Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 2

+

Τροπάρια
Τοῦ μακαριστοῦ καὶ ὁσίου Γέροντος
᾿Ιωσὴφ τοῦ ἡσυχαστοῦ

Συντεθέντα
ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος,
+
Τοῦ μακαριστοῦ καὶ ὁσίου Γέροντος
᾿Ιωσὴφ τοῦ ἡσυχαστοῦ
(+15.8.1959)
***
᾿Απολυτίκιον. ῏Ηχος πλ.α΄.
Τὸν συνάναρχον Λόγον.

᾿Εφευρὼν ὡς ἐζήτεις τὴν καθαρὰν προσευχήν,


ἀπλανῶς ἐκδιδάσκεις ταύτην ἡμῖν ᾿Ιωσήφ,
τρισμακάριε πατὴρ καὶ νηπτικώτατε,
ὅθεν πολλὴν τὴν ὀφειλήν χρεωστικῶς σοι οἱ πιστοί,
προσφέρομεν ἐκβοῶντες·
τὸν γλυκασμὸν τοῦ Κυρίου,
εἰς τὰς καρδίας ἡμῶν ἐμφύτευσον.

Κοντάκιον. ῏Ηχος πλ.δ΄. Τῇ ῾Υπερμάχῳ.

᾿Εμπόνως ἤσκησας ζωὴν πάτερ τῆς νήψεως,


καὶ δι᾿ ἱδρώτων ῝Ον ἐπόθησας κεκράτηκας,
διὸ γέγονας ταμεῖον Θεολογίας,
ὡς δὲ βρύσις τις τοῦ Πνεύματος ἐξέβλυσας,
θεωρίας τὰ βαθύτατα μυστήρια,
τοῖς βοῶσί σοι· ᾿Ιωσὴφ χαίροις πάντιμε.

Μεγαλυνάριον

Χαίροις καθαρώτατε ᾿Ιωσήφ, νέον ἄστρον ῎Αθω, ᾿Εκκλησίας


κοινὴ χαρά, χαίροις καὶ ἀρούρας, ψυχῶν ἡμῶν ἀρότρῳ, εὐχῆς
τοῦ γλυκυτάτου, Κυρίου νέωσον.

You might also like