Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 2

πάντα γὰρ ἐξεγείρεται τότε τὰ τέως κοιμώμενα· τοῖς

πενθοῦσιν αἱ λῦπαι, τοῖς μεριμνῶσιν αἱ φροντίδες, τοῖς


κινδυνεύουσιν οἱ φόβοι, τοῖς ἐρῶσι τὸ πῦρ. περὶ δὲ τὴν
ἕω μόλις ἐλεήσας μέ τις ὕπνος ἀνέπαυσεν ὀλίγον.
[5] ἀλλ' οὐδὲ τότε μου τῆς ψυχῆς
ἀπελθεῖν ἤθελεν ἡ κόρη· πάντα γὰρ
ἦν μοι Λευκίππη τὰ ἐνύπνια·
διελεγόμην αὐτῇ, συνέπαιζον,
συνεδείπνουν, ἡπτόμην, πλείονα
εἶχον ἀγαθὰ τῆς ἡμέρας· καὶ γὰρ
κατεφίλησα, καὶ ἦν τὸ φίλημα
ἀληθινόν· ὥστε ἐπειδή με ἤγειρεν ὁ
οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς
ἀκαιρίας, ἀπολέσας ὄνειρον οὕτω
γλυκύν.

[6] ἀναστὰς οὖν ἐβάδιζον


ἐξεπίτηδες εἴσω τῆς οἰκίας κατὰ
πρόσωπον τῆς κόρης, βιβλίον ἅμα
κρατῶν, καὶ ἐγκεκυφὼς
ἀνεγίνωσκον· τὸν δὲ ὀφθαλμόν, εἰ
κατὰ τὰς θύρας γενοίμην,
ὑπείλιττον κάτωθεν, καί τινας
ἐμπεριπατήσας διαύλους καὶ
ἐποχετευσάμενος ἐκ τῆς θέας
ἔρωτα σαφῶς ἀπῄειν ἔχων τὴν
ψυχὴν κακῶς. καὶ ταῦτά μοι τριῶν
ἡμερῶν ἐπυρσεύετο.

[7]

[1]     Ἦν δέ μοι Κλεινίας


ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο
ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς
ἐμῆς, ἔρωτι τετελεσμένος·
μειρακίου δὲ ὁ ἔρως ἦν. οὕτω δὲ εἶχε
φιλοτιμίας πρὸς αὐτό, ὥστε καὶ
ἵππον πριάμενος, ἐπεὶ θεασάμενον
τὸ μειράκιον ἐπῄνεσεν, εὐθὺς
ἐχαρίσατο φέρων αὐτῷ τὸν ἵππον.

[2]ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς


ἀμεριμνίας, ὅτι σχολάζει φιλεῖν καὶ
δοῦλός ἐστιν ἐρωτικῆς ἡδονῆς. ὁ δέ
μοι μειδιῶν καὶ τὴν κεφαλὴν
ἐπισείων ἔλεγεν· "Ἔσῃ καὶ σύ μοι
ποτὲ δοῦλος."

You might also like