ΑΓ ΑΓΑΘΑΓΓΕΛΟΣ (ΦΛΩΡΙΝΑ)

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 39

+

ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΑΓΙΟΥ & ΕΝΔΟΞΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ

ΑΓΑΘΑΓΓΕΛΟΥ,

ΤΟΥ ΕΚ ΦΛΩΡΙΝΗΣ & ΕΝ ΜΟΝΑΣΤΗΡΙΩι

ΤΗΣ ΜΑΚΕΔΟΝΙΑΣ ΑΘΛΗΣΑΝΤΟΣ


(ἑορταζομένου τῇ Κυριακῇ τοῦ Τυφλοῦ)

᾿Εποιήθη ἐν ῾Αγίῳ ῎Ορει τοῦ ῎Αθωνος

* ιββ΄ * 2002 *
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

῾Υπόμνημα γεγλυμμένον ἐπὶ τῆς ἁγίας λειψανοθήκης τοῦ


Νεομάρτυρος,
περιεχούσης τμῆμα τῆς ἁγίας Κάρας αὐτοῦ.

“Αὕτη ἡ ἱερὰ κάρα ὑπάρχει νεομάρτυρος ᾿Αγαθαγγέλου, ὅστις


ἐμαρτύρησε εἰς 1727 διὰ αἰτίαν· ὅλοι οἱ ᾿Αγαρινοὶ ἔχοντας κακὴν
συνήθειαν καὶ εἰς τὸν καιρὸν τοῦ μπαϊραμίου των τρεῖς ἡμέρες ὅσους
χριστιανοὺς εὕρισκον τοὺς ἐτούρκευον, αὐτὸς μὴ ὑποφέρων αὐτὰ
ἐκίνησεν εἰς τὴν Βασιλεία κάμνοντας φερμάνι Θεοῦ συνεργήσατο
ἐχάλασαν· αὐτοὶ δὲ μὴ ὑποφέροντες ἀνεῖλον αὐτὸν καὶ ἐκαλλωπίσθη ἡ
αὐτοῦ κάρα εἰς τὰς ἡμέρας κὺρ Γρηγορίου Πελαγωνίας ἀπὸ τῶν ἱερέων
τῶν τότε· Σακελλάρης Παπαγεώργιος, Σακελίων Παπαγεώργιος,
Παπαχρίστου, Παπατραϊανός, Παπαναούμ, Παπαβαγγέλης,
Παπαβασίλης, Παπαγεώργιος. 1827 Φεβρουαρίου 25.”

2
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ


ΑΓΑΘΑΓΓΕΛΟΥ ΤΟΥ ΕΚ ΦΛΩΡΙΝΗΣ
***
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
῾Ιστῶμεν στίχους καὶ ψάλλομεν τὰ ἀκόλουθα προσόμοια .
῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Χαίρει ἡ πόλις Φλωρίνης,


ἡ ἐξανθήσασα,
σὲ ὡς εὐῶδες ἄνθος,
ἐν χειμῶνι δουλείας,
μεγάλως κατευφράναντα τοὺς πιστούς,
μαρτυρίῳ τῷ θείῳ σου,
καὶ νῦν πλουτοῦσά σε πρέσβυν πρὸς τὸν Θεόν,
Ἀγαθάγγελε μακάριε.

Τὴν σκοτεινόμορφον πλάνην,


ἀγαρηνῶν, ἀθλητά,
καιρίως ἀπελέγξας,
καὶ τὴν τούτων μανίαν,
μὴ φέρων ἀνηνέχθης πάσῃ χαρᾶ,
τῷ Χριστῷ θεῖον σφάγιον,
καὶ ᾿Εκκλησίας τὸ κλῆμα αἵματι σῷ,
᾿Αγαθάγγελε, ἐπότισας.

3
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

Φιλαδελφίαν γνησίαν,
ἐπιδεικνὺς ἐν Χριστῷ,
οὐκ ἔφερες τοῦ βλέπειν,
χριστωνύμους ἐν βίᾳ,
ἀσπάσασθαι θρησκείαν ῎Αγαρ γραός,
᾿Αγαθάγγελε ἔνδοξε,
ἐνδίκως πᾶσαν ἐκίνησας μηχανήν,
ἀσεβῶν λύσας κακόνοιαν.

᾿Εν οὐδενὶ ἄλλῳ ἔστιν,


ἢ ἐν Χριστῷ ᾿Ιησοῦ,
ἡ σωτηρία, ἔφης,
᾿Αγαθάγγελε μάκαρ,
πιστοῖς Μωάμεθ πλάνου,
οἳ ἐν ὀργῇ,
σὲ σφαγῇ καθυπέβαλον,
δι᾿ ἧς ἀνῆλθες εἰς πλάτη τοῦ οὐρανοῦ,
πρὸς Χριστὸν ῝Ον κατηγάπησας.

Δυναμωθεὶς τοῦ Κυρίου,


τοῖς θείοις ῥήμασι,
οὐδόλως ἐφοβήθης,
ἀποκτείνοντας σῶμα,
καὶ Πνεύματος ῾Αγίου τῷ φωτισμῷ,
πλάνης σύστημα ἔῤῥηξας,
ὥσπερ ἱστὸν τῆς ἀράχνης,
λόγοις σοφοῖς,
᾿Αγαθάγγελε χριστόψυχε.

Τὴν ἱεράν σου εἰκόνα,


κατασπαζόμενοι,
ἐν πάσῃ εὐλαβείᾳ,
4
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

᾿Αγαθάγγελε μάρτυς,
ἀντλοῦμεν πάντες χάριν τὴν ἐκ Θεοῦ,
καὶ ἀφώνως ἀκούομεν·
ἀντιδοξάζει ὁ Κύριος θαυμαστῶς,
τοὺς Αὐτὸν καλῶς δοξάζοντας.

Δόξα. ῏Ηχος πλ.δ΄.

Τῇ τοῦ ῾Αγίου Πνεύματος δυνάμει,


ὡς σίδηρος ἐκπυρωθείς,
καὶ ζήλου θείου ἐμπλησθείς,
τῆς ῎Αγαρ τὴν πλάνην κατεμυκτήρισας·
ὅθεν καὶ ξιφοτμήσεως βαστάσας τὸν σταυρόν,
νῦν εὐφραίνῃ ἐν Χριστῷ,τῷ ποθητῷ σοι Νυμφίῳ.
Αὐτὸν ἱκέτευε, ᾿Αγαθάγγελε νεομάρτυς ἔνδοξε,
ὑπὲρ τῆς ἐνεγκαμένης σε πόλεως Φλωρίνης
καὶ τῶν ἁπανταχοῦ πιστῶς τιμώντων σε.

Καὶ νῦν. Τῆς προλαβούσης ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. ᾿Αναγνώσματα.

Προφητείας ᾿Ησαΐου τὸ ἀνάγνωσμα

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ


συναχθήσονται ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ
ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; ᾿Αγαγέτωσαν τοὺς
μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ.
Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς καὶ ὁ
παῖς, ὃν ἐξελεξάμην. ῞Ινα γνῶτε καὶ πιστεύσητέ μοι καὶ
συνῆτε, ὅτι ἐγώ εἰμι. ῎Εμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς
καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. ᾿Εγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ
5
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ἐμοῦ ὁ σῴζων. ᾿Εγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ


ἦν ἐν ὑμῖν ἀλλότριος. ῾Υμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. ῞Οτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν
μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω
λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος ᾿Ισραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν


βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων
ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. ῾Ως χρυσὸν
ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν
Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. ῞Οτι
χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν,


καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. Διὰ τοῦτο λήψονται τὸ
βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου. ῞Οτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτῶν καὶ
ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. ᾿Ενδύσεται
6
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν


ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα·
ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει δὲ
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ
σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. ᾿Αγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
᾿Αντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ
κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾿Ακούσατε οὖν,
βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς.
᾿Ενωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν. ῞Οτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ
δυναστεία παρὰ ῾Υψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ


Ψάλλομεν στιχηρὰ ἰδιόμελα

῏Ηχος α΄.
᾿Αγγελικὴν ἐπωνυμίαν κληρωσάμενος,
ἰσάγγελον τὴν πολιτείαν σου ἔδειξας,
νεομάρτυς ᾿Αγαθάγγελε·
πλάνην γὰρ τῆς ῎Αγαρ ὀργῶσαν βλέπων,
ταύτης μηχανήμασι σοφοῖς ἀπήλλαξας,
τοὺς ἀδελφούς σου ἐν Χριστῷ.
῞Οθεν εἴληφας τὸ στέφος τῶν Μαρτύρων,
τῆς ἀφθάρτου ζωῆς μέτοχος γενόμενος.

῏Ηχος β΄.
᾿Αγαθή σου ἡ κλῆσις,
ἀλλὰ καὶ ἡ πρᾶξίς σου ὑπεράγαθος,
7
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

νεομάρτυς ᾿Αγαθάγγελε.
Τὰ γὰρ ἡδέα τοῦ κόσμου ἀρνησάμενος,
καὶ ἀπελέγξας τοῦ Μωάμεθ τὴν ψυχρολογίαν,
τῶν ἀγαθῶν τοῦ Παραδείσου μετέσχηκας,
ὑπὲρ Χριστοῦ ἀθλήσας προθυμότατα.

῏Ηχος γ΄.
Τὸ δεινὸν τῆς δουλείας ἐπιτείνουσα ἡ βία,
ζυγὸς ἐπαχθέστατος τοῖς χριστωνύμοις ἐδείκνυτο·
τὸ γὰρ μέγιστον, τὴν πίστιν, κινδυνεύοντες,
ἄγγελον ἐξ οὐρανοῦ, σὲ ἐφεῦρον, ᾿Αγαθάγγελε.
Τῇ σοφία γὰρ τοῦ Πνεύματος ἀνελὼν τὰς ἐχθροῦ μηχανάς,
ἀντείληφας τοῦ μίσους αὐτοῦ μισθόν,
τὸ ὑπὲρ Χριστοῦ τερπνὸν μαρτύριον,
καὶ χορεύεις γηθόμενος, σὺν ᾿Ασωμάτοις ἀείποτε.

῏Ηχος δ΄.
Στερέμνιον τεῖχος καὶ βράχον ἀσάλευτον,
τὰ ἐπαφρίζοντα κύματα τῆς ἀγαρηνῶν δυσσεβείας,
εὗρόν σε, γενναῖε ᾿Αγαθάγγελε.
Οὕτω γὰρ ὁ πήλινος ἄνθρωπος δείκνυται,
πυρούμενος τῷ θείῳ ἔρωτι τοῦ Κυρίου,
ὑπὲρ Οὗ καὶ σὺ ἀθλήσας, καὶ ὁμολογήσας Αὐτοῦ τὴν θεότητα,
μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῆς πόλεως Φλωρίνης
καὶ τῶν πιστῶς ἀεὶ τιμώντων σε, δεόμεθα.

Δόξα. ῏Ηχος πλ.α΄.


Τῆς διπλοειδοῦς ἀγάπης πληρωτὴς γενόμενος,
τῆς πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον,
νεομάρτυς ᾿Αγαθάγγελε,
τὸν μὲν Κύριον Θεὸν ὡμολόγησας,
τοὺς δὲ ἀδελφούς σου τῆς ἀρνήσεως ἀπέτρεψας,
8
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

εἰληφὼς γενναιοφρόνως,
τῆς διὰ Χριστὸν σφαγῆς τὸν στέφανον·
ὅθεν τοὺς τιμῶντάς σε διαφύλαττε τῆς πλάνης,
καὶ Παραδείσου πολίτας γενέσθαι καταξίωσον.

Καὶ νῦν. Τῆς ἑορτῆς.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ


Στιχηρὰ προσόμοια. ῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε νεκρόν.

῞Οτε ἀσεβείας ἡ ἀχλύς,


ὥσπερ δυσδιάλυτον νέφος,
κατεκυρίευε,
τότε, ᾿Αγαθάγγελε,
σὲ ὁ Φιλάνθρωπος,
ἀθλητὴν γενναιότατον,
ἀνέδειξε λόγοις,
κατακεραυνώσαντα Μωάμεθ ἄνοιαν·
ὅθεν ὡς ἀμνὸς χριστοφόρος,
ἤχθης πρὸς τὸν θάνατον χαίρων,
τὰ πεποθημένα κληρωσάμενος.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει...

῎Αγγελος ἐδείχθης τοῖς πιστοῖς,


κατὰ τὴν ὁμώνυμον κλῆσιν,
ὦ ᾿Αγαθάγγελε,
τούτοις τὴν παράκλησιν,
διδοὺς τῆς Χάριτος·
σοῦ γὰρ πλάνην ἐλέγξαντος,
καὶ πίστιν Κυρίου,
ἐν δυνάμει Πνεύματος,
9
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ἀνακηρύξαντος,
ὤφθης κλονουμένων ὁ στύλος,
καὶ τῶν ἀμφιβόλων θεῖον στήριγμα.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...

Δοὺς θνητόν σου σῶμα τῷ Χριστῷ,


σὺν ταῖς ἀσωμάτων χορείαις,
σαφῶς ἠρίθμησαι,
μάρτυς ᾿Αγαθάγγελε,
καὶ εὗρες πλήρωσιν,
μυχαιτάτων καρδίας σου,
ἐν τῇ βασιλείᾳ,
οὐρανῶν, μακάριε,
ἔνθα μνημόνευε,
πάντας τοὺς τιμῶντάς σε πόθῳ,
καὶ ἀσπαζομένους λειψάνων,
θήκην σου πηγάζουσαν ἰάματα.

Δόξα. ῏Ηχος πλ.β΄.


Τῷ θείῳ ἔρωτι πυρωθείς σου τὴν ψυχήν,
καὶ τὸν θεσβίτου ζῆλον ἀναλαβὼν ἀνδρικῶς,
τῶν ὑποδούλων ἀδελφῶν σου,
ὑποστηρικτὴς γενναῖος ἀνεδείχθης, ᾿Αγαθάγγελε νεομάρτυς·
τὴν πλάνην δὲ ἐλέγξας τοῦ ψευδοπροφήτου Μωάμεθ,
καὶ τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ ἀνακηρύξας,
θανάτου ἐγεύσω διὰ ξίφους πικροῦ.
Νῦν δὲ εὐφραινόμενος ἐν οὐρανοῖς,
πρέσβευε ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, δεόμεθα.

Καὶ νῦν. Τῆς ἑορτῆς.

10
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

Νῦν ἀπολύεις. Τρισάγιον κλπ. ῞Οτι σοῦ ἐστιν.

᾿Απολυτίκιον. ῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν πλάνην ἐξήλεγξας ἀγαρηνῶν εὐθαρσῶς,


κηρύξας ἀλήθειαν Εὐαγγελίου Χριστοῦ,
κλεινὲ Ἀγαθάγγελε.
Ὅθεν τῷ μαρτυρίῳ τῆς Φλωρίνης ἐγένου,
καύχημα καὶ ἱκέτης,
ὡς αὐτῆς θεῖος γόνος,
πρεσβεύων ἀδιαλείπτως,
τῷ στέψαντί σε Χριστῷ.

Ἕτερον. Ἦχος ὁ αὐτός. ῾Ο ὑψωθείς.

Εὐαγγελίου πληρωτὴς ἀνεδείχθης,


καλῶς ἀθλήσας, ᾿Αγαθάγγελε μάρτυς,
τὴν πλάνην τὴν ψυχώλεθρον τῆς ῎Αγαρ καθελών·
ὅθεν καθικέτευε,
τὸν Δεσπότην δοθῆναι,
πᾶσι τοῖς τιμῶσί σου,
τὴν ὑπέρφωτον μνήμην,
ἀειφλεγῆ ἀγάπην πρὸς Αὐτόν,
καὶ σωτηρίαν, αἰώνιον ῞Αγιε.

καὶ τῆς ἑορτῆς

11
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Εἰς τὴν α΄ στιχολογίαν. Κάθισμα.
῏Ηχος α΄. Τὸν τάφον σου, Σωτήρ.

Τῶν πάλαι ἀθλητῶν, μιμησάμενος ζῆλον,


προσκαίρων ἡδονῶν, οὐκ ἐθέλχθης παγίδι,
κλεινὲ ᾿Αγαθάγγελε, ἀλλ᾿ ἐλέγξας δυσώνυμον,
πλάνην εἴληφας, τῶν σῶν ἀγώνων τὸ στέφος,
καὶ ὁρᾷς Χριστοῦ, τὸ ὑπερπόθητον κάλλος,
σὺν ἄνω Δυνάμεσι.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς

Εἰς τὴν β΄ στιχολογίαν.


Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.

Χριστὸν κατέχων σου, μόνον θησαύρισμα,


τούτου ἠνάλωσαι, τῷ θείῳ ἔρωτι,
ὅθεν θανάτου ἀπειλήν, οὐδόλως ἐδειλίασας,
ἀσεβῶν τὸ φρύαγμα, θεολόγοις σου ρήμασι,
καθελὼν κατέστεψαι, ἀθλητὰ ᾿Αγαθάγγελε,
τὴν πίστιν ὑποδούλων ὑφάψας,
τῇ γενναιότητι καρδίας σου.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.


Μετὰ τὸν Πολυέλεον.
Κάθισμα. ῏Ηχος δ΄. ᾿Επεφάνης σήμερον.

Εὐφροσύνης ᾄσμασιν, ᾿Αγαθαγγέλου,


θείου νεομάρτυρος,
μνήμην τελοῦμεν εὐλαβῶς,
καὶ γὰρ αὐτὸς τὴν θεότητα,
12
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

Λόγου κηρύξας, φαιδρῶς ἐμαρτύρησεν.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Οἱ ᾿Αναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου. ᾿Εκ νεότητος μου.


Προκείμενον· Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν
τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος· Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς αὐτοῦ
ἐξανθήσει.
Εὐαγγέλιον, τοῦ ῎Ορθρου τοῦ ἁγ. Γεωργίου.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι. ῾Ο Ν΄. ᾿Ελέησόν με ὁ Θεός....
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
καὶ τὸ ἰδιόμελον. ῏Ηχος πλ.β.
Στίχ. ᾿Ελέησόν με ὁ Θεός....

Τὸ ἐν οὐρανοῖς πολίτευμα ἐπιποθήσας,


τῶν κάτω σοφῶς κατεφρόνησας,
νεομάρτυς ᾿Αγαθάγγελε·
ὅθεν πρὸ ἀσεβῶν Χριστὸν ὁμολογήσας,
μαρτύρων καὶ ἀγγέλων συνόμιλος,
διὰ τῆς ξιφοτμήσεως γέγονας.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου...κλπ.

Οἱ Κανόνες. Πρῶτον ὁ ἀναστάσιμος. Ποίημα ὁσίου Ἰωάννου


τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α´. Ἦχος α´. Ὁ Εἱρμός.

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί·


Πάσχα Κυρίου, Πάσχα·
13
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ἐκ γὰρ θανάτου πρὸς ζωήν,


καὶ ἐκ γῆς πρὸς οὐρανόν,
Χριστὸς ὁ Θεός,
ἡμᾶς διεβίβασεν,
ἐπινίκιον ᾄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα,


τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως,
Χριστὸν ἐξαστράπτοντα,
καί, Χαίρετε, φάσκοντα,
τρανῶς ἀκουσόμεθα,
ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,


γῆ δὲ ἀγαλλιάσθω,
ἑορταζέτω δὲ κόσμος,
ὁρατός τε ἅπας καὶ ἀόρατος·
Χριστὸς γὰρ ἐγήγερται,
εὐφροσύνη αἰώνιος.

῾Ο Κανὼν τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς:


"᾿Αγαθαγγέλῳ νεομάρτυρι ὁ κανὼν οὗτος. ᾿Α(θανάσιος)".
῏Ηχος πλ.δ΄. ῾Αρματηλάτην φαραώ.

᾿Αγαθαγγέλου τὸ τερπνὸν μαρτύριον,


ἀνευφημήσωμεν,
καὶ ἐν θείοις ὕμνοις,
κατεγκωμιάσωμεν,
ἀγῶνας καὶ τὰ σκάμματα,
ἅπερ ἔτλη ὁ μέγας,
ὁμολογήσας θεότητα,
τοῦ Χριστοῦ τυράννων ἐνώπιον.
14
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

Γίνου πιστὸς ἄχρι θανάτου, ἅγιε,


ἀκηκοὼς τὸ Θεοῦ,
πάντων τῶν γηΐνων,
ἄρδην κατεφρόνησας,
καὶ προτιμήσας θάνατον,
δι᾿ ἀγάπην Δεσπότου,
τὸν ἐπινίκιον στέφανον,
εἴληφας λαμπρῶς, ᾿Αγαθάγγελε.

῎Αγαρ τὴν πλάνην τὴν σκοτώδη ἤλεγξας,


ὡς θανατοῦσαν ψυχάς,
καὶ τοὺς λάτρας ταύτης,
θεῖε ᾿Αγαθάγγελε,
ἐν πλείστοις παραδείγμασι,
πλανωμένους ἐνδείξας,
αὐτῶν τὸ μῖσος ἐξήγειρας,
καὶ διὰ Χριστὸν ξίφει τέθνηκας.

Θεοτοκίον

Θεὸν τεκοῦσα ἐξ ἁγνῶν αἱμάτων σου,


σῶσαι θελήσαντα,
τὸ ἀνθρώπων γένος,
εἴληφας ὡς ἄξιον,
τὰ δευτερεῖα, ῎Αχραντε,
τῆς ῾Αγίας Τριάδος,
ἣν καθικέτευε πάντοτε,
ὑπὲρ τῶν πιστῶς γεραιρόντων σε.

Καταβασία.

Ἀναστάσεως ἡμέρα,
15
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

λαμπρυνθῶμεν Λαοί·
Πάσχα Κυρίου, Πάσχα·
ἐκ γὰρ θανάτου πρὸς ζωήν,
καὶ ἐκ γῆς πρὸς οὐρανόν,
Χριστὸς ὁ Θεός,
ἡμᾶς διεβίβασεν,
ἐπινίκιον ᾄδοντας.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

Δεῦτε πόμα πίωμεν καινόν,


οὐκ ἐκ πέτρας ἀγόνου,
τερατουργούμενον,
ἀλλ’ ἀφθαρσίας πηγήν,
ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,
ἐν ᾧ στερεούμεθα.

Νῦν πάντα πεπλήρωται φωτός,


οὐρανός τε καὶ γῆ,
καὶ τὰ καταχθόνια·
ἑορταζέτω γοῦν πᾶσα κτίσις,
τὴν Ἔγερσιν Χριστοῦ,
ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι, Χριστέ,


συνεγείρομαι σήμερον,
ἀναστάντι σοι·
συνεσταυρούμην σοι χθές·
αὐτός με συνδόξασον, Σωτήρ,
ἐν τῇ Βασιλείᾳ σου.

Τοῦ Νεομάρτυρος. Οὐρανίας ἁψῖδος.


16
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

᾿Αληθείας Κυρίου,
σωσιψυχοῦς γέγονας,
ὁμολογητής, Νεομάρτυς, ἀκαταγώνιστος,
καὶ τὸ μυστήριον,
Οἰκονομίας τὸ μέγα,
πίστει διετράνωσας,
τοῖς συλλαβοῦσί σε.

Γηραιὰν πλάνην, Μάρτυς,


ἰσλαμισμοῦ ἤλεγξας,
ὡς γεννητικὴν ἀπωλείας, τοῖς ταύτην σέβουσι,
καὶ διεκήρυξας,
πρὸ τῶν τυράννων γενναίως,
πίστιν τὴν ᾿Ορθόδοξον,
ὦ ᾿Αγαθάγγελε.

Γνησιώτατος ὤφθης,
συνεχιστής, ῞Αγιε,
τῶν μαρτυρησάντων τὸ πάλαι, διὰ τὸν Κύριον,
διὸ καὶ ἔτυχες,
τοῦ ἰσοτίμου βραβείου,
Παραδείσου οἴκησιν,
τὴν ὑπερπόθητον.
Θεοτοκίον

᾿Εν νυκτὶ καὶ ἡμέρᾳ,


πρὸς τὸν Θεὸν ἔχοντες,
πρέσβιν ἀνεπαίσχυντον, Μῆτερ, πιστῶς δεόμεθα·
ἀτρώτους φύλαττε,
ἐκ προσβολῶν τοῦ βελίαρ,
τοὺς ὁμολογοῦντάς σε,
Θεοῦ γεννήτριαν.
17
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

Καταβασία.

Δεῦτε πόμα πίωμεν καινόν,


οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον,
ἀλλ’ ἀφθαρσίας πηγήν,
ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,
ἐν ᾧ στερεούμεθα.

Κοντάκιον τοῦ Πάσχα.


Ἦχος πλ. δ´. Αὐτόμελον.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε,


ἀλλὰ τοῦ ιἍδου καθεῖλες τὴν δύναμιν·
καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός,
γυναιξὶ Μυροφόροις φθεγξάμενος· Χαίρετε,
καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος,
ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Κάθισμα.
῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.

Τὰ ἡδέα τοῦ κόσμου καταπεφρόνηκας,


᾿Αγαθάγγελε μάρτυς, διὰ τὸν Κύριον,
ὁμολογήσας κρατερῶς τὴν θεότητα,
αὐτοῦ πρὸ πλήθους ἀσεβῶν,
ὧν περ διήλεγξας σοφῶς,
τὴν πλάνην καὶ τὴν μανίαν·
διὸ καὶ ἔτυχες στέφους,
διὰ τοῦ ξίφους, ἀξιάγαστε.

Δόξα. Καὶ νῦν. Τῆς προλαβούσης ἑορτῆς.

18
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ᾨδὴ δ´. Ὁ Εἱρμός.

Ἐπὶ τῆς θείας φυλακῆς,


ὁ θεηγόρος Ἀββακούμ,
στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω,
φαεσφόρον Ἄγγελον,
διαπρυσίως λέγοντα·
Σήμερον σωτηρία τῷ κόσμῳ,
ὅτι ἀνέστη Χριστὸς ὡς Παντοδύναμος.

Ἄρσεν μέν, ὡς διανοῖξαν,


τὴν παρθενεύουσαν νηδύν,
πέφηνε Χριστός·
ὡς βρωτὸς δὲ ἀμνὸς προσηγόρευται·
ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος,
τὸ ἡμέτερον Πάσχα·
καὶ ὡς Θεὸς ἀληθής,
τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός,
ὁ εὐλογούμενος ἡμῖν,
στέφανος χρηστὸς ἑκουσίως,
ὑπὲρ πάντων τέθυται,
Πάσχα τὸ καθαρτήριον·
καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος,
δικαιοσύνης ἡμῖν, ἔλαμψεν ἥλιος.
Ὁ θεοπάτωρ μὲν Δαυΐδ,
πρὸ τῆς σκιώδους Κιβωτοῦ,
ἥλατο σκιρτῶν·
ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος,
τὴν τῶν συμβόλων ἔκβασιν ὁρῶντες,
εὐφρανθῶμεν ἐνθέως,
19
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τοῦ Νεομάρτυρος. Σύ μου ἰσχύς, Κύριε.

Λαῷ Θεοῦ ἄγγελος,


Μάρτυς, γεγένησαι,
τῇ δουλείᾳ πλεῖστα ὑποφέροντι,
καὶ μηδαμῶς ἔχοντι ἰσχύν,
ἀλλὰ ὑπ᾿ ἀνόμων,
ἐπειγομένου πρὸς ἄρνησιν,
τῆς πίστεως πατέρων,
οὓς τρόποις ἐξαιρέτοις,
ἐκ τοῦ κινδύνου σὺ ἐξήγαγες.

῾Ως Μωϋσῆς ἄλλος τις,


ὦ ᾿Αγαθάγγελε,
ὁμοπίστους δεινοτάτης θέσεως,
ἐξαγαγὼν εἴληφας μισθόν,
μίσους τῶν ἀθέων,
τὸν ποθητὸν θάνατον,
δι᾿ οὗ πρὸς ῝Ον ἠγάπας,
ἐν πτεροῖς κούφοις ἦλθες,
ἀπολαύων ὧν πρῴην ἐπόθησας.

Νοῦν τοῦ Χριστοῦ ἔχοντα,


Μάρτυς θεόψυχε,
οἱ δυνάσται οὐδαμῶς ἐκλόνησαν,
τεῖχος στεῤῥὸν γνώμης σου λαμπρᾶς,
πλεῖστα τοῦ παρόντος,
αἰῶνος καθυποσχόμενοι,
μὴ γνόντες σε πλουτοῦντα,
θησαυρὸν κεκρυμμένον,
20
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ἐν ἀσύλοις ταμείοις Δεσπότου σου.

Θεοτοκίον

᾿Επὶ τῆς γῆς ἄλλη τις,


Κόρη Πανάμωμε,
οὐχ ὑπῆρξεν, ἀλλὰ οὔτε ἔσεται,
ὥσπερ σὺ ἦς πάντων τῶν καλῶν,
σύνταγμα ὡραῖον,
καὶ πλοῦτος ἀδιασάλευτος·
δι᾿ ῝Ο καὶ ὁ Δεσπότης,
προελόμενος σῶσαι,
τῶν ἀνθρώπων τὸ γένος σοὶ ᾤκησεν.

Καταβασία.

Ἐπὶ τῆς θείας φυλακῆς,


ὁ θεηγόρος Ἀββακούμ,
στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω,
φαεσφόρον Ἄγγελον,
διαπρυσίως λέγοντα·
Σήμερον σωτηρία τῷ κόσμῳ,
ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

ᾨδή ε´. Ὁ Εἱρμός.

Ὀρθρίσωμεν ὄρθρου βαθέος,


καὶ ἀντὶ μύρου τὸν ὕμνον,
προσοίσωμεν τῷ Δεσπότῃ·
καὶ Χριστὸν ὀψόμεθα,
δικαιοσύνης ἥλιον,
πᾶσι ζωὴν ἀνατέλλοντα.
21
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν,


οἱ ταῖς τοῦ ιἍδου σειραῖς,
συνεχόμενοι δεδορκότες,
πρὸς τὸ φῶς ἠπείγοντο,
Χριστέ, ἀγαλλομένῳ ποδί,
Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι,
τῷ προϊόντι Χριστῷ,
ἐκ τοῦ μνήματος ὡς νυμφίῳ,
καὶ συνεορτάσωμεν,
ταῖς φιλεόρτοις τάξεσι,
Πάσχα Θεοῦ τὸ σωτήριον.

Τοῦ Νεομάρτυρος. ῞Ινα τί με ἀπώσω.

῾Ο σαρκόψυχος ὄχλος,
ἐπιγόνων τῆς ῎Αγαρ κακὰ εἰργάσαντο,
κατὰ ὑποδούλων,
ἀναγκάζοντες τούτους ἀρνήσασθαι,
τοῦ Κυρίου πίστιν,
ἀλλά σε εὗρον γωνιαῖον,
λίθον, μάρτυς, ἐν ᾧπερ προσέκοψαν.

Μὴ λαμβάνων κρατούντων,
τὴν ἀναίσχυντον δύναμιν, ᾿Αγαθάγγελε,
κατὰ νοῦν οὐδόλως,
ἐπτοήθης αὐτῶν μηχανήματα,
ἀλλὰ συνεργοῦντος,
σοὶ οὐρανίου Βασιλέως,
ὥσπερ χνοῦν ὁδιαῖον διέλυσας.

22
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

᾿Αναστήσας τὸ πάλαι,
Δανιὴλ ὁ Δεσπότης Σωσσάναν ἔσωσε,
νῦν δὲ εὗρε ἄλλον,
δι᾿ οὗ πλάνης τῆς ῎Αγαρ ἐῤῥύσατο,
τὸν δεδουλωμένον,
πιστὸν λαὸν Μοναστηρίου,
Δανιήλ, ᾿Αγαθάγγελε, χάριτος.

Θεοτοκίον

῾Ρητορεύουσα γλῶσσα,
οὐ δυνήσεται, Μῆτερ, ἐκδιηγήσασθαι,
πλῆθος ἀρετῶν σου,
καὶ ἀγάπην ἣν δείκνυς ἀείποτε,
πρὸς τοὺς χριστωνύμους,
οὓς ὥσπερ τέκνα γνήσιά σου,
ἐκ ποικίλων φυλάττεις συμπτώσεων.

Καταβασία.

Ὀρθρίσωμεν ὄρθρου βαθέος,


καὶ ἀντὶ μύρου τὸν ὕμνον,
προσοίσωμεν τῷ Δεσπότῃ·
καὶ Χριστὸν ὀψόμεθα,
δικαιοσύνης ἥλιον,
πᾶσι ζωὴν ἀνατέλλοντα.

ᾨδὴ ς´. Ὁ Εἱρμός.

Κατῆλθες, ἐν τοῖς κατωτάτοις τῆς γῆς,


καὶ συνέτριψας μοχλοὺς αἰωνίους,
κατόχους πεπεδημένων Χριστέ,
23
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

καὶ τριήμερος,
ὡς ἐκ κήτους Ἰωνᾶς,
ἐξανέστης τοῦ τάφου.

Φυλάξας, τὰ σήμαντρα σῷα Χριστέ,


ἐξηγέρθης τοῦ τάφου,
ὁ τὰς κλεῖς τῆς Παρθένου,
μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου,
καὶ ἀνέῳξας ἡμῖν,
Παραδείσου τὰς πύλας.

Σῶτέρ μου, τὸ ζῶν τε καὶ ἄθυτον ἱερεῖον,


ὡς Θεός, σεαυτὸν ἑκουσίως,
προσαγαγὼν τῷ Πατρί, συνανέστησας,
παγγενῆ τὸν Ἀδάμ,
ἀναστὰς ἐκ τοῦ τάφου.

Τοῦ Νεομάρτυρος. ῾Ιλάσθητί μοι, Σωτήρ.

Τριάδος τὴν φωταυγῆ,


πίστιν λαμπρῶς ἀνεκήρυξας,
καὶ πλάνην σκοτοειδῆ,
τοῦ Μωάμεθ ἤλεγξας,
θεῖε ᾿Αγαθάγγελε,
τῶν Νεομαρτύρων,
ἰσοστάσιε καὶ σύμψυχε.

῾Υπέδυς ρόλον σοφῶς,


τοῦ Μωϋσέως καὶ ἤνεγκας,
τὰ ἄνω κάτω καλῶς,
δυσσεβῶν βουλεύματα,
μάρτυς ᾿Αγαθάγγελε,
24
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

καὶ πιστοὺς ἐῤῥύσω,


ἐκ κινδύνου τῆς ἀρνήσεως.

῾Ρευμάτων ψυχοβλαβῶν,
τοὺς ὀχετοὺς ἀνεστόμωσας,
καὶ ὥσπερ ὁ Μιχαήλ.
θεῖε ᾿Αγαθάγγελε,
῎Αρχιππον διέσωσε,
ἀδελφοὺς τῇ πίστει,
σὺ ὡς ἄγγελος διέσωσας.

Θεοτοκίον

῾Ιλάσθητι τῷ λαῷ,
τῶν χριστωνύμων, Πανάμωμε,
πολλὰ γὰρ πταίει Θεῷ,
ἄκων καὶ βουλόμενος·
ὅθεν ἀπορούμενος,
ἄλλην τίνα ἕξει,
εἰ μὴ Σὲ πρέσβιν εὐΐλατον;

Καταβασία.

Κατῆλθες,
ἐν τοῖς κατωτάτοις τῆς γῆς,
καὶ συνέτριψας μοχλοὺς αἰωνίους,
κατόχους πεπεδημένων Χριστέ,
καὶ τριήμερος,
ὡς ἐκ κήτους Ἰωνᾶς,
ἐξανέστης τοῦ τάφου.

Κοντάκιον.
25
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

῏Ηχος γ΄. ῾Η Παρθένος σήμερον.

Τοῦ φωτὸς πιμπλάμενος,


᾿Ορθοδοξίας, τρισμάκαρ,
῎Αγαρ οὐχ ὑπέμεινας,
ὁρᾶν δυσσέβειαν πλάνης,
θέλουσαν, λαὸν Κυρίου ἀποπλανῆσαι·
ἴσχυσας, ἀνακαλέσαι βουλὰς ἀνόμων,
ὑφ᾿ ὧν τέτμησαι τὴν κάραν,
ὑπὲρ Δεσπότου, κλεινὲ ᾿Αγαθάγγελε.

῾Ο Οἶκος

Φιλαδέλφου ἀγάπης τεκμήριον, τοῦτο πέφυκεν·


τὰς ψυχὰς τῶν πλησίον τιμιωτέρας λογίζεσθαι,
ἢ τὰς ἑαυτῶν, τοὺς πιστεύοντας τῷ Δεσπότῃ.
῞Οθεν, ῞Αγιε, βλέπων ὀργῶσαν τὴν τοῦ καμηλίτου πλάνην,
καὶ ἀπειλοῦσαν δεινῶς λαὸν χριστώνυμον,
τοῦτον τῆς ἐσχάτης κακίας διέσωσας,
πᾶσαν μηχανὴν σοφῶς ἐργασάμενος·
διὸ καὶ τοῦ μαρτυρικοῦ θανάτου
χαίρων γευσάμενος,
νῦν πρεσβεύεις ὑπὲρ τῶν σὲ τιμώντων,
νεομαρτύρων δόξα καὶ Φλωρίνης καύχημα,
κλεινὲ ᾿Αγαθάγγελε.

Τὸ Συναξάριον τῆς ἡμέρας εἶτα τὸ παρόν

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου καὶ ἐνδόξου


Νεομάρτυρος ᾿Αγαθαγγέλου, τοῦ ἐκ Φλωρίνης
καταγομένου καὶ ξίφει μαρτυρήσαντος ἐν Μοναστηρίῳ

26
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

(Μπίτολα) ἐν ἔτει σωτηρίῳ ᾳψκζ΄ (1727) κατὰ τὴν ιζ΄


Φεβρουαρίου.
Στίχοι
᾿Αγγέλων συνόμιλος ἐγένου μάρτυς,
᾿Αγαθάγγελε, Μωάμεθ ἀπελέγξας.
Δεκάτῃ ἑβδόμῃ Νόες ᾿Αγαθάγγελον ἔνθεν ἄειραν.
καὶ τὰ λοιπὰ τοῦ Συναξαριστοῦ τῆς ἡμέρας

Ταῖς τῶν σῶν ῾Αγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον


καὶ σῶσον ἡμᾶς. ᾿Αμήν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,


γενόμενος ἄνθρωπος,
πάσχει ὡς θνητός,
καὶ διὰ πάθους τὸ θνητόν,
ἀφθαρσίας ἐνδύει εὐπρέπειαν,
ὁ μόνος εὐλογητὸς τῶν Πατέρων,
Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ μύρων θεόφρονες,


ὀπίσω σου ἔδραμον·
ὃν δὲ ὡς θνητόν,
μετὰ δακρύων ἐζήτουν,
προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν,
καὶ Πάσχα τὸ μυστικόν,
σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν,


ᾅδου τὴν καθαίρεσιν,
ἄλλης βιοτῆς,
27
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

τῆς αἰωνίου ἀπαρχήν,


καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον,
τὸν μόνον εὐλογητὸν τῶν Πατέρων,
Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος,


αὕτη ἡ σωτήριος,
νὺξ καὶ φωταυγής,
τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως,
οὖσα προάγγελος,
ἐν ᾗ τὸ ἄχρονον φῶς,
ἐκ τάφου σωματικῶς,
πᾶσιν ἐπέλαμψεν.

Τοῦ Νεομάρτυρος. Παῖδες ἑβραίων.

῎Ονησιν εὗρες ὑπερτάτην,


τὸ μαρτύριον τῆς σῆς φιλαδελφίας,
ὡς ποτὲ ὁ Σαούλ,
διερευνῶν τὰς ὄνους,
τὴν βασιλείαν εὕρατο,
ἐκ Θεοῦ τίμιον δῶρον.
Κάραν ὑπέθηκας Κυρίῳ,
διὰ πίστεως καὶ πράξεως ἐνθέου,
διὸ πάσχων σφοδρῶς
ὁρῶν κεκακωμένους,
τοὺς ὁμοπίστους ἤθλησας,
᾿Αγαθάγγελε, γενναίως.

῎Αγγελοι ἔχουσι ψυχήν σου,


᾿Αγαθάγγελε, ἐν θείᾳ Βασιλείᾳ,
ἐξ ἧς πέμπε ἡμῖν,
28
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

τὴν Χάριν τοῦ Κυρίου,


ὡς τὸ εὐπαῤῥησίαστον,
νῦν πλουτῶν τῷ μαρτυρίῳ.

Θεοτοκίον

Νοῦν ἁγιάζοις, Θεοτόκε,


τῶν τιμώντων σε τῇ μνήμῃ τοῦ Υἱοῦ σου,
οὐ γὰρ ἄλλον ἐστί,
γλυκύτερον τῆς τούτου,
μνήμης τε καὶ αἰσθήσεως,
ὡς διδάσκουσι Πατέρες.

Καταβασία.

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,


γενόμενος ἄνθρωπος,
πάσχει ὡς θνητός,
καὶ διὰ πάθους τὸ θνητόν,
ἀφθαρσίας ἐνδύει εὐπρέπειαν,
ὁ μόνος εὐλογητὸς τῶν Πατέρων,
Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ η´. Ὁ Εἱρμός.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα,


ἡ μία τῶν Σαββάτων,
ἡ βασιλὶς καὶ κυρία,
ἑορτῶν ἑορτή,
καὶ πανήγυρίς ἐστι πανηγύρεων,
ἐν ᾗ εὐλογοῦμεν,
Χριστόν, εἰς τοὺς αἰῶνας.

29
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος,


τῆς θείας εὐφροσύνης,
ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως,
βασιλείας τε Χριστοῦ κοινωνήσωμεν,
ὑμνοῦντες αὐτόν,
ὡς Θεὸν εἰς τοὺς αἰῶνας.

ᾎρον κύκλῳ,
τοὺς ὀφθαλμοὺς σου Σιὼν καὶ ἴδε·
ἰδοὺ γὰρ ἥκασί σοι,
θεοφεγγεῖς ὡς φωστῆρες,
ἐκ δυσμῶν, καὶ βορρᾶ, καὶ θαλάσσης,
καὶ ἑῴας τὰ τέκνα σου,
ἐν σοὶ εὐλογοῦντα,
Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ,
καὶ Λόγε, καὶ Πνεῦμα,
τρισὶν ἑνιζομένη,
ἐν ὑποστάσεσι φύσις,
ὑπερούσιε καὶ ὑπέρθεε,
εἰς σὲ βεβαπτίσμεθα,
καὶ σὲ εὐλογοῦμεν,
εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Νεομάρτυρος. Τὸν ἐν ὄρει ἁγίῳ.

῾Ωραιώθης ἐνώπιον Κυρίου,


᾿Αγαθάγγελε,
καὶ ἔσπευσας τεθνάναι,
δι᾿ ἀγάπην Αὐτοῦ,
῝Ος δέδωκε τῷ κόσμῳ,
30
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ἀλήθειαν τὴν σῴζουσαν,


ἣν ἐκήρυξας ἀπίστοις.

Νέος μάρτυς ὡς παλαιοὶ τοῖς τρόποις,


᾿Αγαθάγγελε,
ἐδείχθης ὁμοπίστοις,
ὧν στηρίξας καλῶς,
ψυχὰς σοῖς θείοις λόγοις,
ἐστήριξας ὑπέρτερον, τῇ τιμίᾳ σου ἀθλήσει.
Οὐ δαιμόνων παγίδες ψυχοφθόροι,
σοῦ κατίσχυσαν,
οὐδὲ τῶν παρανόμων,
ὑποσχέσεις πολλαί,
κλονῆσαι σὴν ἀγάπην,
ἣν εἶχες πρὸς τὸν Κύριον,
᾿Αγαθάγγελε γενναῖε.

Θεοτοκίον

῾Υπὲρ πάντα τὰ κτίσματα, Παρθένε,


σὺ δεδόξασαι,
χωρίον γενομένη,
Ποιητοῦ τοῦ παντός,
῝Ος δῶρόν σε δεδώκει,
πιστοῖς καὶ καταφύγιον,
ἐν κινδύνοις καὶ ἀνάγκαις.

Καταβασία.

Αἰνοῦμεν εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.


Αὕτη ἡ κλητή,
καὶ ἁγία ἡμέρα,
31
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ἡ μία τῶν Σαββάτων,


ἡ βασιλὶς καὶ κυρία,
ἑορτῶν ἑορτή,
καὶ πανήγυρίς ἐστι πανηγύρεων,
ἐν ᾗ εὐλογοῦμεν,
Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ


ἐξαναστάντα τριήμερον ἐκ τάφου.

Φωτίζου, φωτίζου,
ἡ νέα Ἱερουσαλήμ·
ἡ γὰρ δόξα Κυρίου,
ἐπὶ σὲ ἀνέτειλε.
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών·
σὺ δὲ ἁγνή,
τέρπου Θεοτόκε,
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Μεγάλυνον ψυχή μου τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου,


Χριστὸν τὸν ζωοδότην.

Φωτίζου, φωτίζου,
ἡ νέα Ἱερουσαλήμ·
ἡ γὰρ δόξα Κυρίου,
ἐπὶ σὲ ἀνέτειλε.
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών·
σὺ δὲ ἁγνή,
τέρπου Θεοτόκε,
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
32
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

Χριστὸς τὸ καινὸν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ


αἴρων τὴν ἁμαρτίαν κόσμου.

Ὢ θείας! ὢ φίλης!
ὢ γλυκυτάτης σου φωνῆς!
μεθ’ ἡμῶν ἀψευδῶς γάρ,
ἐπηγγείλω ἔσεσθαι,
μέχρι τερμάτων αἰῶνος, Χριστέ·
ἣν οἱ πιστοί,
ἄγκυραν ἐλπίδος,
κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη,


καὶ ᾅδης ἐσκυλεύθη.

Ὢ θείας! ὢ φίλης!
ὢ γλυκυτάτης σου φωνῆς!
μεθ’ ἡμῶν ἀψευδῶς γάρ,
ἐπηγγείλω ἔσεσθαι,
μέχρι τερμάτων αἰῶνος, Χριστέ·
ἣν οἱ πιστοί,
ἄγκυραν ἐλπίδος,
κατέχοντες ἀγαλλόμεθα.

Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου


Θεότητος τὸ κράτος.

Ὦ Πάσχα τὸ μέγα,
καὶ ἱερώτατον, Χριστέ·
ὦ Σοφία καὶ Λόγε,
τοῦ Θεοῦ καὶ Δύναμις·
δίδου ἡμῖν ἐκτυπώτερον,
33
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

σοῦ μετασχεῖν,
ἐν τῇ ἀνεσπέρῳ,
ἡμέρᾳ τῆς βασιλείας σου.

Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη·


σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Ὦ Πάσχα τὸ μέγα,
καὶ ἱερώτατον Χριστέ·
ὦ Σοφία καὶ Λόγε,
τοῦ Θεοῦ καὶ Δύναμις·
δίδου ἡμῖν ἐκτυπώτερον,
σοῦ μετασχεῖν,
ἐν τῇ ἀνεσπέρῳ,
ἡμέρᾳ τῆς βασιλείας σου.

Τοῦ Νεομάρτυρος. ᾿Εξέστη ἐπὶ τούτῳ.

Τὸ σῶμά σου κατέλιπες ἐπὶ γῆς,


ἀδελφοῖς σου γλυκεῖαν παράκλησιν,
τὴν δὲ ψυχήν,
ἔχουσιν ῾Αγίων Πάντων χοροί,
μοναὶ αἱ ἐπουράνιαι,
τοῦ ἠγαπημένου σοι ᾿Ιησοῦ,
῝Ον πάντοτε δυσώπει,
ὑπὲρ τῶν σὲ τιμώντων,
κλέος μαρτύρων ᾿Αγαθάγγελε.

῾Ορῶν πλημμύραν, Μάρτυς, ἀγαρηνῶν,


ἀντιχρίστου τὴν θέσιν κατέχουσαν,
καὶ πάσης γῆς,
ἀφανῖσαι θέλουσαν παντελῶς,
34
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

πίστιν χριστοπαράδοτον,
ἐν καυχήσει ὄντως δαιμονικῇ,
Νεομαρτύρων πάντων,
χορὸς φάνητε τεῖχος,
ἐξασθενοῦντες ταύτης κύματα.
Σοφίᾳ ἀντηλλάξω τὰ χοϊκά,
θησαυρῷ οὐρανίῳ, μακάριε,
καὶ τοῦ φωτός,
τοῦ ἀδύτου πόθῳ κατατρυφῶν,
ὡς ὢν φιλαδελφότατος,
ἔτι νῦν μειζότερον ἢ τὸ πρίν,
μὴ παύσῃ ἱκετεύων,
ὑπὲρ ἡμῶν Δεσπότην,
πιστῶν Φλωρίνης, ᾿Αγαθάγγελε.

Θεοτοκίον

᾿Αγγέλων ἡδυτάτη κατατρυφή,


καὶ ῾Αγίων ἁπάντων ἀπόλαυσις,
οὖσα ῾Αγνή, ἄκουσον δεήσεων τὰς φωνάς,
τῶν πόθῳ προστρεχόντων σοι,
καὶ τῆς βασιλείας τοῦ ᾿Ιησοῦ,
ὑπάνοιξον τὰς πύλας, πρεσβείαις σου ἁγίαις,
τοῖς σὲ ὑμνοῦσι, Παναμώμητε.

Καταβασία.

Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ


πάλιν ἐρῶ, χαῖρε· ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου,
ἡ νέα Ἱερουσαλήμ·
35
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

ἡ γὰρ δόξα Κυρίου,


ἐπὶ σὲ ἀνέτειλε.
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών·
σὺ δὲ ἁγνή,
τέρπου Θεοτόκε,
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

᾿Εξαποστειλάριον
῏Ηχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.

᾿Αγάπῃ ἐκκαιόμενος,
τοῦ Κυρίου σου, μάρτυς,
πλάνην τῆς ῎Αγαρ ἤλεγξας,
πρὸ τυράννων ἀνόμων,
καὶ τῶν πιστῶν ἐγεγόνεις,
παρακλήτωρ ἐν θλίψει,
κινδύνου ἐξομώσεως,
ἐκλυτρούμενος τούτους,
καὶ εἰς Χριστοῦ,
πίστιν μένειν πάντας στεῤῥῶς διδάξας,
τὸ στέφος τῆς ἀθλήσεως,
᾿Αγαθάγγελε, εὖρες.

καὶ τῆς ἑορτῆς

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ


Ψάλλομεν στιχηρὰ προσόμοια.
῏Ηχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσι.

Τῆς Φλωρίνης χριστώνυμοι,


τὴν σὴν μνήμην γεραίρομεν,
θεῖε ᾿Αγαθάγγελε καὶ δοξάζομεν,
36
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

τὸν σὲ δοξάσαντα Κύριον,


῝Ον σφόδρα ἠγάπησας,
καὶ αὐχένα σεαυτοῦ,
εἰς μαρτύριον δέδωκας,
διὸ εἴληφας,
τὴν ἀμάραντον δόξαν καὶ τὸ στέφος,
ἐν Σιὼν ἐπουρανίῳ, σὺν ᾿Ασωμάτοις δυνάμεσι.

Καθορῶν πλάνης κύματα,


ἀπειλοῦντα συνδούλους σου,
νυσταγμὸν οὐκ ἔδωκας τοῖς βλεφάροις σου,
ἕως φρονίμως ἀνέτρεψας,
ἀθέων βουλεύματα,
καὶ ἐῤῥύσω τοὺς πτωχούς,
ἀδελφοὺς τῆς ἀρνήσεως,
ὅθεν γέγονας,
ἀναιρέτης τῆς πλάνης τοῦ Μωάμεθ,
ὃν ἀπέδειξας ἀγύρτην,
λόγοις σοφοῖς, ᾿Αγαθάγγελε.

Μοναστήριον ἔλιπες,
καὶ μονὰς εὗρες ἅγιε,
τὰς ἐπουρανίους, ἃς ἐπεπόθησας,
καὶ δι᾿ ἃς αἷμα ἐξέχεας,
γινώσκων τὴν κρείττονα,
ἐν Χριστῷ διαγωγήν,
ἣν οὐδεὶς αἴρειν δύναται,
ὅθεν δέδειξαι,
τῆς Φλωρίνης αἰώνιος εὐχέτης,
καὶ εἰκὼν ἔρωτος θείου,
πιστοῖς, σοφὲ ᾿Αγαθάγγελε.

37
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

Τὴν τιμίαν εἰκόνα σου,


ἀσπαζόμενοι, ῞Αγιε,
τοῦ ῾Αγίου Πνεύματος ποριζόμεθα,
τὰς εὐλογίας ἑκάστοτε,
καὶ γὰρ ἀνεκφοίτητος,
ἡ ἐνέργεια αὐτῆς,
Παλαμᾶς ὥσπερ εἴρηκεν,
ὁ Γρηγόριος·
διὸ πόθῳ πολλῷ προσπίπτομέν σοι,
᾿Αγαθάγγελε, αἰτοῦντες,
τὰ σωτηρίᾳ συντείνοντα.

Δόξα. ῏Ηχος πλ.δ΄.


᾿Αγαθὴν ἐπωνυμίαν κληρωσάμενος,
τοῖς ἔργοις σου ταύτην συνήρμοσας,
᾿Αγαθάγγελε μακάριε, Φλωρίνης τὸ βλάστημα.
Πλάνην γὰρ τῆς σκοτομόρφου ῎Αγαρ ἀπελέγξας,
καὶ τοὺς ἀδελφοὺς τῆς ἀποστασίας προστατεύσας,
θεολόγος ἐξ ῾Αγίου Πνεύματος γέγονας.
Τοῦ πόθου σου δὲ τὸ πλήρωμα εὑρὼν διὰ τοῦ μαρτυρίου,
νῦν ἐν οὐρανοῖς δεδόξασαι ὑπερβαλλόντως,
καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν,
Νεομαρτύρων τερπνὸν ἐγκαλλώπισμα.

Καὶ νῦν. Τῆς προλαβούσης ἑορτῆς.

Δοξολογία μεγάλη.
Εἰς τὴν Θείαν Λειτουργίαν, Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς
ἡμέρας καὶ τοῦ Νεομάρτυρος (βλ.τοῦ ἁγίου Δημητρίου)
Κοινωνικόν. Εἰς μνημόσυνον.

38
Ἀκολουθία τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου τοῦ ἐκ Φλωρίνης

Μεγαλυνάρια

Χαίροις τῆς Φλωρίνης γόνος λαμπρός,


καὶ Μοναστηρίου, νεομάρτυς χριστολαμπής,
χαίροις καὶ μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύων,
Δεσπότῃ φιλανθρώπῳ, ὦ Ἀγαθάγγελε.
῎Αγγελος ἐδείχθης χριστιανοῖς,
τῆς ἀποστασίας, προστατεύσας αὐτοὺς σοφῶς·
ὅθεν μαρτυρίου ἀπείληφας τὸ στέφος,
ἐξ ἐπιγόνων ῎Αγαρ, ὦ ᾿Αγαθάγγελε.

Τοῦ φωτὸς πιμπλάμενος τοῦ Χριστοῦ,


οὐκ ἠνέσχου σκότος, τοῦ Μωάμεθ τοῦ δυσσεβοῦς,
ὅθεν θείοις λόγοις, ἀνεῖλες μύθους τούτου,
καὶ Μάρτυς ἀπεφάνθης, ὦ ᾿Αγαθάγγελε.

Στίχοι

Συνὼν ᾿Αγγέλοις, ᾿Αγαθάγγελε μάρτυς,


᾿Αγγελικοὺς δίδαξον ἡμῖν τοὺς τρόπους.

39

You might also like