Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 24

Ἀκολουθία Ἁγίου ΦΙΛΩΝΟΣ ἐπ.

Καρπασίας,
Ἱερομ. Ἀθ. Σιμωνοπετρίτου

Ψαλλομένη τῇ 24η  Ἰανουαρίου

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ


Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τῶν Καρπασέων Ποιμένα, καὶ Ἱεράρχην κλεινόν,


Φίλωνα τοῦ Δεσπότου, τὸν ἐνάρετον φίλον, τὸν ζήλῳ
Ἀποστόλων πλάνην δεινήν, διδαχαῖς ἐκδιώξαντα, καὶ
καταστήσαντα τέκνα πιστὰ Θεοῦ, τοὺς εἰδώλοις πρὶν
λατρεύοντας.

Καρπὸν ἐποίησας Φίλων, πολλαπλασίονα, τὸ τάλαντον


αὐξήσας, ὃ Χριστός σοι δεδώκει, προθύμως γεωργήσας
ποίμνην τὴν σήν, γεωργὸς ὡς φιλότιμος, καὶ
κατεστόλισας ταύτην ταῖς ἀρεταῖς, ὡς σεμνὴν νύμφην
Δεσπότου σου.

Ἐπιφανίου τοῦ πάνυ, ἄριστος γέγονας, συναθλητὴς ἐν


πᾶσι, τέλος ἔχων τὴν δόξαν, Κυρίου Ὅν ὦ Φίλων ὅλῃ
ψυχῇ, καὶ καρδίᾳ ἠγάπησας· ὅθεν ἀπείληφας στέφος τὸ
τῆς ζωῆς, καὶ πρεσβεύεις ὑπὲρ ποίμνης σου.

[1]
Ὡς εὐσκιόφυλλον δένδρον, καὶ χριστοπότιστον, πιστοὺς
Φίλων σκιάζεις, καὶ ἐκτρέφεις σοῖς λόγοις, ἤ μᾶλλον ἐν
τοῖς λόγοις οὓς ὁ Χριστός, τῇ ψυχῇ σου ἐνέβαλε, καὶ
σάλπιγγά σε ποιήσας τῆς Ἑαυτοῦ, σῳστικῆς
συγκαταβάσεως.

 Ἀσματικῶς ἐκολλήθη, τῷ Ἰησοῦ σὴ ψυχή, Φίλων


κατατρυφῶσα, τῶν Γραφῶν τῶν Ἁγίων, διὸ καὶ
ἐξηρεύξω λόγον καλόν, ἑρμηνεύσας τὰ ἄῤῥητα,
καθοδηγῶν τε εἰς μίμησιν τοῦ Χριστοῦ, τοὺς
ἐγκύπτοντας ταῖς βίβλοις σου.

Ὡς λειτουργῶν ἀνεβόας, εὐλόγει Κύριε, τὴν ἄμπελόν


Σου ταύτην, ἥν μοι δέδωκας κλῆρον· καὶ νῦν ὦ Πάτερ
Φίλων, ταύτην ἰδού, οὖσαν κατεμπερίστατον,
ἀποκατάστησον αὖθις ταῖς σαῖς εὐχαῖς, ἐν εἰρήνῃ σε
δοξάζουσαν.

Δόξα. Ἦχος β΄.

Ὡς φίλος γνήσιος Χριστοῦ, καὶ Ποιμὴν ἁγιώτατος,


πάντα ἐξέμαθες ὦ Φίλων, τῆς σωτηρίας τὰ μυστήρια·
καὶ τῷ βυθῷ εἰσδύσας τῆς θεολογίας, ὡς ἄλλος τις
Μωσῆς, κατελαμπρύνθης τὸ πρόσωπον τῆς ψυχῆς, καὶ
καθωδήγησας τοὺς Καρπασεῖς, οὐκ εἰς πέτραν ἐρήμου
ἄνυδρον, ἀλλ’ εἰς τὴν πηγὴν τῆς σωτηρίας· ὅθεν
σήμερον τὴν μνήμην σου γεραίρουσι, χάρισαι καὶ ἡμῖν
τὰς θεοπειθεῖς εὐχάς σου, πανεύφημε.

Καὶ νῦν. Θεοτοκίον.

[2]
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου…

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας,


Ἀναγνώσματα.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν


βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν
πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς Αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν


παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς

[3]
εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ
βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν
ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ
περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται
ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον
ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ
κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν
νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν
ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙
ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ
ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει
θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙
μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις
ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.


Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις
καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ

[4]
δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς
ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν
ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν
Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν
τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
Αὐτοῦ.  

Εἰς τήν Λιτήν, Ἰδιόμελα.

Ἦχος α΄.

Καρπὸν φιλοθεΐας ἀπέδωκας μακάριε, φιλοτιμίᾳ


κοσμήσας τὸν βίον σου· καὶ ἐκ τῆς Ῥώμης εἰς Κύπρον
μετατεθεὶς τῷ τοῦ Δεσπότου θελήματι, ὅλην σου τὴν
ἔφεσιν μετέστησας πρὸς Αὐτόν· ὅθεν ποιμενάρχης τῶν
Καρπασέων γενόμενος, συνέτριψας τῶν εἰδώλων τὴν
πλάνην, ἐμψύχους τοῦ Χριστοῦ ἀδριάντας, τὰ τέκνα
σου ἐπιμελῶς ἐργασάμενος, ὑπὲρ ὧν ἱκέτευε Φίλων τῷ
Κυρίῳ, ἵνα συντάμῃ τὸν χρόνον τῆς προσφυγίας καὶ
ποιήσηται ἡμᾶς, μετόχους τῆς θείας δόξης Αὐτοῦ.

Ἦχος β΄.

Τῆς ἀσθενοῦς βασιλίδος τὸν ἰατρὸν ἐπεζήτησας, καὶ ὁ


τῶν ψυχῶν ἰατρὸς φιλάνθρωπος Δεσπότης, σὲ
συνεργὸν Φίλων ἐξελέξατο· ὅθεν τὴν βακτηρίαν τῆς

[5]
ποιμαντορίας σοι παραδόξως ἐγχειρισάμενος, ἐνίσχυσε
τὴν διακονίαν σου τῇ χάριτι τῶν θαυμασίων, ἀναδείξας
σε φωτιστὴν τυφλῶν καὶ ἀνορθωτὴν πεπτωκότων· διὸ
καὶ ἡμεῖς αἰτούμεθά σου Ἅγιε· στήριξον τὰς ἰγνύας
ἡμῶν, πορεύεσθαι ἀκλινῶς τὴν ὁδὸν τῆς ἀγιότητος.

Ἦχος γ΄.

Τοῦ θεσπεσίου Ἐπιφανίου τὴν κλῆσιν, ὡς ἐκ Θεοῦ


ἀποδεξάμενος, ἰσότιμος τούτου γέγονας τῷ βίῳ καὶ
ταῖς πράξεσι, Φίλων Ποιμὴν τῆς Καρπασίας. Ὡς
χριστόζευκτοι βόες ἄμφω ἐπορεύθητε, συνδεδεμένοι τῇ
θεοειδεῖ ἀγάπῃ, καὶ ἐνεώσατε ψυχὰς κεχερσωμένας τῇ
πλάνῃ τῆς εἰδωλομανίας. Ὅθεν Πατέρες Κύπρου
ἁγιώτατοι, μνήσθητε καὶ νῦν ἡμῶν τῶν τιμώντων, τὰ
ὑπερφυῆ ὑμῶν παλαίσματα.

Ἦχος δ΄.

Ὡς μέλιττα φιλόλογος, ἐνέκυψας τῷ λειμῶνι τῶν θείων


Γραφῶν, καὶ ἐσύναξας ψυχομυρίπνοον τὸ μέλι τῆς
σωτηρίας, Φίλων Ἱεράρχα τῆς Καρπασίας· ὅθεν τῇ
φιλαδελφίᾳ κατανυττόμενος, μετόχους τῆς θείας σου
σοφίας τὰ τέκνα σου ἐποίησας, ἅπερ ἐπιδεικνύμενος τῷ
Δεσπότῃ, αἴτει ὑπὲρ τούτων νῦν πειραζομένων, τὸ
μέγα καὶ πλούσιον ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.

Τὴν κενοδοξίαν τῆς ῥητορείας ἀπαρνησάμενος, τὴν


φιλοσοφίαν τῆς ἐν Χριστῷ ταπεινώσεως ἐνεκομβώθης,

[6]
Φίλων ἁγιώτατε· διό σε ὁ τοὺς ταπεινοὺς ἐπιβλέπων
καὶ ἀνυψῶν, εἰς ποιμεναρχίας καθέδραν παραδόξως
ἀνήγαγε, δι’ Ἐπιφανίου τοῦ θεοψύχου Ἀρχιποιμένος,
μεθ’ οὗ ἐνέκρωσας τὸν ὄφιν τῆς ἀπάτης, τὴν
Καρπασίαν εἰς Θεοῦ πολιτείαν μεταποιησάμενος. Νῦν
δὲ τῆς δόξης τῶν Ἁγίων ἐντρυφῶν, αἴτει ὑπὲρ τέκνων
σου διερχομένων τῆς προσφυγίας τὴν βαρεῖαν τρίβον
καὶ ἀθέλητον.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε…

Εἰς τόν Στίχον.Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ῥήτωρ ἐν τῇ Ρώμῃ ὢν δεινός, εἶτα φωτισμῷ τοῦ Κυρίου,


σοφὸς διδάσκαλος, γέγονας καὶ ἄριστος, ἐξηγητὴς τῶν
Γραφῶν, τὰς ψυχὰς τοῦ ποιμνίου σου, ἐκτρέφων ὦ
Φίλων, ὡς Ποιμὴν πανάριστος, πνευματικαῖς διδαχαῖς·
ὅθεν ὁ Χριστὸς θαυμασίοις, ἐχαρίτωσέ σε μεγάλως, καὶ
ἐδόξασέ σε, Πάτερ Ἅγιε.

Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ


Ὅσιοί Σου ἀγαλλιάσονται.

Ἐξ ἀποκαλύψεως Θεοῦ, τῷ Ἐπιφανίῳ τῷ πάνυ, στολὴν


ἐφόρεσας, Φίλων παμμακάριστε, Ἀρχιερέως Χριστοῦ,
καὶ σοφῶς διεποίμανας, τὴν σοὶ κληρωθεῖσαν, ποίμνην
ὡς κινούμενος, πνευματικαῖς ὑπηχαῖς, δῶρον τῷ

[7]
Δεσπότῃ προσάξας, πλήθη σεσῳσμένων σοῖς λόγοις,
καὶ διδασκαλίαις ταῖς γλυκέσι σου.

Στ. Τὸ στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς


καρδίας μου σύνεσιν.

Φίλων Καρπασίας φωτιστά, δοκιμαζομένην σου


ποίμνην, πάλιν ἐπίστρεψον, χαίρουσαν εἰς ἴδια,
καθικετεύων Χριστῷ, καὶ τῆς νήσου ἐκδίωξον,
βαρβάρων τὰ στίφη, ἵνα μνήμην θείαν σου,
ἐπιτελέσωμεν, ἔνθα ὁ ναός σου προσμένει, ὕμνους καὶ
λατρείαν Κυρίου, ὁ νῦν καταντήσας εἰς ἐρήμωσιν.

Δόξα. Ἦχος πλ. β΄.

Ὡς ὁ Σαοὺλ ἐν ταῖς Γραφαῖς, τὴν βασιλείαν πάρεργον


εὗρεν, οὕτω καὶ σὺ Φίλων μακάριε, τὴν ἀρχιερωσύνην
ὡς ἀπρόσμενον χάρισμα ἐκ Θεοῦ οἰκονομίας
ἀπείληφας· καὶ μεταστοιχειώσας τὴν κοσμικήν σου
σοφίαν συνετῶς, ῥεῖθρα ἐξέβλυσας ψυχοσωτήρια, δι’
ὧν ἐξέθρεψας τὰ πρόβατά σου, καὶ πρεσβεύεις ἀεὶ τῷ
Χριστῷ, ὑπὲρ τῆς νήσου ταύτης, ἆνερ παμμακάριστε.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος…

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς


ἐρήμου πολίτης.

[8]
Καρπασίας τὸν θεῖον Ἱεράρχην τιμήσωμεν, Φίλωνα
Κυρίου τὸν φίλον, καὶ διάκονον ἄριστον· ἐκ Ῥώμης γὰρ
εἰς Κύπρον εὑρεθείς, Ποιμὴν ἀνηγορεύθη θαυμαστός,
Ἐκκλησίας ἣν ἐκόσμησεν ἀρεταῖς, καὶ βίῳ ὑπερέχοντι.
Δόξα τῷ ἁγιάσαντι Χριστῷ, δόξα τῷ στεφανώσαντι,
δόξα τῷ δεδωκότι πρεσβευτήν, ἡμῖν αὐτὸν θεόδεκτον.

Ἀπόλυσις.

[9]
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν


τάφον Σου, Σωτήρ.

 Ῥητόρων τὴν κενήν, καταλέλοιπας δόξαν, μωρίαν τοῦ


Σταυροῦ, ἀγαπήσας σωφρόνως, διὸ Φίλων γέγονας,
Καρπασίας ἀγλάϊσμα, καὶ κεκόσμησαι, θεοφιλεῖ
ταπεινώσει, δι’ ἧς εἵλκυσας, τοῦ Παρακλήτου τὴν
χάριν, τὴν σὲ ἁγιάσασαν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Ἀΰλων στρατιῶν, ὑπερέχουσα Κόρη, καὶ τάξεις


οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον τὴν αἴνεσιν,
παρ’ αὐτῶν δέχῃ Πάναγνε, ἀλλὰ πρέσβευε, τῷ Σῷ Υἱῷ
σὺν ἀἈλοις, τοῦ ῥυσθῆναί με, τῆς τῶν παθῶν
τυραννίδος, τὸν μόνον κατάκριτον.

Μετὰ τὴν β΄ Στιχολογίαν,  Κάθισμα. Ἦχος γ΄. Τὴν


ὡραιότητα.

Λόγῳ συγκέκρασαι, Φίλων θαυμάσιε, Τούτου


γενόμενος, ἇρμα σωτήριον, καὶ ἐνεπλήσθης δαψιλῶς,
τοῖς ὕδασι τῆς Χάριτος, δι’ ἧς πλάνην ἔπνιξας, τῶν
εἰδώλων μακάριε, καὶ φωτὸς ἀνέδειξας, τέκνα πρόβατα
ποίμνης σου, ἅ μνήμην σου τελοῦντα τὴν θείαν,
πλουσίως Ἅγιε εὐλόγησον.

[10]
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

 Ὁ ὑπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ Σοῦ σεσάρκωται, δι’


ἀγαθότητα, τὸ καθ’ ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ
πέφυκεν· ὅθεν καὶ Θεάνθρωπον, Τοῦτον σέβοντες
Πάναγνε, Σὲ τὴν ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν,
δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς Σῆς ἀσπόρου
κυήσεως.

Μετὰ τὸν Πολυέλεον,  Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν


τῷ σταυρῷ.

Ἐπιφανίῳ ὁ Χριστός σε γνωρίσας, ἐπιφανείᾳ θεϊκῇ


Πάτερ Φίλων, Ποιμένα σε ἀνέδειξε τῆς Μάνδρας
Ἑαυτοῦ, καὶ πολλοῖς ἐδόξασε, θυμασίοις σὸν βίον, δι’
ὧν πλήθη ἔσωσας, Καρπασίων ἐκ πλάνης, καὶ νῦν
πρεσβεύεις Πάτερ πρὸς Αὐτόν, ὅπως παράσχῃ, τῇ
Κύπρῳ τὸ ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Μετὰ Θεὸν ἐπὶ τὴν Σὴν Θεοτόκε, προσπεφευγὼς ὁ


ταπεινὸς σκέπην θείαν, παρακαλῶ δεόμενος· ἐλέησον
Ἁγνή, ὅτι ὑπερῇραν μου, κεφαλὴν ἁμαρτίαι, καὶ
πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω.
Ἱκετηρίαν ποίησον Σεμνή, πρὸς τὸν Υἱόν Σου, ἐκ
τούτων ῥυσθῆναί με.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.


[11]
Προκείμενον. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. ι΄ 1-9).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν


Ἰουδαίους· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ μὴ
εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν
προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος
κλέπτης ἐστὶ καὶ λῃστής·  ὁ δὲ εἰσερχόμενος διὰ τῆς
θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς
ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ
ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ
ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν
πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι
τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν,
ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν
ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν
αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ
ἐλάλει αὐτοῖς.  Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν,
ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 
Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί·
ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.  Ἐγώ εἰμι ἡ θύρα·
δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται
καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.

Ὁ Ν΄ (50) Ψαλμός.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου…


[12]
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλεησόν με, ὁ Θεός...

Τῶν Καρπασέων φωτιστὴς καὶ θαυμαστὸς Ἱεράρχης,


ἀνεδείχθης Φίλων ὑπερθαύμαστε. Ὡς ἔχων νῦν πρὸς
τὸν Δεσπότην παῤῥησίαν, καθικέτευε φιλότεκνε, ὑπὲρ
ποίμνης καὶ λαοῦ σου, περιστατουμένων δεινῶς, καὶ
ἐκζητούντων τὴν πρεσβείαν σου.

Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἱεράρχου, οὗ ἡ


ἀκροστιχίς: Φιλίωσον τιμῶντάς σε, Φίλων, τῷ σῷ
Κυρίῳ. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Φωτί Σου με φώτισον, ἐσκοτισμένον τοῖς πάθεσι, Τριὰς


ὑπερούσιε, ὅπως τὸν ἅγιον, Ἱεράρχην Σου, Φίλωνα
ἐπαινέσω, τὸν Σὲ βίῳ κρείττονι, ὑπερδοξάσαντα.

Ἰδὼν βίου πρόσκαιρον, καὶ κοσμικῆς ματαιότητος,


ῥητόρων ἀπέῤῥιψας, Φίλων δοξάριον, καὶ ὑπεῖξάς σου,
αὐχένα τῷ Κυρίῳ, Οὗ τὸ ἀναλλοίωτον, κάλλος
ἠγάπησας.

Λειμῶνας τῆς χάριτος, τοὺς εὐανθεῖς ὥσπερ μέλιττα,


διῆλθες καὶ εἴληφας, γῦριν τὴν ἄϋλον, δι’ ἧς ἔπλησας,
τὸ σίμβλον σῆς καρδίας, καὶ ἐκηροπλάστησας, Φίλων
τὰ ἄῤῥητα.

Θεοτοκίον.

[13]
 Ἰδοὺ πάλιν πέφευγα, τῇ μητρικῇ προστασίᾳ Σου,
Παρθένε ὁ ἄθλιος, Σὴν μεσιτείαν ζητῶν, πρὸς τὸν
εὔσπλαγχνον, Υἱόν Σου καὶ Δεσπότην, Ὅν ταῖς
ἁμαρτίαις μου, σφόδρα ἐλύπησα.

 ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

 Ὡς λόγοις καλῶς πεπαιδευμένος, τὸν λόγον τῶν θείων


ἐντολῶν, ὦ Φίλων κατενόησας, καὶ τούτῳ
καθυπέταξας, τὴν σὴν ψυχὴν θεόσοφε, βρύσις
γενόμενος χάριτος.

Στολίσας τὸν βίον σου συνέσει, διάκονος γέγονας


Χριστοῦ, καθυπουργῶν μακάριε, τοῖς μυστηρίοις
πάντοτε, ὡς Ἄγγελος θεσπέσιος, καὶ λειτουργὸς
θεαπόδεκτος.

Οὐδόλως ἀγάπη βασιλέων, ἐμπόδιον γέγονε σοφέ, ζωῇ


τῇ ἐναρέτῳ σου, σκοποῦντος τὰ αἰώνια, καὶ τὸν Χριστὸν
ὁρῶντός σου, πρὸ ὀφθαλμῶν Φίλων πάντοτε.

Θεοτοκίον.

Νοσῶν τὴν ἀμέλειαν Παρθένε, οὐδόλως λαμβάνω μου


εἰς νοῦν, τὴν ὥραν τῆς ἐτάσεως, ἐν ᾗ ὡς ἀδιόρθωτος,
Χριστοῦ μέλλω χωρίζεσθαι· ὅθεν προφθάσασα σῶσόν
με.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λογον.

[14]
Καρπασίας Ποιμένα πνευματοκίνητον, καὶ Γραφῶν
ἑρμηνέα, τὸν θεοφώτιστον, ἀνυμνήσωμεν πιστοὶ
καθικετεύοντες, ὅπως χαρίσηται ἡμῖν, τὴν καθαρότητα
ψυχῆς, καὶ φιλιότητα Λόγῳ, καταξιῶν Βασιλείας,
ἐπουρανίου ὡς φιλότεκνος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Χαῖρε πάγχρυσε στάμνα ἔνδον κατέχουσα, τὸ οὐράνιον


μάνα, ἁγία τράπεζα· χαῖρε ἡ φέρουσα ζωῆς Ἄρτον
Πανάμωμε· χαῖρε λυχνία φωτεινή· χαῖρε παλάτιον
σεπτόν· χαῖρε ὁ πύρινος θρόνος, Χριστοῦ τοῦ
Παμβασιλέως· χαῖρε ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Τὴν ἀποστολήν σου ἐπιτελῶν, ἔφθασας ὦ Φίλων


μακάριε, εἰς νῆσον Κύπρον, Ἐπιφάνιον εὑρεῖν, ἀλλ’ ὁ
Χριστός σε ἥρπασεν, πρὸς ποιμεναρχίαν φιλόθεον.

Ἰατρείας χάριν Φίλων λαβών, ἐπικλήσει θείου


ὀνόματος, νόσους ποικίλας, ἀπεδίωκες εὐθύς, καὶ τὰς
ψυχὰς ἡλίευες, καὶ Χριστῷ συνῆπτες βαπτίσματι.

Μωϋσῆς ἐδείχθης τῷ σῷ λαῷ, ἄξας ἐξ εἰδώλων


σκοτώσεως, πρὸς φῶς ὦ Φίλων, Βασιλείας τοῦ Χριστοῦ,
καὶ Καρπασίαν ἔδειξας, ποίμνην τοῦ Κυρίου ἐξαίρετον.

Θεοτοκίον.

[15]
Ὤ τῶν ἀνεκφράστων Σου δωρεῶν, αἷς τὴν
ἀνθρωπότητα Δέσποινα, λιμοκτονοῦσαν, καὶ
γυμνώττουσαν δεινῶς, καταστολὴν ἐνέδυσας, τὸν
καλὸν Ποιμένα κυήσασα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ναοὺς ἐναπέδειξας, ἐμψύχους τῷ Δεσπότῃ σου, Φίλων


τὰς ψυχὰς τῶν Καρπασέων, ἐν αἷς εὐῶδες, Αὐτῷ
προσήνεκτο, λίβανον εὐπνόων ἀρετῶν, καὶ στεῤὺῶς
ἐνίδρυτο, Παρακλήτου ἐνέργεια.

Τὸν ὄφιν ἀπέπνιξας, τῆς πλάνης Φίλων ἔνδοξε, καὶ


βωμοὺς καθεῖλες τῶν εἰδώλων, σοῖς θείοις λόγοις, καὶ
ἐνεργήμασιν, ἃ ἐθαυματούργει ὁ Χριστός, πάντας
προσκαλούμενος, εἰς ζωὴν τὴν αἰώνιον.

Ἀγάπῃ κοσμούμενος, τὸν βίον σου ἐτέλεσας, Φίλων ἐν


πυκναῖς εὐεργεσίαις, τὸ τοῦ ἑτέρου, σὸν
προσγραφόμενος, ὄφελος διὸ διηνεκῶς, Σαμαρείτης
ἄριστος, Καρπασεῦσιν ἐδείκνυσο.

Θεοτοκίον

Σκηνώσας ἐν μήτρᾳ Σου, ὁ Λόγος Θεονύμφευτε,


ἅπασαν τὴν φύσιν πεπτωκυῖαν, ἐνηγκαλίσθη καὶ
ἐπανήγαγε, πρὸς διαγωγὴν θεοπρεπῆ, τῷ τιμίῳ αἵματι,
ὑπογράψας τὴν ἄφεσιν.

[16]
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Σταυρὸν κατέχων ὡς τρόπαιον, δαιμόνων τὰ


συντάγματα ἔτρεψας, καθάρας ἅπασαν, τὴν
Καρπασίαν καὶ ἔστησας, εἰρήνην τοῦ Κυρίου,
ἀπαρασάλευτον.

Ἐν λόγοις Φίλων περίδοξος, ἐν ἔργοις ἀπαράμιλλος


δέδειξαι, ἐν ἤθει ἄριστος, καὶ ἐν εὐχαῖς ἀνυπέρβλητος,
δι’ ὧν τὴν Καρπασίαν, Χριστῷ συνήρμοσας.

Φρονῶν ἀεὶ τὰ σωτήρια, καθεῖλες τὴν ἐπάρατον


ἔπαρσιν, καὶ ἐξηφάνισας, Φίλων ψυχῆς τὸ γαυρίαμα,
ταπείνωσιν Κυρίου ἐγκομβωσάμενος.

Θεοτοκίον.

Ἰάτρευσόν μου Πανάμωμε, πληγὰς ψυχῆς ὁμοῦ καὶ τοῦ


σώματος, καθικετεύουσα, τὸν Ἰατρὸν τὸν
φιλάνθρωπον, Ὅν μήτρᾳ Σου ἀκόπως ἐκυοφόρησας.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Καρπασέων σήμερον, Ἀρχιεράρχην, καὶ Ποιμένα


Φίλωνα, ἀνευφημήσωμεν πιστοί, τοῦτον Χριστῷ
προβαλλόμενοι, ὡς πρέσβυν μέγαν, ἡμῶν καὶ
προτείχισμα.

Ὁ Οἶκος.

Φιλιωθεὶς Δημιουργῷ ἐν καθαρᾷ αἰσθήσει, τῶν ὑπὲρ


αἴσθησιν ὁρᾷν κατηξιώθης τὴν ἐνέργειαν· ὅθεν, Φίλων,
[17]
ἀποῤῥίψας τὴν κοσμικὴν δυσγένειαν καὶ τὴν ῥητορικὴν
φληναφίαν, εἰς οὐδὲν σοι ὠφελοῦντα, ἐμαθητεύθης ἐν
συνέσει τῷ Διδασκάλῳ Χριστῶ, Ὅς ἰδὼν τὸ ἀγαθὸν τῆς
προαιρέσεως, δι’  Ἐπιφανίου τοῦ ὑπερτίμου Ἱεράρχου,
προήγαγέ σε θαυμαστῶς τῆς Καρπασίας ἰσαπόστολον,
φωτιστὴν καὶ θαυματουργὸν Ποιμενάρχην· τέκνα σου
οὖν ὑπάρχοντες ἡμεῖς σὲ προβαλλόμεθα Αὐτῷ, ὡς
πρέσβυν μέγαν ἡμῶν καὶ προτείχισμα.

Συναξάριον.

Τῷ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς


ἡμῶν Φίλωνος, Ἐπισκόπου γενομένου τοῦ Καρπασίου.

Στίχοι.

Φῦλον βροτῶν προσῆξε τῷ Χριστῷ Φίλων,

ἅτε πρὸς Αὐτοῦ προσλαβὼν θείαν χάριν.

Εἰκάδι τετάρτῃ Φίλων σοφὸς βίον ἔλιπε τόνδε.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον


καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Λύμην Ἅγιε, φιλοϋλίας δίωξον, ἀπὸ τῶν τέκνων σου,


τὴν καθιστῶσαν ψυχάς, ἐπίχαρμα δαίμοσι, καὶ

[18]
ὑποχείριον, καὶ ἀξίωσον, ταύτης ἀεὶ ἐπαίρεσθαι, ἐν
καλῇ ὀλιγαρκείᾳ.

Ὥραν χάρισαι, ἡμῖν τὴν ἐπιπόθητον, Φίλων τρισόλβιε,


ἐπιστροφῆς τῆς καλῆς, διώκων πρεσβείαις σου,
πατρίδος βάρβαρον, καὶ στεῥέωσον, τοὺς Καρπασεῖς
πορεύσθαι, ἀκλινῶς ὁδὸν Κυρίου.

Νίκην ἄριστον, χορήγει τοῖς τεκνίοις σου, Φίλων


θαυμάσιε, κατὰ ἐχθροῦ δυσμενοῦς, καὶ ὄργανα
ποίησον, Ἁγίου Πνεύματος, ὅπως χαίροντες, ᾠδὴν τὴν
ἐπινίκιον, δῶμεν πάντες τῷ Σωτῆρι.

Θεοτοκίον.

Τὴν εὐγένειαν, ψυχῆς μου κατηφάνισα, καὶ


κατεμόλυνα, υἱοθεσίας στολήν· διὸ ἱκετεύω Σε
Φωτογεννήτρια, καθοδήγησον, πρὸς σωστικὴν
ἀνάβλεψιν, ἐξαιτοῦσά μοι Δεσπότην.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ὤ τῆς θαυμαστῆς διαγωγῆς σου, δι’ ἧς τοὺς Ἀγγέλους


ὑπερήλασας, Φίλων καὶ τῆς χάριτος, ἣν Χριστός σοι
δέδωκε, διώκειν τὰ ἀκάθαρτα, πνεύματα Ἅγιε, καὶ
νόσους ἀπελαύνειν ἀνθρώπων, ὡς δεσμεῖν καὶ λύειν,
κατέχων ἐξουσίαν.

Στύλος ἐν εὐχαῖς πύρινος ὤφθης, καὶ μέγας ἱκέτης τοῦ


ποιμνίου σου, ὅτε Πάτερ ἵστασο, καὶ Χριστῷ
προσέφερες, θυσίαν τὴν σῳσίκοσμον, πρὸ θείου
[19]
βήματος, καθέλκων οὐρανόθεν τοὺς ὄμβρους, πλοῦτόν
τε χαρίτων, τοῖς τέκνοις σου ὦ Φίλων.

Ὥριμος ὡς στάχυς ἐθερίσθης, καρπὸν ἐνεγκὼν τῷ


Πλαστουργῷ, ἑκατονταπλάσιον, Καρπασίας λύτρωσιν,
ἐκ τῶν δεσμῶν τοῦ ὄφεως, ἣν καὶ νῦν κράτησον,
μακρὰν τῆς ἐπηρείας δαιμόνων, ὅπως σε δοξάζῃ, ἐν
ὕμνοις Πάτερ Φίλων.

Θεοτοκίον.

Κύκλῳ ἀσεβεῖς περιπατοῦσι, ζητοῦντες Παρθένε


ἀπολέσαι με, καὶ ὡς κύνες ἄγριοι, ὑλακτοῦσι λέγοντες,
ὅτι Ὅν κατελύπησα ἄρτι οὐ δύναμαι, συγχώρησιν
αἰτῆσαι διό Σε, πρέσβευε σωθῆναι, ψυχήν μου
παναθλίαν.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

῞Υμνοις καὶ ᾠδαῖς, τιμῶμεν τὴν μνήμην σου Φίλων


θεσπέσιε· διὰ σοῦ γὰρ Ἅγιε, Χριστῷ συνήφθησαν οἱ
Προπάτορες, ἡμῶν διὸ ἐπάκουσον προσφύγων τέκνων
σου, καὶ ἀπόδος, πάλιν ἀγαλλίασιν, καὶ χαρὰν τοῦ
Χριστοῦ ἀδιάστατον.

Ῥῦσαι πειρασμῶν, ὦ Φίλων τὴν ποίμνην σου καὶ


ἐπανάγαγε, ταύτην εἰς τὰ ἴδια, ἔνθα ναός σου καὶ
τάφος εὕρηνται, καὶ πάντας καταξίωσον, τῆς Βασιλείας
Θεοῦ, ὅπου πόνοι, οὔτε ἄλλη βάσανος, ἀλλ’ εἰρήνη ἀεὶ
πολιτεύεται.

[20]
Ἴθι μεθ’ ἡμῶν, ὦ Πάτερ φιλότεκνε καὶ χάριν κόμισαι,
τοῖς πανηγυρίζουσι, καὶ σὲ μεσίτην Φίλων
προβάλλουσι, ὅπως καρπὸν εὐάρεστον Θεῷ
προσάξωμεν, βίου πράξεις, ἔργα χρισταγάπητα, καὶ
ζωὴν τὴν αἰώνιον εὕρωμεν.

Ὦ Ποιμὴν καλέ, καὶ Πάτερ φιλόστοργε, ἄνοιξον


σπλάγχνα σου, καὶ εὐχαῖς σου σκέπασον, τοὺς
Καρπασεῖς σου πανηγυρίζοντας, σὴν μνήμην τὴν
χαρμόσυνον, καὶ πάντας ποίησον, τοῦ Δεσπότου
φίλους Φίλων ἔνδοξε, συντηρῶν πάσης βλάβης καὶ
θλίψεως.

Θεοτοκίον.

Ἄχραντε Ἁγνή, ἀλόγως τὸν χράναντα ψυχῆς ἀξίωμα,


μὴ κενὸν καὶ ἄτιμον, ἐν ὥρᾳ Κρίσεως ἀποδείξῃς με,
ἀλλὰ θερμῇ πρεσβείᾳ Σου, δός μοι μετάνοιαν, ὅπως
πλύνω, δάκρυσι τὰ πταίσματα, καὶ Χριστὸν ἱλεώσω τὸν
εὔσπλαγχνον.

 Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Την Καρπασίαν εἵλκυσας, ἐκ τοῦ ζόφου εἰδώλων,


Φίλων Ποιμὴν χριστόκλητε, καὶ ὡς πλοῦτον ἀφῆκας,
τὰς ἱερὰς συγγραφάς σου, Ἐκκλησίᾳ Δεσπότου· ὅθεν
τιμῶντες σήμερον, σὴν πανίερον μνήμην ἱκετικῶς, σὲ
παρακαλοῦμεν μὴ διαλίπῃς, πρεσβεύειν ὑπὲρ ποίμνης
σου, τῷ Χριστῷ Ἱεράρχα.

[21]
Θεοτοκίον, ὅμοιον.

Εὐλογημένη Πάναγνε, Θεοτόκε Παρθένε, Χριστιανῶν


τὸ καύχημα, τῶν Ἀγγέλων ἡ δόξα, καὶ Ἀθλοφόρων τὸ
κλέος, κράτος τεῖχος καὶ σκέπη, καὶ ὀχυρὸν
προπύργιον, φύλαξ τε καὶ προστάτις, καὶ βοηθός, ἐν
κινδύνοις φάνηθι τοῖς Σοῖς δούλοις· καὶ γὰρ ἐν Σοὶ
καυχώμεθα, προστασία τοῦ κόσμου.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν


Στιχηρὰ Προσόμοια. Ἦχος δ΄.  Ὡς γενναῖον ἐν
Μάρτυσι.

Τοῦ Χριστοῦ φίλος γέγονας, Φίλων Πάτερ μακάριε, ὡς


τηρήσας ἅπαντα τὰ ἐντάλματα, ἅπερ τοῖς φίλοις
ἐντέλλεται, καὶ ξένος γενόμενος, τῆς πατρίδος
σεαυτοῦ, Κύπρον πλάνης ἐξένωσας, καὶ προσήγαγες,
τὰς ψυχὰς Καρπασέων τῷ Δεσπότῃ, διδαχαῖς σου
θαυμασίαις, καὶ ἱερῷ παραδείγματι.

Βασιλίδος διάκονος, ὢν τὸ πρότερον γέγονας,


Καρπασίας ὕστερον, ἱερώτατε, Ποιμὴν σοφὸς καὶ
διδάσκαλος, ποδήρη δεξάμενος, ἐκ Θεοῦ τὸν ποικιλτόν,
δι’ οὗ χάριν ἐπλούτησας, λύειν ἅπαντα, τῶν δαιμόνων
ἀθύρματα ὦ Φίλων, καὶ διώκειν ἀσθενείας, τῇ
ἐπικλήσει Δεσπότου σου.

 Ἁλιεύων πολύτιμον, μαργαρίτην θεόσοφε, συνετῶς


εἰσέδυσας εἰς τοῦ Πνεύματος, τὰ μυστικὰ καὶ

[22]
ἀπόῤῥητα, ἐκεῖθεν δεξάμενος, τὰς ἐλλάμψεις δαψιλῶς,
καὶ σαφῶς διερμήνευσας, τῷ ποιμνίῳ σου, τοῦ Κυρίου
προστάγματα καὶ νόμον, δι’ ὧν τέκνα Βασιλείας,
τούτους ὦ Φίλων ἀνέδειξας.

Τῆς πατρίδος ἐξώσμεθα, Πάτερ Φίλων ἣν ἤγαγες, τῇ


ποιμαντορίᾳ σου πρὸς τὸν Κύριον, καὶ τὴν χαρὰν
πανηγύρεως, τὰ νέφη σκιάζουσι, προσφυγίας τῆς
πικρᾶς· ὅθεν αὖθις ἀξίωσον, ἑορτάσαι σου, τὴν
πανίερον μνήμην Ἱεράρχα, ἔνθα βίῳ θεαρέστῳ, τὴν
Ἐκκλησίαν ἐδόξασας.

Δόξα. Ἦχος πλ. δ΄.

Τὴν τετραδύναμον ὁπλὴν τῆς εὐαγγελικῆς ἀληθείας,


παρὰ τοῦ Πνεύματος σοφῶς ἀναλαβών, ὡς ἵππος
χριστοκίνητος, διέλυσας Πάτερ Φίλων, τὰς εἰδωλικὰς
τῆς πλάνης παρατάξεις· καὶ εὐθαρσῶς κηρύττων τὸν
Χριστόν, Θεὸν ἀληθῆ καὶ τέλειον ἄνθρωπον, εἵλκυσας
θαυμασίως, τὴν Καρπασίαν πᾶσαν εἰς θεογνωσίαν.
Ὅθεν ὀφειλητικῶς τὴν μνήμην σου γεραίροντας,
φύλαττε ἡμᾶς ἐν ὀρθοδοξίᾳ καὶ πράξει θεοπρεπεῖ,
ὅπως κληρονόμοι συγγινώμεθά σοι, ἐν τῇ ἀσαλεύτῳ
Βασιλείᾳ τῶν οὐρανῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι…

Δοξολογία Μεγάλη καί Ἀπόλυσις.

[23]
Μεγαλυνάριον.

Χαίροις Καρπασέων ὁ φωτιστής, Φίλων Ἱεράρχα, καὶ


Ποιμὴν ὁ χριστοειδής, πάντων δὲ Κυπρίων, μεσίτης
πρὸς Δεσπότην, ὡς ἔχων παῤῥησίαν, ἀειμακάριστε.

Στίχοι

Φίλους τοῦ Χριστοῦ ἀληθεῖς δεῖξον,

Φίλων, τοὺς ὑμνοῦντάς σου μνήμην τὴν φωτοφόρον.

[24]

You might also like