεωτέρων ποιητῶν
εἶπον.
[μερόπων] τῶν ἀνθρώπων τῶν μεμερισμένην τὴν ὄπα ἐχόντων, ἔναρθρον, παρὰ τὰ
ἄλλα ζῷα.
[μεσόδμη] ὁ μὲν Ἀπίων τὸ ξύλον τὸ ἀπὸ τῆς τρόπεως τοῦ ἱστοῦ, ᾧ δέδεται ὁ ἱστός,
οἱονεὶ ἡ ἐν τῷ μέσῳ τῆς νεὼς δεδομημένη.
[μεσοπαλές] ὅ τι ἐκ τοῦ μέσου πάλλεται, ὅ ἐστι κραδαίνεται.
[μετά] ἀντὶ τῆς ἔν «ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι» καὶ «μετὰ δέ σφισι πότνια
Ἥρη,» ἀντὶ δὲ τῆς ἐπί «μετ' ἀμύμονας Αἰθίοπας,» συνήθως δὲ ἡμῖν «τῶν ἄλλων
Δαναῶν μετ' ἀμύμονα Πηλείωνα,» ἀντὶ τῆς ἔξ «ἡμῖν αὖ μετόπισθεν νεὼς
κυανοπρώροιο,» ἀντὶ δὲ τῆς ὑπό «χαῖται δ' ἐῤῥώοντο μετὰ πνοιῆς ἀνέμοιο,» ἀντὶ δὲ
τῆς εἴς «μετὰ ἔθνος ἑταίρων.» .
[μεταμώνια] μάταια, ἀπὸ τοῦ μετὰ τῶν ἀνέμων ἰέναι, οἷον ἀνεμοφόρητα· οὕτως
Ἀπίων. οἱ δὲ τὰ μεταμελείας ἄξια.
[μεταχρόνιον] μετέωρον.
[μέτασσαι] αἱ μετὰ τοὺς προγόνους γιγνόμεναι μέσαι· «χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ
μέτασσαι, χωρὶς δ' αὖθ' ἕρσαι.»
[μετετροπαλίζεο] μετεστρέφου.
[μετασπόμενος] ἐπακολουθήσας.
[μετώπιον] τὸ μέσον τῶν ὀφρύων, ἀπὸ τοῦ μεταξὺ τῶν ὠπῶν εἶναι.
[μήκιστα] μέγιστα.
[μῆλα] κοινῶς μὲν τὰ τετράποδα, ὅθεν καὶ πᾶν δέρμα μηλωτὴ λέγεται, κατ'
ἐπικράτειαν δὲ πρόβατα καὶ αἶγες. καὶ ὁ καρπὸς τῆς μηλέας καὶ πάντων δὲ τῶν
δένδρων ὁ καρπὸς λέγεται μῆλα· «αὐτῇσι ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.»
[μήλοπα καρπόν] τὸν πυρὸν τὸν μηλοειδῆ τῷ χρώματι· τοιοῦτος γὰρ ὁ πυρός.
«μύλης ἐπὶ μήλοπα καρπόν.»
[μήνη] σελήνη.
[μῆνις.] ὁ μὲν Ἀπίων μάνις· οἱ γὰρ ὀργιζόμενοί πως μαίνονται· Ἀρίσταρχος δὲ κότος
πολυχρόνιος, ἀπὸ τοῦ ἐγκεῖσθαι. λέγεται καὶ ἀρσενικῶς [μηνιθμός] καὶ οὐδετέρως
[μήνιμα. μηρία] οὐχ ὡς ἡμεῖς, ἀλλὰ τὰ ἐκ τῶν μηρῶν ἐξαιρούμενα καὶ
ἱεροθυτούμενα. ὁ δὲ Ἡσίοδος τὰ περὶ τὴν μερίδα τῶν ὀστέων μυθικῶς διαπλάσσει.
[μήστωρα φόβοιο] ἐργάτην φυγῆς· μήσασθαι γὰρ τὸ ἐργάσασθαι. ἔμπειρον οὖν θέλει
σημαίνειν τοῦ εἰς φυγὴν τρέπειν τοὺς ἐναντίους.
[μίν] ἐπὶ μὲν τοῦ αὐτόν «οὐδέ μιν ἐξενάριξεν,» ἐπὶ δὲ τοῦ αὐτήν «καί μιν ἔτισ' ὡς
οὔτις ἐπιχθονίων τίεται ἄλλη,» ἐπὶ δὲ τοῦ αὐτό «νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς
φορέουσι.»
[μισγάγκεια] τόπος κοῖλος, εἰς ὃν καταφερόμενα μίσγεται ἀπὸ πλειόνων ὀρῶν ὕδατα.
τῶν ἅπαξ εἰρημένων.
[μίστυλλον] ἕκαστον τῶν τοῦ ἱερείου μερῶν εἰς μικρὰ διέκοπτον. τὸ δὲ εἰς μεγάλα
μέρη διελεῖν [διέχευαν] λέγει.
[μνημοσύνη] μνήμη. καὶ οὐδετέρως «μνῆμ' Ἑλένης πολυηράτου εἰς γάμου ὥρην»
ἀντὶ τοῦ μνημόσυνον. τῶν ἅπαξ εἰρημένων.
[μοῖραι] ἐπὶ μὲν τῶν μερίδων «οἳ δὴ μοίρας ἔνεμον,» ἐπὶ δὲ τῆς εἱμαρμένης «μοῖραν
δ' οὔτινά φημι πεφευγμένον ἔμμεναι ἀνδρῶν,» ἐπὶ δὲ τοῦ καθήκοντος καὶ ἁρμόζοντος
«ταῦτά γε πάντα, γέρων, κατὰ μοῖραν ἔειπες.»
[μολίονε] μαχηταί, ἀπὸ τῆς κατὰ μάχην γενομένης μολήσεως ἢ ἀπὸ τοῦ συνεχῶς
μολίσκειν εἰς μάχην· ἀπὸ γὰρ μητρὸς οὐδένα σημαίνει Ὅμηρος. Ἡσίοδος δὲ ὡς
Μολίνης υἱοὺς γεγονότας παραδίδωσι.
[μορφνόν] μορόφονον, τὸν διὰ τοῦ φόνου τὸν μόρον ἐπιφέροντα. τινὲς δὲ εἶδος
ἀετοῦ, ἄλλοι ἅρπαγα.
[μουνάξ] καταμόνας.
[μυδαλέον] δίυργον.
[μυελός] τροφή, καὶ [ὀστέα μυελόεντα] τροφὴν ἔχοντα. ὠνόμασται δὲ ἀπὸ τοῦ ὡς
μυχῷ ἐμπεριέχεσθαι τοῖς ὀστέοις.
[μυληφάτου] ἀληλεσμένου. τὸ γὰρ ἀληλεσμένον ὑπὸ τῆς μύλης ἠφάνισται· ὅθεν καὶ
τὰ φάρμακα ὀδυνήφατα, ὅτι τὰς ὀδύνας ἀναιρεῖ καὶ ἀφανίζει.
[μύρεσθαι] κλαίειν.
[μῶλος] ὁ ἐγχρονισμὸς τῆς μάχης, ἢ οἷον μώλυσις, ἢ παρὰ τὸ μολίσκειν εἰς τὴν
μάχην· μῶλον γὰρ Ἄρηος συνήθως λέγει.
[μώνυχας] μονώνυχας, ἐπεὶ ἡ ὁπλὴ τοῦ ἵππου ὥσπερ ὄνυξ ἐστίν· οἱ γὰρ βόες χηλὰς
ἔχουσιν.
[ναῖον] ᾤκουν. τὸ δ' αὐτὸ καὶ τὸ [ναίουσι καὶ ναιετάουσιν.] φησὶ δὲ ἄμετρον· «ναῖον
δ' ὄρῳ ἄγγεα πάντα» ἀντὶ τοῦ νεανικῶς.
[νάκην] τὴν τοῦ αἰγὸς δοράν· «ἂν δὲ νάκην ἕλετ' αἰγός.»
[νάσθη] ᾠκίσθη.
[ναῦφι] τῶν νεῶν· «οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ' αὐτὰ κέλευθα.»
[νεβροί] τὰ νεογνὰ τῶν ἐλάφων. καὶ ἔστι κατὰ τὸ ἔτυμον νεοβόροι, νεωστὶ πρὸς τὴν
βορὰν ἐληλυθότες· «νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς.»
[νέεσθαι] πορεύεσθαι.
[νέων] νηχόμενος.
[νεῶν ὕπερ] ἄνω τῶν νεῶν· «νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν.»
[νεῖκος] ποτὲ μὲν ἡ διὰ τῶν λόγων διαφορά, ποτὲ δὲ τὴν ἔριν σημαίνει.
[νέκυες] νεκροί, νηκίκυες, οἱονεὶ ἐστερημένοι τῆς κίκυος, ὅ ἐστι τῆς ἰσχύος, ἢ
νηκεροί, ἐστερημένοι τοῦ κέαρος, τουτέστι τῆς ψυχῆς.
[νειός] ἡ ἠροτριαμένη γῆ· νέα γὰρ φαίνεται. καὶ εἴρηται κατ' ἐπέκτασιν.
[νέκταρ] τὸ τῶν θεῶν πόμα, οἷον νεόκταρ τι ὂν, τὸ ἐν νεότητι συνέχον αὐτοὺς ἀεί. οἱ
δὲ νῆκτάρ τι ὄν, τὸ ἐστερημένον τοῦ κτανθῆναι.
[νέμος] ὁ σύνδενδρος τόπος καὶ νομὴν ἔχων· «ἐν νέμεϊ σκιερῷ» σκιὰν μεγάλην
ἔχοντι.
[νέον] ἐπὶ μὲν τοῦ κυρίως λεγομένου «ἤτοι μέν σε νεόν περ ἐόντα,» ἐπὶ δὲ τοῦ νεωστί
«αἰεὶ νεῶν ἐρχομενάων.» ὅθεν τὸ «γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα»
μεταφράζει Ἀρίσταρχος νεωστὶ ἀκμάζοντα.
[νεοίη] νεότης.
[νέποδες] Ἀπίων ἄποδες ἢ νηξίποδες ἢ ἀπόγονοι. τὸ μὲν οὖν ἄποδες ψεῦδος· ἔχουσι
γὰρ πόδας αἱ φῶκαι· τὸ δὲ ἀπόγονοι παράκουσμα τῶν νεωτέρων ποιητῶν.
[νευστάζων] ἐπινεύων.
[νεῶν δ' ἀλάπαζε φάλαγγας.] ὁ μὲν Ἀρίσταρχος φαίνεται περισπῶν, ἵν' ᾖ τὰς πρὸ
τῶν νεῶν τάξεις· ἔνιοι δὲ βαρυτονοῦσι, «νέων δ' ἀλάπαζε,» τὰς τῶν νέων ἀνδρῶν
τάξεις.
[νήδυμος] βαθύς, ἢ ἡδύς, ἢ ἀδιέκδυτος, ὃν οὐκ ἔστι διεκδῦναι. ἔνιοι δὲ τὸν βαθὺν ἀπὸ
τῆς νηδύος.
[νήσας] σωρεύσας, ἀφ' οὗ καὶ αἱ νῆες. ὅταν δὲ λέγῃ τὸν χρυσὸν νητόν, οἷον τὸν
σεσωρευμένον.
[νῆϊς] τῆς προτέρας περισπωμένης σημαίνει τὸν ἄπειρον, κατὰ στέρησιν τοῦ ἴσαι, ὅ
ἐστι γνῶναι. ἐὰν δὲ ἡ προτέρα τοῦ νηῒς βαρυτονηθῇ, σημαίνει εἶδος Νυμφῶν τῶν
Ναΐδων λεγομένων παρὰ τὰ νάματα, ὅ ἐστι ῥεύματα.
[νηκερδές] ἀκερδές.
[νηλεῖς] οἷον νηλεεῖς. ἀναμάρτητοι, παρὰ τὸ μὴ ἀλγεῖν. τὸ [νή] στερητικόν. τῶν ἅπαξ
εἰρημένων. ὁ δὲ Ἀρίσταρχος ἁμαρτωλοί.
[νηπύτιοι] ὁ μὲν Ἀπίων ἄφωνοι, ὡς ἐκ τοῦ νή καὶ τοῦ ἠπύειν, ὅ ἐστι φωνεῖν. οὐκ ἔστι
δέ, ἀλλ' ἐπέκτασίς ἐστι τοῦ νήπιοι.
[νηπενθές] ἀπενθές.
[νιφάδεσσι] ὁ μὲν Ἀπίων ψεκάδας, ἔστι δὲ κατὰ τὸ ὑγιὲς αἱ τῆς χιόνος κατ' ὀλίγον
ἀπόῤῥοιαι· οἶδε γὰρ τὰς ψεκάδας δηλῶσαι, [ψιάδας] λέγων· «αἱματοέσσας δὲ
ψιάδας.» νιφετὸς δέ ἐστιν ὁ χιονισμός. διὰ τοῦτο καὶ Ὄλυμπον, ὄρος ὄντα, ἀγάννιφον
λέγει, τὸ ἄγαν χιονιζόμενον.
[νόστιμον] σωτήριον.
[νύσσα] ὁ καμπτήρ. καὶ εἴρηται παρὰ τὸ ἐλθόντας ἐπ᾿ αὐτὸν μηκέτι κατ' εὐθὺ
πορευέσθαι.
[νύξ] ἐπὶ μὲν τῆς σωματοειδοῦς θεᾶς «εἰ μὴ Νὺξ δμήτηρα θεῶν,» ἐπὶ δὲ τοῦ συνήθως
«καὶ νὺξ φθῖτ' ἄμβροτος,» ἐπὶ δὲ τῆς σκοτίας «ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται,» ἐπὶ δὲ τοῦ
θανάτου «τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.»
[νῶ] ἐπὶ μὲν τοῦ ἡμᾶς μόνον Ὅμηρος· «πρίν γ' ἐπὶ νῶ τῷδ' ἀνδρὶ σὺν ἵπποισι καὶ
ὄχεσφι.» ἐν δὲ Ὀδυσσείᾳ
[νῶϊν] ἡμῶν τῶν δύο. καὶ ἐπὶ τοῦ ἡμῖν «νῶϊν δυοῖσι δύο φάςγανα καὶ δύο δοῦρε.»
[νωλεμέως] συνεχῶς.
[νωνύμνους] ἀνωνύμους.
[νώροπα] τὸν λαμπρόν, οἷον ἄωπον, ἀμαυρωτικὸν τῶν ὠπῶν διὰ λαμπρότητα.
[ξύνετο] συνῆκεν.
[ξύνεσις] συνάφεσις, ἢ εἰς τὸ αὐτὸ συμβολή.
[ξυνέηκεν] συνέβαλεν.
[ὅς] ἀντὶ τοῦ οὗτος, ἀναφορικόν· «ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν.» ἀναλογεῖ δὲ καὶ
πρώτῳ καὶ δευτέρῳ τῷ ἐμός καὶ σός· τὸ γὰρ τρίτον ὅς. ἐστὶ τοῦ καὶ ἡμῖν συνήθους
ὑποτακτικοῦ.
[οὗ] ἄρθρον, καὶ τρίτον πρόσωπον συνάρθρου, ἀναλογούσης τῆς ἐμοῦ καὶ σοῦ· τὸ
γὰρ τρίτον οὗ· «ἡ δ' ὅτε δὴ οὗ πατρός.»
[ὅν.] χωρὶς τοῦ προτακτικοῦ καὶ ὑποτακτικοῦ ἄρθρου τίθεται καὶ ἀντὶ τοῦ
ἀναφορικοῦ τοῦ οὗτοι, «ὣς οἱ μὲν παρὰ νηυσίν·» καὶ σύναρθρον ἀντωνυμίαν, «οὓς
ἑτάρους στέλλοντα.»
[ὀαρίζειν] ἄνδρα γυναικὶ ὁμιλεῖν· ὅθεν καὶ γυναῖκες ὄαροι, οἷον ὄαρες, παρὰ τὸ
συνηρμόσθαι.
[ὄγκιον] ἀγγεῖον ἐν ᾧ οἱ πελέκεις κεῖνται, ἀπὸ τοῦ ἐγκεῖσθαι, ἢ παρὰ τὸ ὀγκώδη εἶναι.
[ὁδαίων] ἐπιμηνιῶν τῶν εἰς ἐκδημίαν, παρ' ὅσον εἰς τὰς ὁδοὺς ἐκφέρεται.
[ὄζος] κλάδος. ὅταν δὲ λέγῃ «ποδάρκης ὄζος Ἄρηος,» μεταφορικῶς λέγει τὸν
πολεμικὸν κλάδον τοῦ Ἄρεως, οἷον ἀπόσπασμα, καθάπερ τῶν δένδρων τοὺς κλάδους.
[ὀζιζαλέως.]
[ὀθόναι] τὰ περιβόλαια, παρὰ τὸ ἕσασθαι, ἐσθόναι τινὲς οὖσαι. ὁ δὲ Ἀπίων ὀθόνην
τὴν ζώνην ἀποδέδωκεν.
[οἰήϊα] τοὺς οἴακας, τὰ πηδάλια. «εὖ οἰήκεσσιν ἀρηρῶς» ἀντὶ τοῦ τοῖς λώροις, ταῖς
ἡνίαις τῶν ἵππων.
[οἶος] μόνος, καὶ [οἰόθεν οἶος] ἐκ μόνου μόνος, ὅπερ ἴσον τῷ μόνος πρὸς μόνον.
[οἰκῆας] πάντας τοὺς κατὰ τὴν οἰκίαν. λέγει δὲ οὕτως καὶ τοὺς κατὰ τὸν οἶκον
δούλους.
[οἰμωγή] ὀδυρμός.
[οἶμος] ὁδός· ὅθεν καὶ τοὺς κύκλῳ τῆς ἀσπίδος, παρὰ τὸ ὡς ὁδῷ στείχειν τινὶ καὶ
διαφέρειν ἀλλήλων, οἴμους εἶπεν· «δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο.»
[ὀϊστοί] τὰ βέλη.
[οἴχεσθαι] πορεύεσθαι.
[οἰώθη] ἐμονώθη.
[οἰωνοί] πάντα τὰ ὄρνεα· κατ' ἐξοχὴν δὲ εἴωθεν διὰ τοῦ γενικοῦ τὸ εἰδικὸν δηλοῦν,
τοὺς σαρκοφαγοῦντας, οἷον γῦπας. πάντα μέντοι τὰ πτηνὰ οἰωνοί, δι' ὧν οἴονται καὶ
νοοῦσι τὰ μέλλοντα. ὅθεν καὶ μάντεως εἶδός ἐστιν «οἰωνοπόλων ὄχ' ἄριστος,» ὁ περὶ
τοὺς οἰωνοὺς πολούμενος καὶ ἀναστρεφόμενος.
[ὄλβιος] εὐδαίμων καὶ μακάριος, οἷον ὁλόβιος, ὁ διὰ τοῦ ὅλου βίου μακαριστός.
[ὀλοφυδνόν] ὀλοφυρτικόν.
[ὀλοοίτροχος] ὁ Κομανὸς ἰδίως ἀποδίδωσιν ὅλος τρέχων, ἐπεὶ στρογγύλος καὶ παντὶ
μέρει ἐφαπτόμενος τῆς γῆς· ὁ μὲν γὰρ τετράγωνος ἑνὶ μέρει ἐφάπτεται. ἢ ὁλοοίτροχος
ὅλος τροχώδης καὶ περιφερής. βέλτιον δέ, ὥς τινες, τὸν ὀλοὸν γινόμενον ἐν τῷ
τρέχειν, οἷον ὀλοθρευτικὸν καθ᾿ οὗ ἂν ἐπενεχθῇ.
[ὁμαρτεῖν] συντυχεῖν.
[ὅμιλος] μάχη, ἀπὸ τοῦ ὁμοῦ εἰλεῖσθαι κατ' αὐτήν. καὶ [ὁμιλαδόν] τὸ ἐν συστροφῇ
μάχεσθαι.
[ὁμοστιχάει] ὁμοστιχεῖ.
[ὄναρ] ὄνειρος· «καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν.» ἀπὸ τοῦ ὀνίσκειν, ὅ ἐστιν ὠφελεῖν.
ἀρσενικῶς δὲ ὄνειρος ἢ παρὰ τοῦτο ἢ παρὰ τὸ τὸ ὂν εἴρειν, τουτέστι τὸ ὑπάρχον
λέγειν.
[ὀνειρίῃσι πύλῃσι] ὁ μὲν Ἀπίων τοῦ ὕπνου; διὰ γὰρ τούτου ἐκπέμπονται. ἡμῖν δὲ
φαίνεται κυρίως κατὰ τὸ μυθικόν.
[ὀνείατα] οἱ μὲν γλωσσογράφοι ψιλῶς ἀποδεδώκασι βρώματα, οὐκ ἔστι δέ, ἀλλ'
ἐτύμως πάντα τὰ ὄνησιν παρέχοντα.
[ὄνειαρ] ὠφέλημα.
[ὄπατρος] τοῦ αὐτοῦ πατρός τινι γεγονώς, οἷον ἐν τῷ Μ τῆς Ἰλιάδος «καί οἱ Τεῦκρος
κασίγνητος καὶ ὄπατρος.»
[ὀπαζόμενος] ἐπὶ μὲν τοῦ κατεπειγόμενος «χειμάῤῥους κατ' ὄρεσφιν ὀπαζόμενος Διὸς
ὄμβρῳ·» οὐχ ὡς Δημήτριος ὁ Πύκτης, πληρούμενος. ἐπὶ δὲ τοῦ προχειρισάμενος
«αὐτὰρ ἐγὼ κήρυκά τ' ὀπασσάμενος.» ἐπὶ δὲ τοῦ κατεπείγεσθαι πάλιν «χαλεπὸν δέ σε
γῆρας ὀπάζει.» ἐπὶ δὲ τοῦ περιεποίησαν [ὤπασαν. ὀπάων] ἀκολουθῶν. εἴρηται δὲ
παρὰ τὸ ἕπεσθαι. ἔστι δὲ καὶ κύριον ὄνομα· «ἅμ' Ὀπάωνα καὶ Μελάνιππον.»
[ὀπηδεῖ] ἀκολουθεῖ.
[ὅπλα] τὰ πολεμικὰ λέγει, καὶ τὰ τῆς νεὼς σχοινία, καὶ τὰ χαλκευτικὰ ἐργαλεῖα.
[ὀπός] τὸ τῶν δένδρων δάκρυον· ὅθεν καὶ σμύρνα καὶ λίβανος οὕτως λέγεται. ἀπὸ δὲ
τούτου καὶ ἡ ὀπώρα λέγεται, ὅτι ὀπὸς αὐτὴν ὠρεῖ, τουτέστι φυλάσσει. οὐκ ἀπιθάνως
μὲν οὖν· τὸ γὰρ καθολικὸν τοιοῦτόν ἐστιν· ἐπὸς γάρ ἐστιν ἀπὸ τοῦ ἐπεῖναι κατὰ τὴν
ἀποτομήν. εἰδικῶς μέντοι Ὅμηρος οἶδεν ὀπόν τινα λεγόμενον, ὡς ὅταν λέγῃ «ὡς δ'
ὅτ' ὀπὸς γάλα λευκόν.»
[ὀπύειν] ὁ μὲν Ἀπίων ὁμιλεῖν, οὐκ ἔστι δέ, ἀλλὰ τὸ κατὰ νόμους γυναῖκα συνοικεῖν
ἀνδρί· καὶ γὰρ δάμαρ ἡ γυνὴ παρὰ τὸ δεδαμάσθαι ὑπὸ ἀνδρός.
[ὀρσοθύρη] Ἀπίων θύρα ὑψηλή, δι' ἧς ἔστι καταβαίνοντα ὀροῦσαι, ὅ ἐστι πηδῆσαι, ἢ
ἀνιόντα πηδῆσαι, διὰ τὸ μὴ ἔχειν βαθμούς. καὶ ὁ Μελάνθιος διὰ τῆς ὀρσοθύρης
ἀνέβη, ὁ δὲ Εὔμαιος καὶ Φιλοίτιος κατὰ τὴν ἔξω περίοδον.
[ὄρινε] γενικῶς τὴν ψυχὴν ἐκίνησε διὰ τὸν λόγον, οὐκ ἐρωτικῶς νῦν, ἀλλ' ὀργίλως.
[ὀρέχθεον.] τῶν πεποιημένων ἡ λέξις. «πολλοὶ μὲν βόες ὀρέχθεον.» τινὲς οὖν εἶπον
ἀπὸ τοῦ ὀρούειν συνεσχηματίσθαι, ὅ φασιν εἶναι τὸ μετὰ θορύβου τὴν σφαγὴν
ὑπομένειν.
[ὀρθοκραιράων] ὀρθοκεράτων. λέγει δὲ ἐπὶ τῶν νεῶν, ποτὲ δ' ἐπὶ τῶν βοῶν. ἔνιοι δὲ
ὀρθοκεφάλων, δι' οὗ τὸ ὀρθόπρυμνον σημαίνει. ἐσχημάτισται δὲ ἀπὸ τοῦ κάρα.
τούτοις δ' ἀντίκειται βοῶν ὀρθοκεράτων.
[ὀρούειν] ὁρμᾶν.
[ὀρόν] ὁ μὲν Ἀπίων, ἓν ἀνθ' ἑνός, γάλα. οὐκ ἔστι δέ, ἀλλ' ἡ ὑδατώδης ὑπόστασις τοῦ
γάλακτος ὀρὸς λέγεται· «καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.» εἴρηται δὲ
ἀπὸ τοῦ ἐξορούειν τοῦ γάλακτος, διὰ τὸ τὴν ὑγρότητα χωρισμὸν ἀπὸ τοῦ γάλακτος
λαμβάνειν.
[ὄρφνη] σκοτία. ἔνθεν εἰρῆσθαί φασι καὶ τὸν ὀρφανὸν μεταφορικῶς, τὸν ἐν σκότει
ὥσπερ ὄντα, τῶν γονέων ἐστερημένον.
[ὄρθια·] «ἤϋσε θεὰ μέγα τε δεινόν τε, ὄρθια.» ὁ μὲν Ἀρίσταρχος ἀνατεταμένως, ὁ δὲ
Ἀρχιγένης μᾶλλον ὀρθά.
[ὄσσε] ὀφθαλμοί.
[ὄτριχας] ὁμοιότριχας.
[οὐδός] ἐπὶ μὲν τοῦ βαθμοῦ τῆς θύρας «οὐδοῦ ἐπαύλεως» καὶ «ὑπέρβη λάϊνον
οὐδόν,» ἀπὸ τοῦ δι' αὐτὸν ὁδεύειν· ἐπὶ δὲ τῆς κοινῶς νοουμένης ὁδοῦ «ἐπειὴ φάσ'
ἀρισφαλέ' ἔμμεναι ὁδόν.»
[οὖλον] ἐπὶ μὲν τοῦ μαλακοῦ «οὔλων τε ταπήτων.» σημαίνει δὲ τὸ ὅλον ἡ λέξις·
«ἄρτον οὖλον ἑλών.» ἐπὶ δὲ τοῦ ὀλεθρίου «οὖλος Ἄρης,» ἐπὶ δὲ τοῦ συνεστραμμένου
«οὔλας ἧκε κόμας» καὶ «χλαῖναν πορφυρέην» μεταληφθήσεται εἰς τὴν ὅλην, ὅ ἐστιν
ὁλοπόρφυρον.
[οὖδας] ἔδαφος.
[οὔθατα] ὁ μὲν Ἀπίων μαστοί. ὅταν δὲ λέγῃ «οὖθαρ ἀρούρης,» μεταφορικῶς λέγει τὸ
κάρπιμον τῆς γῆς. ἔνιοι δὲ τὰ μέσα τῶν ἔντοσθεν, ἅπερ περιεκτικά ἐστι τῶν μαστῶν·
«οὔθατα γὰρ σφαραγεῦντο.»
[οὖλε] ὑγίαινε. ὅθεν καὶ οὐλὴ τὸ ὑγιασμένον τραῦμα.
[οὐλαμός] τάξις· «ἀνὰ οὐλαμὸν ἀνδρῶν.» καὶ ἔστιν κατὰ τὸ ἔτυμον ἰλαμὸς ἡ εἵλησις
καὶ ἐπὶ τὸ αὐτὸ συνάθροισις τῶν ἀνδρῶν. καὶ οὔλας τρίχας ἡμεῖς λέγομεν τὰς φύσει
εἱλουμένας καὶ συστρεφομένας.
[οὐρῆας] ἡμιόνους. ἤτοι ὀριβατοῦσι, διὰ τὸ ὀρούειν πρὸς τοὺς ἀνάντεις τόπους.
[οὖρος] ὁ φύλαξ, καθὸ συνήθως· «οὖρος Ἀχαιῶν.» σημαίνει καὶ τὸν ὅρον [καὶ] τῆς
γῆς· «οἱ δ' ὥστ' ἀμφούροισι δύ' ἀνέρε δηριάασθον» καὶ «τὸν δ' ἄνδρες πρότερον
θέσαν ἔμμεναι οὖρον ἀρούρης.» λέγεται δὲ καὶ οὐδετέρως. λέγει καὶ οὐροὺς τοὺς
τόπους ἐν οἷς ἐνεώλκηνται αἱ νῆες, παρὰ τὸ ἑλκομένας τὰς ναῦς ὀρούειν εἰς τὴν
θάλασσαν.
[ὀφέλλειν] αὔξειν.
[ὄφρα] ἀντὶ τοῦ ἵνα ἢ ὅπως «ὄφρα ἴδῃ Μενέλαον,» ἐπὶ δὲ τοῦ ἕως «ὄφρα μὲν ἠὼς
ἦν.»
[ὄχα] ἐξόχως.
[ὀχεύς] ὁ μὲν ἱμὰς τῆς περικεφαλαίας ἀπὸ τοῦ συνέχειν· ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας καὶ
[ὀχῆες] οἱ μοχλοί, ἀπὸ τοῦ συνέχειν τὰς θύρας. λέγει δὲ καὶ ὀχῆες τὴν τοῦ θώρακος
ζώνην συγκατέχοντας· «ὅθι ζωστῆρος ὀχῆες.»
[ὀχθήσας] οἷον μετεωρίσας τὴν ψυχήν· «τὸν δὲ μέγ' ὀχθήσας.» ἀπὸ δὲ τῶν ὀχθῶν, αἵ
εἰσιν ἀναστήματα τῶν ποταμῶν. τάςσουσι δὲ καὶ ἐπὶ τοῦ στενάζειν, ἀπὸ δὲ τῆς αὐτῆς
ἀρχῆς· καὶ γὰρ ὁ στενάζων τετάρακται τὴν ψυχὴν καὶ ὁ μετεωριζόμενος.
[ὄχθαι] τὰ χείλη τοῦ ποταμοῦ καὶ τὸ ἀνάστημα τῆς γῆς. εἴρηται δὲ παρὰ τὸ ἐξέχειν.
[ὄψον] ὁ μὲν Ἀπίων κακῶς τὸ κρέας· ἀντιμαρτυρεῖ γὰρ ὁ ποιητής, «καὶ τὸ κρόμυον
ποτῷ ὄψον.» ἔστιν οὖν πᾶν προσόψημα ὄψον· λέγει γάρ που «ὄψα τε οἷα ἔδουσι
διοτρεφέες βασιλῆες.»
[πάγοι] αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν· «σπιλάδες τε πάγοι τε.»
[πάγχυ] παντελῶς.
[παιήονα] ποτὲ μὲν τὸν λεγόμενον παιᾶνα, ὕμνον εἰς Ἀπόλλωνα ἐπὶ παραιτήσει
λοιμῶν ἢ στάσεων· ποτὲ δὲ κυρίως θεόν τινα, ὃν συνίστησιν ἰατρὸν τῶν θεῶν, «τῷ δ'
ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων.»
[παιφάσσειν] πυκνῶς ἀπὸ ἄλλου πρὸς ἄλλον ὁρμᾶν μαχόμενον, ἀπὸ τοῦ πάντῃ
φαίνεσθαι. βέλτιον δὲ λέγειν πεποιῆσθαι τὴν λέξιν κατὰ μίμησιν, καὶ σημαίνειν τὸ
πανταχῇ φαίνεσθαι καὶ ἐνθουσιαστικῶς κινεῖσθαι. ἔνιοι δὲ παρετυμολογοῦσι
παιφάσσουσα πάντῃ τὰ φάη περιάγουσα, ὅ ἐστι τοὺς ὀφθαλμούς.
[πάλος] κλῆρος, ἀπὸ τοῦ πάλλεσθαι πρὸς τὴν ἄρσιν τοῦ λαγχάνοντος, ἢ ἀπὸ τοῦ
πάλλεσθαι τὴν καρδίαν τῶν κληρουμένων. ὅθεν ἁμαρτάνουσιν οἱ γράφοντες
πεπαλᾶσθαι· τοῦτο γάρ ἐστι τὸ μεμολύσθαι, καθά φησιν «αἵματι καὶ λύθρῳ
πεπαλαγμένον.» ὥσπερ τοῦ ᾑμαγμένον μετοχικοῦ τὸ ἀπαρέμφατον ᾑμάχθαι διὰ τοῦ
[χ] καὶ [θ], οὕτως πεπαλάχθαι ἀπὸ τοῦ πεπαλαγμένον εἶναι, ὡς καὶ ἀπὸ τοῦ
ἠλλαγμένος τὸ ἠλλάχθαι.
[πάλιν] εἰς τοὐπίσω· «αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ.» καὶ παραλλήλως ἄψ· ὡς
γὰρ τὸ ἂψ ὀπίσω, οὕτως καὶ τὸ πάλιν. καὶ [παλιμπλαγχθέντας] εἰς τοὐπίσω
πλανηθέντας.
[Παλλάς] ἐπίθετον ἴδιον Ἀθηνᾶς, ὡς μὲν Ἀπίων, ἀπὸ τοῦ παίειν τοὺς λαούς, ἢ ἀπὸ
τοῦ πάλλειν τὸ δόρυ, ἢ ἀπὸ τοῦ πάλλειν κατὰ τὴν ἡλικίαν· παρθένος γάρ ἐστιν, ὅθεν
καὶ ὁ πάλλαξ ὠνόμασται. ἔνιοι δὲ ὅτι Πάλλαντα ἀνεῖλεν ἕνα τῶν Γιγάντων· τοῦτο δὲ
οὐκ ἄν τις ἐξ Ὁμήρου παραστήσειε.
[παλάξαι] μαλάξαι Ἀπίων καὶ συνθραῦσαι. ἔστι δὲ μᾶλλον βρέξαι, ἀφ' οὗ καὶ πηλὸς ἡ
βεβρεγμένη γῆ.
[παλαιφάτου] ὁ Ἀπίων πάλαι ἐσθιομένης [ἐστί]· ἐπὶ γὰρ τῆς δρυός φησιν «οὐ γὰρ
ἀπὸ δρυός ἐστι παλαιφάτου.»
[πάντοσε] εἰς πάντα τὸν τόπον· «πάντοσε χεῖρ' ὀρέγων ὡσεὶ πτωχός,» εἰς πάντας. ἐπὶ
δὲ τῆς ἀσπίδος «παντοσεΐσην,» κατὰ πάντα, ἀπὸ παντὸς μέρους ἴσην.
[πάροιθεν] ἔμπροσθεν, καὶ ἐπὶ τόπου καὶ ἐπὶ χρόνου, ἐπὶ τόπου μὲν «πάροιθεν δὲ
δαίδαλον ἦεν» καὶ «πάροιθ' αὐτοῖο καθέζετο,» ἐπὶ δὲ χρόνου «τὸν δ' Ὀδυσεὺς
προπάροιθεν ἰδών.»
[παρθένιος] ὁ ἐξ ἀνεκδότου λαθραίως γενόμενος, ἀπὸ τοῦ δοκεῖν ἔτι παρθένον εἶναι
τὴν γεγεννηκυῖαν αὐτόν.
[παραβλῶπες] παραβλέπουσαι.
[παρέξ] παρεκτός.
[παρήπαφεν] ἐξηπάτησεν.
[παρηέρθη] παρηνέχθη.
[παραρητοῖσι] παραμυθητικοῖς.
[πάρφασις] παραμυθία.
[παρελεύσεται] παραδράμει, παραλογιεῖται. μετενήνεκται δὲ ἀπὸ τῶν τροχαζόντων·
ὁ γὰρ παρελθὼν τὸν τροχάζοντα νικᾷ.
[παρπεπιθόντες] παραπείσαντες.
[παχνοῦται] πήσσεται.
[πασσυδίῃ] μετὰ πάσης σπουδῆς. συθῆναι γὰρ τὸ ὁρμηθῆναι, ὅθεν καὶ ὁ σῦς, παρὰ τὸ
σεύεσθαι· ὁρμητικὸν γὰρ τὸ ζῷον.
[πᾶσσε] ἐπὶ μὲν τοῦ καὶ ἡμῖν νοουμένου «πᾶσσε δ' ἁλὸς θείοιο,» ἐπὶ δὲ τοῦ
ἐποίκιλλεν «πολλοὺς δ' ἐνέπασσεν ἀέθλους.» ἀφ' οὗ καὶ [παστὸν] λέγομεν γαμικὸν
ποικίλον ὕφασμα κυρίως.
[πᾶσαι] ἐπὶ μὲν τοῦ ἡμῖν συνήθους «ἐείκοσι πᾶσαι ἐφύσων·» καὶ ἐπὶ τοῦ ὅλαι.
[παύρους] ὀλίγους.
[περί] ἐπὶ μὲν τοῦ ἡμῖν συνήθους «αἳ περιναιετάουσιν,» ἐπὶ δὲ τοῦ ὑπέρ «περὶ μὲν
βουλῇ Δαναῶν,» καὶ ἐπὶ τοῦ περισσῶς «περὶ γάρ μ' ἐφίλει.»
[πείρατα] ἐπὶ μὲν τῶν δεσμῶν, καὶ ἐπὶ τοῦ πέρατα. σημαίνει καὶ τὰ τεχνικὰ ἐργαλεῖα.
[πεῖραρ] τὸ μὲν πέρας τοῦ σχοινίου «πεῖραρ ἐπαλλάξαντες,» ἐπὶ δὲ τοῦ πέρατος
«πεῖραρ ὀϊζύος.»
[πείρινθα,] ἃ λέγομεν πειρίνθια, τὰ ἐπὶ τῆς ἁμάξης, εἰς ἃ ἐντίθεται τὰ πρὸς τὴν
χρείαν, ἕνεκα τοῦ πλείω χωρεῖν.
[Πελασγοί] οἱ Θεσσαλοί.
[πέλεθρον] πλέθρον. ἔστι δὲ μέτρον γῆς, ἕκτον σταδίου.
[πέπον] λαμβάνεται καὶ ἐπὶ ἐπαίνου καὶ ἐπὶ τοῦ ἐκλύτου. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν
πεπαινομένων καρπῶν, οἳ μετρίως μὲν πεπανθέντες εὔχρηστοι καὶ ἀπόδεκτοι,
ὑπερπεπανθέντες δὲ ἔκλυτοι καὶ σεσηπότες.
[περκνόν] μελανόν. καὶ περκάζειν ἔτι λέγομεν τὴν σταφυλὴν τὴν ἤδη μελαινομένην.
[περιώσιον] περιωσίως.
[περιδώσομαι] συνθήσομαι.
[περιτροπέων] περιτρεπόμενος.
[περιδέξιος] οἱ μὲν περισσῶς δεξιὸς περὶ τὴν τοῦ δόρατος βολήν, οἱ δὲ καὶ
ἀμφοτέρων τῶν χειρῶν ὡς τῇ δεξιᾷ βάλλων.
[πευκαλίμῃσι] ταῖς πικραῖς καὶ συνεταῖς φρεσί, καὶ [πευκεδανὸν] τὸ πικρόν, ἀπὸ τῆς
πεύκης, καὶ πευκεδανὸν πόλεμον τὸν πικρὸν μεταφορικῶς, ἐπεὶ πολλῶν αἴτιος κακῶν.
[πεφευγμένος] πεφευγώς.
[πῆ] ἐς τίνα τόπον· «πῆ ἔβη Ἀνδρομάχη;» καὶ «πῆ δὴ τόνδε μολοβρὸν ἄγεις;» ὁ δὲ
Δημήτριος ὁ Ἰξίων, τοῦ ποῖ τῶν Ἀττικῶν ὄντος ἰδίου, τὸ δὲ πῆ Ἰακὸν καὶ Ὁμήρῳ
σύνηθες. τοῦτο δὲ βαρυτονηθὲν ἀόριστον γίνεται, οἷον «νῦν δ' ἂρ οὔτ' ἄρ πη θέσθαι
ἐπίσταμαι» ἀντὶ τοῦ εἰς οὐδένα τόπον ἐπίσταμαι.
[πηγυλίς] παγετός.
[πηδῷ] τῷ πλάτει τῆς κώπης, ὡς μὲν Ἀπίων, ἀπὸ τοῦ παίειν, ὡς δ' ἔνιοι, ἀπὸ τοῦ
ξύλου τοῦ πηδίνου λεγομένου, ὡς δὲ πιθανώτερον, ἀπὸ τοῦ κατὰ τὴν πῆξιν ὥσπερ
πηδᾶν τὴν κώπην.
[πιείρη] λιπαρά. ὅταν δὲ λέγῃ τὴν πίειραν, μεταφορικῶς τὴν εὐδαίμονα λέγει, καὶ
πίονα δῆμον τὸν λιπαρὸν καὶ εὐδαίμονα. ὁ δὲ Ἀπίων ἀναγράφων, καὶ τὸ πεῖαρ
ἠγνόησεν, ὅ ἐστι πέρας, διὰ τοῦ [ε] καὶ [ι] θέλει γράφεσθαι, ὅ ἐστι «μέγα πεῖαρ ὀϊζύος
ἡμῖν ἱκάνει.»
[πίσυρας] τέσσαρας.
[πίσυνοι] πεποιθότες.
[πιθήσας] πιστεύσας.
[πινυτήν] φρόνησιν.
[πίονα ἔργα] τὰ γεωργικὰ λέγει κατ' ἐξοχήν. πίονα δὲ τὰ ἡμᾶς πιαίνοντα, πιαντικά.
[πλατὺν Ἑλλήσποντον.] οὐ καθολικῶς λέγει πλατύν, ἀλλὰ τὸ κατὰ τὴν Τροίαν μέρος
τοῦ Ἑλλησπόντου, ἀπὸ τοῦ μέρους τὸ ὅλον τροπικῶς λέγων· κατὰ γὰρ Σηστὸν καὶ
Ἄβυδον πλατύς ἐστιν Ἑλλήσποντος.
[πλεῖαι] πλήρεις.
[πλήμνη] ἡ χοινικὶς τοῦ τροχοῦ, ἀπὸ τοῦ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος.
[πλωτῇ] λέγει μὲν ἐπὶ τῆς Αἰόλου νήσου, ὁ μέντοι Κράτης ἀκούει πλεομένῃ, ὁ δὲ
Ἀρίσταρχος κινουμένῃ καὶ πλεούσῃ.
[πλῶεν] ἔπλεον.
[ποδηνεκέα] βαθεῖαν, ὥστε ἀπὸ τοῦ αὐχένος μέχρι τῶν ποδῶν διικνεῖσθαι.
[πολιόν τε σίδηρον] τὸν λευκὸν καὶ λαμπρὸν μεταφορικῶς, καθάπερ πολιὴν τὴν
θάλασσαν τὴν λευκὴν ἀπὸ τῆς τῶν κυμάτων φαντασίας. ὁ δὲ Ἀπίων φησίν· ὅταν
κλασθῇ ὁ σίδηρος, λευκὸς φαίνεται· ἢ τίμιον· ἢ ὅτι διὰ πολλοῦ φαίνεται καὶ λευκός.
ἡ δευτέρα καὶ ἀσαφὴς καὶ μακρόθεν· θέλει γὰρ τίμιον, καθὸ καὶ οἱ γέροντες πολιοὶ
ὄντες τίμιοι εἰσίν. τοῦτο δέ ἐστιν ἀπίθανον καὶ μακρόθεν· διὰ τοῦτο γὰρ οὐδέποτε
εἶπε τὸν χρυσὸν πολιόν. καὶ τὸ τρίτον δὲ τῆς ἐτυμολογίας ἀβέβαιον.
[ποιμήν] κυρίως μὲν ὁ τῶν προβάτων. μεταφορικῶς δὲ ἀπὸ τῶν προβάτων ἔστιν ὁ
ἡγεμών, καὶ τὸν βασιλέα λέγει.
[πολύκμητον] τὸν σίδηρον ἐπιθετικῶς, τὸν μετὰ πολλοῦ καμάτου γεγενημένον, ἢ τὸν
πολὺν κάματον παρέχοντα.
[πόνος] τὸ ἐνέργημα.
[πόρκης] ὁ δάκτυλος τῆς ἐπιδορατίδος. καὶ ἔστιν ἐτύμως περιοχής, ἀπὸ τοῦ περιέχειν
τὴν ἐπιδορατίδα.
[πόρτις] ἣν δάμαλιν καλοῦμεν. λέγει δὲ αὐτὴν καὶ πόρτακα· «ἀμφὶ δ' ἂρ αὐτῷ βαῖν'
ὅστις περὶ πόρτακι μήτηρ.» λέγονται δὲ καὶ πόριες.
[πορφύρῃ] πορφυρίζηται, ταράσσηται· «ὡς δ' ὅτε πορφύρῃ πέλαγος.» ἐστιν οὖν
πεποιημένη ἡ λέξις, ὡς τὸ μορμύρων.
[πόρδαλις.] τοῦ ποιητοῦ λέγοντος ποτὲ μὲν διὰ τοῦ [ο] στοιχείου, «πόρδαλις ἠδὲ
μέγας σῦς,» ποτὲ δὲ διὰ τοῦ [α], «παρδαλέην ὤμοισιν ἔχων.» Ἀπίων δέ φησι
διαφέρειν· πόρδαλιν μὲν γὰρ τὸ ἀρσενικόν, πάρδαλιν δὲ τὴν θήλειαν, καὶ τὸν μὲν ἀπὸ
τοῦ προάλλεσθαι, τὴν δὲ ἀπὸ τοῦ παράλλεσθαι. ῥητέον δὲ ὅτι κοινῶς φαίνεται λέγων,
«θώων πορδαλίων λύκων τ' ἤϊα πέλονται,» ὥστε ἐπὶ τοῦ ζῴου διὰ τοῦ [ο], ἐπὶ δὲ τῆς
δορᾶς διὰ τοῦ [α].
[πόσιος] ποτὲ μὲν τῆς πόσεως, ποτὲ δὲ τοῦ κατὰ νόμον ἀνδρός.
[πότμος] θάνατος.
[πραπίδες] φρένες. καὶ τὸν τόπον δὲ ἔοικεν ὁμωνύμως σημαίνειν· διό φησιν «ἧπαρ
ὑπὸ πραπίδων.»
[προβοῶντε] ὁ μὲν Ἀπίων προβαίνοντες ἢ φωνοῦντες· καὶ γὰρ «ἤϊε μακρὰ βιβάς,»
οἷον προεγκελευόμενος μετὰ βοῆς.
[προβλῆτας.] ἐπὶ τοῦ «στήλας τε προβλῆτας ἐμόχλευον» ἐὰν μὲν τὰς στήλας, οἱ μὲν
τὰς ἔξω προβεβλημένας, ὡς τὰς Αἰγυπτιακὰς οἰκοδομάς, ἕνεκεν ἀσφαλείας, οἱ δὲ τὰς
πρώτας βεβλημένας, ὅπερ καὶ μᾶλλον· ἐπεξηγεῖται γὰρ αὐτὸς εἰπὼν «ἃς ἂρ Ἀχαιοὶ
πρώτας ἐν γαίῃ θέσαν.» ὅταν δὲ λέγῃ «προβλῆτι σκοπέλῳ,» ἑτέρως ἀκουστέον, τῷ
προβεβλημένῳ φυσικῶς εἰς θάλασσαν.
[πρωτοπαγής.] ἐπὶ μὲν τῶν ἁρμάτων δίφρων τὸ ἐπίθετον, σημαίνει δὲ τοὺς πρώτως
νῦν πεπηγμένους· «καλοὶ πρωτοπαγεῖς.» πρωτοπαγέα δὲ πρώτως παγεῖσαν, ὅ ἐστιν
ἐξόχως, ἢ πρῶτον πεπηγυῖαν, ὅ ἐστι καινήν· ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος.
[προΐηλε] ἐπὶ μὲν τοῦ προσέφερεν καὶ προεξέτεινεν «ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε
τράπεζαν,» ἐπὶ δὲ τοῦ ἐξέπεμψεν «Ζεὺς δ' ἔριδα προΐαλλε.»
[πρόχνυ] ἐπὶ μὲν τοῦ ἐπὶ γόνατα, προγόνυ, «πρόχνυ καθεζομένη,» ἐπὶ δὲ τοῦ
παντελῶς «πρόχνυ ἐπὶ πολλῶν ἀνδρῶν.»
[προΐκτης] προσαίτης, ἀπὸ τοῦ προῖκα βούλεσθαι λαμβάνειν, τουτέστι δωρεάν, ἢ ἀπὸ
τοῦ προϊκνεῖσθαι καὶ δέεσθαι, οἷον προαπαντᾶν.
[προχόῳ] τῇ ἐπιχύσει.
[πρότμησις] ὁ παρὰ τὸν ὀμφαλὸν τόπος ἢ ὑπὲρ τὸν ὀμφαλόν, κατὰ λαγόνα.
μετενήνεκται δὲ ἀπὸ τῶν τετραπόδων, ἅπερ ἀνατέμνεται ἀπ' ἐκείνου τοῦ μέρους. ἢ
κατὰ τὸν μηρόν· προεκτέμνουσι γὰρ αὐτὰ τῶν ζῴων, οἷον «μηρούς τ' ἐξέταμον.» οἱ
δὲ τὴν ὀσφὺν ἀποδιδόασιν, οἱ δὲ αὐτὸν τὸν ὀμφαλὸν διὰ τὸ ἐκτέμνεσθαι τῶν βρεφῶν.
τῶν δ' ἅπαξ εἰρημένων.
[προφόως] πρὸ τοῦ καθήκοντος χρόνου εἰς φῶς αὐτὸν προήγαγεν· «ἐκ δ' ἄγαγε
προφόωσδε καὶ εἰλιτόμηνόν περ ἐόντα.»
[πρυμνόν] τὸ ἔσχατον, καὶ [πρυμνὴν] τὴν ἐσχάτην. καὶ ὁ λίθος «πρυμνὸς παχύς.» καὶ
ἡ τῆς νεὼς πρύμνα τὸ ἔσχατον μέρος.
[προβαλοίμην] ὑπερβαλοίμην.
[πρώτῃσι θύρῃσι] ἐπ᾿ ἄκραις ταῖς θύραις, οἷον ἐπὶ τοῦ ὁδοῦ.
[πρώτῳ ῥυμῷ] τῷ ἄκρῳ. δηλοῖ δὲ καὶ τὸ σύνηθες ἡμῖν· «πρώτῳ τοι μετ' ἐμεῦ.»
[πρών] ὄρους ἐξοχή, ἀπὸ τοῦ προῶσθαι· «ὥστε πρὼν ἰσχάνει ὕδωρ.»
[πυγούσιον] πηχυαῖον· «βόθρον ὀρύξας ὅσον τε πυγούσιον.» πυγὸν γάρ ἐστιν εἶδος
μέτρου ἀπὸ τοῦ ἀγκῶνος ἕως ἔξω τῆς χειρός.
[Πυγμαῖοι] ἔθνος πρὸ τῆς Αἰγύπτου, τὸ μέγεθος μικρόν, οἷον πηχυαῖον. ἔνιοι δὲ
κακῶς ἀποδεδώκασι γεωργοὺς ἐπὶ τῇ πυγμῇ. προΐενται δὲ τὰ σπέρματα, ἅπερ αἱ
γέρανοι κατεσθίουσιν ἐκ Θρᾴκης παραγινόμεναι. οὐκ ἔοικε δὲ ὁ ποιητὴς τοῦτο
δηλοῦν· τὸ γὰρ «φόνον κῆρα φέρουσαι» διαμάχην αὐτῶν πρὸς τὰς γεράνους καὶ τὴν
ἀναίρεσιν δηλοῖ.
[πύσει] σήψει, καὶ τὸ [πυθομένων] σηπομένων. καὶ τὸ πύον δὲ λέγομεν, αἷμά ἐστι
κατὰ μεταβολὴν εἰς σῆψιν ἐπιδεδεγμένον.
[πυλάρταο καρτεροῖο.] μίαν διάνοιαν αἱρετέον διὰ τῶν δύο λέξεων· βούλεται γὰρ
λέγειν τοῦ τὰς πύλας ἐπαρτῶντος ἰσχυρῶς, οἷον ἐφαρμόζοντος. ἐπὶ δὲ τοῦ Ἅιδου τὸ
τοιοῦτόν φησιν, ἐπεὶ τῶν ἀποθανόντων οὐχ οἷόν τέ ἐστιν ἐκ τῶν ὑπογείων τόπων
καθυποστρέψαι. ὁ δὲ Ἀπίων πυλάρταο τοῦ ταῖς πύλαις προσηρτημένου, ἢ πύλας
ἀπαρτίζοντος, ἢ πυλωροῦ ἰσχυροῦ.
[πύργος] ὁτὲ μὲν κυρίως, «πύργῳ ἐφειστήκει,» ὁτὲ δὲ τεῖχος, «οἳ δ' ὡς οὖν εἶδον
Ἑλένην ἐπὶ πύργον ἰοῦσαν» καὶ «ὑπερβήσομαι ἣν πέρι πύργος ὑψηλός·» ὅθεν καὶ τὴν
ἀτείχιστον ἀπύργωτον λέγει. ὁτὲ δὲ τὴν τάξιν, «νῦν δὲ φίλως χ' ὁρόω καὶ εἰ δέκα
πύργοι Ἀχαιῶν,» καὶ ἐπιῤῥηματικῶς «οἱ δέ τε πυργηδόν.» ὁτὲ δὲ δὴ μέρος τι τείχους,
«τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν.» ὁτὲ δὲ κατὰ μεταφορὰν ἀσφάλειαν καὶ φυλακήν,
«τοῖος γάρ σφιν πύργος ἀπώλετο.»
[πύρνον] τὴν σιτοδοσίαν, τροφήν, παρὰ τὸν πυρόν. ὁ δὲ Ἀπίων τὰ μὲν πύρνα σιτία,
τὸν δὲ πύρνον ψωμόν.
[ῥαθάμιγγες] σταγόνες.
[ῥάσσατε] ῥάνατε.
[ῥέξας] ἐπὶ μὲν τοῦ θύσας «ῥέξας ἱερά,» ἐπὶ δὲ τοῦ πρᾶξαι «ῥεχθὲν δέ τε.»
[ῥηξήνορα] πολεμιστήν, ἀπὸ τοῦ διαῤῥήσσειν τὰς φάλαγγας, τουτέστι τὰς τάξεις τῶν
ἀνδρῶν. καὶ αὐτὸ τὸ ἔργον [ῥηξηνορίη·] «ἔργον δέ μοι οὐ φίλον ἔσκεν, οὐ
ῥηξηνορίη.» ἔστι δὲ καὶ κύριον ὄνομα· «Ναυσίθοος τέκε Ῥηξήνορά τ' Ἀλκίνοόν τε.»
[ῥήσσοντες] τύπτοντες.
[ῥήτρη ὁ] μὲν Ἀπίων ὁμιλία, ῥῆσις, ἀπὸ τοῦ ῥήσκειν, ὅ ἐστι λέγειν, ὅθεν καὶ ῥήτωρ
ὠνόμασται. βέλτιον δὲ τὴν ἐπὶ ῥητοῖς τισὶ συνθήκην ποιεῖν.
[ῥίγησεν] ἔφριξεν, καὶ [ῥίγιον] τὸ φρικτὸν καὶ χαλεπόν, καὶ [ῥιγέστατα] τὰ φρικτὰ
καὶ χαλεπά, καὶ «ῥιγεδανῆς Ἑλένης» τῆς φρικώδους.
[ῥίμφα] ταχέως.
[ῥινός] ἐπὶ μὲν τοῦ δέρματος τοῦ μυκτῆρος «ῥινὸς ὑπὲρ πυμάτης,» ἐπὶ δὲ τῆς ἀσπίδος
«ῥινούς τε βοῶν.»
[ῥῖον] ἀκρωτήριον ὄρους· «οὐ γὰρ ἐῴκει ἀνδρὶ σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι.»
[ῥίπεσσι] πλέγμασι.
[ῥοδοδάκτυλος] ἡ ῥοδόχρους, ἀπὸ μέρους καλή. εἴρηται δὲ διὰ τὰς κατὰ τὴν
ἀνατολὴν φαινομένας ἀκτῖνας ἡλίου.
[ῥύσια] τὰ ἐνεχυράσματα.
[ῥυστάζοντας] ἕλκοντας. ἀπὸ τοῦ αὐτοῦ δὲ καὶ τοὺς ἑλκυστοὺς λίθους καὶ μὴ διὰ
χειρῶν βασταχθῆναι δυναμένους ῥυτοὺς λέγει· «ῥυτοῖσι λάεσσι.» ἀπὸ τῆς αὐτῆς
ἐννοίας καὶ τοὺς τοξότας καὶ ἕλκειν ἐπισταμένους τὸ τόξον· «οἷόν τε ῥυτῆρα βιοῦ τ'
ἔμμεναι καὶ ὀϊστῶν.» σημαίνει δὲ παρὰ τὸ ῥύεσθαι, ὅ ἐστι φυλάσσειν, τὸν φύλακα·
«αὐτοῦ.»
[ῥῶπας] εἶδος φυτοῦ· «ῥῶπάς τε λύγους τε.» καὶ «διαῤῥωπήϊα πυκνά» τοὺς τόπους ἐν
οἷς ῥῶπες φύονται.
[ῥωχμός] ῥῆξις, ῥαγάς, οἷον ῥωχμός, ἐκκοπὴ ὕδατος· «ῥωγμὸς ἔην γῆς.»
[ῥωγαλέα] διεῤῥωγότα, καὶ [ῥωγαλέον] τὸν διεῤῥηγμένον θώρακα· διὰ γὰρ τοῦ
παρακολουθοῦντος εὔχεται Ἀγαμέμνων Ἕκτορα ἀνελεῖν.
[σάκος] ἀσπίς· ἀφ' οὗ καὶ οἱ νεώτεροι σακτὴν τὴν ὅλην πανοπλίαν λέγουσιν, ὡς
Σοφοκλῆς. καὶ «σακεσπάλος ἱππότα Τυδεύς» ὁ πολεμικός, ὁ κατὰ τῶν ἐναντίων τὰ
σάκη πάλλων. καὶ τὸ «σάκε' ὤμοισι κλίναντες» τὸ λεγόμενον κεραμιδῶσαι.
[σάλπιγξ] συνήθως· «ὡς δ' ὅτ' ἀριζήλη φωνή, ὅτε τ' ἴαχε σάλπιγξ.»
[σαρδάνιον.] σαρδόνιος λέγεται γέλως ὁ καθ᾿ ὑπόκρισιν γενόμενος, ἀπὸ τοῦ
σεσηρέναι τοῖς ὀδοῦσι.
[σάω·] «ἀλλὰ σάω μὲν ταῦτα καὶ σάω δ' ἐμέ» ἀντὶ τοῦ σῶζε.
[σέβας] θαῦμα, κατάπληξις· «σέβας μ' ἔχει εἰσορόωντα.» ἀπὸ τούτου σέβεσθαι τὸ
ἐντρέπεσθαί τινα διὰ τὸ θαυμάζειν· «σεβάςσατο γὰρ τόγε θυμῷ,» ὅ ἐστι σεβαστὸν
ἡγήσατο.
[σέθεν] σοῦ. τοῦτον δὲ ἴσον δύναται καὶ τὸ σεῦ καὶ τὸ σέο καὶ τὸ σεῖο. τὸ δὲ καθ᾿
Ὅμηρον σύναρθρον ἴσον τῷ τοῦ σοῦ [σοῖο·] «μνήσαιο πατρὸς θεοῖς ἐπιείκελ'
Ἀχιλλεῦ.»
[σεύας] παρορμήσας. ὅταν δὲ φῇ «καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα,» ἀντὶ
τοῦ ἀπεσόβησαν. καὶ τὸ «εἴπερ ἂν αὐτὸν σεύωνται» σοβῶσι μεθ' ὁρμῆς. οὕτως καὶ
Ἡλιόδωρος.
[σῆμα] ἐπὶ μὲν τοῦ σημείου «καί κ' ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα» καὶ πάλιν
«σῆμα δέ τοι ἐρέω·» ἐστι δὲ καὶ ἐπὶ τοῦ τάφου.
[σηκοί] αἱ ἐπαύλεις, ἀπὸ τοῦ εἰσαχθέντα σῶα εἶναι. ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας τὸ «καί
νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτ' ἄρνες,» συνεκλείσθησαν προβάτων τρόπον ὡς εἰς
σηκούς. καὶ ὁ [σηκοκόρος] ὁ ἐπιμέλειαν τῶν σηκῶν ποιούμενος, τοῦ κορεῖν
ἐγκειμένου, ὅπερ ἐπὶ τοῦ καλλύνειν καὶ κοσμεῖσθαι τάσσεται· ἀφ' οὗ καὶ νεωκόρος.
[σημάντορες] οἱ βασιλεῖς, ἀπὸ τοῦ σημαίνειν, ὅπερ ἐστὶν ἐπιτάσσειν. ἀπὸ δὲ τῆς
αὐτῆς ἐννοίας καὶ τὸν ποιμένα σημάντορα λέγομεν, «σημάντορος οὐ παρεόντος,» καὶ
[ἀσημάντοισιν] τοῖς ἀφυλάκτοις.
[σιάλοιο] λιπαροῦ καὶ εὐτραφοῦς. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὴν λέξιν φησὶ σιάλους
τοὺς μεγάλους σῦς, ἀπὸ τοῦ περὶ τοὺς ὀδόντας σιάλου.
[Σίντιες] φημὶ Ὅμηρος φαίνεται λέγων ἄνδρας τινὰς ἐθνικῶς τὴν Λῆμνον οἰκοῦντας·
«ἔνθα με Σίντιες ἄνδρες.» ἐν δὲ Ὀδυσσείᾳ «οἴχεται ἐς Λῆμνον κατὰ Σίντιας
ἀγριοφώνους.» οὕτως δὲ καὶ Ἀρίσταρχος ἐδέξατο. ὁ δὲ Ἀπίων ἐπιφέρει· Σίντιες οἱ
σινωταί, κακοῦργοι· ὅθεν καὶ ὁ λέων σίντης λέγεται. τινὲς δὲ τοὺς ἐν τῇ Λήμνῳ
κατοικοῦντας Σίντιας ἀπέδωκαν. φαίη δ' ἄν τις τὸ μὲν λέων σίντης ἐπιθετικῶς παρὰ
τὸ σίνεσθαι, καὶ σίνται πληθυντικῶς, παρὰ τὸ βλάπτειν· οἱ δὲ Σίντιες ψιλῶς λέγονται
ἐθνικῶς, οὐχὶ πάντως ἀπὸ τῆς αὐτῆς ἐννοίας, ἀλλ' ὡς πολλὰ τῶν βαρβάρων ἐθνῶν, ἃ
οὐ πάντως ἐτυμολογοῦμεν, ὡς οὐδὲ τοῦτο.
[σκαιῇ] τῇ ἀριστερᾷ, παρὰ τὸ ἐσκάσθαι· ἡ γοῦν δεξιὰ παρὰ τὴν δέξιν ὠνόμασται. ἢ
ὅτι ἀσθενεστέρα ἐστὶ τῆς δεξιᾶς, τὸ δὲ ἀσθενὲς σκάζει· ὅθεν καὶ ὁ τῇ βάσει
λειπόμενος σκάζειν λέγεται. ὕστερον δ' ἐκλήθη κατ' εὐφημισμὸν ἀριστερὰ καὶ
εὐώνυμος.
[Σκαιῇσι πύλῃσι.] οὕτω λέγονται αἱ τῆς Ἰλίου πύλαι ἤτοι κατὰ τὴν εἴσοδον ἐξ
ἀριστερῶν οὖσαι, ἢ ὅτι σκαιαὶ κατ' αὐτὰς ἐγένοντο μάχαι.
[σκῆπτρον] λέγεται μὲν πᾶσα ῥάβδος, ἀπὸ τοῦ ἐπ᾿ αὐτῆς σκηρίπτεσθαι, ὅ ἐστιν
[ἐπερεῖσθαι ἤγουν] ἐπερείδεσθαι· ἤδη δὲ καὶ τὸ βασιλικὸν σύμβολον, ποιά τις οὖσα
ῥάβδος, σκῆπτρον λέγεται, οἱ δὲ βασιλεῖς σκηπτοῦχοι. ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας καὶ
«σκηπανίῳ γαιήοχος ὦρσεν Ἀχαιούς,» καὶ [σκηπτόμενος] ἀντὶ τοῦ ἐπερειδόμενος.
λέγει δὲ καὶ ἀπὸ τοῦ συμβόλου αὐτὴν τὴν βασιλείαν σκῆπτρον· «σκῆπτρον ἠδὲ
θέμιστας.»
[σκέδασον] χώρισον.
[σκεψάμενος] ἀποβλέψας.
[σκέπας] σκέπη.
[σκοπός] ἐπὶ μὲν τοῦ κατασκόπου «σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι,» ἐπὶ δὲ τῆς
ἁπλῶς παρατηρούσης «δμῳάων σκοπός ἐστι κατὰ μέγαρα.»
[Σμινθεῦ] ἐπίθετον Ἀπόλλωνος, κατὰ τὸν Ἀρίσταρχον ἀπὸ πόλεως Τρωϊκῆς Σμίνθης
καλουμένης. ὁ δὲ Ἀπίων ἀπὸ τῶν μυῶν, οἳ σμίνθιοι καλοῦνται· καὶ ἐν Ῥόδῳ σμίνθια
ἑορτή, ὅτι τῶν μυῶν ποτὲ λυμαινομένων τὸν καρπὸν τῶν ἀμπελώνων Ἀπόλλων καὶ
Διόνυσος διέφθειραν τοὺς μύας. ἀλλ' Ἀρίσταρχος ἀπρεπὲς ἡγεῖται ἀπὸ χαμαιπετοῦς
ζῴου τὸν θεὸν ἐπιθέτῳ κεκοσμῆσθαι ὑπὸ τοῦ ποιητοῦ.
[σμύχοιτο] ἀφανίζοιτο.
[σμυγερῶς] ἐπιπόνως.
[σμώδιξ] μώλωψ. καὶ φασὶν ἐτυμολογοῦντες ἔνιοι σμώδιξ εἶναι διὰ τὸ τοὺς μώλωπας
παρ' ὅλον τὸ σῶμα διαδήλους εἶναι· «πυκναὶ δὲ σμώδιγγες.» ὁ δὲ Ἀπίων οὕτως
μεταφράζει· σμώδιξ τὸ ἀπὸ τῆς πληγῆς οἴδημα.
[Σόλυμοι] ἔθνος βαρβαρικόν. ἔστι δὲ καὶ κατὰ Πισιδίαν ὄρη Σόλυμα καλούμενα.
[σόλος] Ἀπίων δίσκος σιδηροῦς, ὁτὲ δὲ δίσκος λίθινος. ἐπὶ μὲν τοῦ ἐπὶ Πατρόκλῳ
ἀγῶνος «σόλον αὐτοχόωνον,» παρὰ δὲ τοῖς Φαίαξι «βόμβησε δὲ λίθος.»
[σόοι] σωτήριοι.
[σπερχόμενος] ἐπειγόμενος.
[σπέος] σπήλαιον.
[σπεῖρον] καὶ τὸ καλὸν ἱμάτιον καὶ τὸ ῥακῶδες. τέταχε δὲ καὶ ἐπὶ τοῦ ἐκ τῶν ἱματίων
πεποιημένου ἀρμένου· «τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον.»
[σπουδῇ] μόλις καὶ δυσέργως· «σπουδῇ δ' ἕζετο λαός.» ὅθεν καὶ τὸ [ἀσπουδεί,] οἷον
ἄνευ κακοπαθείας. τάσσει δέ ποτε καὶ ἐπὶ τῆς καθ᾿ ἡμᾶς ἐννοίας, καθ᾿ ἣν λέγομεν
ἐσπουδασμένως τόδε ποιεῖν.
[σταυροί] καταπῆγες καὶ σκόλοπες καὶ πάντα τὰ διανιστάμενα ξύλα· ἀφ' ἧς ἐννοίας
καὶ οἱ καθ᾿ ἡμᾶς ὀνομάζονται. ὁ δὲ Ἡλιόδωρος σταυροὺς ἀπὸ τοῦ ἑστάναι, οἱ
λεγόμενοι σκοπίοι.
[στέρνον] στῆθος.
[στεῖρα] τὸ ἐξέχον τῆς πρώρας ξύλον, διὰ τὸ στερεὸν εἶναι καὶ ἄῤῥηκτον. οὕτω δὲ
λέγει καὶ τὴν ἄτοκον· «βοῦν ἥτις ἀρίστη.»
[στεφάνη] ἐπὶ μὲν τῆς κυκλοτεροῦς καταφορᾶς «ὅντε κατὰ στεφάνης ποταμός,» ἐπὶ
δὲ εἴδους περικεφαλαίας «αὐτὰρ ἐπεὶ στεφάνην κεφαλῆφιν ἀείρας.» καὶ κόσμου
γυναικείου γένος· «ἐϋστέφανός τε Μυκήνη.» ἐπὶ δὲ τοῦ «ὅντε κατὰ στεφάνης
ποταμός» Ἀρίσταρχος μὲν ἀπ' ἄκρου τοῦ ὄρους, ὁ δὲ Κομανὸς ἀποδέδωκεν ἀπὸ τοῦ
ὑψηλοτάτου μέρους.
[στέφανος.] ἐπὶ τούτου τοῦ στίχου «πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε»
Κομανός φησι τὴν περὶ αὐτὸν τοῦ πολέμου καὶ τῶν ὅπλων στάσιν, ἀπὸ μεταφορᾶς
τῆς στεφάνης, ἥ ἐστιν ἐπιπόλαιον γυναικείας κεφαλῆς. ὁτὲ δὲ καὶ περικεφαλαίας
εἶδος.
[στείχειν] πορεύεσθαι.
[στήλας] τοὺς λίθους τοῦ τείχους τοὺς προεστῶτας κάτωθεν. λέγει δὲ καὶ ἣν ἡμεῖς ἐπὶ
τοῖς κατοιχομένοις φαμέν, ἀπὸ τοῦ ἑστάσθαι· «στήλῃ κεκλημένος.»
[στίχες] τάξεις, καὶ [ἐστιχόωντο] ἐτάσσοντο, καὶ «τῆς μὲν ἰῆς στιχός» ἀντὶ τοῦ
τάξεως.
[στόμα λαύρης] τὴν φέρουσαν θύραν εἰς τὴν ἔξοδον· «καὶ ἀργαλέον στόμα λαύρης,»
τὸ τῆς θύρας χάσμα.
[στροφάλιγγι] τῇ ὑποστροφῇ.
[στρεπτοῖο χιτῶνος] τοῦ ὑποδετοῦ. εἴρηται δὲ οὕτως διὰ τὸ ὑφαντοὺς ὄντας οἵους τε
εἶναι στρέφεσθαι. ὁ δὲ Ἀρίσταρχος τοῦ λεπιδωτοῦ, διὰ τὸ τὴν πλοκὴν τῶν κρίκων
ἀνεστραμμένην εἶναι.
[στυφελίξαι] διασεῖσαι.
[στιβαραῖς] ἰσχυραῖς.
[στειλιόν] στελεόν.
[στροφαλίζεται] στρέφεται.
[συμβλήμενος] συναντήσας.
[στεινωπόν] τὸν ὑπὸ τὴν Σκύλλαν καὶ τὴν Χάρυβδιν περιεχόμενον τόπον στενὸν
ὄντα. ἀλλὰ καὶ ἐν ἄλλοις· «στεινωπὸς γὰρ ὁδός.»
[στελέω] στελῶ.
[συμπλατάγησεν] συνεκρότησεν.
[συμφερτή.] ἐπὶ τοῦ στίχου τούτου «συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν» ὁ Κομανὸς
γενόμενος φησὶν «ἤτοι ἡ εἰς ταὐτὸ συνέλευσις· συμφέρεσθαι γὰρ τὸ εἰς ταὐτὸ
συνέρχεσθαι λέγεται, καὶ συμφορὰ ἡ εἰς ταὐτὸ συνέλευσις τῶν κακῶν· συμφερτὴ δ'
οὖν ἀνδρῶν καὶ μάλα λυγρῶν ἀρετὴ πέλει.» ἡμεῖς δὲ συμπεριφορητή, ἀπὸ τῆς
συμπεριφορᾶς καὶ ὁμοψυχίας, ὡς καὶ παρ' Εὐριπίδῃ «αὐτὴ πάντα συμφέρουσα,» οἷον
συμπεριφερομένη. καὶ ἐνταῦθα οὖν ἔσται ἡ πρὸς ἀλλήλους συμπεριφορὰ καὶ
ὁμοφροσύνη καὶ λυγρῶν ἀρετή ἐστιν, ἐν ἴσῳ τῷ καὶ φαῦλοι ὁμοφρονοῦντες ἰσχυρῶς
ἀγωνίζονται. καὶ γὰρ ὁ Ἀρίσταρχος τὴν ὅλην διάνοιαν ἐξηγούμενος φησὶν «σφόδρα
καὶ κακῶν ἀνθρώπων εἰς ταὐτὸν συνελθόντων γίνεταί τις ἀρετή.» ὁ δὲ Ἀπίων,
σύμφορος ἡ ἐκ πολλῶν συνισταμένη.
[σύνθεο] ἐπὶ τοῦ ἀντὶ τοῦ συνθηκοποίησον. καὶ «σύνθετο θυμῷ» συνῆκεν, ἑαυτῷ
διελογίσατο.
[συνθεύσεται] συνδραμεῖται.
[συνέριθος] συνεργός.
[σύγ κεν ἄραξεν] συνήραξεν ἄν· «σύγ κεν ἄραξ' ἡμέων κεφαλάς.»
[σύριγγος] τοῦ κολεοῦ· «ἐκ δ' ἄρα σύριγγος πατρῷον ἔγχος ἔρυςσεν.» ὁτὲ δὲ τὸ
ὄργανον· «αὐλῶν συρίγγων.»
[σφῶϊ] ὑμεῖς οἱ δύο ἢ ὑμᾶς τοὺς δύο. τὸ μὲν οὖν πρότερον «σφῶϊ μέν τ' ἐπέοικεν
μετὰ πρώτοισι,» τὸ δὲ δεύτερον «οὐδ' ἐγὼ αὐτὴ δηρὸν ἀπὸ σφῶϊν ἔσσομαι.»
[σφίσι] κατὰ μὲν τὸν ὀρθὸν τόνον ἐπὶ τοῦ ἑαυτοῖς, «τὸν δὲ δυωδεκάβοιον ἐνσφίσιν
τίον Ἀχαιοί,» κατὰ δὲ ἔγκλισιν ἐπὶ τοῦ αὐτοῖς, «ἐπί σφιν ἕρμα πόληος.»
[σφέλας] ὑποπόδιον.
[σφαραγεῦντο] ὁ μὲν Ἀπίων ἐψόφουν, ὁ δὲ Ἡλιόδωρος βέλτιον κατεπονοῦντο. καὶ τὸ
«οὐδ' ἂρ ἀποσφάραγον μελίη τάμε χαλκοβάρεια» ἐν συναλοιφῇ εἴρηται ἀσφάραγον,
οὐ σφάραγον. καὶ ἔστιν ἀσφάραγος φάρυγξ, δι' οὗ τὸ φωνητικὸν ἀνέρχεται. ἐπιφέρει
οὖν «ὄφρα τί μιν προτιείποι ἀμειβόμενος.»
[σχέτλιος] ὁ μὲν Ἀπίων τάλας, ἀγνώμων, χαλεπός, ἀπὸ τοῦ σχέδην τλῆναι, ἢ ἀπὸ τοῦ
ἐπισχετικὸς ἐν τῷ δηλοῦσθαι ὑπάρχειν. ῥητέον δὲ ὅτι ἐπὶ μὲν τοῦ «σχέτλιος εἶς
Ὀδυσσεῦ» δυνατὸν ἀκούειν οὕτως, ὑπομονητικὸν καὶ σχετλιασμοῦ ἄξια πράττοντα·
ἐπὶ δὲ τοῦ Διὸς οὐ δυνατὸν οὕτως ἀκούειν, ἀλλὰ τὸν σχετλιασμοῦ ἄξια πράττοντα.
[σχήσεις] προσέξεις.
[σχεθέτω] ἐπισχεθήτω.
[σχήσεσθε] ἐπισχήσεσθε.
[σχήσουσιν] ἐφέξουσιν.
[σχόμενος περὶ δουρί] κατασχεθεὶς ἐπὶ τῷ δόρατι, ἀντὶ τοῦ ὑπὲρ τοῦ δόρατος.
[σῶκος] ἐπίθετον Ἑρμοῦ. καὶ ὁ μὲν Ἀπίων ἀποδίδωσι σῶκος σωσίοικος, ἔνιοι δὲ
σόωκος ὁ ὠκέως σοούμενος. βέλτιον δὲ τὸ πρότερον· ὅθεν ἐριούνιος ὁ μεγάλως
ὀνίσκων, τουτέστιν ὠφελῶν, οὐχ ὡς οἱ νεώτεροι χθόνιος, παρὰ τὴν ἔραν. λέγεται καὶ
δι' ἄλλων κρατὺς ἀργειφόντης διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ ἀπαγγέλλειν. σῶκον οὖν
συνωνύμως τῷ κρατύς. καὶ Σοφοκλῆς εἰσάγει τὴν Ἠλέκτραν λέγουσαν «μούνη γὰρ
ἄγειν οὐκέτι σωκῶ λύπης ἀντίῤῥοθον ἄχθος» ἀντὶ τοῦ οὐκέτι ἰσχύω.
[τάλαροι] κάλαθοι. καὶ ἐπὶ διαφόρων σκευῶν, ἐπὶ μὲν τοῦ τῶν ἐρίων «τάλαρον δ'
ὑπόκυκλον ὄπασσεν ἀργύρεον,» ἐπὶ δὲ τῶν τυροποιικῶν «πλεκτοῖσι ταλάροισιν
ἀμησάμενος κατέθηκεν,» ἐπὶ δὲ τῶν τρυγητικῶν «πλεκτοῖς ἐν ταλάροισι φέρον
μελιηδέα καρπόν.»
[τάλαντα] ἐπὶ μὲν τῶν ζυγῶν «ἀλλ' ἔχεν ὥστε τάλαντα γυνὴ χερνήτης,» ἐπὶ δὲ τῶν
ἱσταμένων «χρυσοῦ δὲ στήσας Ὀδυσσεὺς δέκα πάντα τάλαντα.»
[τανύηκες] ὅτε μὲν τὸ ξίφος «τανύηκες ἄορ παχέος παρὰ μηροῦ,» συνθέτως λέγει τὸ
τεταμένην ἔχον τὴν ἀκήν, τουτέστι τὴν ἀκμήν· ὅταν δὲ «τανυήκεας ὄζους,»
παρηγμένως ἀντὶ τοῦ ταναούς, ὥσπερ ἐπὶ μὲν τοῦ «κύδιστε μέγιστε κελαινεφές»
σύνθετον ἀποδεδώκαμεν τὸ ὄνομα, ἐπὶ δὲ τοῦ «κελαινεφὲς αἷμα» παραγωγόν.
[τανύγλωσσοι.] ἐπὶ μὲν τῶν κορωνῶν φησὶ «τανύγλωσσοί τε κορῶναι.» κατὰ μέντοι
τὸ προφαινόμενον, τεταμένας εἰς μέγεθος ἔχουσαι τὰς γλώσσας. ὁ δὲ Ἀπίων
τεταμένην ἔχουσαι τὴν φωνήν. ὁ δὲ Ἡλιόδωρος τὸ πρότερον.
[ταρπήμεναι] τερφθῆναι.
[ταρφέα] πυκνά.
[τάφος] ἐπὶ μὲν τῆς κατακλήξεως «τάφος ἕλε πάντας,» ἐπὶ δὲ τοῦ περιδείπνου «ἤτοι ὁ
τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν» καὶ «ὣς οἵ γ' ἀμφίεπον τάφον Ἕκτορος
ἱπποδάμοιο.» σημαίνει καὶ νήσου ὄνομα· «ἐκ Τάφου ἐστὶν Μέντις Ἀγχιάλοιο
δαΐφρονος.»
[τάχα] ταχέως. οὐδέποτε δὲ ὡς ἐπὶ τῆς ἡμετέρας ἐννοίας, ἀλλ' ὡς τὸ σαφῶς καὶ τὸ
ταχέως. καὶ σχεδὸν δι' ὅλης τῆς ποιήσεως οὕτως.
[ταμεσίχροας] τεμνούσας τὸν χρῶτα. λέγοι δ' ἂν ἀπὸ μέρους τὴν σάρκα.
[τάμνεν] ἐπὶ μὲν τοῦ διατέμνειν «τάμνε νέους ὄρπηκας,» ἐπὶ δὲ τοῦ ἐλαύνειν
«τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα μήλων» καὶ πάλιν «βοῦς περιταμνόμενον ἠδ'
οἰῶν πώεα καλά,» ἐπὶ δὲ τοῦ θῦσαι «ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμνε,» ἐπὶ δὲ τοῦ
τοὺς ὅρκους δι' ἐντόμων «ὄφρ' ὅρκια τάμνοι αὐτός.»
[τάς] χωρὶς τοῦ ἄρθρου καὶ ἀναφορικῶς τίθησιν ἀντὶ τοῦ ταύτας. τὰς μὲν ἄρθρα.
[τάνυσσα] ἐνέτεινα.
[τείρεα] τὰ ἄστρα.
[τέκμωρ] τέλος.
[τέλσον] πέρας.
[τεληέσσας] ἤτοι τὰς τελείας καὶ ἐπιτελεστικὰς τῶν γενομένων εὐχῶν θυσίας, ἢ τὰς
ἐκ τελείων.
[τέρεν] ἁπαλόν.
[τέρετρα] τρύπανα.
[τετύκοντο] ἡτοιμάζοντο.
[τεταγών] ἐκτείνας.
[τέτυκται] κατεσκεύασται.
[τετιημένος] τετιμωρημένος.
[τέων] τίνων.
[τετεύξεται] κατασκευασθήσεται.
[τετάνυστο] ἐξετέτατο.
[τεκμαίρομαι] ἀποτελέσω.
[τετράκυκλοι] τετράτροχοι.
[τετιημένον] τετιμημένον.
[τέρψομαι] τερφθῶ.
[τελέθοντες] γινόμενοι, ἐν τῇ Ρ Ὀδυσσείας.
[τετευχῆσθαι] καθωπλίσθαι.
[τετράοροι] τέθριπποι.
[τῆ] λάβε· «τῆ νῦν τοῦτον ἱμάντα.» τινὲς δὲ καὶ σὺν τῷ [ι] γράφουσιν, οὐχ ὑγιῶς.
ἡνίκα μήτε ἄρθρον θηλυκὸν δηλοῖ τὸ τῇ, μήτε ἀντωνυμίαν ἀναφορικὴν δηλοῦσαν τὸ
ταύτῃ, οἷον «τῇ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροισιν λίποντο,» ῥῆμα δὲ προστακτικὸν τὸ
λάβε, πιθανὸν εἶναι χωρὶς τοῦ [ι] γράφειν.
[τῆς] ἐπὶ μὲν τοῦ ἄρθρου «τῆς μὲν ἰῆς στιχὸς ἦρχεν,» ἐπὶ δὲ τῆς ἀντωνυμίας, ταύτης,
«ὣς τῆς τήκετο καλὰ παρήϊα.»
[τήν] ἐπὶ μὲν τοῦ ἄρθρου «τὴν δὲ γυναῖκα εὗρον,» ἀντὶ δὲ τοῦ ταύτην «ὣς τὴν
ἀμπέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα.»
[τηλύγετος] κυρίως μὲν ὁ τηλοῦ τῆς ἡλικίας γεγονὼς τοῖς γονεῦσι, μεθ' ὃν οὐκ ἄν τις
γένοιτο· «ἄμφω τηλυγέτω.» ἐπεὶ οἱ τοιοῦτοι ἀγαπητοὶ γίνονται, καὶ ὁ ἐν νεότητι
γενόμενος μονογενὴς τηλύγετος, καὶ τηλυγέτη. ἐπὶ δὲ τοῦ «ἀλλ' οὐκ Ἰδομενῆα φόβος
λάβε τηλύγετον ὥς,» οὐκ ἔφυγεν ὡς τηλύγετος παῖς· οἱ γὰρ τοιοῦτοι ἀσθενεῖς
γίνονται ὡς ἐπὶ τὸ πλεῖστον. ἔνιοι δέ, ἀλλὰ τὸν Ἰδομενέα οὐκ ἔλαβε φόβος καίπερ
τηλύγετον αὐτὸν ὄντα, τουτέστιν ἤδη τηλοῦ τῆς ἡλικίας γεγονότα. συνεστράτευται
γὰρ μεσαιπόλιος· «ἔνθα καὶ μεσαιπόλιός περ ἐών.» οὐχ ὡς τηλύγετον οὖν αὐτὸν
ἔλαβε φυγή. ἀμφότερα δὲ λόγον ἔχουσι.
[τῆμος] τηνικαῦτα.
[τηλίκου] τηλικούτου.
[τηϋσίην] ματαίαν.
[τιμήν] ἐπὶ μὲν τῆς δόσεως καὶ τῆς συνήθους ἡμῖν «τιμῆς ἧς τέ μ' ἔοικε τετιμῆσθαι
μετ' Ἀχαιούς,» ἐπὶ δὲ τῆς τιμωρίας «τιμὴν ἀρνύμενοι,» ἐπὶ δὲ τοῦ προστίμου «τιμὴν δ'
Ἀργείοισιν ἀποτινέμεν,» ἐπὶ δὲ τῆς ὠνῆς «τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον.»
μήποτε δὲ καὶ τοῦτο ἐπὶ προστίμου λέγεται. ὁ δὲ Ἡλιόδωρος καὶ τὴν βασιλείαν οὕτως
φησὶν εἰρῆσθαι· «ἢ ἔτ' ἔχει τιμὴν πολέεσσι μετὰ Μυρμιδόνεσσι.»
[τίννυνται] τιμωροῦνται.
[τίσιν] ἀντέκτισιν.
[τιτύσκετο] ἐπὶ μὲν τοῦ ἡτοιμάζετο «ὑπ' ὄχεσφι τιτύσκετο,» ἐπὶ δὲ τοῦ στοχασμῷ
χρῆσθαι «Μηριόνης δ' ἐν τοῖσι τιτύσκετο δουρὶ φαεινῷ» καὶ «ἰοῖσίν τε τιτυσκόμενοι.»
καὶ ἐπὶ τοῦ ψυχικῶς κατεστοχάζετο, «τιτύσκετο δὲ φρεσὶν ᾗσιν ἤ τευ ἀκοντίσαι ἠὲ
σχεδὸν ὁρμηθῆναι.»
[τιταινομένω] ἐκτετακότες.
[τιμήεντος] ἐντίμου.
[τίμιος] ἔντιμος.
[τμάγεν] διεχωρίσθησαν.
[τόν] ἐπὶ μὲν τοῦ ἄρθρου «τὸν δ' ἕτερον ξίφεϊ μεγάλῳ πλῆξεν,» ἐπὶ δὲ τοῦ τοῦτον,
ἀναφορικῶς, «ἀλλὰ καὶ τὸν Ἥρη θῆλυς ἐοῦσα·» καὶ ἀντὶ τοῦ ὑποτακτικοῦ «τόν ποτέ
οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.»
[τοῦ] ἄρθρον, καὶ ἐπὶ τοῦ τούτου. καὶ κατ' ἐπέκτασιν λέγεται.
[τούς] ἐπὶ τοῦ ἄρθρου «τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων,» ἀντὶ δὲ τοῦ οὕς ὑποτακτικοῦ
«τούς μοι Λαοθόη τέκε κρείουσα γυναικῶν.»
[τό] ἐπὶ μὲν τοῦ ἄρθρου «τὸ μὲν ἥμισυ οἰνοπέδιον,» ἐπὶ δὲ τοῦ τοῦτο «τὸ μὲν ἔκταμεν
ὄφρα φοροίη·» ἀντὶ δὲ τοῦ διό «τὸ καὶ οὔτι πολὺν χρόνον ἔμπεδον.»
[τοκῆας] γονεῖς.
[τόφρα] ἕως τούτου τοῦ χρόνου. καὶ ἔστιν ἀνταποδοτικὸν τοῦ ὄφρα.
[τραφερήν] ξηράν· τὸ γὰρ θρέψαι πῆξαι. τὴν γῆν οὕτως κατὰ διαστολὴν τῆς
θαλάσσης οὔσης· «Ζεῦ πάτερ, εἴ με θέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρήν.»
[τράπεον] ἐπάτουν, παρὰ τὸ τροπὴν λαμβάνειν τὸν βότρυν πατηθέντα· οἶνος γὰρ
λοιπὸν γίνεται. ἀπὸ τούτου ἔτι καὶ νῦν ὁ πρὸ τοῦ πατηθῆναι τῶν βοτρύων ἀποῤῥέων
πρότροπος καλεῖται, οἷον πρότραπος.
[τρέφεται] πήγνυται.
[τρήρωνος] ἐπὶ τῶν περιστερῶν, ἀπὸ τοῦ τρεῖν, ὅ ἐστι φοβεῖσθαι· δειλὸν γὰρ τὸ
γένος. ὅθεν καὶ «πολυτρήρωνά τε Θίσβην» πολλὰς περιστερὰς ἔχουσαν.
[τριτογένεια] ἐπίθετον Ἀθηνᾶς, ἀπὸ τοῦ τρεῖν ἐγγεννᾶν τοῖς πολεμίοις. οἱ δὲ ὅτι ἐπὶ
τῆς Τρίτωνος λίμνης ἐγεννήθη. οἱ δὲ ὅτι ἐπὶ τοῦ Τρίτωνος ποταμοῦ.
[τρίγληνα] ὁ μὲν Ἡλιόδωρος τρίκορα εἶπε· γλήνη γὰρ ἡ κόρη τοῦ ὀφθαλμοῦ. οὕτως
δὲ εἴρηται ἐπὶ τῶν ἐνωτίων τῶν ἐν τῇ Ὀδυςσείᾳ διδομένων τῇ Πηνελόπῃ. ὁ δὲ Ἀπίων
βέλτιον πολύγληνα· γλήνη γὰρ ἡ κόρη, ὥστε εἶναι πολυθέατα, πολλῆς θέας ἄξια.
τούτοις ἄν τις προσθείη ὅτι καὶ γλήνια λέγεται τὰ θέας ἄξια, ὅτε φησὶ «κέδρινον
ὑψίροφον, ὃς γλήνεα πολλὰ κεχάνδει.»
[τρίποδας] ὁ μὲν Ἀπίων λέβητας ἀναθηματικούς, οὐχ ὑγιῶς δέ· δισσὸν γὰρ εἶδος τῶν
τριπόδων, ἕτερον μὲν τῶν ἀναθηματικῶν, οὓς Δελφικοὺς λέγομεν διὰ τὸ πολλοὺς ἐν
Δελφοῖς ἀνακεῖσθαι, ἕτερον δὲ τῶν καλουμένων ἐμπυριβητῶν, ἐν οἷς θερμαίνεται τὰ
λουτρά.
[Τροίης] ποτὲ μὲν τῆς χώρας, ποτὲ δὲ τῆς Ἰλίου. λέγει δὲ καὶ Τρωϊκήν τινα πόλιν· «αἴ
κέ ποθι Ζεὺς δῶσι πόλιν Τρωΐην εὐτείχεον ἐξαλαπάξαι.»
[τροχός] ἐπὶ μὲν τοῦ ἅρματος «αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,» ἐπὶ δὲ
τοῦ κεραμικοῦ «ῥεῖα μάλ' ὥστε τροχὸν ἄρμενον ἐν παλάμῃσιν ἑζόμενος κεραμεὺς
πειρήσεται.»
[Τρώϊοι] ἀπὸ Τρωὸς τοῦ ἥρωος· «οἷοι Τρώϊοι ἵπποι.» οὗτοι γάρ εἰσιν οἱ Αἰνείου
ἀφαιρεθέντες ὑπὸ Διομήδους· «ἧς Τρωΐ περ εὐρύωπα Ζεὺς δῶχ' υἱὸς ποινὴν
Γανυμήδεος.»
[τρώει] τιτρώσκει.
[τυτθόν] μικρόν.
[τῷ κε] ἐπὶ τοῦ «τῷ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο» βούλονται ἀκούειν οὕτως. καὶ
Ἀπίων παραγγέλλει. καὶ ἐπὶ τοῦ «τῷ κε λάχον κτερέων καί μευ κλέος ἦγον Ἀχαιοί»
ἀντὶ τοῦ οὕτως ἄν.
[ταύριον αἷμα] θανάσιμον, ἀπὸ Μίδα καὶ Ἰάσονος· περὶ γὰρ Θεμιστοκλέους οὐ πᾶσι
συμφωνεῖται.
[ταύρου] τοῦ Ποσειδῶνος. ἔλεγον καὶ τὸν Διόνυσον, ὅτι κέρατα ἔχει διότι ὠμηστής,
ἢ ὅτι τοῖς διθυράμβοις ἆθλον ἦν ἡ βοῦς, ὅθεν καὶ ὁ Κρατῖνος ταυροφάγος.
[ὑγρὸν ἔλαιον] ὁ Ἡλιόδωρος ἤτοι διὰ τὸ εἰς ἄνεσιν ἄγειν καὶ ἀνιέναι τὸ σῶμα, ἢ διὰ
τὸ πλείονα χρόνον ὑγρὸν διαμένειν ἐκχεόμενον.
[ὑδρηναμένη] λουσαμένη.
[Ὕδη] πόλις ἐν Λυδίᾳ· «Ὕδης ἐν πίονι δήμῳ.» διὰ δὲ τοῦ [λ] ἐπὶ τοῦ σκυτοτόμου,
«ὄχ' ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,» ἔστι Βοιωτιακή. καὶ προσῆκον Ἕλληνα τὸν
Τύχιον Ἕλληνι τῷ Αἴαντι κατεσκευακέναι τὴν ἀσπίδα.
[υἷες Ἀχαιῶν] περιφραστικῶς οἱ Ἀχαιοί, καὶ ἐν τῷ ἔθει φιλοσόφων παῖδες ἀντὶ τοῦ
φιλόσοφοι, καὶ Ὅμηρος παῖδες Τρώων ἀντὶ τοῦ οἱ Τρῶες.
[ὕπαιθα] ἔμπροσθεν.
[ὑπάρχη] προκατάρχη.
[ὑπάτη] ὁ μὲν Ἀπίων «ἐν δὲ πυρὶ ὑπάτη» ἀποδίδωσι πλουσίᾳ. ἄμεινον δὲ ἀνωτάτῃ,
οἷον πρώτῃ· ὑποτίθεται γὰρ τοὺς ἄλλους τοὺς συγκαιομένους τῷ Πατρόκλῳ περὶ τὰ
ἔσχατα μέρη τῆς πυρᾶς καιομένους.
[ὑπ' ἀσπίδα προποδίζων] ὑπὸ τὴν ἀσπίδα τιθεὶς τοὺς πόδας καὶ οὕτως προβαίνων·
ποδήρεις γὰρ ἦσαν αἱ ἀσπίδες.
[ὑπέφηνε ἐν] τῇ Ρ τῆς Ὀδυσσείας «ὣς ἂρ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζῃ,»
οἷον ἔξω τοῦ θρόνου εἵλκυσε τὸ ὑποπόδιον καὶ φανερὸν αὐτὸ ἐποίησεν.
[ὑπέρβιον] ὑπεράγοντα κατὰ τὴν βίαν. ἐνίοτε καὶ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ ὑπερβίως
τὸν οἶνον ἐξαντλοῦντες, οἷον πάνυ βιαίως.
[ὑπερήνωρ] ὑπεράγων κατὰ τὴν ὡραιότητα, ἥτις ἐστὶν ἀνδρεία. σημαίνει καὶ τὸν
ὑπερήφανον. ἔστι καὶ κύριον ὄνομα.
[ὑπερώησαν] ὑπεχώρησαν.
[ὑπέχευε] ὑπέβαλεν.
[ὑποκρίναιτο] ἀποκρίναιτο· «ὧδέ χ' ὑποκρίναιτο θεοπρόπος» καὶ πάλιν «σοὶ δ' ὧδε
μνηστῆρες ὑποκρίνονται.» πρωταγωνιστοῦντος γὰρ τοῦ χοροῦ τὸ παλαιὸν οὗτοι
ὥσπερ ἀποκριταὶ ἦσαν, ἀποκρινόμενοι πρὸς τὸν χορόν.
[ὑπόκυκλον] ὑπότροχον.
[ὑπόβρυχα] ὑποβρύχιον.
[ὑποδεξίη] ὑποδοχή.
[ὑπωρείας] τοὺς πρὸς τοῖς κάτω μέρεσι τοῦ ὄρους· «αἵ ῥά θ' ὑπωρείας ᾤκεον
πολυπιδάκου Ἴδης.»
[ὑπὲρ μόρον] ὁ μὲν Ἀρίσταρχος τὴν δευτέραν ὀξυτονῶν ὑπερμόρως ἀκούει, «ὡς καὶ
νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρείδαο·» ὁ δὲ Ἡλιόδωρος ὡς δύο μέρη λόγου ὄντα
προφέρεται, καὶ φησὶν ὑπὲρ τὸ καθῆκον.
[ὑπεκπροθέων] ὑπεκτρέχων.
[ὑποσσείουσιν] ὑφέλκουσιν.
[ὑποκυσσαμένη] ἔγκυος γενομένη.
[ὑπαλευόμενος] φυλασσόμενος.
[ὑπό] κυρίως μὲν «δύο δ' ὑπὸ πυθμένες ἦσαν» καὶ πάλιν «ὣς ὑπὸ Τυδείδῃ πυκιναὶ
κλονέοντο φάλαγγες.» ἀντὶ τῆς μετά.
[ὕπνος] ἐπὶ μὲν τοῦ εἰδωλοποιουμένου θεοῦ «ὕπνε ἄναξ,» ἐπὶ δὲ τοῦ πάθους «ὕπνῳ
καὶ φιλότητι,» ἐπὶ δὲ τοῦ θανάτου «ὣς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον.»
[ὑψαγόρη] μεγαλήγορε.
[φαληριόωντα] λευκανθίζοντα.
[φαλός] τὸ λάμπρυσμα τῆς περικεφαλαίας, ὅθεν καὶ τρίφαλος ἡ τρεῖς φαλοὺς ἔχουσα,
τετραφάληρος δὲ ἡ τέσσαρας. εἴρηται δὲ παρὰ τὸ φάος. ὁ δὲ Ἀπίων «φαλὸς ὁ
λαμπρὸς καὶ λευκὸς τῆς περικεφαλαίας ἧλος.»
[φᾶρος] ἱμάτιον, ἀπὸ τοῦ φορεῖσθαι. καὶ ἐπὶ ἀνδρῶν καὶ γυναικῶν.
[φέρβειν] τρέφειν. ὅθεν καὶ τὴν γῆν [πολυφόρβην·] «πολυφόρβου πείρατα γαίης.»
ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας καὶ ὁ [συφορβός.] ἔτι δὲ καὶ νῦν φορβειά τις λέγεται τῶν
ὄνων καὶ τῶν ἵππων, ἐν ᾗ ἀποτίθεται ἡ τροφὴ αὐτῶν.
[φῆρες] οἱ Κένταυροι, Αἰολικῶς, ἀπὸ τοῦ θηριώδη τὴν φύσιν ἔχειν ἐν ὄρει ὄντες· οἱ
δὲ Αἰολεῖς τὰ θηρία φηρία λέγουσιν. ἡ δὲ διατριβὴ αὐτῶν παραδέδοται ἐν Θετταλίᾳ,
Θεσσαλοὶ δὲ οἱ Αἰολεῖς εἰσί· «φηρσὶν ὀρεσκόοισι» καὶ «ἤματι τῷ ὅτε φηρὰς
ἐτίσατο.» Ἀπίων δὲ ἐτυμολογῶν ἀπὸ τοῦ ὑφορᾶσθαι ἐν τοῖς ὄρεσιν, ἢ ἀπὸ τοῦ φάσμα
ἔχειν θηρίων. βέλτιον δὲ τὸ τῶν Αἰολέων· καὶ γὰρ Ὅμηρος μόνους τοὺς φῆρας
εἴρηκεν, οὐδέποτε δὲ τὸν λέοντα φῆρα.
[φῆσθα] λέγεις· «εὖ δὴ ταῦτά γε φῆσθα, γέρον φίλε.» ἄνευ δὲ τοῦ [ι] γραπτέον, ἐπεὶ
καὶ οἱ Αἰολεῖς φέσθα λέγουσιν ἀντὶ τοῦ ἔλεγες. «φῆσθα.» καὶ τὸ «ἔφησθα
κελαινεφές.»
[φθάνει] καταφθάνει.
[φθειρῶν.] φθεῖροι λέγονται ὑπό τινων αἱ πίτυες· Φθειρῶν γὰρ ὄρος τῆς Καρίας περὶ
Μίλητον, διὰ τὸ πολλὰς ἔχειν πίτυς· οἱ γὰρ τόποι τῶν πιτύων φθίραι
προσαγορεύονται. οἱ δὲ ὅτι τὰ τῶν πιτύων μικρὰ στροβίλια οὕτως λέγονται, ἃ καὶ
πιτυοκάμπους φασίν. ἢ ἀπὸ Φθίρωνος τοῦ Ἐνδυμίωνος. ἢ ὅτι τὰ ἐξανθήματα τῶν
πιτύων ὄμβριά εἰσιν φθιρσίν.
[φιλέειν] ἐπὶ μὲν τοῦ ξενίζειν «μῆνα δὲ πάντα φίλει με,» ἐπὶ δὲ τοῦ ἀγαπᾶν «ἢ μοῦνοι
φιλέουσ' ἀλόχους.»
[φιλότης] ἐπὶ μὲν φιλίας «ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησιν,» ἐπὶ δὲ τῆς
συνουσίας «ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν.»
[φίν.] εἰώθασιν ἀντὶ τοῦ σφίν ἀντωνυμικῶς χρῆσθαι τῇ φίν, ἀντὶ τοῦ αὐτοῖς ἢ αὐταῖς.
οὐχ εὑρίσκεται δὲ παρ' Ὁμήρῳ, ὡς Ἀπίων τέταχεν.
[φιλίων] ἀντὶ τοῦ φίλτερος· «οὐδέ τις ἄλλος ξείνων τηλεδαπῶν φιλίων ἐμῶν ἵκετο
δῶμα.» ἐσχηματισμένον τῷ τρόπῳ τοῦ κάλλιον.
[φλέγμα] τὴν φλόγα. ὁ δὲ Ἀπίων τὸν φλοῖσμον ταραχὴν λέγει. βέλτιον δὲ τὸ πρῶτον·
κατὰ σύνθεσιν γὰρ πολυφλοίσβοιο, κατ' ἰδίαν δὲ οὔ.
[φλίψεται] ἀποθλιβήσεται.
[φόβος.] Ἀρίσταρχος σεσημείωται ὅτι συνήθως φόβος ἐπὶ τῆς φυγῆς, φύζα δὲ ἐπὶ τῆς
μετὰ δειλίας φυγῆς.
[Φοῖβος] ἐπίθετον Ἀπόλλωνος. ὁ μὲν Αἰσχύλος ἀπὸ Φοίβης τῆς μητρὸς Λητοῦς·
Ὅμηρος δὲ οὐδέποτε ἀπὸ μητέρων κοσμεῖ τινάς, μήθ' ὅτι δὲ μάμμης. Φοῖβον οὖν
ἐκδεκτέον ἀπὸ τοῦ φοιβᾶσθαι, ὅ ἐστι μαντεύεσθαι. ἢ καὶ βέλτιον, ὁ καθαρὸς καὶ
ἀμίαντος· φοῖβον δὲ κατὰ γλῶτταν τὸ καθαρόν, ὡς καὶ Ἡλιόδωρος «φοῖβον ὕδωρ
ἐπάγων κέρας Ὠκεανοῖο ῥοῇσι.»
[φολκός.] τῶν ἅπαξ εἰρημένων. ἔστι δὲ οἷον φαολκός, ὁ τὰ φάη εἱλκυσμένος, οἷον
στραβός.
[φοξός. καὶ] τοῦτο τῶν ἅπαξ εἰρημένων. σημαίνει δὲ τὸν ὀξυκέφαλον. εἴρηται δὲ ἀπὸ
τῶν κεραμικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἀπωξυμμένων, καθά φησι
καὶ Σιμωνίδης «αὐτὴ δὲ φοξὴ χειρὸς Ἀργείη κύλιξ.»
[φοῖνιξ.] τῶν πολλὰ δηλουσῶν ἡ λέξις. τὸ μὲν γὰρ δένδρον «φοίνικος ἔην ἔρνος.»
δηλοῖ καὶ τὸ κύριον ὄνομα, τὸν τοῦ Ἀχιλλέως τροφέα· «Φοῖνιξ ἄττα γεραιέ.»
σημαίνει καὶ τὸν πυῤῥὸν τῷ χρώματι, «τὸ μὲν ἄλλο δέμας φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
λευκὸν σῆμ' ἐτέτυκτο·» καὶ τὸ φοινικὸν ἄνθος, «ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι
μιήνει·» καὶ τὸ ἐθνικόν, «δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς.»
[φορήμεναι] ἐπὶ μὲν τοῦ φορεῖν «Ἥφαιστος Διὶ δῶκε φορήμεναι,» ἐπὶ δὲ τοῦ
προσφέρειν «ἄλλον δ' ἐρίφοισι φορῆναι.»
[πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος. φρήτρη] κυρίως μὲν ἡ πατριὰ καὶ συγγένεια,
Ὅμηρος δὲ καταχρηστικῶς τοῖς κατὰ πόλιν μαχομένοις. σημαίνει δὲ διὰ τῶν φυλῶν
τοὺς κατὰ ἔθνη.
[φυλάσσειν] ἐπὶ μὲν τοῦ καθ᾿ ἡμᾶς συνήθους «δῶμα φυλασσέμεναι,» ἐπὶ δὲ τοῦ
ἐπιτηρεῖν «ὀνείδεά τε προφέροις νόστον τε φυλάσσεις.» «καὶ τὸ φυλάσσειν πάννυχον
ἐγρήσσοντα.»
[φύλοπις] ἡ μάχη, ἀπὸ τοῦ κατὰ φυλὰς εἰς πρόσοψιν ἀλλήλων ἰέναι.
[φυλίης.] ὁ μὲν Ἡλιόδωρος γένος ἐλαίας, ὁ δὲ Ἀπίων ψιλῶς γένος δένδρου. λέγεται
γὰρ ὅτι ἡ ἀνήμερος ἐλαία λεγομένη φυλία λέγεται.
[φύξιν] φυγήν.
[φυταλίη] κῆπος.
[φῦλον] ἀντὶ τοῦ γένος· «ὡς ὄφελ' Ἑλένης ἀπὸ φύλων ὀλέσθαι.»
[φῶτες] οἱ ἄνθρωποι, ἀπὸ τοῦ φωτίζειν τὰ νοούμενα πάντα διὰ τοῦ λόγου. τὸ δὲ
ἑνικὸν λέγεται ὀξυτόνως· «ἀλλότριος φώς.» τὸ δὲ φῶς περισπωμένως οὐ μόνον τὸ
πῦρ ἀλλὰ μεταφορικῶς τὴν χαρὰν σημαίνει· «φόως δ' ἑτάροισιν ἔθηκεν,» κατ'
ἐπέκτασιν.
[χάσασθαι] χωρῆσαι. ἀφ' οὗ καὶ [κάδος] ἐλέγετο τὸ κεράμιον· «οἴνου δ' ἐξέπιον
κάδον,» ὥς φησιν Ἀνακρέων. ἔτι δὲ καὶ νῦν λέγομεν ἡμικάδιον τὸ ἥμισυ τοῦ
κεραμίου. καὶ ὁ καθιέμενος δὲ εἰς τὰ φρέατα κάδος κατ' ἀντιστοιχίαν ἐστὶ χάδος, ἐπεὶ
ἀγγεῖον ὕδατος ἔσκε. τὸ δὲ ἀναχωρῆσαι κατὰ μετοχήν· «ἀλλ' ἀναχασσάμενος λίθον
εἵλετο.» καὶ μεταφορικῶς «Ἥρη δ' οὐκ ἔχαδε στῆθος χόλον,» καὶ πάλιν «ὅσσον
κεφαλὴ χάδε φωτός,» ὅσον ἡ κεφαλὴ ἴσχυσε χωρῆσαι μέγεθος φωνῆς.
[χαλκίς] ὁτὲ μὲν ὄνομα πόλεως, «Χαλκίδα δ' Ἐρέτριάν τε,» ὁτὲ δὲ ὀρνέου, «χαλκίδα
κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.»
[χάλκεα] συνήθως τὰ ὅπλα, καὶ τὰ ἐκ σιδήρου, ἀπὸ τῆς παλαιᾶς χρήσεως· κατὰ γὰρ
τὸν Ἡσίοδον «χαλκῷ δ' εἰργάζοντο, μέλας δ' οὐκ ἔσκε σίδηρος» διόπερ «χάλκεον
ἔγχος» καίπερ σιδηρᾶν ἔχον τὴν αἰχμήν, καὶ χαλκεὺς καὶ ἔτι νῦν ὁ σίδηρον
κατεργαζόμενος. Ὅμηρος δὲ καὶ τὸν χρυσοχόον λέγων οὕτως· «ἦλθε δὲ χαλκεὺς ὅπλ'
ἐν χερσὶν ἔχων.»
[χατέουσα] ἐνδεομένη. ὅθεν καὶ [χήρα] γυνὴ δεομένη βοηθείας διὰ τὸ τοῦ ἀνδρὸς
ἐστερῆσθαι, καὶ [χήτει] τῇ ἐνδείᾳ· «χήτει τοιοῦδ' ἀνδρός.»
[χάρμη] ἡ μάχη.
[χαλκεῶνα] τὸ χαλκεῖον.
[χειῇ] τῇ καταδύσει· «ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος.» τὸ γὰρ ζῷον ὁμοίως ὕδατι
χεῖται. ὅθεν πᾶσαν χώρησιν χειὴν ἔλεγον.
[χέρνιβα] αὐτὸ τὸ ἐπικείμενον ταῖς χερσὶν ὕδωρ. ἅπαξ δέ ποτε εἶπεν ὁμοίως τὸν
ὑποδεκτικὸν τῶν χερνίπτων χέρνιβον.
[χείσεται] χωρήσει.
[χηλός] ἡ κιβωτός, ἀπὸ τῆς διαστάσεως τῆς κατὰ τὴν ἄνοιξιν γινομένης.
[χηραμός] ἡ κατάδυσις. καὶ ἔστιν οἷον χωραμός, εἰς ἣν χωρητικῶς πέλει. χηραμὸν δὲ
κυρίως τὴν τῶν ὄφεων κατάδυσιν, ὅτι μόνον χωρεῖ τὸν ὄφιν.
[χηρωσταί] οἱ μακρόθεν προσήκοντες κατὰ γένος, καὶ χῆρα ὄντα τῶν σύνεγγυς τὰ
χρήματα κληρονομοῦντες.
[χθαμαλή.] παρέμπτωσις τοῦ [θ]· ἔστι γὰρ χαμαλή, παρὰ τὸ πρὸς τὰ χαμαὶ εἶναι
κυρίως.
[χθαμαλώτερος] ταπεινότερος.
[χιτών] ἐπὶ μὲν τοῦ συνήθους ἡμῖν «μαλακὸν δ' ἔνδυνε χιτῶνα,» ἐπὶ δὲ τοῦ θώρακος
«Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι.»
[χλωρὸν δέος] χλωροποιόν· τοιοῦτος γὰρ ὁ φόβος. ὅταν δὲ λέγῃ «χλωρὸν ἐλάϊνον,»
θέλει λέγειν οὐ πολυχρόνως ἐκτετμημένον. ὅταν δὲ λέγῃ «πὰρ δὲ μέλι χλωρόν,» ἤτοι
νέον ἢ ἀπὸ τοῦ χρώματος, καθὸ μελάχρουν τινὰ λέγομεν, τὸν ἡσυχῇ. ἢ τὸ ἀπὸ τῶν
χλωρῶν συναγόμενον ὑπὸ τῶν μελισσῶν.
[χόλος] ἤτοι πολυχρόνιον πάθος καὶ τὸ αὐτὸ τῇ μήνιδι, ἢ τὸ ὀλιγοχρόνιον· «νῦν δ'
ἤδη μὲν ἐγὼ παύω χόλον.»
[χοίνικος·] «ὅς κεν ἐμῆς χοίνικος ἅπτηται.» ὁ δὲ Ἡλιόδωρος θέλει δηλοῦν ἀπὸ
μέρους τροφῆς, οὐκ ἀπιθάνως.
[χρεῖος] ὀφείλημα.
[χριμφθῆναι] ἐμπελάσαι.
[χρυσηλακάτου] καλλιτόξου.
[χρυσόῤῥαπις] ὁ Ἑρμῆς, ἀπὸ τῆς ῥάβδου, οἷον καλομήχανος· λέγεται γὰρ ῥάπτειν
μεταφορικῶς τὸ ἐπὶ συντιθέναι τῶν βουλευομένων.
[χρήματα] οὐχ ὡς νῦν, τὸ ἀργύριον καὶ τὰ διάφορα νῦν λεγόμενα, ἀλλ' οἷς ἄν τις
χρήσαιτο.
[χρείων] χρησμολογῶν.
[χρησόμενος] χρησμῳδηθησόμενος.
[χωόμενος] χολούμενος, ἀνιώμενος καὶ συγχεόμενος κατὰ ψυχήν. ἐπὶ μὲν τοῦ
πρώτου «βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος,» ἐπὶ δὲ τοῦ ἀνιώμενος καὶ
συγχεόμενος «χώσατο δ' Ἕκτωρ.»
[ψιάδας] ψεκάδας.
[ψολόεντα κεραυνόν] ἤτοι τὸν τεφρώδη (ψόλος γὰρ ἡ αἰθάλη), ἢ ὡς ἔνιοι, συνθέτως
πεσολόεντα, τὸν διὰ τοῦ πεσεῖν ὀλοὸν γινόμενον, τουτέστιν ὀλοθρευτικόν, τούτοις οἷς
ἂν ἐμπέσῃ. ἢ τὸν κατὰ ψαῦσιν ὀλλύντα. ἢ τὸν μελαίνοντα.
[ψυχρὸν ἕλε χαλκὸν ὀδοῦσι] τὸν ἀποψύχοντα τὰ σώματα διὰ τῆς ἀναιρέσεως.
[ψύξασα] ἐπὶ τοῦ βεβλημένου δόρατος ὑφ᾿ Ἕκτορος, «ἦκα μάλα ψύξασα,» οἷον τῷ
ἀνέμῳ παρενέγκασα.
[ω] ψιλούμενον καὶ περισπώμενον ἤτοι ἄρθρον κλητικόν, «ὦ φίλοι ἥρωες Δαναοί,» ἢ
ἐπίῤῥημα σχετλιασμοῦ δηλωτικόν, «ὦ πόποι.» δασυνόμενον δὲ καὶ ὀξυνόμενον ἤτοι
ἄρθρον δυϊκὸν ὑποτακτικόν, ὀρθῆς καὶ αἰτιατικῆς δηλωτικόν, ὀρθῆς μὲν «ὥ τ' ὀλίγῳ
ἐνὶ χώρῳ ἐρίζητον περὶ νίκης,» αἰτιατικῆς δὲ «ὅν ποτ' Ἀχιλλεὺς Ἴδης ἐν κνημοῖσι
δίδη μόσχοισι λύγοισι.» σημαίνει καὶ ἀντωνυμίαν σύναρθρον τρίτου προσώπου,
ὀρθῆς καὶ δυϊκῆς καὶ δηλωτικὴν αἰτιατικῆς· «ᾤμωξέν τ' ἂρ ἔπειτα καὶ ὣ πεπλήγετο
μηρώ.» ταῦτα μὲν χωρὶς τοῦ [ι] γραφόμενον. καὶ περισπώμενον ἄρθρον ὑποτακτικὸν
ἐπὶ δοτικῆς πτώσεως, «ᾧ κεν ἐπικλώθῃσι θανόντι γινομένῳ τε.» ἢ ἀντωνυμίαν
σύναρθρον τὸ ἐπὶ τοῦ τρίτου προσώπου, ἀντὶ τοῦ τῷ αὐτοῦ ἢ τῷ ἑαυτοῦ· καὶ ἐπὶ μὲν
τοῦ πρώτου «αἱ μὲν ἔτι ζῶον γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ,» ἐπὶ δὲ τοῦ δευτέρου «ᾧ
αὐτοῦ τε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπέλθῃ.»
[ὥς] ἀντὶ τοῦ νύ. ἀντὶ τοῦ οὕτως «ὣς εἰπὼν πυλέων ἐξέσσυτο·» ἐπὶ δὲ τῆς παραβολῆς
«ὡς δὲ λέων ἐν βουσὶ θορών·» ἀντὶ τοῦ ἵνα ἢ ὅπως «ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα
καλὸν ἰάψῃ·» ἀντὶ δὲ τοῦ ὅτε «Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ πύργον ἵκανεν·»
ἀντὶ δὲ τοῦ ὅτι «ἢ οὐχ ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἀγάλλεται αὕτως;» ἀντὶ δὲ τῆς πρός
«ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ἐς τὸν ὁμοῖον.» δασυνόμενον δὲ καὶ περισπώμενον τὸ
ὧς τὸ ὁμοίως δηλοῖ· «ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν» καὶ «ἀλλ' οὐδ' ὧς ἑτάρους
ἐρύσσατο ἱέμενός περ.»
[ὧδε] κατὰ Ἀρίσταρχον οὐδέποτε συνήθως ἡμῖν κεῖται, ἀλλ' ἀντὶ τοῦ οὕτως
τάσσεται· «ὧδε δέ τις εἴπεσκεν ἰδών.» ἐπὶ δὲ τοῦ «Ἥφαιστε πρόμολ' ὧδε» οὕτως
ἀκούει, πρόελθε οὕτως ὡς ἔχεις, ἐκ προχείρου, μηδὲν ἀναβαλλόμενος.
[ὠΐσθη] ὑπέλαβεν.
[ὦκα] ταχέως. ἀπὸ δὲ τούτου καὶ «πόδας ὠκὺς Ἀχίλλεύς» ὁ ταχύς, καὶ «ὠκύαλος
νηῦς» ἡ ταχεῖα, καὶ «ὠκέα Ἶρις,» καὶ «ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε.»
[ὦλκα] αὔλακα· «ἱεμένω κατὰ ὦλκα, τέμνει δέ τε τέλσον ἀρούρης» καὶ πάλιν «τῷ κέ
μ' ἴδοις εἰ ὦλκα διηνεκέως προταμοίμην.»
[ὠμοθετεῖν] τὸ ἀφ' ἑκάστου μέλους τοῦ ἐσφαγμένου ἱερείου ἀφελεῖν ἔτι ὠμοῦ ὄντος,
καὶ ἐπιτιθέναι ἐπὶ τὴν θυσίαν.
[ὦνον] τὴν καταβαλλομένην τιμὴν ἀντί τινος. ἔνθεν [καὶ ὠνητὴ καὶ] ἀγοραστή.
[ὤνησεν] ὠφέλησεν.
[ὦπος.] Ἀπολλώνιος ὁ τοῦ Χάριδος γενόμενος ἐπὶ τοῦ «Εὐρύκλει' Ὦπος θυγάτηρ»
φησὶν «ὡς ἐπὶ τοῦ Γλαῦκος καὶ Πύῤῥος βαρυτονοῦμεν διὰ τὴν ὁμωνυμίαν, οὕτως καὶ
ἐπὶ τοῦ Ὦπος. τυχὸν δὲ καὶ συναλοιφή ἐστιν, ὦπος, ἄγαν δεικτικοῦ.»
[ὡπλίσσατο] παρεσκευάσατο.
[ὠτειλήν] τὴν ἐκ χειρὸς τρῶσιν καὶ τὴν ὁπωσοῦν περιπτώσεως οὐλήν· «ὠτειλὴν
Ὀδυσσῆος ἀμύμονος.» ὅθεν Ἀρίσταρχος τὸν στίχον ἐκεῖνον ἀθετεῖ ἐπὶ τοῦ βληθέντος
Μενελάου, «αὐτίκα δ' ἔῤῥεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.» οὐ γὰρ ἐκ χειρὸς ὁ
Μενέλαος τέτρωται, ἀλλὰ βέβληται ὑπὸ Πανδάρου· παρὰ γὰρ τὸ οὐτάσαι ὠτειλή.
[ὦχρος] ὠχρίασις· «ὦχρός τέ μιν εἷλε παρειάς.» καὶ [ὠχρήσαντα] ὠχριάσαντα· «οὔτ'
ὠχρήσαντα χρόα κάλλιμον.»