Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 1

Άγνωστο Κείμενο 7

Ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Ὄλυνθος ἑάλω, καὶ πολλοὶ τῶν ἡμετέρων

ἐγκατελήφθησαν πολιτῶν, ὧν ἦν Ἰατροκλῆς ὁ Ἐργοχάρους ἀδελφὸς καὶ

Εὐήρατος ὁ Στρομβίχου υἱός. Ὑπὲρ δὴ τούτων ἱκετηρίαν θέντες οἱ οἰκεῖοι

ἐδέοντο ὑμῶν ἐπιμέλειαν ποιήσασθαι. Παρελθόντες δ᾽ αὐτοῖς συνηγόρουν

Φιλοκράτης καὶ Δημοσθένης, ἀλλ᾽ οὐκ Αἰσχίνης. Καί πέμπουσι πρεσβευτὴν

Ἀριστόδημον τὸν ὑποκριτὴν πρὸς Φίλιππον, διὰ τὴν γνῶσιν καὶ φιλανθρωπίαν

τῆς τέχνης. Ὡς δ᾽ ἐπανήκων ἀπὸ τῆς πρεσβείας ὁ Ἀριστόδημος διά τινάς

ἀσχολίας οὐ προσῄει πρὸς τὴν βουλήν, ἀλλ᾽ ἔφθασεν αὐτὸν Ἰατροκλῆς ἐλθὼν

ἐκ Μακεδονίας ἀφεθεὶς ὑπὸ Φιλίππου ἄνευ λύτρων, ἐνταῦθ᾽ ἠγανάκτουν

πολλοί, ὅτι τὴν πρεσβείαν οὐκ ἀπήγγειλεν ὁ Ἀριστόδημος, τοὺς αὐτοὺς λόγους

ἀκούοντες τοῦ Ἰατροκλέους περὶ τοῦ Φιλίππου. Τελευταῖον δ᾽ εἰσελθὼν

Δημοκράτης ὁ Ἀφιδναῖος ἔπεισε τὴν βουλὴν ἀνακαλέσασθαι τὸν Ἀριστόδημον:

εἷς δὲ τῶν βουλευτῶν ἦν Δημοσθένης ὁ ἐμὸς κατήγορος.

Αισχίνου, Περί τῆς Παραπρεσβείας, 15 – 17

You might also like