Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 3

Seumas Macdonald

thepatrologist@gmail.com

τρέχει



τρέχει αὕτη.
ἕν, δύο
ἕν, δύο... τρία
ἅλλεται διὰ τοῦ ἀέρος
τέσσαρα, πέντε
κατέβη δὲ δυοῖν ποδοῖν.
ὄπισθεν οὖν ἔβλεψεν, τῶν διωκόντων ἔτι μετ’ αὐτὴν
τρεχόντων. τὸ δὲ χάσμα τῶν οἰκοδομημάτων ἱκανόν
φαίνεται. οὐ γὰρ δυνατόν ἐστιν αὐτοῖς ὑπεράλλεσθαι
αὐτό.
οἱ δὲ τοῦτο γινώσκοντες πιστόλια1 ἐσπάσαντο2 καὶ
ἐπυροβόλουν3. λίαν δὲ ὀψέ.
αὕτη γὰρ ἤδη στρεψαμένη ὑπὲρ χάσμα ἄλλο ἄλλεται,
τῶν βολίδων4 πιπτουσῶν πρὸς τὴν γῆν κενῶς μὴν
ψοφούντων.

ὕστερον δὲ πάλιν ἔβλεψεν ὄπισθεν. οὐκ οὖν ἐδύναντο


διώκειν νῦν γε. ὀλίγον οὖν ἀνεπαύσατο. τί δεῖ ποιῆσαι;
τὴν πήραν ἔτι καὶ νῦν βαρεῖαν ταῖς χέρσιν ἐχοῦσα, ἔνθα
καὶ ἔνθα θεᾶται. ὁ ταύτην δεξόμενος οὐ μὴ δέχηται,
προσώπου ἑαυτῷ χαμαὶ κειμένου, αἵματος πανταχοῦ.
ἀναμιμνησκοῦσα ἔρρίγησεν.
οὐδὲν οὖν ἄλλο γε, ποιήτεον, εἰ μὴ λέγειν τῷ Ἰ̄κάρῳ. τὸ
τηλεφώνιον ἠχεῖ.
ὁ μὲν Ἴκαρος ἀπεκρίθη, φωνῃ χαλεπῇ ὡς ἀεί, «χαῖρε.
τετέλεσται;»
«οὐδαμῶς. ὁ δεξόμενος ἀπέθανεν, πρίν με ἀφίκεσθαι.»
«βαλλ’ εἰς κόρακας! οἶδας σύ γε τίς αὐτὸν ἀπέκτεινεν;»

1
πιστόλιον · a pistol
2
σπᾶσθαι · to draw [a weapon]
3
πυροβολεῖν · to fire [a firearm]
4
βολίς, ιδος, ἡ · bullet
«ἀπελήλυθα. ἐπεὶ φυλάκες ἀφίκοντο, ἐμοῦ σκοπουμένης.
τί δὲ νῦν;»
«ἐπάνελθε μὲν δεῦρο. ἐγὼ δὲ πειρῶμαι ἄλλον τινὰ ὅστις
ἂν βούληται ὠνεῖσθαι αὐτό.»
«Ἴκαρε, ἄλλο τι.»
«τί δή;»
«ἦν ὁ μήτρως μου, ἐκεῖνος.»
«λυποῦμαι σφόδρα, τῷ ὄντι, τοῦτο ἀκούσᾱς. ἐπάνελθε
οὖν ὡς τάχιστα. κίνδῡνον γάρ ἐστιν.»
ἡ μὲν οὖν Ἑλένᾱ τὸ τηλεφώνιον ἀπέθηκεν, δακρούουσα
ὀλίγον. καὶ ἔτρεχεν.

You might also like