Ἀκολουθία τῶν ἐν ΛΙΒΥῌ ΑΓΙΩΝ

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 20

Ἀκολουθία τῶν ἐν ΛΙΒΥῌ ΑΓΙΩΝ,Ἱερομ. Ἀθ.

Σιμωνοπετρίτου

Ψαλλομένη τῇ 26η Ὀκτωβρίου

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ


Ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Λιβύη, χαῖρε καὶ σκίρτα, πανηγυρίζουσα, σύναξιν
τῶν Ἁγίων, οὕς ἐβλάστησας πάλαι, ὡς δένδρα
χριστοφόρα πλήρη καρπῶν, χαρισμάτων τοῦ
Πνεύματος, ἐξ ὧν τρυφῶντες πληρούμεθα μυστικῶς,
Ἐκκλησίας τέκνα ἅπαντα.
Πλησθεὶς τοῦ Πνεύματος Σίμων, ὁ Ζηλωτὴς ἐν
Σιών, καὶ φθάσας εἰς Λιβύην, ὥσπερ ἥλιος σκότος,
ἐδίωξε τῆς πλάνης καὶ τοῦ Χριστοῦ, Ἐκκλησίαν
ἐφύτευσεν, ἔνθα στελέχη ἐβλάστησαν ἱερά, οἱ ἐν ταύτῃ
ἁγιάσαντες.
Ἱερωσύνης τὴν χλαῖναν, ἀμφιασάμενοι, Δόναγε
καὶ Δονάτε, ἐν κλεινῷ μαρτυρίῳ, ἐβάψατε κοκκίνην
ταύτην λαμπρῶς, καὶ δικαίως ἐγένεσθε, ἀτελευτήτου
λατρείας ἱερουργοί, εἰς Σιὼν τὴν ἐπουράνιον.
Δῶρον Θεοῦ ἐχαρίσθης, μάκαρ Θεόδωρε,
Ἐπισκοπῇ Λιβύης, ὡς ποιμὴν θεοφόρος, ἐν ᾗ σὺν
διακόνῳ θεοφιλεῖ, Θεοφίλῳ ἱέρευσας, καὶ νῦν ἑστῶτες
πρὸ θρόνου τοῦ Ἰησοῦ, τῶν τιμώντων ὑμῶν μνήσθητε.
Εἰ καὶ ἐσχάτοις τοῖς χρόνοις, Πάτερ Νεκτάριε,
ἐφάνης ἁμιλλᾶσαι, τοῖς ἀρχαίοις Πατράσι· Ποιμὴν γὰρ
χρηματίσας σεμνοπρεπής, Πενταπόλεως Ἅγιε, εἶτα
Αἰγίνῃ βιώσας ἀσκητικῶς, θαυμασίοις κεχαρίτωσαι.
Μάρτυρες θεῖοι Λιβύης, μάκαρ Ἑλλάδιε, Λούκιε
ἅμα Παύλῳ, σὺν Λουκίᾳ Κυπρίλλα, Ἀρόα γενναιόφρον,
[1]
Ἰουλιανή, καὶ οἱ ὅσιοι Βάρβαρος, σὺν Θαλασσίῳ
πρεσβεύσατε ἐκτενῶς, ὑπὲρ πάντων τῶν τιμώντων
ὑμᾶς.
Δόξα.Ἦχος πλ. β΄.
Σήμερον ἐπέλαμψε φαιδρά, ἡ τῶν Ἁγίων Λιβύης
μνήμη, ἀπαρχομένη ἐξ Ἀποστόλου Ζηλωτοῦ,
φαιδρυνομένη ἐπὶ αἵμασι σεπτῶν Μαρτύρων,
λαμπρυνομένη ἐπισκοπείᾳ θεοφιλεῖ Ἱεραρχῶν
χριστοκαρδίων, καὶ συμπληρουμένη ἀσκητικοῖς
παλαίσμασιν Ὁσίων θεοφλέκτων. Τούτους πρέσβεις τῷ
Δεσπότῃ προσάγοντες, ἐκτενῶς δεόμεθα· Κύριε,
ἐπίβλεψον ἐξ οὐρανοῦ ἐπὶ τὴν ἄμπελόν Σου ταύτην,
καὶ ἀνάδειξον αὐτὴν καὶ αὖθις εὐκλήματον καὶ
καρποφοροῦσαν, ἱκεσίαις τῶν Ἁγίων Σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ
ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ Αὐτὸς ἐκ Σοῦ
τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει
Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’
ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν
δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν
ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρὸν, Προκείμενον τῆς ἡμέρας,


Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 -
14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν
ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς
ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει
[2]
ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι
μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ
παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ
ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ
μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ
εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος·
ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ
Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται
αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ
ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ
γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 -
στ΄ 3).
[3]
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον
τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ
βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν
ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ
περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται
ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον
ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ
κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν
νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν
ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙
ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ
ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει
θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙
μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις
ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν, Ἰδιόμελα.


Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ χριστώνυμος Λιβύη, ὁρῶσα
τοὺς Ἁγίους οὓς ἐβλάστησας, ἐπὶ τὸ αὐτὸ σήμερον
συνηγμένους. Ἐκ πάσης γὰρ τάξεως οὗτοι
προερχόμενοι, στέφανον συγκροτοῦσιν ἄφθαρτον
δόξης, καὶ τῷ Δεσπότῃ ἐν παῤῥησίᾳ παριστάμενοι,
αἰτοῦνται ἐκτενῶς τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
[4]
Ὅτε τὸ σκότος τῆς πλάνης ἐλήλαται, ἐκ τῶν ὁρίων
σου, Λιβύη, τότε τὸ φῶς τῆς ἀληθείας τοῦ Χριστοῦ σὲ
κατεφώτισε, καὶ προσήγαγες Θεῷ τέκνα φωτόμορφα,
Μάρτυρας, Ἱεράρχας καὶ Ὁσίους, ὧν τὴν σύναξιν
πανευλαβῶς ἑορτάζοντες, αἰτούμεθα πρεσβείαις
αὐτῶν, ὁλοτελῆ ἁγιασμὸν καὶ τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Τῆς ἐπουρανίου πατρίδος γενόμενοι πολῖται,
ὑψόθεν βραβεύσατε τοῖς τιμῶσιν ὑμᾶς, λιβάδας θείας
χάριτος, Ἅγιοι Λιβύης. Αἰτούμενοι πταισμάτων
ἱλασμόν, ὑπομονὴν ἐν ταῖς θλίψεσιν καὶ ἁγιασμὸν
ὁλοτελῆ, εἰς κληρονομίαν τῆς Βασιλείας τοῦ Κυρίου.
Ἦχος δ΄.
Προθύμως ἀναλαβόντες τὸν Σταυρὸν τοῦ Κυρίου,
ἕκαστος Αὐτῷ εὐαρεστήσατε κατὰ τὴν ἰδίαν αὑτοῦ
τάξιν· καὶ πληρωταὶ φανέντες τῶν εὐαγγελικῶν
ἐντολῶν, τὸ στέφος ἐλάβετε τῆς ἁγιότητος ἐπαξίως,
γενόμενοι τῆς Λιβύης καυχήματα· καὶ πρέσβεις· ὅθεν
δυσωπήσατε εὐχαῖς ἁγίαις τὸν Στεφοδότην, ὅπως
ἀξιώσῃ καὶ ἡμᾶς τῆς δόξης ἧς ἐτύχετε.
Δόξα. Ἦχος πλ. α΄.
Τῆς πολυτρόπου ζωῆς τοῦ Εὐαγγελίου ποθηταὶ
γεγονότες, καὶ ἐν πλήθεσι θλίψεων καὶ ὑπομονῆς
ὁδεύσαντες, ἐν πιστότητι ἀγάπης καὶ μαρτυρίας, τὴν
Λιβύην εὔτοκον ἐδείξατε καὶ ἁγιοτρεφῆ. Διό, μακάριοι
καὶ ἔνδοξοι ἐν Χριστῷ, Αὐτὸν ἀπαύστως δυσωπεῖτε,
ὑπὲρ τῆς ἐπιγείου πατρίδος ὑμῶν, καὶ τοῦ ἐν αὐτῇ
λείμματος τῆς Χάριτος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν

[5]
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ
προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τόν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.


Χαίροις ἁγιωνύμων πληθύς, οἱ ἐν Λιβύῃ τὸν
Δεσπότην δοξάσαντες, ὁ Σίμων ὁ Κυρηναῖος, καὶ Σίμων
ὁ Ζηλωτής, τοῦ Σταυροῦ Κυρίου οἱ συμμέτοχοι· Δονάτε
καὶ Δόναγε, Ἱερεῖς τε καὶ Μάρτυρες, σὺν Ἐπισκόπῳ
Θεοδώρῳ, Νεκτάριε, Πενταπόλεως ὁ Ποιμὴν ὁ
θεόφλεκτος. Μάκαρ, Ἀρόα, Λούκιε, Θεόφιλε, Βάρβαρε,
Παῦλε, θεόφρον Κυπρίλλα, γνωστοί τε πάντες καὶ
ἄγνωστοι. Χριστὸν τὸν Δεσπότην, ἱκετεύσατε δοθῆναι,
ἡμῖν τὸ ἔλεος.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ
Κύριος.
Ὅτε ὡς γεωργὸς τοῦ Χριστοῦ, καὶ ἁλιεὺς ψυχῶν
σοφός, Σίμων ἔνδοξε, κατέλαβες τὴν Λιβύην, ἐν τῇ
δυνάμει Σταυροῦ, καὶ τὸν σπόρον ῥίψας τὸν σωτήριον,
τῇ δρόσῳ τοῦ Πνεύματος, ὡς φυτὰ θεοβλάστητα,
πληθὺς Ἁγίων, ἐξ αὐτῆς ἀναδέδεικται, Εὐαγγέλιον ὡς
κανόνα κατέχουσα. Ἄλλοι ποιμένες τίμιοι, καὶ ἕτεροι
Μάρτυρες, ἢ τῆς ἐρήμου πολῖται, ἀναφανέντες
ἀπείληφαν, τῆς δόξης τὸ στέφος, ὧν τὴν Σύναξιν
τελοῦντες, χάριν λαμβάνομεν.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαῖρε καὶ ἐγκαυχῷ ἐν Χριστῷ, γῆ τῆς Λιβύης, ὡς
Αὐτῷ παραστήσασα, πλειάδα σεπτῶν Ἁγίων, ὡς
προσφορὰν ἐκλεκτήν, ἀπαρχὴν τιμίαν καὶ ἀσάλευτον.
Δεικνῦσα ὡς ἔνεστιν, εὐδοκίᾳ τῆς Χάριτος,
ἀναβλαστάνειν καὶ ἡ ἄγονος ἔρημος, ἀνατρέπουσα
τοὺς κανόνας τῆς φύσεως. Ὅθεν αὐτῶν τὴν Σύναξιν,
ἐκθύμως γεραίρουσα, τὸν ἀγαθὸν Στεφοδότην, ἐν
[6]
παῤῥησίᾳ ἱκέτευε, καὶ αὖθις βλαστῆσαι, ἐκ τῶν
σπλάγχνων σου ἁγίους, ὥσπερ τὸ πρότερον.
Δόξα. Ἦχος β΄.
Ὥσπερ τὸ πάλαι Μωϋσῆς ἐκ τῆς ἀνύδρου πέτρας,
ὑδάτων ποταμοὺς ἐξέβλυσε παραδόξως, οὕτω καὶ ἡ
αὐχμηρὰ Λιβύη, τῇ χάριτι τοῦ νέου Μωϋσέως Χριστοῦ,
ἁγιοπληθὺν τῇ Ἐκκλησίᾳ ἐχαρίσατο, ἐν μαρτυρίῳ
αἵματός τε καὶ συνειδήσεως, ἀναδειχθεῖσαν ἀξίαν τῆς
ὁδοῦ τοῦ Εὐαγγελίου. Οὓς συντιμῶντες σήμερον
καθικετεύομεν· πρεσβεύσατε, Ἅγιοι χριστόστεπτοι,
ὑπὲρ τῆς ἐνεγκαμένης ὑμᾶς χώρας, καὶ τοῦ
περιλειπομένου πιστοῦ λαοῦ, ὡς φιλάδελφοι.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! Τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς
τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν
κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, Ὅν ὡς
βρέφος, Πάναγνε, Σαῖς ὠλέναις βαστάσα, καὶ μητρικὴν
παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, μὴ παύσῃ
δυσωποῦσα ὑπὲρ τῶν Σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ
σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄.


Τῆς ἐρήμου πολίτης.
Τοὺς Ἁγίους Λιβύης εὐφροσύνως ὑμνήσωμεν, ὡς
καθαγιάσαντας ταύτην, πολυτρόποις χαρίσμασιν· οἱ
μὲν ἐν μαρτυρίοις φοβεροῖς, οἱ δὲ ἐν ποιμανσίᾳ ἱερᾷ,
ἄλλοι πάλιν ὡς στρουθία ἐρημικά, ἀσκήσει
διαπρέψαντες. Ὅθεν βοήσωμεν αὐτοῖς· Ἅγιοι
ἱκετεύσατε, ὑπὲρ Λιβύης ἐκτενῶς, ὑμᾶς τὸν ἁγιάσαντα.
Θεοτοκίον.

[7]
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι, Παρθένε, τὸ Χαῖρε,
σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ
τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης
πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ
Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

[8]
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν


τάφον Σου, Σωτήρ.
Ἁγίων τὴν πληθύν, τῆς Λιβύης τιμῶντες,
δοξάσωμεν Χριστόν, κεφαλὴν Ἐκκλησίας, καὶ Τούτῳ
προσπίπτοντες, ἐκτενῶς ἱκετεύσωμεν· ἴδε, Δέσποτα,
τὴν κληρουχίαν Σου ταύτην, καὶ εὐλόγησον ταῖς
προσευχαῖς τῶν Ἁγίων, τὸ λεῖμμα τῆς χάριτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Ἐκύησας σαρκὶ τὸν ὑπέρθεον Λόγον, θεώσαντα,
Ἁγνή, τῶν βροτῶν τὴν οὐσίαν, καὶ ἅπασι παρέχοντα,
σωτηρίαν αἰώνιον, τοῖς δοξάζουσι, Σὲ ἀληθῆ Θεοτόκον,
ἀλλά, Δέσποινα, μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν
ὑμνούντων Σε.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν


ὡραιότητα.
Λιβύης ἅπαντες οἱ ἁγιώνυμοι, Σίμων Ἀπόστολε,
καὶ Σίμων ἕτερε, ὁ Κυρηναῖος τὸν Σταυρόν, βαστάσας
ἐπὶ τῶν ὤμων, Μάρτυρες πανένδοξοι, Ἱεράρχαι
μακάριοι, Ὅσιοι τρισόλβιοι, θεοφόροι Ἀνώνυμοι,
πρεσβεύετε οἱ πάντες Κυρίῳ, ὑπὲρ Λιβύης τῆς τιμώσης
ὑμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Χαῖρε εὐρύχωρον Θεοῦ παλάτιον· χαῖρε
πολύφωτον Χριστοῦ ἀνάκτορον· χαῖρε χρυσόπλοκε
παστάς, καὶ κλίνη πορφυρόστρωτε, θάλαμε πυρίμορφε,
οὐρανὲ ὑψηλότατε, ἔμψυχε Παράδεισε, λογικὸν
ἐνδιαίτημα, περίδοξε τοῦ Δεσπότου θρόνε· χαῖρε,
Μαρία Θεοτόκε.

[9]
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν
Σοφίαν καὶ Λόγον.
Ὡς καλλίτεκνος μήτηρ χαίρει σφοδρῶς, ἡ Λιβύη
Ἁγίους τοὺς ἐξ αὐτῆς, φυέντας προσφέρουσα, τῷ
Δεσπότῃ ἐπεύχεται· ἰδού, Κύριε, τέκνα, ἃ Σύ μοι
δεδώρηκας, καὶ ἐν τρόποις ποικίλοις, σταυρόν Σου
βαστάσαντα. Ὧν τὰς ἱκεσίας ὡς θυμίαμα δέξαι, καὶ
χάριν τοῦ Πνεύματος, οὐρανόθεν κατάπεμψον, τοῖς
εἰσέτι βαδίζουσιν, ὁδὸν Εὐαγγελίου καλῶς, ὅπως
πάντες Βασιλείας τύχωσι, καὶ σὺν πᾶσιν Ἁγίοις, Τριάδα
δοξάζωσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, Σὲ ἀσπόρως
τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν γενεαὶ τῶν
ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν ἐν Σοὶ τῆς Θεότητος,
καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν
τῶν Ἀγγέλων καὶ ἀνθρώπων τὸ γένος, ἀξίως
δοξάζομεν τὸν πανάγιον Τόκον Σου, καὶ συμφώνως
βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν
ἀξίως, τὴν δόξαν Σου, Δέσποινα.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.


Προκείμενον. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. ιε΄ 1-11).
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή καὶ ὁ Πατήρ μου ὁ
γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν,
αἴρει αὐτό καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα
πλείονα καρπὸν φέρῃ. Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν
λόγον ὃν λελάληκα ὑμῖν. Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν
[10]
ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾿
ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς,
ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ
κλήματα. Ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει
καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
Ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ
ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ
βάλλουσι, καὶ καίεται. Ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ
ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ
γενήσεται ὑμῖν. Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα
καρπὸν πολὺν φέρητε, καὶ γενήσεσθε ἐμοὶ μαθηταί.
Καθὼς ἠγάπησέ με ὁ Πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς·
μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. Ἐὰν τὰς ἐντολάς μου
τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς
ἐντολὰς τοῦ Πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν
τῇ ἀγάπῃ. Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν
ὑμῖν μείνῃ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τῶν Σῶν Ἁγίων…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με , ὁ Θεός…
Σήμερον τοὺς τῆς Λιβύης Ἁγίους, συντιμῶντες
ἀγαλλόμεθα, καὶ χαρμονικῶς τὸν Δεσπότην
δοξάζοντες, ἐκ ψυχῆς δεόμεθα· Κύριε, μὴ ἐγκαταλίπῃς
τὴν Ἄμπελόν Σου ταύτην, ἀλλὰ μέχρι τέλους αἰώνων,
εὐκληματοῦσαν διατήρησον.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Τὴν


ἁγιώνυμον πληθὺν Λιβύης ἐπαινέσω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τὴν ἁγιώνυμον πληθὺν αἰνέσωμεν, ἣν ἡ Λιβύη
Χριστῷ, ἀπαρχὴν ὡς θείαν, πάλαι προσενήνοχεν,
[11]
Σίμωνα τὸν γεννήτορα, Ἀλεξάνδρου καὶ Ῥούφου, ὅστις
ἐν ὤμοις ἐβάστασε, τὸν Σταυρὸν Δεσπότου τοῦ
πάσχοντος.
Ἡ σὴ φυτεία τοῦ Χριστοῦ Ἀπόστολε, Σίμων ἣν
ἔσπειρας, ἐν Λιβύῃ ἴδε, πολλαχῶς ἐκάρπισεν, καὶ
ὥσπερ χίδρα τίμια, τοὺς Ἁγίους προσῆξε, ὧν περ τὴν
σύναξιν σήμερον, ἱεροπρεπῶς ἑορτάζομεν.
Νικητικῶς τῷ Ἰησοῦ παρίσταται, ἡ θαυμαστὴ
ξυνωρίς, Ἱερομαρτύρων, ἣν Λιβύη τέτοκε, Δονάτος ὁ
μακάριος, σὺν τῷ θείῳ Δονάγῳ, οἳ τοῦ Χριστοῦ τὴν
θεότητα, πρὸ τῶν τυραννούντων ἐκήρυξαν.
Θεοτοκίον.
Ἀγγελικῷ Σε ἀσπασμῷ, Θεόνυμφε,
προσαγορεύομεν· χαῖρε ἡ τεκοῦσα, τῆς ζωῆς τὸν αἴτιον·
χαῖρε τερπνὸν παλάτιον, ἐν ᾧ Λόγος σκηνώσας, τὴν
πεπτωκυῖαν ἀνέστησε, φύσιν τῶν ἀνθρώπων ὡς
εὔσπλαγχνος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.


Γεωργήσας σοφίᾳ, τὴν Λιβυκὴν ἄμπελον, καὶ τῆς
σωτηρίας τὸν οἶνον, κεράσας ἔφθασας, Πάτερ
Θεόδωρε, ὥσπερ καλὸς οἰκονόμος, σταυρικοῦ θανάτου
σου λαβεῖν τὸν στέφανον.
Ἰσαγγέλως τραπέζῃ, τῇ ἱερᾷ ἕστηκας, καὶ
διακονήσας ἐνθέως, Μάρτυς Θεόφιλε, προθύμως
τέθυσαι, σὺν Ἑλλαδίῳ συμψύχῳ, μαρτυρίων πρότερον,
πικρῶν γευσάμενοι.
Ὡς πισταὶ μυροφόροι, ἐν φυλακῇ Ἅγιαι, τῷ πιστῷ
Κυρήνης ποιμένι, διηκονήσατε, καὶ μαρτυρήσασαι,
Κυπρίλλα, θεία Ἀρόα, σὺν Λουκίᾳ ἄφθαρτον, στέφος
ἐλάβετε.
Θεοτοκίον.
[12]
Νοῦν, ψυχὴν καὶ καρδίαν, τοῦ Ἰησοῦ ποίησον, θεῖα
εὐναστήρια, Κόρη, ταῖς ἱκεσίαις Σου, ἐγκαθιστῶσά μου,
ἀδιαλείπτως τὴν μνήμην, Τούτου καὶ εἰρήνευσον,
πάσας αἰσθήσεις μου.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.


Τὸν Σταυρὸν τοῦ Κυρίου πιστῶς ἀράμενοι, τῆς
Λιβύης προστάται σεπτοὶ γεγόνατε, Παραδείσου τὴν
χαρὰν κληρονομήσαντες, ἐν μαρτυρίῳ ἱερῷ ἢ ἐν
σκυλμοῖς ἀσκητικοῖς, διόπερ ὑμῶν τιμῶντες, τὴν
σύναξιν ἐκβοῶμεν· πάντας στηρίξατε,μακάριοι.
Θεοτοκίον, ὅμοιον.
Θεοτόκε Παρθένε Μήτηρ ἀνύμφευτε, ἡ τὸν
Σωτῆρα τοῦ κόσμου κυοφορήσασα, καὶ τεκοῦσα ἐν δυσὶ
τελείαις φύσεσιν, ἐκδυσώπησον Αὐτόν, σὺν Προφήταις
ἱεροῖς, καὶ Μάρτυσι καὶ Ὁσίοις, ὑπὲρ εἰρήνης τοῦ
κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.


Ὕμνοις χαρᾶς στέψωμεν, τὸν Πενταπόλεως,
Ἱεράρχην πάνσοφον Νεκτάριον, ὃς ἐκ Θεοῦ εἴληφε
πολλήν, χάριν τῶν θαυμάτων, τοῖς αἰτουμένοις
ἑκάστοτε, καὶ δείκνυσιν μεγάλως, τὴν ἐξαίρετον χάριν,
ἣν παρέχει πιστοῖς δούλοις Κύριος.
Μαρτυρικῶς ἔδειξας, φίλτρον, Θεόφιλε, πρὸς
Δεσπότην, Ἰησοῦν τὸν Κύριον Τοῦτον Θεὸν πρὸ τῶν
δυναστῶν, πάσῃ σου δυνάμει, ἀνακηρύξας καὶ
γέγονας, συνέστιος Ἁγίων, μεθ’ ὧν πάντοτε βλέπεις, τὸ
ἀνέσπερον φῶς εἰς Παράδεισον.
Ὁ Ἰησοῦς ἥδυσμα, ἦν σου, Ἑλλάδιε, καὶ μελέτη
βίου τοῦ ἁγίου σου, διὸ εὐθύς, Τοῦτον εὐθαρσῶς,
καθομολογήσας, Υἱὸν καὶ Λόγον ὑπάρχοντα, Πατρὸς
[13]
τοῦ προανάρχου, κεφαλήν σου ἐτμήθης, καὶ σὺν
Μάρτυσι νῦν ἐπαγάλλεσαι.
Θεοτοκίον.
Νέον Ἀδὰμ τέτοκας, Θεομακάριστε, τῶν
ἀνθρώπων γένος ἀναπλάσαντα, καὶ τοῦ ἐχθροῦ
ἅπασαν ἰσχύν, λύσαντα ἐνθέως, καὶ σωτηρίαν αἰώνιον,
ἡμῖν παρεσχηκότα· ὅθεν πόθῳ καὶ πίστει, Σὲ τιμῶμεν,
Πανάχραντε Δέσποινα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.


Πεποιθὼς ὥσπερ λέων, Παῦλε, τοὺς ἀθέους
κατετρόπωσας, ἔχων γὰρ τὴν χάριν, Παρακλήτου Θεὸν
ἀνεκήρυξας, μόνον τὸν Δεσπότην, διὸ μαρτύριον ἐδέξω,
δι’ οὗ στέφος ἀπείληφας ἄφθαρτον.
Λυτρωτοῦ, ὦ Λουκία, μέγεθος ἀγάπης πρὸς τὸν
ἄνθρωπον, γνοῦσα ἀνεβόας, πρὸ κριτῶν ἀσεβείας
τρανότατα· γνώσεσθε τὸ βάθος τῆς ἀληθείας τοῦ
Κυρίου, καὶ εὑρήσετε ὄντως ἀνάπαυσιν.
Ἤχθης, Μάρτυς Κυπρίλλα, ὡς περιστερὰ Κυρίου
ἄμωμος, ἐν δικαστηρίῳ, δεχομένη πιέσεις καὶ μάστιγας,
ὅπως προσκυνήσῃς, κωφοῖς εἰδώλοις καὶ ξοάνοις, ἀλλ’
ἐφάνης ὡς πέτρα ἀκλόνητος.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, πάντων χριστωνύμων, τὸ
στεῤῥὸν προσφύγιον, ὅταν ὁ ἐχθρός με, πολεμῇ μὴ
παρίδῃς με δέομαι, ἀλλὰ πρόφθασόν με, στηρίζουσά
μου τὰς ἰγνύας, ἵνα μὴ καταπέσω ὁ ἄθλιος.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι, Σωτήρ.


Ὑφάνασα μυστικῶς, καὶ καταβάψασα αἵματι,
Ἀρόα, τὴν σὴν στολήν, χορῷ συνηρίθμησαι, τῶν

[14]
παρθένων αἵτινες, διὰ τὴν ἀγάπην, τοῦ Νυμφίου
τεθανάτωνται.
Νικήσας ἀθλητικῶς, τὰ τῶν ἐχθρῶν δελεάσματα,
ὦ Μάκαρ, ἐν τῇ πυρᾷ, ἐῤῥίφης ὡς σφάγιον, καὶ ὡς
ὁλοκαύτωμα, τῷ Χριστῷ ἐδόθης, παρ’ Οὗ στέφος
ἐναπείληφας.
Λυττήσαντες κατὰ σοῦ, οἱ τῶν δαιμόνων ὑπήκοοι,
σεμνὴ Ἰουλιανή βασάνοις ὑπέβαλον, ἀλλὰ ἐνικήθησαν,
σὲ ἐνδυναμοῦντος, οὐρανόθεν τοῦ Δεσπότου σου.
Θεοτοκίον.
Ἰάτρευσον Σαῖς εὐχαῖς, τὰ τραύματα τῆς καρδίας
μου, Παρθένε, οἷς ὁ ἐχθρός, καιρίως με ἔτρωσε, ἡ
κόσμῳ κυήσασα, Ἰησοῦν Δεσπότην, ἰατρὸν
φιλανθρωπότατον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.


Ἑορτάζει χαίρουσα, ἡ Ἐκκλησία, τῆς Λιβύης
σήμερον, μνήμην τελοῦσα τὴν σεπτὴν, τῶν ἑαυτῆς
τέκνων ἅτινα, ποικίλοις τρόποις, Δεσπότην ἐδόξασαν.
Ὁ Οἶκος.
Ἐσκοτισμένη οὖσα πρὶν ἡ τῆς Λιβύης χώρα, τῇ
εὐαγγελικῇ διδαχῇ, ἣν ἔσπειρεν ὁ Ζηλωτὴς Μαθητής,
καρπὸν πολὺν ἐβλάστησεν ἐν Χριστῷ. Ὃν ἡμεῖς
σήμερον ὑμνητικῶς τιμῶμεν, Ἱεραρχῶν τιμίων
σύστημα, Μαρτύρων σύνταγμα γενναιόψυχον καὶ
Ἀσκητῶν θεοφόρων ὁμοσκηνίαν, φωνὴν ἱκέσιον
ἀνακράζομεν· ἐπίβλεψον, Δέσποτα Φιλάνθρωπε, ἐπὶ
τὴν κληρονομίαν Σου ταύτην, καὶ χάρισαι ἡμῖν τὰ πρὸς
σωτηρίαν αἰτήματα, πρεσβείαις πάντων τῶν ὧδε
διλαμψάντων Ἁγίων, οἵτινες Σὲ τὸν
παμπόθητον Δεσπότην ἐδόξασαν.

[15]
Συναξάριον.
Τῇ ΚΣΤ΄ αὐτοῦ τοῦ μηνὸς, τὴν Σύναξιν
ἐπιτελοῦμεν τῶν ἀπ’ αἰῶνος διαλαμψάντων Ἁγίων ἐν
τῇ ἀφρικανικῇ χώρᾳ τῆς Λιβύης, ὧν γνωστοὶ ἡμῖν
τυγχάνουσιν: ὁ Ἀπόστολος Σίμων ὁ Ζηλωτής, Σίμων ὁ
Κυρηναῖος ὁ βαστάσας ἐν Γολγοθᾷ τὸν Σταυρὸν τοῦ
Κυρίου, οἱ Ἱερομάρτυρες Δόναγος καὶ Δονάτος, οἱ
Ἐπίσκοποι Θεόδωρος Κυρήνης καὶ Νεκτάριος
Πενταπόλεως ὁ θαυματουργός, οἱ Μάρτυρες Θεόφιλος
Διάκονος, Ἑλλάδιος, Κυπρίλλα, Ἀρόα, Λουκία, Παῦλος,
Μάκαρ, Ἰουλιανὴ καὶ Λούκιος ὁ βουλευτὴς καὶ οἱ Ὅσιοι
Θαλάσσιος, Βάρβαρος ὁ Πενταπολίτης καὶ ὁ ἀνώνυμος
Ἀσκητὴς ἐν τῷ Γεροντικῷ.
Στίχοι.
Ὥσπερ ἀπαρχὰς προσφέρει τῷ Δεσπότῃ,
Χορὸν Ἁγίων ἑαυτῆς ἡ Λιβύη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.


Βουλευτοῦ τὴν ἀξίαν, ὑπερεῖδες, ὦ Λούκιε, καὶ
ἐχώρησας, πρὸς τὸν τοῦ μαρτυρίου, ἀγῶνα ὅπως εὕρῃς,
τὸν ποθούμενον Κύριον, ἀποτμηθεὶς ὡς ἀμνός, τιμίαν
κεφαλήν σου.
Ὕλης πᾶσαν πατήσας, ἡδονὴν καὶ ἀπόλαυσιν, ὦ
Θαλάσσιε, καὶ ὡς στρουθὸς Κυρίου, τὴν ἔρημον
οἰκήσας, ποταμοὺς θείας γνώσεως, διὰ τῶν σῶν
συγγραφῶν, ἐξέβλυσας τῷ κόσμῳ.
Ἡ συνείδησις μάκαρ, ὡς φωνὴ τοῦ Κυρίου ἐν σοὶ
ἐνήργησε, διὸ τὰ ἔργα σκότους, κατέλιπες καὶ ᾖρας, τὸν
σταυρὸν τῆς ἀσκήσεως, καὶ ἐκ Βαρβάρου τερπνός, οἶκος
Χριστοῦ ὡράθης.
[16]
Θεοτοκίον.
Συμπαθὴς οὖσα Μήτηρ, τῶν παθῶν μου τὸν
τάραχον καταπράϋνον, εἰρήνην τοῦ Κυρίου, παρέχουσα
ψυχῇ μου, ὅπως ψάλλω ἀείποτε, τὴν πρὸς ἐμέ Σου
στοργήν, ἐν ὕμνοις εὐχαρίστοις.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.


Ἐν τῇ ἐρήμῳ ᾤκησας, Ἀσκητά, τεσσαράκοντα, ἔτη
ὡς θηρίον, ἔρωτι φλεγόμενος, Κυρίου ὁσιώτατε, καὶ
μόνον Τούτου ἔβλεπες, μυστικῶς τὸ κάλλος, ὅπερ εἶχες
τροφήν σου· διὸ ἐν Παραδείσῳ, νῦν ἱστάμενος πάντων,
μνήσθητι τῶν τιμώντων, τὴν ἱεράν σου μνήμην.
Πάλιν ἰδού οἱ Σίμωνες, εἰς ἐγκώμιον πρόκεινται, ὁ
μὲν Ἀποστόλων, τῷ χορῷ ἱστάμενος, ὁ δὲ ἄλλος
τρόπαιον, Σταυρὸν κρατῶν τὸν τίμιον, καὶ ὑπὲρ Λιβύης
τὸν Δεσπότην αἰτοῦνται, ὅπως Αὐτοῦ τὴν χάριν,
δωρῆται εἰς αἰῶνας, καὶ τοὺς πιστοὺς στηρίζῃ, ἐν ἔργοις
εὐσεβείας.
Ἀσκητικῶς βιώσαντες, ὦ Δονάτε καὶ Δόναγε, τῆς
ποιμεναρχίας τύποι θεῖοι ὤφθητε, καὶ τὸ Εὐαγγέλιον,
κηρύττοντες ἐφθάσατε, τὴν τοῦ μαρτυρίου,
πολυπόθητον ὥραν, Χριστὸν Θεὸν τὸν μόνον, ὁμοῦ
ὁμολογοῦντες, ἐλάβετε τὸ στέφος, τῶν Ἱερομαρτύρων.
Θεοτοκίον.
Ἵλεων δεῖξον, Δέσποινα, ἐν ἡμέρᾳ τῆς Κρίσεως,
τὸν γλυκὺν Υἱόν Σου, Ὃν ἀεὶ τοῖς ἔργοις μου, λυπῶ ὁ
ταλαίπωρος, καὶ πίπτω εἰς ἀπόγνωσιν· ὅθεν Σοὶ
προστρέχω, μετανοίας τῇ πύλῃ, βοῶν ἀκαταπαύστως,
μὴ δείξῃς με δαιμόνων, ἐν ὥρᾳ τῇ ἐσχάτῃ, ἐπίχαρμα,
Παρθένε.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.


[17]
Νεκτάριε, Θεόδωρε, ἱερά, Λιβυκῆς Ἐκκλησίας
καυχήματα, καὶ τῶν πιστῶν πρέσβεις ἀκαταίσχυντοι
πρὸς Θεόν, σὺν Ἱεράρχαις οἵτινες, ἔλαμψαν ἐκεῖσε ἐν
ἀρεταῖς, ὑψώσατε τὰς χεῖρας, καὶ χάριν ἐξαιτεῖσθε,
ὑμῶν τιμῶσι τοῖς μνημόσυνα.
Ἑλλάδιε, Θεόφιλε, τοῦ Χριστοῦ, μιμησάμενοι
πάθος ἠθλήσατε καὶ νῦν ἰδού, ἔχοντες τὸν κλῆρον ἐν τῇ
Ἐδέμ, μὴ παύσεσθε αἰτούμενοι, εἰρηναίαν στάσιν
Ἐκκλησιῶν, καὶ ἄφεσιν πταισμάτων, τῶν πόθῳ
ἀνυμνούντων, τὰ ἱερὰ ὑμῶν ἀθλήματα.
Σωτῆρος αἱ ἀμνάδες αἱ λογικαί, ἡ Κυπρίλλα, Ἀρόα
αἱ πάνσεμναι, καὶ σὺν αὐταῖς, Ἰουλιανὴ ἡ θεοπρεπής,
Λουκία ἡ χριστόψυχος, καὶ λοιπῶν Μαρτύρων σεπτὸς
χορός, Χριστὸν ἐξιλεοῦσθε, ὑπὲρ ἑορταζόντων, ὑμῶν
ἀγῶνας καὶ τὰ σκάμματα.
Ὦ Μάκαρ σὺν Λουκίῳ τῷ βουλευτῇ, τοῦ Δεσπότου
πανεύφημοι Μάρτυρες, καὶ σὺν ὑμῖν, ἀσκητὰ Θαλάσσιε
θαυμαστέ, καὶ Βάρβαρε θεόψυχε, δόξα τῆς Λιβύης κατὰ
Χριστόν, εὔξασθαι ἀποδοῦναι, καρποὺς Εὐαγγελίου,
ταύτης τὴν ἄμπελον, ἀείποτε.
Θεοτοκίον.
Ἀγγέλων καὶ ἀνθρώπων ἡ χαρμονή, Θεοτόκε
Παρθένε Πανύμνητε, σὺν τῷ χορῷ, τῷ ἡγιασμένῳ τῆς
Λιβυκῆς, Χριστῷ ἀεὶ πρεσβεύετε, ὅπως εἰς αἰῶνας
διακρατῇ, τὴν ὧδε Ἐκκλησίαν, καλῶς πορευομένην, καὶ
ἐς ἀεὶ ἁγίους τίκτουσαν.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.


Λιβύης πάντες Ἅγιοι, Παρακλήτου δοχεῖα,
Ἀπόστολοι καὶ Μάρτυρες, Ἱεράρχαι, Παρθένοι, Ὅσιοι
χριστοκάρδιοι, ἐντολῶν τοῦ Κυρίου οἱ πληρωταί,
Τοῦτον ἱκετεύσατε δυσωποῦμεν, τηρεῖν λυχνίαν
[18]
ἄσβεστον, Λιβυκῆς Ἐκκλησίας ὅπως ἀεί, φέγγῃ τὸ
σωτήριον φῶς τῷ κόσμῳ, καὶ τοῦ Σταυροῦ μυστήριον,
φανεροῖ εἰς αἰῶνας.
Θεοτοκίον, ὅμοιον.
Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδάμ, Θεοτόκε·
χαῖρε σεμνὴ Μητρόθεε·  χαῖρε ἔμψυχε βάτε· χαῖρε
λαμπάς· χαῖρε θρόνε· χαῖρε κλίμαξ καὶ πύλη· χαῖρε τὸ
θεῖον ὄχημα· χαῖρε κούφη νεφέλη·  χαῖρε ναέ· χαῖρε
στάμνε πάγχρυσε· χαῖρε ὄρος· χαῖρε σκηνή καὶ
τράπεζα· χαῖρε Εὔας ἡ λύσις.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν


Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου
θαύματος.
Χαίροις, Λιβύη χριστώνυμε, μήτηρ Ἁγίων πολλῶν,
οὓς θυσίαν εὐπρόσδεκτον, τῷ Θεῷ προσήνεγκας, καὶ
ἀντίδωρον χάριτος· ποιμένας θείους τοὺς ὁδηγήσαντας,
πιστοὺς εἰς χλόην Χριστοῦ τὴν ζείδωρον. Μάρτυρας
οἵτινες, σκότος ἀπελέγξαντες εἰδωλικόν, στέφος
ἀπειλήφασι, τὸ ἀμαράντινον.
Ὡς Μυροφόροι τὸ πρότερον, ἀκολουθοῦσαι
Χριστῷ, διηκόνουν ὡς γέγραπται, οὕτω σεμνὰ γύναια,
ἐν Λιβύῃ διέλαμψαν, ἐν ἔργοις θείοις καὶ κατορθώμασι,
πρὸ τῶν τυράννων ἀπολογούμεναι, καὶ τὴν θεότητα,
Ἰησοῦ κηρύξασαι πασιφανῶς, θάνατον ἐδέξαντο, ζωῆς
τὸν πρόξενον.
Καταφλεχθέντες τῷ ἔρωτι, τῷ θεϊκῷ οἱ σεπτοί,
ἀσκηταὶ τὴν πανέρημον, ὡς στρουθοὶ κατέλαβον,
ἀγρυπνίαις καὶ θλίψεσι, Χριστὸν ζητοῦντες, Ὃν περ καὶ
εὕραντο, καὶ τὴν Λιβύην, πᾶσαν ἡγίασαν. Ὅθεν τὴν
σύναξιν, τούτων ἑορτάζοντες θεοπρεπῶς, σήμερον
αἰτούμεθα, εὐχὰς αὐτῶν πρὸς Θεόν.
[19]
Σίμων Κυρηναῖε ἔνδοξε, καὶ Σίμων ὁ ζηλωτής,
Ἱεράρχαι καὶ Μάρτυρες, Δόναγε, Θεόδωρε, σὺν Δονάτῳ,
Νεκτάριε, Λουκία, Παῦλε, Ἀρόα, Λούκιε, Κυπρίλλα,
Μάκαρ, σεπτὲ Ἑλλάδιε, Πάτερ Θαλάσσιε, Βάρβαρε
μακάριε καὶ οἱ λοιποί, τῆς Λιβύης Ἅγιοι, Χριστῷ
πρεσβεύετε.
Δόξα. Ὁ αὐτός.
Τὸ τοῦ Κυρίου ἀκούσαντες πρόσταγμα τὸ λέγον,
Ἅγιοι γίνεσθε ὥσπερ κἀγὼ Ἅγιός εἰμι, ἐν διαφόροις
τρόποις καὶ καιροῖς, φιλοτίμως τοῦτο ἕκαστος
εἰργάσασθε, Ἅγιοι μακάριοι τῆς Λιβύης· καὶ τὸ καθ’
ὁμοίωσιν Θεοῦ ἐπιτυχόντες, νῦν χαίρετε ἐν οὐρανοῖς,
ἀδιαστάτως συνόντες τῷ Δεσπότῃ, ᾯ καὶ πρεσβεύετε,
αἰτούμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων
Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.

Δοξολογία Μεγάλη  καί Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίρετε ἀστέρες χριστολαμπεῖς, Ἅγιοι Λιβύης,
Παραδείσου ἄνθη τερπνά, οἱ ἀπὸ αἰώνων, δοξάσαντες
ποικίλως, Χριστοῦ τὴν Ἐκκλησίαν, χάριτι Πνεύματος.

Στίχοι.
Λιβάδας ἡμῖν πέμψατε Παρακλήτου,
Λιβύης Ἅγιοι, εὐχαῖς πρὸς Δεσπότην.

[20]

You might also like