Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

Benoemblad Argo les 31 ΠΕΛΟΨ

 Onderstreep alle persoonsvormen.


 Zet een streepje voor de uitgang.
 Zet een golflijntje onder alle participia.
 Noteer boven elk participium de tijd (praesens of aoristus).
 Geef het part. en het woord waarmee het congrueert dezelfde kleur.
De eerste zin is voorgedaan.
 Noteer daarna pas de vertaling van de hele zin in je schrift.

ΠΕΛΟΨ

Ὁ μὲν Πέλοψ τὴν καλὴν κόρην κτᾶσθαι

βούλε | ται. Λέγει δ᾽ αὐτῷ ὁ Οἰνόμαος· «Εἰ δὴ

τὴν Ἱπποδάμειαν γαμεῖν βούλει, δεῖ σε νικᾶν

ἐμὲ ἐν ἱππικῷ ἀγῶνι. Εἰ μὲν νικᾷς, δέχει τὴν

5 κόρην καὶ τὴν ἀρχήν· εἰ δὲ μή, φοβοῦ τὴν

δεινὴν δίκην.»

Ὁ δὲ Πέλοψ, οἰόμενος ὅτι οἱ τοῦ Οἰνομάου ἵπποι

ἀνίκητοί εἰσιν, δόλῳ χρῆται. Νυκτὸς δὲ κρύφα

ἔρχεται πρὸς τὸν τοῦ Οἰνομάου ἱπποκόμον καὶ

10 ὑπισχνεῖται αὐτῷ τὴν ἡμίσειαν ἀρχὴν ἀντὶ

τῆς βοηθείας αὐτοῦ. Ὁ δὲ ἱπποκόμος τῷ Πέλοπι

πειθόμενος κηρῷ προσάπτει τοὺς τροχοὺς τῷ

ἅρματι τοῦ Οἰνομάου.

Z.O.Z.
Ἔπειτα ὁ Πέλοψ καὶ ὁ Οἰνόμαος ἀγωνίζονται.

15 Οἱ μὲν τοῦ Οἰνομάου ἵπποι τρέχουσιν ταχεῖς ὡς

ὁ ἄνεμος· οἱ δὲ τοῦ Πέλοπος ἵπποι μόλις ἕπονται

αὐτοῖς. Μετὰ δὲ βραχὺν χρόνον ὁ κηρὸς θέρμεται

καὶ τήκεται. Ἐξαίφνης δ᾽ οἱ τροχοὶ ἀποκυλίονται

ἀπὸ τοῦ ἅρματος. Αὐτίκα δ᾽ ὁ Οἰνόμαος ἐκ

20 τοῦ ἅρματος πίπτει καὶ λυγρῶς ἀποθνῄσκει.

Οὕτω δ᾽ ὁ Πέλοψ καὶ τὴν ἀρχὴν καὶ τὴν καλὴν

Ἱπποδάμειαν κτᾶται.

Τότε δὴ καὶ ὁ ἱπποκόμος τὸν μισθὸν αἰτεῖ

αὐτόν. Ὁ δὲ Πέλοψ ἄγει αὐτὸν ἐπὶ τὴν ὑψηλὴν

25 ἀκτὴν ὑπὲρ τῆς θαλάττης κειμένην καὶ λέγει

αὐτῷ· « Ἐγὼ καὶ σὺ οὐ μόνον τῆς γῆς ἀλλὰ καὶ

τῆς θαλάττης ἄρχομεν. Σοὶ νῦν παρέχω τὸ

σὸν ἥμισυ τῆς ἀρχῆς· πᾶσάν γε τὴν θάλατταν

λαβέ.» Εὐθὺς δὲ καταβάλλει τὸν ἄθλιον ἄνδρα

30 ἀπὸ τῆς ἀκτῆς.

You might also like