Download as rtf, pdf, or txt
Download as rtf, pdf, or txt
You are on page 1of 15

Πατέρα άναρχον, Υιόν συνάναρχον, Πνεύμα συναίδιον, Θεότητα μίαν χερουβικώς δοξάσωμεν Άγιος,

Άγιος Άγιος ο Θεός δυνάμει του σταυρού σου σώσον ημάς. δόξα/

Τριάς ομοούσιε και αδιαίρετε, Μονάς τρισυπόστατε και συναίδιε, σοι ως Θεώ των αγγέλων τον ύμνον
κραυγάζομεν Άγιος Άγιος Άγιος ει ο Θεός ημών πρεσβείαις των αγίων αποστόλων πέτρου και παύλου
σώσον ημάς και νυν/

Αθρόον ο Κριτής επελεύσεται, και εκάστου αι πράξεις γυμνωθήσωνται αλλά φόβω κράξωμεν εν τω
μέσω της νυκτός Άγιος Άγιος Άγιος ει ο Θεός δια της Θεοτόκου ελέησον ημάς.

Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ
ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, Κύριε δόξα σοι.

Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρω, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσῃς τοὺς ἐν πίστει
προσκυνοῦντας, τὴν ἑκούσιόν σου σταύρωσιν, Χριστὲ ὁ Θεός, δόξα σοι.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Χαρὰν ἡ σύμπασα, κτίσις ὁρῶσά σε, χαίρει μακρόθυμε, Σταυρῷ ὑψούμενον, ἡ πανακήρατος Ἁγνή, ἐβόα
καὶ πανάμωμος· λύτρωσιν γὰρ εὕρατο, διὰ σοῦ τέκνον φίλτατον· ξύλῳ γὰρ ἰάτρευσας, τὴν τοῦ ξύλου
κατάκρισιν· ἐγὼ δὲ νῦν τὰ σπλάγχνα δονοῦμαι, μὴ φέρουσα ὁρᾷν σε θανατούμενον.

Ἀνύψωσον Ἐκκλησιῶν, τὸ κέρας τίμιε Σταυρέ, κατάβαλε αἱρετικῶν, τῇ σῇ δυνάμει τὴν ὀφρύν, καὶ
εὔφρανον τῶν Ὀρθοδόξων τὰς χορείας, ἀξίωσον προφθάσαι σου πάντας ἡμᾶς τὴν προπομπήν, καὶ
καταπροσκυνῆσαί σε τὸ ὑποπόδιον Χριστοῦ· ἐν σοὶ γὰρ ἐγκαυχώμεθα, Ξύλον εὐλογημένον.

Δόξα... Τὸ αὐτὸ. Καὶ νῦν... Σταυροθεοτοκίον.

Ὡς ἔχουσα τὸ συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ βλέπουσα τοὺς ἐπὶ γῆς, εἰς εὐπερίστατον λαόν,
σπλαγχνίσθητι, εὐλογημένη Θεοτόκε, ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολλώμεθα δεινῶς, ἱκέτευε ὡς
ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν, Παναγία Παρθένε. ψαλμός 50

Κύματα θαλάσσης, τῇ ῥάβδῳ ἔπηξας, καὶ διήγαγες λαόν, προμηνύων τὸν Σταυρόν σου, δι' οὗ ἔτεμες
ὕδωρ τῆς πλάνης, καὶ πρὸς γῆν Οἰκτίρμον, θεογνωσίας ἔσωσας, ἅπαντας τοὺς ἐν πίστει, ὑμνοῦντάς σου
τὴν δύναμιν. δόξα σοι ο θεός ημών δόξα σοι

Ἄβυσσον ὁ ποιήσας, τῇ προστάξει σου, ὑπερῷα δυνατέ, ὁ στεγάζων ἐφ' ὑδάτων, ὁ τὴν γαῖαν κρεμάσας,
κρεμᾶσαι ἐπὶ ξύλου, καὶ σαλεύεις, πᾶσαν τὴν κτίσιν νεύματι, πάντων δὲ τὰς καρδίας, στηρίζεις ἐν φόβῳ
σου.

άγιοι μάρτυρες του χριστού/

Υἱοὶ κατὰ μέθεξιν, θεῖοι Μάρτυρες, χρηματίζετε Θεοῦ, καὶ οἰκήτορες τῆς ἄνω Σιών, καὶ κληρονόμοι, ἐν ᾗ
καὶ στεφανηφοροῦντες, περιφανῶς κραυγάζετε· ᾈσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Χεῖρας ἐκτμηθέντες, καὶ πόδας Μάρτυρες, καὶ ξεόμενοι δεινῶς, καὶ πυρὶ προσομιλοῦντες, οὐκ
ἠρνήσασθε ὅλως, Χριστὸν τὸν Θεὸν ὄντα τῶν ὅλων, ἀλλὰ θερμῶς ἐκράζετε· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως
γὰρ δεδόξασται.

υπεραγία θεοτόκε σώσον ημάς

Ἡ περικαλλὴς καὶ Παρθένος Δέσποινα, ὃν ἐκύησεν Υἱόν, θεωρήσασα ἐν ξύλῳ ὑψωθέντα βουλήσει,
ἠλάλαζε βοῶσα ἐν ὀδύνῃ· Θεὲ τῶν ὅλων εὔσπλαγχνε, Κύριος ὢν τῆς δόξης, πῶς ταῦτα πάσχεις
Δέσποτα;

Ἡ νοερὰ νεφέλη, τῆς οὐρανίου αἴγλης, ἀκτῖνα ἀνατείλασα ἀρρήτως, θείας ἐπιγνώσεως φῶς, καὶ
μετανοίας, κατέλαμψε πᾶσιν ἡμῖν ἡ μόνη Θεοτόκος, καὶ σωτηρία ἡμῶν.

Καταφυγὴν ταχεῖαν, καὶ ὀχύρωμα, τεῖχος, καὶ προπύργιον, καὶ ἀσφαλῆ λιμένα, σὲ τὴν Θεομήτορα
πάντες κεκτημένοι, οἱ ἐν πελάγει τῶν δυσχερῶν καὶ θλίψεων σαλεύοντες, κινδύνων λυτρούμεθα.

Χαῖρε ἀρρήτου, δόξης οἰκητήριον. Χαῖρε ἐνδιαίτημα, τοῦ νοητοῦ Ἡλίου. Χαῖρε τὸ κειμήλιον, τὸ τῆς
παρθενίας. Χαῖρε τὸ θεῖον ὄχημα, τοῦ Λόγου τῆς Θεότητος. Χαῖρε τροφὲ τῆς πάντων ζωῆς.

όσιε του Θεού/

Ὅπλον κατὰ πάσης τῆς μεθοδείας, τοῦ ἀλλοτρίου κραταιόν, την νηστείαν ἔχοντες, γενναίως
πατήσωμεν, τὰ τούτου μηχανήματα.

Ἐλλάμψει τοῦ Πνεύματος θεοφόρε, καταυγασθείς, τὰ νοητὰ τῆς ψυχῆς σου ὄμματα, πρὸς φῶς
ἐνητένισας, δι' ἀρετῆς τὸ ἄδυτον. δόξα/

Τῶν παρόντων Πάτερ δι' ἀκτησίας, τὸ γεηρὸν ἀποβαλὼν ἄχθος ὡς ἀσώματος, Γεράσιμε ἤνυσας, τὸν
δρόμον τῆς ἀσκήσεως. και νυν/ Θεοτοκίον

Γῆθεν πρὸς οὐράνιον πολιτείαν, ἡμᾶς ἀνείλκυσεν Ἁγνή, ὁ ἄχραντος τόκος σου, νηστείας ταῖς πτέρυξιν,
εἰς οὐρανοὺς ἀναγαγὼν ἡμᾶς.

δόξα σοι ο θεός ημών δόξα σοι

Ὁ τῆς ἐγκρατείας θεῖος καιρός, ἐπέλαμψε πᾶσι, μετανοίας τὸν φωτισμόν, τὸ σκότος ἐξαίρων τῶν
πταισμάτων, τοῦτον προθύμῳ καρδίᾳ δεξώμεθα.

Ἰδοὺ μετανοίας ἡ καλλονή, ψυχὰς μεταπλάττει, τῆς νηστείας προσαγωγή· ταύτῃ νηφαλέως εἰσελθόντες,
καὶ τῶν πταισμάτων πιστοὶ λύσιν λάβωμεν. δόξα/

Ἀρχαὶ Ἐξουσίαι καὶ Χερουβίμ, καὶ πᾶσαι δυνάμεις, δυσωπήσατε τὸν καιρόν, ἡμᾶς τῆς νηστείας
ἐκτελέσαι, ἐν μετανοίᾳ καὶ πάσῃ σεμνότητι. και νυν/ Θεοτοκίον.

Ἁγία Παρθένε ἡ τῶν πιστῶν, ἀντίληψις μόνη τὴν πρεσβείαν σου συνεργόν, καιρῷ τῆς νηστείας πᾶσι
δίδου, τοῖς Θεοτόκον ἁγνήν σε γινώσκουσι.

δόξα σοι ο θεός ημών δόξα σοι

Μίαν σύνθετον, φέρων ὑπόστασιν Λόγε, ὑπέμεινας σταύρωσιν ἀτιμοτάτην, τοῖς τιμῶσί σε, τιμῆς οὖσαν
πρόξενον.

Ἀπελύθησαν, οἱ γηγενεῖς τῆς κατάρας, κατάρα σοῦ Δέσποτα γεγενημένου, καὶ Σταυρῶ, τὴν εὐλογίαν
πηγάσαντος.

άγιοι μάρτυρες του χριστού/

Παρεπίδημοι, πάσης τῆς γῆς γεγονότες, οὐράνιοι ὤφθητε ὄντως πολῖται, καὶ Χριστοῦ, συγκληρονόμοι
πανεύφημοι.

δόξα σοι ο θεός ημών δόξα σοι

Τὰ ὀλέθρια πάθη, τὰ τῆς ψυχῆς φύγωμεν, τῇ ὑποδοχῇ τῆς νηστείας καὶ κατανύξεως, ἐπιδειξώμεθα,
καρποὺς οἱ πρὶν ἁμαρτίαις, τὸν Θεὸν τὸν εὔσπλαγχνον παραπικράναντες.

Τὰς λαμπάδας ἐλαίῳ, τῶν ἀγαθῶν πράξεων, πάντες νῦν ἐφάψαι σπουδαίως προθυμηθείημεν, ὅπως
εἰσέλθωμεν, σὺν ταῖς φρονίμοις Παρθένοις, εἰς τὸν φωτεινότατον νυμφῶνα χαίροντες. δόξα/

Θεηγόροι Προφῆται, θεοειδεῖς Μάρτυρες, θεῖοι Μαθηταὶ τοῦ Σωτῆρος, τοῦτον αἰτήσασθε, καλῶς
ἀπάρξασθαι, καὶ εὐαρέστως τελέσαι, τὸ νηστείας στάδιον πάντας δεόμεθα.

και νυν/ Θεοτοκίον.

Ὡς αἰτίαν σε πάντων, τῶν ἀγαθῶν Δέσποινα, πάντες ἐκτενῶς δυσωποῦμεν, συνεισελθεῖν ἡμᾶς, τῇ
μεσιτείᾳ σου, τῷ τῆς νηστείας ἀγῶνι, καὶ πέρας δωρήσασθαι, τούτου σωτήριον.

χωρίς τίποτα

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ,
τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

κάθισμα γεράσιμου δόξα/ και νυν/

Σταυρῷ σου προσπαγέντος ὑπὸ τῶν παρανόμων, καὶ στρατιωτῶν Σῶτερ λόγχῃ, τὴν πλευρὰν ὀρυγέντος,
ἡ Πάναγνος ὠδύρετο πικρῶς, τὰ σπλάγχνα κοπτομένη μητρικῶς, καὶ τὸ πολύ σου καὶ φρικτὸν τῆς
ἀνοχῆς ἐξίστατο βοῶσα· Δόξα τῇ πρὸς ἀνθρώπους σου στοργῇ, δόξα τῇ σῇ χρηστότητι, δόξα τῷ ἐν τῷ
θανάτῳ σου βροτοὺς ἀθανατίζοντι.

δόξα σοι ο θεός ημών δόξα σοι

Τὴν ἔκπτωσιν τοῦ Ἀδάμ, νέος Ἀδὰμ γεγονώς, μόνος ἀνέστησας Χριστέ, ἐπὶ Σταυροῦ τὰς χεῖρας
προσηλούμενος, καλάμῳ τε τυπτόμενος θέλων, καὶ ὄξους καὶ χολῆς γευόμενος, ὑπερυψοῦμεν τὸ ὕψος
τῆς μεγίστης εὐσπλαγχνίας σου.

Ὡς πρόβατον εἰς σφαγὴν σε, ὁ Προφήτης ὁρᾷ, καὶ ὡς ἀμνὸν σε, Λόγε Θεοῦ ἐρίζοντα οὐδόλως, οὐδὲ
κράζοντα· καὶ γὰρ ἐθελουσίως, ἠνέσχου σταυροῦσθαι, τοὺς θελήσει πταίσαντας, ὅπως λυτρώσῃς
τούτους ὡς πολυεύσπλαγχνος.
άγιοι μάρτυρες του χριστού/

Νεώσαντες τὴν ψυχήν, ἀρότρῳ πίστεως, σπόρον οἱ Μάρτυρες Χριστοῦ, ὑπομονῇ βασάνων
κατεβάλοντο, καὶ στάχυν μαρτυρίου, πολύχουν ἐδρέψαντο, πιστῶν συστήματα, τὸν διατρέφοντα· ὅθεν
ἀεὶ δοξάζονται.

Στενούμενοι συνοχῇ, τῶν ἀνυποίστων δεινῶν, τῇ προσδοκίᾳ τῶν τερπνῶν, πρὸς πλατυσμὸν τῆς ἄνω,
Βασιλείας Χριστοῦ οἱ Μάρτυρες κατήντησαν· ὅθεν πλατύνουσιν, ἡμῶν τὰ στόματα, τοῦ τὰ αὐτῶν
ἀνενδότως ὑμνεῖν παλαίσματα.

υπεραγία θεοτόκε σώσον ημάς

Τὸν ἄνθρακα ὡς λαβίς, τὸν θεῖον δέδεξαι, οὐ καταφλέγοντα ὅλως, δροσίζοντα δὲ μᾶλλον,
Μητροπάρθενε τὴν ἄφθορον καὶ θείαν νηδύν σου, ὃν βλέπουσα σαρκὶ ὑψούμενον, ἐθελουσίως ἐν
ξύλῳ, ὕμνοις ἐδόξαζες.

Πολυέλεον, τὴν εἰς ἐμὲ δεῖξον εὐσπλαγχνίαν σου· τοῦ γὰρ πάντων Ἐλεήμονος, ἐχρημάτισας Μήτηρ.

Φωταγώγησον, τὸν ἐν νυκτὶ με, τῆς ἁμαρτίας Ἀειπάρθενε πλανώμενον, ὡς φωστῆρα τεκοῦσα.

Ὑπὲρ δούλων σου, τὸν τῶν ἁπάντων, Δεσπότην δυσωποῦσα, ἐξιλέωσαι, προστασία τοῦ κόσμου.

όσιε του θεού/

Τῆς σῆς ἐν τοῖς βροτοῖς εὐσπλαγχνίας, Χριστὲ ὁ Θεός, δεῖγμα παρέσχου τὸν καιρὸν τῆς ἐγκρατείας
Σωτήρ, δι' οὗ ψυχὰς καὶ σώματα καθαίρεις, καὶ ἁγιάζεις τῶν δούλων σου.

Τῶν ἀρετῶν τὴν κλίμακα ἀνύσας Σοφέ, μυστικωτέρας θεωρίας, ἠξίωσαι· διὸ καὶ χάριν εἴληφας ὁρᾶν, καὶ
πρὸ καιροῦ τὰ ἐσόμενα.

Ἱδρῶσι τῶν ἀγώνων σου τῶν ἐνθέων, τὴν ἄγονον κατήρδευσας ἔρημον, καὶ καρποφόρον ἔδειξας,
ἀνθρώπους τῷ Χριστῷ συγκομίζουσαν.

υπεραγία θεοτόκε σώσον ημάς Θεοτοκίον

Ὡς στήριγμα Πιστῶν δεδομένη, Παρθένε ἁγνή, παρὰ Χριστοῦ τοῦ σὲ δοξάσαντος, δύναμιν ἐν τῷ καιρῷ
περίζωσον, ἡμᾶς τῆς ἐγκρατείας ὑμνοῦντάς σε.

δόξα σοι ο θεός ημών δόξα σοι

Ὥσπερ ὄρθρος προκύψασα, νῦν ἡ τῆς νηστείας χάρις προβάλλεται, μετανοίας τὸν καιρὸν ἡμῖν,
ὀφλημάτων σκότος διαλύοντα.

Διαθρέψωμεν πένητας, ἔλεον ἐλέῳ ἀντιλαμβάνοντες, καὶ νηστείας θείῳ ὕδατι, ψυχικὰς κηλῖδας
ἀποπλύνωμεν. δόξα/

Ἐπουράνιοι Ἄγγελοι, τὸν ἀγαθοδότην ἐκδυσωπήσατε, τὴν οἰκτρὰν ἡμῶν μετάνοιαν, οἰκτιρμοῖς ἀμέτροις
ὑποδέξασθαι.
Θεοτοκίον. και νυν/

Καθαρὸν ἱλαστήριον, τῶν ἁμαρτανόντων ἁγία Δέσποινα, μεσιτείᾳ σου διάρρηξον, τῶν ἁμαρτιῶν μου τὸ
χειρόγραφον.

δόξα σοι ο θεός ημών δόξα σοι

Ἀνέπαυσάς με Λόγε τὸν κεκμηκότα, κόπῳ παραπτώσεων, ἀναπεπαυμένος ἐν ξύλῳ Δέσποτα, καὶ ᾖρας
ὄνειδός μου, οἷς ὑπέστης Ἰησοῦ ὀνειδισμοῖς. Ὑμνῶ σου τὸ κράτος, καὶ τὰ θεῖα παθήματα.

Ὑφῆψας ὥσπερ λύχνον ἐν τῷ Σταυρῷ, τὴν σάρκα καὶ ἐζήτησας, τὴν ἀπολλυμένην δραχμὴν φιλάνθρωπε,
καὶ πάσας καλεῖς τὰς φίλας σου δυνάμεις, ἐν τῇ ταύτης εὑρέσει, ὑμνῆσαι τὸ κράτος, Χριστὲ τῆς
δυναστείας σου.

άγιοι μάρτυρες του χριστού/

Ῥηγνύμενος ὁ πλάνος τῶν ἀπλανῶν, πρὸς πόδας Ἀθλοφόρων Χριστοῦ, νεκρὸς καθορᾶται καὶ
ἀνενέργητος, αὐτοὶ δὲ τοῖς ἀπλανέσι, συναρίθμιοι ὑπάρχουσιν, Ἀγγέλοις νῦν, τῆς ἀρρήτου χαρᾶς
ἀποπληρούμενοι.

Οἱ Ἅγιοι τῷ κρύει τῶν χαλεπῶν, βασάνων καὶ τῶν θλίψεων, καὶ τῶν ἀλγηδόνων σφοδρῶς πηγνύμενοι,
πρὸς θάλψιν μετῆλθον θείαν, οὐρανίου Βασιλείας ἀληθῶς, καὶ θερμοὶ προστάται, τῶν πιστῶν ἀεὶ
δείκνυνται.

υπεραγία θεοτόκε σώσον ημάς

Σταυρούμενον ἐν ξύλῳ, καὶ τὴν πλευράν, τῇ λόγχῃ ὀρυττόμενον, τὸν ἐκ πλευρᾶς πάλαι
δημιουργήσαντα, τὴν Εὔαν, ἁγνὴ Παρθένε, θεωροῦσα ἀνεβόας μητρικῶς· Πῶς θνῄσκεις Υἱέ μου, ἡ ζωὴ
ἡ ἀθάνατος;

Ἡ τοῦ Ὑψίστου δύναμις ἐπισκιάσασα, τὴν σὴν γαστέρα ἁγνή, χωρίον ἔδειξε Θεοῦ τοῦ ἀχωρήτου, καὶ
μητέρα σε ζωῆς, καὶ σωτηρίαν πάντων ἡμῶν.

Πηγήν σε θείαν κτώμενον, τῆς σωτηρίας μου, μὴ καταιγὶς πονηρὰ καταποντίσῃ με, μηδὲ καταπιέτω
ἁμαρτίας με βυθός, ὑπεραγία Δέσποινα.

Τῆς παρθενίας ἄρουρα, ἡ ἀγεώργητος γῆ, ἀνεδείχθης τῷ κόσμῳ Ἀειπάρθενε, ἐξ ἧς ἀρρήτῳ λόγῳ
ἐγεννήθη γεωργός, ὁ πλαστουργὸς πάντων ἡμῶν.

όσιε του Θεού/

Τῆς χαμαιζήλου ἡμᾶς, προσπαθείας οἰκτίρμον, νηστείᾳ, ἀφαρπάσας, πρὸς τὸ ὕψος ἕλκυσον, Ἰησοῦ τῆς
σῆς ἀγαπήσεως.

Τῶν προσευχῶν ταῖς προσβολαῖς, παρατάξεις δαιμόνων, κατέτρωσας γενναίως, καὶ Χριστὸν Γεράσιμε,
σὺ ἀνύμνεις Υἱὸν τοῦ Θεοῦ.
Τὴν τῶν παθῶν διασχών, θεοφόρε ὁμίχλην, φωτὶ τῷ τῆς ἁγνείας, καὶ τῆς καθαρότητος, νοητῶς
ἐπλησίασας.

υπεραγία θεοτόκε σώσον ημάς Θεοτοκίον

Ῥύπου ἡμᾶς νοητοῦ, διὰ τῆς ἐγκρατείας, ἐκπλύνασα Παρθένε, καθαροὺς παράστησον, δοξολογεῖν τὸν
Υἱὸν τοῦ Θεοῦ.

δόξα σοι ο θεός ημών δόξα σοι

Τὴν παροῦσαν ἡμέραν, ἀπαρχὴν ποιούμενοι βίου σεμνότητος ἑαυτοὺς προθύμως, πρὸς ἀγῶνας πιστοὶ
εὐτρεπίσωμεν, τῆς σαρκὸς τοὺς πόνους, καὶ τῆς ψυχῆς τὴν εὐκαρπίαν, τῷ τῶν ὅλων Δεσπότῃ
προσάγοντες.

Μωϋσῆν ἡ νηστεία, θείας θεοπτίας ἀνέδειξε μέτοχον, τοῦτον οὖν ψυχή μου, μιμουμένη νηστείᾳ
ἀνάλαβε, θείας ἀναβάσεις, ἐν σεαυτῇ διαθεμένη, ὅπως ἴδῃς Θεοῦ τὴν λαμπρότητα.

δόξα/

Ἱερῶν Ἀποστόλων, καὶ ἱερωνύμων Μαρτύρων δεήσεσι, τῆς νηστείας χρόνον, διανύσαι ἡμᾶς
καταξίωσον, Ἰησοῦ οἰκτίρμον, ἐν μετανοίᾳ καὶ παντοίᾳ, ἀποχῇ ἁμαρτίας δεόμεθα.

και νυν/ Θεοτοκίον.

Τῆς νηστείας τὴν πύλην, μέλλοντες εἰσέρχεσθαι ἐκδυσωποῦμέν σε, τοῦ Θεοῦ τὴν πύλην, συνελθεῖν τοῖς
οἰκέταις σου Δέσποινα, καὶ πλατύναι πάντως, τοὺς λογισμούς καὶ διανοίας, τὰ σωτήρια πράττειν
θελήματα.

δόξα σοι ο θεός ημών δόξα σοι

Ἑκὼν ἐτύθης, ὥσπερ ἀρνίον, τὸν βρώσει ξύλου τεθνήξαντα, ἑκουσίως πάλαι, πρὸς ζωήν, Χριστὲ
ἐπανάγων.

Σταυρῷ ὑψώθης, καὶ κατεπτώθη, δαιμόνων πλάνη, ὑψώθη δέ, τῶν πιστῶν τὰ πλήθη, ἀνυμνοῦντά σε
ζωοδότα.

άγιοι μάρτυρες του χριστού/

Τῇ πορφυρίδι, τῇ ἐξ αἱμάτων, πεποικιλμένοι οἱ Μάρτυρες, Βασιλεῖ τῶν ὅλων, νῦν παρίστανται


στεφηφόροι.

Ἰάσεις πᾶσι, τοῖς ἀσθενοῦσιν, ἀναπηγάζει τὰ λείψανα, τῶν σεπτῶν Μαρτύρων, καὶ παθῶν ἑσμὸν
κατακλύζει.

υπεραγία θεοτόκε σώσον ημάς

Νοεῖν οὐ σθένει, τὸ ὑπὲρ φύσιν, τοῦ τοκετοῦ σου Πανύμνητε, νοῦς ἀνθρώπων Κόρη, ὑπὲρ νοῦν δὲ σὺ
ἀποτίκτεις.
Τὰ ἔργα μου καταδίκης μοι δίκη, γεγόνασι Δέσποτα, ἀλλὰ σὺ τῷ ξύλῳ τῷ τοῦ Σταυροῦ προσηλωθείς,
δικαιώσεως προεξένησας πλοῦτον.

Καθαίρεται τῇ πρεσβείᾳ σου πᾶσα, τῆς ἁμαρτίας ἡ ἀχλύς· τὸ γὰρ φῶς ἐκλάμψαν ἐκ σοῦ τὸ ἄχρονον
Χριστός, διεσκέδασε τῶν πταισμάτων τὸν ζόφον.

Σοὶ τὴν ἐμὴν ἀνεθέμην ἐλπίδα, καὶ ἀναμένω Ἀγαθή, τὴν ἐκ σοῦ πρὸς τὸν ἐκ σοῦ ἱλαστήριον χάριν, δι' ἧς
με οἴκτειρον, Παναγία Παρθένε.

δόξα σοι ο θεός ημών δόξα σοι

Ὁ τοῦ Τελώνου Χριστέ, τὸν στεναγμὸν προσδεξάμενος, καὶ Πόρνης τὸν ἐκ ψυχῆς, κλαυθμὸν
προσαγόμενος, δέξαι ὡς φιλάνθρωπος, τὰς ἡμῶν δεήσεις, ἱλασμὸν ἡμῖν δωρούμενος.

Δόξα/

Κηρύκων καὶ Προφητῶν, Μαρτύρων καὶ Ἀποστόλων σου, Ὁσίων Ἱεραρχῶν, καὶ Χριστὲ παρακλήσεσιν,
πάντων Δικαίων σου, ἱλασμὸν πταισμάτων, ταῖς ψυχαῖς ἡμῶν κατάπεμψον.

και νυν/ Θεοτοκίον.

Ἡ μόνη τὸ ἀσθενές, τῆς ἀνθρωπίνης ὑπάρξεως, τῷ θείῳ σου τοκετῷ, Ἁγνὴ ἐπιρρώσασα, συνεργός μοι
φάνηθι, πρὸς τὸ τῆς νηστείας, εἰσιόντι θεῖον στάδιον.

όσιε του Θεού/

Τῆς ἐγκρατείας τῇ αἴγλῃ, ἐλλαμφθέντας ἡμᾶς καταξίωσον, ἰδεῖν τῆς ἐγέρσεως Σῶτερ, τῆς σῆς τὴν θείαν
δόξαν καὶ τὴν λαμπρότητα.

Ὡς ἑωσφόρος ἐκλάμψας, ἐν τῷ σκότει τοῦ βίου Γεράσιμε, ἀνθρώπους εἰς φῶς πολιτείας, Ἀγγέλων
ἀσωμάτων ἐχειραγώγησας.

δόξα/

Τῇ εὐχῶν βακτηρίᾳ, κεφαλὰς νοουμένων συνέθλασας, θηρῶν παναοίδιμε Πάτερ, καὶ θήρας τῆς ἐκείνων
ἀνθρώπους διέσωσας.

και νυν/ Θεοτοκίον

Γνόντες τῶν πάντων Δεσπότην, διὰ σοῦ Θεοτόκε, ἐρρύσθημεν πλάνης τῶν εἰδώλων, καὶ πόθῳ, κυρίως
σε Μητέρα Θεοῦ δοξάζομεν.

χωρίς τίποτα

Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι· πρὸ σὲ γὰρ
ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

κοντάκιον
ως αστήρ ουράνιος εξανατείλας, ιερώς εφαίδρυνας, των αρετών σου τω φωτί, του ιορδάνου την
έρημον, Όσιε Πάτερ, θεόφρον Γεράσιμε.

ο οίκος

Αγγελος εν Οσίοις, μετά σώματος ώφθης, Γεράσιμε, οσίως βιώσας, καί συν τη αγγελική ζωή τους της
αγάπης καρπούς επλεόνασας, εξ ων καί διατρέφονται, οι εκβοώντές σοι τοιαύτα·

Χαίρε, Λυκίας ο θείος γόνος

Χαίρε, οσίων ο έμπνους όρος

Χαίρε, Ιορδανού οικήτωρ περίδοξος

Χαίρε, Παλαιστίνης ο θείος διάκοσμος

Χαίρε, μιμητά πανάριστε του Προδρόμου του σεπτού

Χαίρε, οικονόμε γνήσιε της αγέλης του Χριστού

Χαίρε, οτι εδείχθης εραστής ησυχίας

Χαίρε, οτι εφάνης φυτουργός εγκράτειας

Χαίρε, λαμπρόν αγάπης κειμήλιον

Χαίρε, τερπνόν του Λόγου οσφράδιον

Χαίρε, δι' ου μονασταί κραταιούνται

Χαίρε, δι' ου τω Θεώ οικειούνται.

Χαίροις, Πάτερ Γεράσιμε.

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνῃ.

Στίχοι

Ὑπηρέτης θὴρ τῷ Γερασίμῳ γέρας,

Θῆρας παθῶν κτείναντι πρὶν λῆξαι βίου.

Τῇ δὲ τετάρτῃ Γεράσιμος βιότοιο ἀπέπτη

δόξα σοι ο θεός ημών δόξα σοι

Κέδρῳ ἀνυψώθης, πεύκῃ τε, καὶ κυπαρίσσῳ Δέσποτα, τῆς Τριάδος εἷς ὑπάρχων, καὶ ἀνύψωσας, τοὺς
εἰς βάθη μυρίων, ἡδονῶν συμπτωθέντας. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Αἵματι τιμίῳ Κύριε, τὴν κτίσιν ἀνεκάθηρας, ἐξ αἱμάτων φερομένων αἰσχροῖς δαίμοσι, καὶ ἔπαυσας
θυσίας, ἐναγεῖς Θεοῦ Λόγε, τυθεὶς ὡς ἄκακος ἀμνός. Δόξα τῷ κράτει σου.

άγιοι μάρτυρες του χριστού/

Ἵσταντο τυράννων ἔμπροσθεν, ὡς στῦλοι ἀπερίτρεπτοι, περιτρέποντες τὴν πλάνην καὶ στηρίζοντες, τῶν
πιστῶν τὰς καρδίας, οἱ ἀθληταὶ μελῳδοῦντες· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

υπεραγία θεοτόκε σώσον ημάς

Κύησιν Ἁγνὴ ἀσύγκριτον, καὶ τόκον ἀνερμήνευτον, μόνη ἔσχες τὸν Δεσπότην σωματώσασα, τὸν σαρκὶ
σταυρωθέντα, ὃν ὑμνοῦντες βοῶμεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἐκ σοῦ Παρθενομῆτορ, ὁ ὑπέρφωτος Ἥλιος, ἀνατείλας, καὶ φωτίσας τὰς καρδίας ἡμῶν, ἀναμέλπειν
διδάσκει· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Φαιδρύνεται ἡ κτίσις, τῇ ἀσπόρῳ συλλήψει σου, καὶ μεγαλύνει σου τὸν τόκον, καὶ δοξάζει αὐτόν,
εὐσεβῶς μελῳδοῦσα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ κτίστης τῶν ἁπάντων, καὶ ὑπέρθεος Κύριος, προσλαβὼν τὸ καθ' ἡμᾶς ἐκ σοῦ Πανύμνητε, καὶ θεώσας
πρὸς ὕψος, συνεδριάζει τῷ Πατρί, καὶ θείῳ Πνεύματι.

όσιε του θεού/

Δι' ἐγκρατείας ἀναβάντες πρὸς ὄρος, ἐνθέου πολιτείας καὶ σωφροσύνης, τὸν φωτοδότην Κύριον,
νοητῶς ἐνοπτρισώμεθα.

Ἐν ἀκηράτοις ἀρετῶν παραδείσοις, χορεύσας θεοφόρε, ἄνθη θαυμάτων, ἐδρέψω πᾶσιν ἄφθονον,
τούτων χάριν δωρούμενος.

Τὴν κατ' εἰκόνα θεοφόρε ἀξίαν φυλάττων, φοβερὸς ἀνημέροις θηρσίν, ἐδείχθης ᾄδων ἀπαύστως τῷ
Θεῷ εὐχαριστήρια.

υπεραγία θεοτόκε σώσον ημάς Θεοτοκίον

Ἰσχὺν καὶ κράτος κατ' ἐχθρῶν νοουμένων, νηστείᾳ καὶ ἀγῶσι Θεοκυῆτορ, ἡμᾶς αἰνοῦντας Ἁγνή, καὶ
ὑμνοῦντάς σε περίσωσον.

δόξα σοιο θεός ημών δόξα σοι

Πάλαι ἐν ἅρματι πυρίνῳ, ἀνεφέρετο Ἠλίας τῇ νηστείᾳ, λαμπρυνθείς, ὦ ψυχή, τοῦτον ἐκμιμουμένη, τὰς
τῆς σαρκὸς θανάτωσον, ἀκρασίας ἐγκρατείᾳ.

Ἴδε καιρὸς τῆς ἐγκρατείας, ὑπεμφαίνων σοι τὸ φῶς τῆς σωτηρίας, μὴ ἀμέλει ψυχή, Θεοῦ
μακροθυμοῦντος, ἀλλὰ προθύμως βόησον, Ἀγαθὲ οἰκτείρησόν με. δόξα/

Παῖδας στομώσασα νηστεία, διετήρησε τὸ πῦρ ἀκαταφλέκτους, Ἰησοῦ ταῖς αὐτῶν δεήσεσι πυρός με,
τοῦ αἰωνίου λύτρωσαι, τῇ πολλῇ σου εὐσπλαγχνίᾳ. και νυν/ Θεοτοκίον.
Μόνη βοήθεια ἀνθρώπων, βοηθὸς ἡμῖν καιρῷ τῆς ἐγκρατείας, τοῖς σοῖς δούλοις γενοῦ, ὅπως ἐν
μετανοίᾳ, εὐαρεστοῦντες λάβωμεν, οὐρανῶν τὴν βασιλείαν.

δόξα σοι ο θεός ημών δόξα σοι

Τῆς μετανοίας κάμινον, προθυμίᾳ ἐκκαύσωμεν, καὶ τὰς ἡδονάς, ἐν αὐτῇ καταφλέξωμεν, ἁπάσας τοῦ
σώματος, καὶ τοῦ πυρὸς τοῦ μέλλοντος, πεῖραν μὴ λαβεῖν, τόν πλούσιον ἐν ἐλέει, αἰτήσωμεν βοῶντες·
Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ εἰσιὼν καιρὸς ἡμῖν, τῆς νηστείας γενήσεται, πάσης ἁμαρτίας, ἀποχῆς παραίτιος· μὴ οὖν κάτω
κλίνωμεν, μηδὲ ῥαθύμως δράμωμεν, ὅπως ἐν βραχείαις, καὶ ὀλίγαις ἡμέραις, ἐτῶν πολλῶν κηλῖδας,
κατανύξει καρδίας, ἐκπλύνωμεν τὸν μόνον, Θεὸν ἡμῶν ὑμνοῦντες.

Τὰ τῶν Ἀγγέλων τάγματα, τῶν Μαρτύρων ὁ σύλλογος, θείων Ἀποστόλων ὁ χορὸς ὁ ἅγιος, Ὁσίων
ὁμήγυρις, Ἱεραρχῶν τε καὶ Προφητῶν, σὲ ἐκδυσωποῦσιν, Ἀγαθὲ πανοικτίρμον, μετάνοιαν γνησίαν, τοῖς
σοῖς δούλοις παράσχου, καιρῷ τῆς ἐγκρατείας, τῆς νῦν εἰσαγομένης. υπεραγία θεοτόκε σώσον ημάς
Θεοτοκίον.

Θεοκυῆτορ πάναγνε, ἐπὶ σὲ καταφεύγομεν, οἴκτειρον ἡμᾶς, τῇ ἀγαθῇ πρεσβείᾳ σου, καὶ δίδου
εὐΐλατον, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἅπασιν ἡμῖν ἐν τῷ καιρῷ τῆς νηστείας, τῆς νῦν, εἰσαγομένης, εἰς
πιστῶν σωτηρίαν, τῶν σὲ ὑμνολογούντων, εἰς πάντας τοὺς αἰῶνας.

δόξα σοι ο θεός ημών δόξα σοι

Κλῆρον πατρῷον μὴ φυλάξαντες, τῆς ἁμαρτίας νόμῳ κατεδουλώθημεν, ἀλλ' ἐκτείνας τὰς παλάμας σου,
ἐν τῷ Σταυρῷ τῷ θείῳ, ἐλευθερίαν πᾶσιν, ἐδωρήσω δι' αὐτοῦ, ὃν σοι πίστει προσάγομεν, ἐν ἡμέραις
ἁγίαις. Ἐλέησον ἡμᾶς Ἐλεῆμον, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ τῷ Σταυρῷ σου τὴν διάστασιν, καὶ τοῦ φραγμοῦ ἐξάρας τε τὸ μεσότοιχον, εἰρήνην ἐν τοῖς πέρασιν,
ἐγκαινίσας πλουσίαν, εἰρηνευούσῃ δίδου, διελθεῖν ἡμᾶς Χριστέ, καταστάσει τὴν μέλλουσαν νηστείαν,
σὲ Κύριον ὑμνοῦντας ἀπαύστως, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ τῆς νηστείας χάρις σήμερον, ἡλιακὰς ἀκτῖνας, πᾶσι προβάλλεται, προκαθαίρουσα τὴν ζόφωσιν, τὴν ἐκ
τῆς ἁμαρτίας, οἱ συσχεθέντες πάθεσι, ποικίλοις ἐν χαρᾷ, προσελθόντες δεξώμεθα τὸ δῶρον
φιλοφρόνως. Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πικρῶς τρυγήσας ὁ Πρωτόπλαστος, ἐν Παραδείσῳ πάλαι, βρῶσιν παράλογον, ἀπερρίφη καὶ κατάκριτος,
τῆς τρυφῆς ἐξεβλήθη, ἀλλ' ἐπὶ ξύλου, ἥλοις προσπαγείς, τὸ πονηρὸν γραμματεῖον, προσήλωσας τῆς
αὐτοῦ ἁμαρτίας· διό σου τὴν πολλὴν εὐσπλαγχνίαν, ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας,

Νόμον νηστείας ἀπωσάμενοι, τῆς ἁμαρτίας, βόθρῳ, κατωλισθήσαμεν, καὶ νηστείας ἐδεήθημεν, τῆς νῦν
εἰσαγομένης, ἥν περ Οἰκτίρμον, χάριν διανύουσιν ἡμῖν, οὐρανόθεν κατάπεμψον, καὶ εἰρήνην πλουσίαν.
Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. υπεραγία θεοτόκε σώσον ημάς
Θεοτοκίον.

Καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτωλῶν μεσῖτις, ξένων ἀνάψυξις, λυπουμένων ἡ παράκλησις,


Παναγία Παρθένε, τὴν τῆς ψυχῆς μου λύπην διασκέδασον ἁγνή, καὶ παράκλησιν ἄνωθεν, ἐκ Θεοῦ μοι
δοθῆναι, δυσώπει μελῳδοῦντι προθύμως, σὲ ὑπερυψοῦντι, εἰς πάντας τοὺς αἰῶνας.

δόξα σοι ο θεός ημών δόξα σοι

Καθηλούμενον σαρκί, ἐν τῷ Σταυρῷ Οἰκτίρμον, κατιδοῦσά σε, ἡ τῶν κτισμάτων φύσις, διεστρέφετο,
φῶς ἡμέρας εἰς σκότος, ἐσαλεύετο ἡ γῆ, καὶ πάντα ἐκλονεῖτο.

Ἐν τῷ ὕψει τοῦ Σταυροῦ, τὴν τῶν ἀνθρώπων φύσιν, συνανύψωσας, καὶ ἐκ πλευρᾶς σου θείας, πλοῦτον
ἔβλυσας σωτηρίας, τοῖς πίστει προσκυνοῦσι Σωτήρ, τὸ ἄχραντόν σου Πάθος.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ'
ἴδια καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον.

Πῶς ἐγέννησας, εἰπέ, τὸν ἐκ Πατρὸς ἀχρόνως προεκλάψαντα, καὶ σὺν ἁγίῳ Πνεύματι ἀνυμνούμενον; ἢ
ὡς οἶδεν ὁ μόνος, εὐδοκήσας τεχθῆναι, ἐκ σοῦ εἰς τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὴν μετάνοιαν ἡμῶν, ὡς ἀγαθὸς τῇ φύσει προσδεξάμενος, τῶν τοῦ ἐχθροῦ παγίδων ῥῦσαι Κύριε, ἵνα
πίστει καὶ πόθῳ, σὴν νῦν ἀνυμνῶμεν, ἁγίαν δεσποτείαν.

χωρίς τίποτα

Ὁ Εἱρμὸς.

Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον,
εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

την θεοτόκο και μητέρα του φωτός/ την τιμιωτέρα/

δόξα σοι ο θεός ημών δόξα σοι

Ἰδοὺ ὁ φωτοφόρος ἦλθε καιρός, ἡ ἁγία ἡμέρα, ἐπέλαμψε, τὰ σκοτεινά, πάθη σου ἀπόφευγε, ὦ ψυχή,
καὶ τὰς αὐγὰς ὑπόδεξαι, τὰς καθοδηγούσας σε πρὸς τὸ φῶς, κατάνυξιν ὡς οἶνον, πίνουσα ἐπευφραίνου,
καὶ ἡδονῶν τὴν μέθην μίσησον.

Ὡς ὄντως ἀγαθώτατος ὁ καιρός, τῆς νηστείας Χριστέ, ὅν περ δέδωκας, πᾶσι πιστοῖς, εἰς ἁμαρτημάτων
ἀποτροπάς, καὶ ἱλασμὸν σωτήριον, καὶ τῶν χαρισμάτων ὑποδοχήν, ἐν ᾧ σε δυσωποῦμεν, μετόχους
Σωτὴρ πάντας, τῶν ἀγαθῶν σου ἡμᾶς ποίησον.

Συνήθως τὰ ἐλέη σου ἐφ' ἡμᾶς, ἐπιρραίνων Οἰκτίρμον τὰ πλούσια, δίδου ἡμῖν, δάκρυα καθαίροντα
μολυσμούς, καὶ λογισμοὺς ποθοῦντάς σε, πίστιν καὶ ἀγάπην εἰλικρινῆ, μετάνοιαν πλουσίαν, οἰκείωσιν
τελείαν, πρὸς σὲ τὸν μόνον Πολυέλεον.
Ἡ πάντων τῶν Ἀγγέλων θεία πληθύς, καὶ Ἁγίων χοροὶ ἀξιάγαστοι, τὸν ἀγαθόν, νῦν ἐκδυσωπήσατε
ἐκτενῶς, ὅπως τὸ θεῖον στάδιον, τοῦτο τῆς νηστείας τὸ ἐνεστώς, δραμεῖν ἀνεμποδίστως, ἡμᾶς
ἐνδυναμώσῃ, καὶ νικηφόρους ἀπεργάσηται.

υπεραγία θεοτόκε σώσον ημάς Θεοτοκίον.

Φιλάγαθε Παρθένε τὸν ἀγαθόν, ἡ τεκοῦσα Σωτῆρα ἀγάθυνον, πάντας ἡμᾶς, πάθεσιν ἀμέτροις καὶ
λογισμοῖς, κεκακωμένους Δέσποινα, καὶ βεβαρημένους ἁμαρτιῶν, φορτίοις δυσβαστάκτοις, ἵνα σε κατὰ
χρέος, ὡς Θεοτόκον μεγαλύνωμεν.

χωρίς τίποτα

Ἀτονεῖ πᾶσα φύσις, καὶ βροτῶν καὶ Ἀγγέλων, τὴν εὐσπλαγχνίαν σου, εὐχαριστεῖν Εὐεργέτα, ὅτι σάρκα
θέλων, δι' ἡμᾶς ἐπτώχευσας, καὶ ἐπὶ ξύλου ὑπὲρ ἡμῶν ἐτάθης, κατάρα γεγονώς, ἵνα τὴν πρὶν κατάραν
ἀνέλῃς, τῆς ἀνθρωπότητος.

δόξα σοι ο θεός ημών δόξα σοι

Φαιδρὰ ἡμέρα, ἡ τῆς ἐγκρατείας ἐπέστη, φαιδρῷ τῷ προσώπῳ, δεῦτε ὑπαντήσωμεν, ψυχή μου τῷ
Δεσπότῃ, χάριν ἐκπεμφθῆναι ἄνωθεν, ἡμῖν αἰτοῦντες, καὶ τῶν πολλῶν σφαλμάτων διόρθωσιν εὑρεῖν,
ὅπως φρικωδεστάτης γεέννης, μὴ πειραθῶμεν ἐκεῖ.

Τοῖς ἐν τῷ σκότει, τῶν ἁμαρτιῶν συσχεθεῖσι, τῆς μετανοίας νῦν τὰ ἱερά εἰσόδια ἐπέστη, πάντων τὰς
ψυχὰς φωτίζοντα· διὸ ψυχή μου, τὸν σκοτασμὸν ἔκκλινον, τοῦ κόρου τῶν παθῶν, σπεῦσον ἵνα τρυφῆς
αἰωνίου, ἐπαπολαύσῃς ἐκεῖ.

Ἐπὶ τοῦ ξύλου χεῖρας, ἑκουσίως ἁπλώσας, τὰ διεστῶτα πάντα συνηγάγω Ζωοδότα, τῇ δὲ λόγχῃ, σὴν
διανυγεὶς μακρόθυμε πλευράν, τὴν ἥτταν τὴν ἐκ πλευρᾶς φυεῖσαν, ἠνώρθωσας ἡμῶν· ὅθεν
εὐχαριστοῦντες, ὑμνοῦμεν τὴν εὐσπλαγχνίαν σου. δόξα/

Ἡ φωτοφόρος, νῦν ἐπιδημοῦσα νηστεία, προσδεξιοῦται τράπεζαν ἀγώνων, προτιθεῖσα· διὰ τοῦτο,
ταύτης νηφαλέως ἅπαντες, σεπτὸν κρατῆρα καθαρτικῶν δακρύων ληψώμεθα πιστοί, ἵνα τῶν
ἀνηκέστων δακρύων, μὴ πειραθῶμεν ἐκεῖ. και νυν/ Θεοτοκίον.

Ἡ προστασία, πάντων τῶν εἰς σὲ πεποιθότων, ἡ ἐν ἀνάγκαις, ἄγρυπνος ὑπάρχουσα προστάτις Θεοτόκε,
τῆς αἰωνιζούσης λύτρωσαι, ὑμᾶς γεέννης, καὶ τῶν ἀποκειμένων, κολάσεων πικρῶν, ὅπως χρεωστικῶς
ὑμνῶμεν, τὰ μεγαλεῖά σου.

Ὁ Εἱρμὸς. χωρίς τίποτα

Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ, δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως
ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ
προστάτις, σὲ μεγαλύνομεν.

άξιον εστιν/ την τιμιωτέρα/ φωταγωγικά

Ἐξαπόστειλον τὸ φῶς σου, Χριστὲ ὁ Θεός, καὶ φώτισον τὴν καρδίαν μου, δυνάμει του σταυρού σου και
σώσον με

Ἐξαπόστειλον τὸ φῶς σου, Χριστὲ ὁ Θεός, καὶ φώτισον τὴν καρδίαν μου πρεσβείαις κύριε των αγίων
αποστόλων πέτρου και παύλου κατάπεμψον ημίν το μέγα έλεος

Ἐξαπόστειλον τὸ φῶς σου, Χριστὲ ὁ Θεός, καὶ φώτισον τὴν καρδίαν μου πρεσβείαις της Θεοτόκου

αυτά τα τρία όπως είναι

προστασίαις κύριε των ασωμάτων

πρεσβείαις των μαρτύρων και σώσον ημάς

πρεσβείαις κύριε της θεοτόκου κατάπεμψον ταις ψυχαίς ημών το φως το αοίδιον

ΔΟΞΟΛΟΓΙΑ πληρώσωμεν όπως 2 ΜΑΡΤΙΟΣ

Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων
ἐμακαρίζετο, τρυφὴ σωματικὴ καὶ σαρκικῶν ὀρέξεων, ὀλίγοι κατεφρόνουν, ἀφ' οὗ δέ, τὸ τοῦ Σταυροῦ
μυστήριον πέπρακται, καὶ δαιμόνων ἐσβέσθη τυραννὶς τῇ θεογνωσίᾳ, ἡ τῶν οὐρανῶν ἐπὶ γῆς ἀρετὴ
πολιτεύεται· διὸ νηστεία τιμᾶται, ἐγκράτεια λάμπει, προσευχὴ κατορθοῦται, καὶ μάρτυς καιρός, ὁ
παρὼν δεδομένος ἡμῖν, ὑπὸ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις
ἡμῶν· εὐφράνθημεν ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. καὶ ἰδὲ ἐπὶ τοὺς
δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. πάλι προ του σωτηρίου/ καὶ ἔστω ἡ
λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς. και τω
έργω τω χειρών ημών κατεύθυνον Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ
ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν,
ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.

Ἡ πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς·Υἱέ μου καὶ Θεέ μου,
γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.

ΑΓΑΘΟΝ τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ῞Υψιστε, τοῦ ἀναγγέλλειν τῷ πρωΐ
τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα τρισάγιον.

Ἐν τῷ Ναῶ ἐστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν, Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον
ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου. Κύριε, ἐλέησον (μ') δόξα/ και νυν/ την τιμιωτέρα/ εν ονόματι κυρίου
ευλόγησον πάτερ

Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε. νῦν, καὶ ἀεί και εις τους αιώνας των αιώνων αμήν
Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ Ἔθνη πράϋνον, τὸν
Κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν (Μονήν) ταύτην και τον ιερόν ναόν τούτον καλῶς διαφύλαξον,
τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ
ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. κύριε και δέσποτα 3 μετάνοιες και ώρες

ώρα πρώτη μετά τους ψαλμούς και τα αλληλούια δόξα/ απολυτίκιον γεράσιμος ιορδανίτης και μετά το
τρισάγιον κοντάκιον γεράσιμος ιορδανίτης και ώρα έκτη

Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως Κύριε, καὶ σῶσον ἡμᾶς, ὁ τεχθεὶς ἐκ Παρθένου, φιλάνθρωπε. (Δίς)

Προκείμενον Ἦχος α’

Γένοιτο Κύριε τὸ ἔλεός σου ἐφ' ἡμᾶς.

Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.

Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα

Τάδε λέγει Κύριος Παντοκράτωρ· Ἰδού, ἐγὼ σῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν, καὶ ἀπὸ γῆς δυσμῶν,
καὶ εἰσάξω αὐτὸν εἰς τὴν γῆν αὐτοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαόν,
καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, ἐν ἀληθείᾳ, καὶ ἐν δικαιοσύνῃ. Τάδε λέγει Κύριος Παντοκράτωρ·
Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους, ἐκ
στόματος τῶν Προφητῶν, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ Ναός, ἀφ'
οὗ ᾠκοδόμηται. Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ
μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ, καὶ τῷ εἰσπορευομένῳ, οὐκ ἔσται εἰρήνη ἀπὸ
τῆς θλίψεως, καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. Καὶ νῦν, οὐ
κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος
Παντοκράτωρ, ἀλλ' ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα
αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου
ταῦτα πάντα. Καὶ ἔσται, ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ οἶκος Ἰούδα, καὶ ὁ οἶκος Ἰσραήλ,
οὕτω διασώσω ὑμᾶς, καὶ ἔσεσθε ἐν εὐλογίᾳ, θαρσεῖτε, καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν, διότι τάδε
λέγει Κύριος Παντοκράτωρ. Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς, ἐν τῷ παροργίσαι με τοὺς
πατέρας ὑμῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μετενόησα, οὕτω παρατέταγμαι καὶ διανενόημαι, ἐν
ταῖς ἡμέραις ταύταις, τοῦ καλῶς ποιῆσαι τῇ Ἱερουσαλήμ, καὶ τῷ οἴκῳ Ἰούδα, θαρσεῖτε. Οὗτοι οἱ λόγοι,
οὓς ποιήσετε, λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρῖμα εἰρηνικὸν κρίνετε
ἐν ταῖς πύλαις ὑμῶν, καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ
ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος Παντοκράτωρ.

Προκείμενον Ἦχος γ’

Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.

Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.

ταχύ προκαταλαβέτωσαν ιερά σύνοψις σελίδα 41 τρισάγιον

στην ενάτη ώρα μετά μνήσθητι ημών άνες άφες τρισάγιον κοντάκιον το αυτό

Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι·
τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε,
τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

δόξα/

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τας ψυχάς των δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ
στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

και νυν/

Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης
αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς
κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε,
των τιμώντων σε.

κύριε ελέησον ο ενα παντί καιρώ

You might also like