Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 4

+

Ἀπολυτίκιον
Τοῦ μακαριστοῦ Γέροντος Πορφυρίου
Καυσοκαλυβίτου

Συντεθέν
ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος
Τοῦ μακαριστοῦ Γέροντος Πορφυρίου Καυσοκαλυβίτου
(+ 19. 11/ 2.12 1991)
***

᾿Απολυτίκιον. ῏Ηχος α΄. ῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.

ξ Εὐβοίας μὲν ἔφυς κατὰ σάρκα μακάριε, καὶ ὡς


θεοφύτευτον δένδρον ἐν τῷ ῎Αθῳ ἐπηύξησας, καρποὺς δὲ
ἀποδοὺς πνευματικούς, ἐξέθρεψας τὰ πλήθη τῶν πιστῶν, ἐν
᾿Αθήναις ὡς ἀρχαῖός τις ἀσκητής, Πορφύριε θεοφόρε. Δόξα
τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα
τῷ χορηγήσαντι ἡμῖν, σὲ μέγαν πρέσβυν ῞Οσιε.

῞Ετερον. ῏Ηχος ὁ αὐτός.Τὸν τάφον σου Σωτήρ.

γρεύθης ἐν Χριστῷ, παιδιόθεν τρισμάκαρ, καὶ


ὅλῃ σου ψυχῇ, πρὸς Αὐτὸν ἐπορεύθης, κινούμενος
Πνεύματος, ὁδηγίαις Πορφύριε· ὅθεν εἴληφας, ὑπερφυῶν
χαρισμάτων, τὴν ἐνέργειαν, καὶ τῆς ἀγάπης τῆς θείας, τὸ
πλήρωμα ῞Οσιε.
Κοντάκιον. ῏Ηχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ σταυρῷ.

ὴν τοῦ Κυρίου βασιλείαν ποθήσας,


πορφυραυγέσιν ἐφωτίσθης ἐννοίαις, Πορφύριε τρισόλβιε,
εἰς ῎Αθωνα ἐλθών, ἀλλ᾿ ὁ προνοούμενος, σωτηρίαν
ἀνθρώπων, ἰατρὸν κατέστησε, τῶν ψυχῶν ἐν τῷ κόσμῳ, τῇ
διοράσει τῇ πνευματικῇ, καὶ διακρίσει, λαμπρύνας τὸν βίον
σου.

Μεγαλυνάρια

αύσει τῆς ἀγάπης τοῦ ᾿Ιησοῦ, ἐκ παιδὸς


τρισμάκαρ, τὸν ζυγὸν τῆς ὑπακοῆς, Καυσοκαλυβίοις,
Πορφύριε ὑπῆλθες, ἔνθα καὶ χαρισμάτων, πληθὺν
ἐπλούτησας.

τήλη ἀνεδείχθης χριστοειδής, ἐν ἐσχάτοις


χρόνοις, καὶ τῆς Χάριτος Σαμουήλ, καρδιῶν ἐννοίας, ἐτάζων
διακρίσει, καὶ προορῶν τὰ πόῤῥω, πάτερ Πορφύριε.

ᾶσιν ἐγεγόνεις χρηστὸς πατήρ, ἐν ἀγάπῃ


πάθη, θεραπεύων καὶ εἰς Χριστόν, ὁδηγῶν σοφίᾳ, τοὺς
πέλοντάς σοι πίστει, Πορφύριε θεόπτα, ὁσίων σύσκηνε.
έκνα σου παντοῖα Πάτερ σοφέ, μὴ
ἐγκαταλίπῃς, ἀλλ᾿ ὑψόθεν σαῖς προσευχαῖς, στήριζε
διδάσκων, ὡς ζῶν ἐν τῷ Κυρίῳ, τὴν πρὸς Αὐτὸν ἀγάπην,
θεῖε Πορφύριε.

You might also like