ΓΡΗΓΕΝΤΙΟΣ ΑΙΘΙΟΠΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 25

1

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)


Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2)
*******************************************************************
Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΓΡΗΓΕΝΤΙΟΥ
ΕΠΙΣΚΟΠΟΥ ΑΙΘΙΟΠΙΑΣ

*
*
* * * * *
*
*

Ἀθῆναι 2020
2

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΓΡΗΓΕΝΤΙΟΥ
ΕΠΙΣΚΟΠΟΥ ΑΙΘΙΟΠΙΑΣ
Η μνήμη αὐτοῦ τιμᾶται τῇ ΙΘ΄ Δεκεμβρίου.
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

*****************************************
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους
δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια·
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Σπαργάνοις σεμνύνονται τοῖς σοῖς,


πάτερ, Μεδιόλανα,
Αἰθιοπία, Γρηγέντιε,
ποιμαντορίᾳ σου
καὶ ἡ Ἐκκλησία
τοῦ Χριστοῦ καμάτοις σου
ἀρίστοις πρὸς λαοῦ τοῦ καθεύδοντος
ἐν ζόφῳ, Ἅγιε,
ἀγνωσίας πρὸς φῶς γνώσεως,
ἁγιάζον
ψυχὰς κόσμου πάντοτε.

Ἐργάτης γενόμενος Χριστοῦ


Ἐκκλησίας ἄοκνος,
ἀρότρῳ σοῦ τοῦ κηρύγματος
καὶ παραδείγματος
ἐν Αἰθιοπίᾳ
θαυμαστῶς, Γρηγέντιε,
τὴν χθόνα τῶν ψυχῶν ἐγεώργησας
καὶ τῶν ἱδρώτων σου
ταῖς ῥανίσι κατεπότισας
3

σωτηρίας
πολύχουν πρὸς ἄσταχυν.

Σαγήνῃ κηρύγματος τοῦ σοῦ


θαυμαστῶς ἐζώγρησας
εἰς τὴν Χριστοῦ πίστιν, πάνσοφε,
καλοπροαίρετον
ἄθροισμα Ἑβραίων
οἰκιστῶν, Γρηγέντιε
σεπτέ, Αἰθιοπίαν γενόμενος,
πάτερ παγκόσμιε,
ἁλιεὺς ψυχῶν φιλόπονος,
Ἀποστόλων
τὸν ζῆλον μιμούμενος.

Κηρύξας, Γρηγέντιε, καλῶς


καὶ ποιήσας μέγιστος
Αἰθιοπίας διδάσκαλος
πέφηνας, ὅσιε,
ἣν καὶ ἐκ σκοτίας
εἰς τὸ φῶς ἀνήγαγες
Χριστοῦ τὸ παμφαὲς καὶ σωτήριον,
ἱεραπόστολε,
καὶ ἧς γῆ σεμνῶς ἐδέξατο
σοῦ ἐν κόλποις
τὸ πάνσεπτον σκήνωμα.
Δόξα. Ἦχος β΄.

Εὐαγγελίου ἐν Αἰθιοπίᾳ τὸν κήρυκα,


ποιμαντικῇ ἐπιστήμῃ διαπρέψαντα,
Γρηγέντιον τὸν ἱερώτατον καὶ εὐσυμπάθητον
ὡς Ἀποστόλων ὁμόζηλον τιμήσωμεν ψάλλοντες·
Ὁ ἐν Ἀφρικῇ μεγαλύνας Κυρίου τὸ ὄνομα
καὶ σώσας ἐκ θανάτου ψυχὰς ὑπὲρ ὧν Αὐτὸς ἀπέθανε,
διάσωσον εὐχαῖς σου ἐκ φθορᾶς αἰωνιζούσης
τοὺς σὲ ἀεὶ μακαρίζοντας.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου......
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἔλαμψας τηλαυγῶς
ἐν τῇ Αἰθοπίᾳ,
Γρηγέντιε, ἀκτῖσι
τῆς σῆς ποιμαντορίας
4

καὶ φιλοπόνου δράσεως.


Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται.

Κύριον τὸν Θεὸν


ἀμέμπτῳ πολιτείᾳ,
Γρηγέντιε, μεγάλως
ἐν τῇ Αἰθιοπίᾳ
ἐδόξασας, πανίερε.
Στίχος. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί
Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Χαῖρε, ὁ ἁλιεὺς
ψυχῶν Αἰθιοπίας,
Γρηγέντιε, σαγήνῃ
ὁ λόγων σου ζωγρήσας
πολλοὺς πρὸς γνῶσιν σῴζουσαν.
Δόξα. Τριαδικόν.

Δόξα Σοι, ὁ Θεός,


Τριὰς ὑπεραγία,
ὑπὸ τοῦ Γρηγεντίου
μεγάλως δοξασθεῖσα,
Εὐαγγελίου κήρυκος.
Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, Μῆτερ Θεοῦ


ὑπερευλογημένη,
διάσωσμα μερόπων
καὶ γλυκασμὲ Ἀγγέλων,
Κυρία παμμακάριστε.
Νῦν ἀπολύεις... τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου
Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

*****************************************
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
5

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἡγήτωρ ἔνθερμος ὤφθης,


σοφὲ Γρηγέντιε,
τῶν ἱεραποστόλων
Ἀφρικῆς καὶ φωσφόρος
ἀστὴρ Αἰθιοπίας ἀειφεγγής,
ὁ σῶν λόγων πυρσεύμασιν
αὐτὴν φωτίσας, καθεύδουσαν ἐν σκιᾷ
ἀγνωσίας, παμμακάριστε.

Μεδιολάνων εὐσήμων
σεπτὸν ἐκβλάστημα,
Χριστοῦ τῆς Ἐκκλησίας
τὸν διάκοσμον ὕμνοις
τιμήσωμεν εὐτάκτοις πάντες πιστοί,
θεοφόρον Γρηγέντιον,
Αἰθιοπίας ποιμάναντα ταπεινῶς
καὶ σοφῶς ποίμνην τὴν ἔλλογον.

Ἑβραίων εἵλκυσας πλῆθος


καλοπροαίρετον
εἰς τοῦ Χριστοῦ τὴν πίστιν,
πνευματέμφορε πάτερ,
οἰκοῦν Αἰθιοπίαν, ἧς θαυμαστὸς
καὶ σοφὸς ἐχρημάτισας
ἱερομύστης, Γρηγέντιε, νυσταγμὸς
ὁ μὴ δοὺς σεπτοῖς βλεφάροις σου.

Τῶν Ἀποστόλων ταῖς τρίβοις


ἀκολουθήσαντα
καὶ συνεργείᾳ θείᾳ
εἰς τὴν Αἰθιοπίαν
ἐλθόντα Πατριάρχου τῇ προτροπῇ
Προτερίου τιμήσωμεν
πρὸς ἀπλανῆ καθοδήγησιν χοϊκῶν,
πνευματέμφορον Γρηγέντιον.

Λόγοις αὐτοῦ θεοπνεύστοις


τὸν μεταστρέψαντα
Ἑβραίων μέγα πλῆθος
ἐν τῇ Αἰθιοπίᾳ
ἀλήθειαν πρὸς μόνην, τὸν Ἰησοῦν,
Λόγον Κτίστου καὶ Κύριον,
6

ἐγκωμιάσωμεν πάντες χρεωστικῶς,


ἀρχιποίμενα Γρηγέντιον.

Τῆς ἀρετῆς καὶ σοφίας


ἐνθέου σύνοικον,
Γρηγέντιον, ἐν ὕμνοις
μελωδήσωμεν θείοις,
ὡς ἱεραποστόλων ὑπογραμμὸν
καὶ ἠθῶν τῆς χρηστότητος
ταμεῖον ἄσυλον ψάλλοντες εὐλαβῶς·
Παρακλήτου, χαῖρε, σκήνωμα.
Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε πιστοὶ Γρηγέντιον τὸν πανεύφημον ἐν ἱεραποστόλοις,


ἐμφορηθέντα ὑπὸ θείου ζήλου
καὶ διαδραμόντα ἐκ δυσμῶν εἰς νότον,
πρὸς καρποφορίαν ψυχῶν ἐν γῇ ἀνύδρῳ καὶ ἐρήμῳ,
εὐφημιῶν καταστέψωμεν ἄνθεσι καὶ οὕτως εἴπωμεν·
Ὁ γεωργήσας λαὸν Αἰθιόπων
ἀρότρῳ ποιμαντικῆς σου ἐπιστήμης
καὶ Χριστῷ προσενεγκὼν καρπὸν σωτηρίας πολύφορον,
Αὐτὸν ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Προεόρτιον.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα
Χριστόν,...
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. δ΄ 10 - 19)

Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς
σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω
σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ
συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις.
Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς
ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς
παρανόμων· ἐν ᾧ ἄν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ,
ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν
μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε
γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ
ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ
φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν
σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.
7

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.


(Κεφ. α΄ 1 - 10 )

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ


τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν·
ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ
ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ,
δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον
ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι
καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ
ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται
ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ
ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ
μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς
γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην
καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο
φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδ’ οὐ μὴ παροδεύσῃ αὐτὸν
ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται,
λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων
αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν
οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.


Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ
ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν
εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα
εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς
ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται·
κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ
οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα.
Ἦχος α΄.

Τοῦ εὐαγγελισμοῦ τῶν ψυχῶν στρατευθεὶς τῇ καλῇ στρατείᾳ


ἐπινεύσει τοῦ Πατριάρχου Ἀλεξανδρείας Προτερίου,
ἀκούων τῶν ῥημάτων τοῦ Ἀποστόλου Παύλου λέγοντος,
8

ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζόμενων τὴν εἰρήνην,


ἔδραμες Χριστοῦ δοξάσαι τὸ κράτος ἐν Αἰθιοπίᾳ,
Γρηγέντιε παναοίδιμε·
σὺ γὰρ ἐγρηγόρως καὶ ἀνυστάκτως ποιμάνας
τὴν λαχοῦσάν σοι ποίμνην
καὶ πολλοὺς πρὸς φῶς ἐκ τοῦ σκότους ἰθύνας,
χάριν εὗρες πρεσβεύειν Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.

Τὸν ἐξελθόντα ὡς ὁ Πατριάρχης Ἀβραὰμ


ἐκ τῆς γῆς καὶ τῆς συγγενείας αὐτοῦ θείᾳ προστάξει
καὶ ἐλθόντα εἰς Αἰθιοπίαν, τὸν λαὸν αὐτῆς θεοφιλῶς ποιμάναι,
Γρηγέντιον, τιμήσωμεν ὡς ὑπακοῆς κειμήλιον
καὶ αὐτῷ βοήσωμεν·
Ταπεινώσεως ἀκρότης καὶ εὐσεβείας σεμνολόγημα,
ἴσθι πρότυπον βίου καὶ ἀρωγὸς καὶ προστάτης
τῶν ἐκθύμως ὑμνούντων σε.
Ἦχος γ΄.

Ἀρχιερέων τὸ ἀγλαὸν ἐγκαλλώπισμα,


Ἱεραποστόλων τὸ κλέϊσμα καὶ ὁσίων τὸ ὡράϊσμα,
Γρηγέντιον, τὸν τῆς Αἰθιοπίας θεοπρόβλητον ποιμένα,
ἐν ὕμνοις μεγαλύνωμεν καὶ οὕτως εἴπωμεν·
Ὁ Θεῷ εὐαρεστήσας ποιμαντικῇ ἐπιστήμῃ
καὶ ἀποστολικῇ δράσει,
μὴ παύσῃ Αὐτοῦ δεόμενος
ῥυσθῆναι τοὺς τιμῶντάς σε κινδύνων καὶ θλίψεων.
Ἦχος δ΄.

Λαμπρὲ καὶ θεῖε διδάσκαλε τῆς ἀληθείας,


σάλπιγξ Χριστοῦ μεγάφωνε
καὶ κιθάρα Ὀρθοδόξου πίστεως καλλίχορδε,
Χριστὸν ἐμεγάλυνας, Γρηγέντιε·
ὅθεν τὴν μνήμην σου περιχαρῶς ἑορτάζοντες
σὲ δυσωποῦμεν· Χριστὸν ἱκέτευε
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ πλούσιον ἔλεος.
Δόξα. Ὁ αὐτός.

Κλητὸς Θεοῦ καὶ ἐκλεκτὸς Αὐτῷ ὀφθεὶς ἐκ νεότητος


δι’ εὐσέβειαν ἄκραν καὶ σοφίαν ποιμὴν Αἰθιόπων ἐχρημάσισας
καὶ πατέρων πνευματοφόρων ἀκρότης δέδειξαι, Γρηγέντιε ὅσιε·
διὸ τιμῶντές σε ὡς Ἀποστόλων ὁμότροπον
καὶ Ἀσκητῶν ὁμοδίαιτον
9

τὰς πρὸς Κύριον εὐχάς σου ἀπεκδεχόμεθα


πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ θέωσιν, παμμακάριστε.
Καὶ νῦν. Προεόρτιον.
Ἠσαΐα χόρευε Λόγον Θεοῦ ὑπόδεξαι....
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ὁ ἐν ἑῴᾳ ἐλθὼν


ἐξ ἑσπερίας πρὸς ἐκμάθησιν δόγματος,
τελείαν τοῦ Ὀρθοδόξου,
ἐκ τῶν χειλέων σοφῶν
θεολόγων, πάτερ,
ἥνπερ ἔγνωκας
ἐξ οἴκου πατρῴου σου,
θεοφόρε Γρηγέντιε,
ὃν Πατριάρχης
Ἀλεξάνδρου τῆς πόλεως,
ὁ Προτέριος,
Αἰθιόπων ἀνέδειξε
θεῖον ἱεροφάντορα,
σεπτὸν ἀρχιποίμενα,
πνευματικὸν ποδηγέτην
καὶ ποιμενάρχην ἀνύστακτον,
Ὑψίστου τὸ κράτος
μεγαλύναντα πανσόφοις
ὄντως κηρύγμασι.
Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται.

Χαίροις, Μεδιολάνων βλαστός,


δοχεῖον εὔχρηστον, Γρηγέντιε, Πνεύματος
τοῦ Θείου, ὁ παιδιόθεν
Εὐαγγελίου φωτὸς
τοῦ σωτηριώδους
παμφαέστατον
ὀφθεὶς καταγώγιον,
Αἰθιόπων Ἐπίσκοπε,
καὶ καταυγάσας
δι’ αὐτοῦ τοὺς καθεύδοντας,
πάτερ ὅσιε,
ἀγνωσίας εἰς ζόφωσιν,
χαίροις, ἰθῦντορ ἄριστε
ψυχῶν πρὸς τελείωσιν,
χαίροις, Ἑβραίων σαγήνη
10

πρὸς τοῦ Χριστοῦ τὴν ἀλήθειαν,


τὴν σῴζουσαν πάντας
ἐκ φθορᾶς αἰωνιζούσης,
πανιερώτατε.
Στίχος. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί
Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Μνήμην τὴν σὴν πανέορτον νῦν


ἐπιτελοῦντες φιλεόρτων οἱ σύλλογοι,
Γρηγέντιε θεοφόρε,
ὡς Ἐκκλησίας Χριστοῦ
καύχημα τὸ μέγα
μεγαλύνομεν,
δι’ ὃν ἐπαγάλλεται
Ἀφρικὴ καὶ σεμνύνεται
Αἰθιοπία,
κτησαμένη κοσμήτορα,
ὑφηγήτορα,
φωτιστὴν σὲ καὶ ἄγρυπνον
χειραγωγὸν πρὸς θέωσιν,
σοφὲ καὶ θειότατε
ἱερομύστα, ὁ λάμψας
φωτὶ τῆς σῆς ἀγαθότητος,
πολλῆς συμπαθείας
πρὸς πτωχούς, ἐμπεριστάτους
καὶ χρείαν ἔχοντας.
Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε, τὸν ὑποδειξάμενον διὰ θείας ἀποκαλύψεως


τῷ Πατριάρχῃ Ἀλεξανδρείας ὑπὸ τοῦ Εὐαγγελιστοῦ Μάρκου
πρὸς πλήρωσιν τῆς Ἐπισκοπῆς Αἰθιοπίας,
Γρηγέντιον, τιμήσωμεν, τὸν θεοπρόβλητον,
ὡς Ἀποστόλων ὁμόζηλον καὶ ἰσότιμον
ἐν κατανύξει λέγοντες·
Ὁ καθαγιάσας εὐδαίμονα Ἀραβίαν Ὀρθοδόξοις νάμασιν,
ἧς τὸ ἰουδαΐζον πλῆθος ἐκατήχησας καὶ ἐβάπτισας,
τήρει καὶ τοὺς τιμῶντάς σε ἐν τῇ ὀρθῇ πίστει ἀπήμονας.
Καὶ νῦν. Προεόρτιον.
Ἐν Βηθλεὲμ γεννᾶται ὁ τοῦ παντὸς Ποιητὴς καὶ τὴν Ἐδὲμ ἀνοίγει ὁ
πρὸ αἰώνων Βασιλεύς,...
Νῦν ἀπολύεις....τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
11

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἐγρηγόρως ἀγέλην Χριστοῦ ποιμάναντα


τὴν λογικὴν ἀνυστάκτως
καὶ θεαρέστως λαμπρῶς
Αἰθιόπων εὐφημήσωμεν, Γρηγέντιον,
Μεδιολάνων τὸν βλαστὸν
καὶ ἡδύπνουν τοῦ Χριστοῦ
κιννάμωμον Ἐκκλησίας,
ὡς Ἱεράρχην θεόπνουν,
αὐτοῦ λιτὰς ἀπεκδεχόμενοι.
Θεοτοκίον. Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος...
Ἀπόλυσις.

*****************************************
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ
Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Σοφὸν καθηγητὴν
Αἰθιόπων καὶ στῦλον
στεῤῥὸν Ἀφρικανῶν
ὡς τοῦ Πνεύματος ἄνδρα
καὶ ἱεροφάντορα
ἀκατάβλητον μέλψωμεν
νῦν, Γρηγέντιον,
καὶ ἐκζητήσωμεν πόθῳ
τὰς πρὸς Ὕψιστον
αὐτοῦ θερμὰς παρακλήσεις,
τὸν μόνον φιλάνθρωπον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ψαλμοῖς χρεωστικῶς
καὶ τερπνοῖς ἐφυμνίοις
τιμῶμέν σε ἀεί,
Θεοτόκε Παρθένε,
ἀφράστως τὴν τέξασαν
τὸν Θεάνθρωπον Κύριον,
τὸν δωρούμενον
πιστοῖς, τοῖς σὲ καθηκόντως
μεγαλύνουσι
12

τῶν οἰκτιρμῶν μέγα πλῆθος


καὶ ἄμετρον ἔλεος.
Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὢ πάντερπνον θέαμα,
ὢ μεγαλεῖον Θεοῦ,
σημεῖον τεράστιον
ὁ δῆμος Χριστιανῶν
κατεῖδε, Γρηγέντιε,
ἐν τῇ Αἰθιοπίᾳ
τῶν Ἑβραίων λαμβάνειν
βάπτισμα ὀρθοδόξου
πλῆθος ὁμολογίας,
μετὰ τὴν ὑπ’αὐτῶν ὑπὸ σοῦ,
πάτερ, κατήχησιν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ἡ μόνη κυήσασα
ἄνευ σπορᾶς ἀληθῶς
τὸν Λόγον τοῦ Κτίσαντος,
Χριστόν, Σωτῆρα ἡμῶν,
πανύμνητε Δέσποινα,
εὗρες θεόθεν χάριν
ὑπὲρ πάντων πρεσβεύειν
σὲ τῶν μεγαλυνόντων
καθ’ ἑκάστην, Παρθένε,
ὡς πρόξενον βροτῶν χαρμονῆς,
Θεογεννήτρια.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Νεύσει ῥωννύμενος θείᾳ, Γρηγέντιε,


καθεῖλες ἔνεδρα τοῦ πολεμήτορος
καὶ εἰς Παντάνακτος Θεοῦ καὶ κόσμου τοῦ εὐεργέτου
δόξαν ἐκοπίασας καὶ λαὸν κατεφώτισας
Αἰθιόπων κείμενον ἐν σκιᾷ, πνευματέμφορε,
καὶ ζόφῳ ἀγνωσίας, θεόφρον, σκεῦος χρυσοῦν τοῦ Παρακλήτου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον


φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου,
ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων,
καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου,
13

ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως


καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται.
Στίχος. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί
Σου ἀγαλλιάσει ἀγαλλιάσονται..
Εὐαγγέλιον· Κατὰ Λουκᾶν (Κεφ. ιβ΄ 8 -12 ).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ...
Ζήτει τῇ στ΄ Νοεμβρίου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον,..
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,..
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ὁ πνεῦμα ἐπιδείξας θυσίας


ἐκμιμούμενος Χριστόν, τὸν δι’ ἡμᾶς παθόντα,
ταπεινώσεως καὶ τελείας ἀγάπης ἔσοπτρον,
Ἀποστόλων ἰσοστάσιος ἐγένου, Γρηγέντιε·
ὅθεν τὴν μνήμην σου σήμερον ἑορτάζοντες
καὶ ὡς ἱεραπόστολον Ὀρθοδοξίας τιμῶντές σε
τὰς πρὸς Κύριον εὐχάς σου ἀπεκδεχόμεθα.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου....
Εἶτα ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς·
" Γρηγεντίου, φωτιστοῦ Αἰθιόπων, αἶνος. Χ."
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Γρηγέντιε πάνσοφε,
ὁ Ἀποστόλων τοῖς βήμασιν
ἐξ ὅλης καρδίας σου
ἀκολουθήσας πιστῶς,
κατεφώτισας
λαὸν Αἰθιοπίας
ἐνθέου πυρσεύμασι
ποιμαντορίας σου.

Ῥανίσιν ἱδρώτων σου


Αἰθιοπίας ἐπίανας
τὴν χθόνα τὴν ἄνικμον,
14

καὶ τῷ ἀρότρῳ σοφῶν,


ἐγεώργησας
αὐτὴν ῥημάτων, πάτερ,
πολύχουν πρὸς ἄσταχυν,
μάκαρ Γρηγέντιε.

Ἡ πάνσεπτος μνήμη σου


πιστοὺς ἐγείρει, Γρηγέντιε,
πρὸς αἶνον καμάτων σου
εἰς Ἀφρικὴν ἱερῶν,
ἰσαπόστολε,
ὁ ἐν Αἰθιοπίᾳ
κηρύξας ἀλήθειαν
τὴν διασῴζουσαν.
Θεοτοκίον.

Γλυκεῖα καὶ εὔστοργε


Μῆτερ Θεοῦ Παντοκράτορος,
ἡμῶν βίον ἥδυνον
σαῖς διαθέρμοις εὐχαῖς
πρὸς τὸν Τόκον σου,
τὸν ἐκ φθορᾶς θανάτου
ἡμᾶς διασῴζοντα,
Θεογεννήτρια.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ἐργάτης ὀφθεὶς τοῦ ἀμπελῶνος


φιλόπονος, πάτερ, τοῦ Χριστοῦ,
Γρηγέντιε πανεύφημε,
Αὐτῷ κατευηρέστησας
τῇ φιλεργατικότητι
καὶ ἁγιότητι βίου σου.

Νῦν πάντες ὡς κήρυκα θεόπνουν


Χριστοῦ ἀληθείας, ἱερὸν
Μεδιολάνων βλάστημα,
τιμῶμέν σε, Γρηγέντιε,
φωτίσαντα τῶν λόγων σου
Αἰθιοπίαν πυρσεύμασι.

Τιμῶμεν, Γρηγέντιε, σοὺς πόνους


ψυχῶν καθευδόντων ἐν σκιᾷ
τῆς ἀγνωσίας, Ἅγιε,
πρὸς φωτισμὸν τῆς γνώσεως
15

Εὐαγγελίου πίστεως,
Χριστόν, τὸ φῶς τὸ ἀπρόσιτον.
Θεοτοκίον.

Ἰσχύος καὶ ῥώσεως καρδίας


σῶν δούλων, Παρθένε ἀγαθή,
Θεογεννῆτορ, ἔμπλησον
λαμπρῶς μακαριζόντων σε
καὶ Γρηγεντίου σκάμματα
ὑμνούντων, τοῦ θεοκήρυκος.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Ἄνθη δρέψαντα σωτηριώδη


εὐφημήμωμεν Ἱερομύστην
εὐαγγελισμοῦ ψυχῶν νῦν, Γρηγέντιον,
Αἰθιοπίας, ἧς χθόνα ἐπίανεν
οὗτος ἀρότρῳ αὐτοῦ τοῦ κηρύγματος
πόθῳ κράζοντες· Τῆς Χάριτος ἐντευκτήριον,
χαρίτωσον εὐχαῖς σου τοὺς τιμῶντάς σε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ εὔστοργε Θεοῦ τοῦ Λόγου,


ἐπακούουσα γοργῶς σῶν δούλων
μὴ ἐλλείπῃς, τῶν σπευδόντων σῇ χάριτι,
καὶ Γρηγεντίου ὑμνούντων τὰ σκάμματα,
τοῦ φωτιστοῦ Αἰθιόπων, πανύμνητε,
ἐν ἀγκάλαις σου ἀχράντοις ἡ τὸν εὐΐλατον
Χριστὸν καὶ πανοικτίρμονα βαστάσασα.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ὁσιότητος μαργάροις,
πάτερ, καλλωπιζόμενος
καὶ τοῖς πολυτίμοις
λίθοις λόγων ὡραϊζόμενος
τῶν σῶν πανσόφων, Γρηγέντιε, διέπρεψας
ὡς θειότατος
Εὐαγγελίου Ἀπόστολος.

Ὑμνῳδίαις σὲ τιμῶμεν,
Ἱεράρχα Γρηγέντιε,
πᾶσάν σου ἰκμάδα
βίου δαπανήσας ἐφέσει σου
ὅλῃ καρδίας τῷ φωτισμῷ ποιμνίου σου,
16

οὗ ἐσκέδασας
τῆς ἀγνωσίας τὴν ζόφωσιν.

Φωταυγὲς Μεδιολάνων
ἄστρον, θεῖε Γρηγέντιε,
ηὔγασας σῶν λόγων
Ἀφρικὴν καὶ ποιμαντορίας σου
ταῖς ἀστραπαῖς Αἰθιόπων τὰ συστήματα,
μεγαλύνοντα
σὲ ὡς λαμπρὸν ἀρχιποίμενα.
Θεοτοκίον.

Ὡς ἐμπεριστάτων πάντων
καταφύγιον, Δέσποινα,
σὲ ὑμνολογοῦμεν
καὶ τῶν τρυχομένων ἀντίληψιν,
Θεογεννῆτορ Παρθένε, παραμύθιον
τῶν ἐν θλίψεσι
καὶ λυπηροῖς, παντευλόγητε.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ταμεῖον χρηστότητος
καὶ νήψεως, Γρηγέντιε,
βίον σου διήνυσας σωφρόνως,
πάτερ, δικαίως
καὶ εὐλαβῶς ἀληθῶς
καὶ εἰς ἀφθαρτότητος σκηνὰς
ἔφθασας ἀείποτε
τῷ Χριστῷ συναγάλλεσθαι.

Ἰθύνας τὰ βήματα
τὰ θεῖά σου, Γρηγέντιε,
εἰς Αἰθιοπίαν Ἀποστόλων
τὸν ζῆλον ἔχων
Εὐαγγελίου τὸ φῶς
ἀνέτειλας ἐν τῇ Ἀφρικῇ
καὶ λαοὺς ἐφώτισας
ἀστραπαῖς σοῦ κηρύγματος.

Σέ, μάκαρ Γρηγέντιε,


τὸν δείξαντα ἀνάκτορον
πάμφωτον ἀγάπης σὴν καρδίαν
καὶ συμπαθείας
πρὸς ἐνδεεῖς καὶ πτωχοὺς
17

τιμῶμεν ἐν ὕμνοις μελιχροῖς,


χρείας ὧν ἱδρῶσί σου
ἱεροῖς ἐθεράπευσας.
Θεοτοκίον.

Τιμῶμέν σε, Δέσποινα,


ὡς σωτηρίας πρόξενον
γένους τῶν ἀνθρώπων, Θεοτόκε,
σεμνὴ Παρθένε,
καὶ βίου τῶν λυπηρῶν
ὀλέτειραν ψάλλοντες πιστῶς·
Χαῖρε, κόσμου στήριγμα,
ἀγαθή, καὶ διάσωσμα.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ὁδῷ στενῇ ἠκολούθησας


τῶν θείων Ἀποστόλων, Γρηγέντιε,
καὶ Εὐαγγέλιον
Χριστοῦ ἐνθέρμως ἐκήρυξας
ἐν τῇ Αἰθιοπίᾳ,
ἧς μύστης πέφηνας.

Ὑπερφυᾶ καὶ ἀναίμακτον


θυσίαν, Ἱεράρχα Γρηγέντιε,
θεομακάριστε,
ἱερουργῶν ὥσπερ ἄγγελος
ἤνους ἐπουρανίοις
σαφῶς ἐπίγεια.

Ἀρχιερέων εὐπρέπεια,
Γρηγέντιε, Ἑβραίους προσείλκυσας
εἰς τὴν ἀλήθειαν
Εὐαγγελίου τοῦ σῴζοντος
ἐν τῇ Αἰθιοπίᾳ,
θεομακάριστε.
Θεοτοκίον.

Ἰδεῖν ἡμᾶς καταξίωσον


τὸ κάλλος τοῦ προσώπου τὸ ἄῤῥητον
Τόκου τοῦ θείου σου
ἐν οὐρανίοις σκηνώμασιν,
ἀεὶ Οὗ ἀπολαύεις,
Θεογεννήτρια.
18

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Αἰθιοπίας φωτιστὴν καὶ ἀρχιποίμενα,


θεοκηρύκων ἀτραποὺς σεμνῶς βαδίσαντα
εὐφημήσωμεν ὡς πίστεως θεῖον στόμα
καὶ σπορέα τοῦ ἀγροῦ Χριστοῦ φιλόπονον,
ἀρετῆς καὶ σωτηρίας σπόρον σπείραντα,
πόθῳ κράζοντες· Χαίροις, μάκαρ Γρηγέντιε.
Ὁ Οἶκος.

Ἄγγελοι κατιδόντες
τὴν ἱεραποστολήν σου
ἐξέστησαν, Γρηγέντιε μάκαρ,
Αἰθιόπων ποιμὴν θεαυγὲς
καὶ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ σέμνωμα·
διὸ σὲ μεγαλύνοντες
κραυγάζομεν ἐν εὐλαβείᾳ·
Χαῖρε, ὁ γόνος Μεδιολάνων·
χαῖρε, τὸ εὖχος Ἀρχιερέων.
Χαῖρε, τῶν ψυχῶν ἰθυντὴρ ἀπλανέστατος·
χαῖρε, γηγενῶν φωτιστὴς παμφαέστατος.
Χαῖρε, ὄλβος πολυτίμητος ψυχοτρόφων ἀρετῶν·
χαῖρε, στῦλος ἀῤῥαγέστατος Αἰθιόπων εὐλαβῶν.
Χαῖρε, ἄφθονος κρήνη ἐνδεῶν συμπαθείας·
χαῖρε, ἔνθεος σμίλη οὐρανίου σοφίας.
Χαῖρε, ἠθῶν χρηστότητος μάργαρον·
χαῖρε, ἡμῶν μεσίτης πρὸς Κύριον·
Χαῖρε, ποιμὴν θεῖος Αἰθοπίας·
χαῖρε, λιμὴν εὐσεβῶν σωτηρίας.
Χαίροις, μάκαρ Γρηγέντιε.
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΙΘ΄
Δεκεμβρίου· εἶτα λέγομεν·
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγεντίου,
Ἐπισκόπου Αἰθιοπίας.
Στίχοι.

Ψυχαῖς Αἰθιόπων ἐνέσπειρας σπόρον


γεωργέ, Γρηγέντιε, Χριστοῦ πίστεως.
19

Συναξάριον.

Ὁ Ὅσιος καὶ Θεοφόρος πατὴρ ἡμῶν Γρηγέντιος κατήγετο ἐκ


τῆς εὐσήμου πόλεως τῶν Μεδιολάνων καὶ ἦν τέκνον Ἀγαπίου καὶ
Θεοδότης. Ἔζησε τὸν 6ον αἰῶνα. Οὗτος παιδιόθεν ὡς πίειρα
ἄρουρα ἐδέξατο τὸν σωτήριον σπόρον τῆς τοῦ Χριστοῦ ἀγαπήσεως,
ὃν καὶ εἶτα ἐνέσπειρε ψυχαῖς ἀγαθαῖς πρὸς ἐκβλάστησιν στάχυος
σωτηρίας. Διαπρέπων τῇ εὐγλωττίᾳ καὶ ἀρετῇ μετέβη πρὸς
πνευματικὸν αὐτοῦ καταρτισμὸν εἰς τὴν καθ’ ἡμᾶς Ἀνατολήν,
οὖσαν τότε τὸ μέγιστον θεολογικὸν καὶ πνευματικὸν κέντρον, εἰς
Κωνσταντινούπολιν καὶ Ἀλεξάνδρειαν. Ἐκεῖσε νηστείᾳ καὶ
σληραγωγίᾳ ἑαυτὸν ὑποβάλλων τὴν τοῦ Διακόνου καὶ
Πρεσβυτέρου ἐδέξατο χειροτονίαν ὑπὸ τοῦ Πατριάρχου Προτερίου
καὶ τὴν τοῦ θείου Πνεύματος χάριν, δι’ ἧς σημεῖα καὶ τέρατα ἐποίει.
Χηρευσάσης τῆς ἐπισκοπῆς Αἰθιοπίας ὁ ἐν αὐτῇ βασιλεὺς
Ἐλεσβαὰν παρεκάλεσε τὸν Πατριάρχην Προτέριον ἀποστεῖλαι
αὐτῷ ἐπίσκοπον κάτοχον τῆς θύραθεν παιδείας καὶ ἔμπλεων ἀρετῆς.
Οὗτος θείῳ νεύματι ἐξελέξατο τὸν Γρηγέντιον, ὃς ἐλθὼν ἐπετέλεσε
τὸ ποιμαντικὰ αὐτοῦ καθήκοντα μετ’ ἐνθέου ζήλου. Κατώρθωσεν
ἑλκῦσαι εἰς Χριστὸν τῇ ῥητορικῇ αὐτοῦ δεινότητι, ἀγαθότητι, καὶ
τῇ αὐτῷ ἐνοικούσῃ Θείᾳ Χάριτι τὸν δειὸν συζητητὴν Ῥαβῖνον
Ἐρβὰν σὺν πλήθει Ἑβραίων, οὓς καὶ ἐβάπτισεν. Ἐκοιμήθη ἐν εἰρήνῃ
μετὰ πολλοῦ θρήνου καὶ ὀδυρμοῦ τοῦ αὐτοῦ λογικοῦ ποιμνίου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Θεοπρόβλητε
Αἰθιοπίας πρόεδρε,
σοφὲ Γρηγέντιε,
διδακτικέ, εὐλαβές,
Ἑβραίους προσείλκυσας
τῇ σῇ δεινότητι
λόγων, ὅσιε,
καὶ βίου ἀγαθότητι
πρὸς Χριστοῦ ἁγίαν πίστιν.

Ἱερώτατε
Ἐπίσκοπε, Γρηγέντιε,
σοφίας σκήνωμα
καὶ ἀρετῆς ἀκρεμών,
ὡδήγησας ποίμνην σου
ἐκ τῆς ζοφώσεως
τῆς μὴ γνώσεως
20

Χριστοῦ ἁγίας πίστεως


εἰς αὐτῆς τὴν θείαν γνῶσιν.

Ὄλβος πέφηνας
ἀτίμητος, Γρηγέντιε,
σοφίας κρείττονος
καὶ θησαυρὸς τιμαλφὴς
Χριστοῦ θείας πίστεως
καὶ κατεπλούτισας
τὸν θεώμενον
λαὸν σὸν βίον ἄμεμπτον
καὶ ἀσκητικοὺς ἀγῶνας.
Θεοτοκίον.

Παμμακάριστε,
Θεογεννῆτορ Δέσποινα,
κλῖνον εὐήκοον,
οὖς ταῖς ἡμῶν προσευχαῖς
καὶ ταύτας προσάγαγε
ὡς εὐαπόδεκτον
δῶρον, Δέσποινα,
τῷ σῷ Υἱῷ δεήσεσιν
Ἐπισκόπου Γρηγεντίου.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ὤφθης θεαυγὴς ἱερομύστης


διὰ τῆς ἀμέμπτου πολιτείας σου,
ἀκραιφνοῦς φρονήματος,
βίου παραδείγματος
καὶ σοῦ σοφοῦ κηρύγματος,
κλυτὲ Γρηγέντιε,
κοσμῆτορ Αἰθιόπων τῆς χώρας
καὶ σοφὲ ἰθῦντορ
Ἀφρικανῶν πρὸς πόλον.

Νῦν ὡς ζηλωτὴν τῶν Ἀποστόλων


τῶν θείων σὲ μεγαλύνομεν, Γρηγέντιε,
θεῖον χριστοκήρυκα,
ἱεράρχην πάντιμον
καὶ γεωργὸν ἀκάματον
ἀγροῦ τῆς πίστεως,
ἐλλόγου γεωργήσαντα ποίμνης
τὰς ψυχὰς ἀρότρῳ
τῆς σῆς ποιμαντορίας.
21

Αἴγλης ἠξιώθης οὐρανίου,


Γρηγέντιε, ἀληθείας κῆρυξ ἔνθεε,
ὁ ἀγέλην ἔλλογον
ἁγιάσας χεύμασι
δακρύων καὶ ἱδρώτων σου,
πνευματοφόρητε,
ἐν Ἀφρικῇ τῆς Αἰθιοπίας,
ἧς ἱερομύστης
πνευματοφόρος ὤφθης.
Θεοτοκίον.

Ἴθυνον, Κυρία Θεοτόκε,


ὡς ἄγρυπνος χριστωνύμων ὁδηγήτρια,
πρὸς ζωὴν αἰώνιον
σὲ τοὺς μακαρίζοντας
καὶ σπεύδοντας ἑκάστοτε
τῇ ἀντιλήψει σου,
θεόφρονος λιταῖς ἱεράρχου
τῆς Αἰθοπίας,
πανσόφου Γρηγεντίου.
ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νέκταρ ἐκ τῶν σῶν


χειλέων ἀπέσταζε
ἡδῦνον ἅπαντας,
θαυμαστὲ Γρηγέντιε,
Αἰθιοπίαν
οἰκοῦντας, ὅσιε,
οὓς νάμασιν ἐπότισας
πανσόφων λόγων σου
καὶ ῥημάτων
θεοπνεύστων, σέμνωμα
τοῦ Χριστοῦ περιδόξαστον πίστεως.

Ὁ χρηστός, σεμνός,
Γρηγέντιε, πάνσοφος
καὶ εὐσυμπάθητος,
ποίμνην σου κατηύθυνας
Αἰθιοπίας
πρὸς θεῖα δώματα
τῶν οὐρανῶν κηρύγματος
πυξίδι θείου σου,
ἱεράρχα,
22

ζηλωτὰ τοῦ πνεύματος


Ἀποστόλων τῶν θείων, ἀοίδιμε.

Σκεῦος ἐκλογῆς
ὑπάρχων, Γρηγέντιε,
τοῦ θείου Πνεύματος,
εἰς Κωνσταντινούπολιν
ἦλθες, τρισμάκαρ,
καὶ Ἀλεξάνδρειαν,
πρὸς αὔξησιν τῆς γνώσεως
θεολογίας σου
καὶ τὸ χρῖσμα
τῆς ἱερωσύνης σου
ἐκ χειρὸς Προτερίου ἀπείληφας.
Θεοτοκίον.

Χάριτος πηγὴ
ἀστείρευτη, Δέσποινα
Θεογεννήτρια,
ζωηφόρε δούλους σου,
τοὺς σὲ ὑμνοῦντας
λαμπρῶς ἁγίαζε,
καὶ πότιζε τοῖς νάμασι
σῆς ἀντιλήψεως,
προστασίας
ἀνυστάκτου, ἄχραντε,
καὶ ἐν βίου ἀνάγκαις στηρίξεως.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Αἰθιοπίας μέλψωμεν
σεμνὸν ἱεραπόστολον
καὶ ἀρχιθύτην θεόπνουν,
σοφίᾳ κεκοσμημένον,
Γρηγέντιον, τὸν ἔνθεον
ποιμένα καὶ διδάσκαλον,
καὶ φωτιστὴν κραυγάζοντες·
Χαῖρε, τερπνὸν Παρακλήτου
καὶ χρυσοποίκιλτον σκεῦος.
Θεοτοκίον.

Ἡ Φωτοδότην Κύριον,
Θεοῦ τὸν Λόγον τέξασα,
τοὺς ἐν σκοτίᾳ κειμένους
παθῶν οἰκέτας σου, Μῆτερ,
23

πρὸς ἀπαθείας ἔπαλξιν


φωτόλαμπρον κατεύθυνον
καὶ οὐρανῶν σκηνώματα,
ἐν οἷς οἰκεῖς, Θεοτόκε,
σὺν φωτομόρφοις Ἀγγέλοις.
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος !

Xαίροις, Ἱεράρχα πάνσοφε


Αἰθιοπίας, χειρὶ
Προτερίου παμμάκαρος,
Πατριάρχου πόλεως
Ἀλεξάνδρου, σὲ χρίσαντος
ἀρχιερέα,
ἰδόντος φρόνησιν,
ἦθος, σοφίαν
τὴν σήν, χρηστότητα,
καὶ τὴν ἐνοίκησιν
ἐν σεπτῇ καρδίᾳ σου τοῦ πανσθενοῦς
Παναγίου Πνεύματος,
θεομακάριστε.

Χαίροις, θεαυγὲς Γρηγέντιε,


τῶν Ἀποστόλων ὁδοὺς
ὁ βαδίσας καὶ ζόφωσιν
ἀγνωσίας λόγων σου
διαλύσας πυρσεύμασι
τῶν Αἰθιόπων,
ὧν κατελάμπρυνας
ἐζοφωμένας
καρδίας λάμψεσι
σοῦ τοῦ κηρύγματος
τοῦ σοφοῦ καὶ βίου σου τοῦ ἀκραιφνοῦς,
πάτερ, παραδείγματος
καὶ ταπεινώσεως.

Βίου ἔχων ἁγιότητα


καὶ πέλων, μάκαρ, κρουνὸς
τῆς σοφίας τῆς θύραθεν
καὶ τῆς θείας, εἵλκυσας
πρὸς τὴν πίστιν, Γρηγέντιε,
Ἑβραίων δῆμον,
οἰκούντων, ἔνθεε,
24

Αἰθιοπίαν,
καὶ θαυμαζόντων σε
ὡς ἐνδιαίτημα
Παρακλήτου Πνεύματος καὶ ἀληθῆ
τοῦ Χριστοῦ τῆς πίστεως
ἱεροφάντορα.

Μνήμην τὴν σεπτήν σου ἄγοντες


νῦν φιλεόρτων χοροὶ
εὐφημοῦμεν καμάτους σου
ἱερούς, Ἐπίσκοπε
Αἰθιόπων, Γρηγέντιε,
οὓς ἔτλης χαίρων
πρὸς χειραγώγησιν
τοῦ σοῦ ποιμνίου
καὶ καθοδήγησιν
πρὸς τὰ σκηνώματα
πόλου τὰ ὑπέρφωτα, ἐν οἷς οἰκεῖς
σὺν ὁσίων τάξεσι,
πάτερ θεόπνευστε.
Δόξα. Ἦχος πλ. α΄.

Τὸ στόμα τῆς ἀληθείας καὶ στῦλον τῆς Ἐκκλησίας,


πατέρα καὶ ποιμένα καὶ διδάσκαλον Αἰθιοπίας,
Γρηγέντιον, τιμήσωμεν τὸν ἰσαπόστολον,
παναρμονίως ψάλλοντες·
Ὁ Χάριτι Θείᾳ ζωγρήσας ψυχὰς εἰς τὰ δίκτυα τῆς πίστεως
καὶ ὁδηγήσας αὐτὰς εἰς πᾶσαν τὴν ἀλήθειαν,
Χριστὸν μὴ παύσῃ ἡμῖν ἱλεούμενος,
τοῖς ἐκθύμως τιμῶσι τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Μὴ στύγναζε, Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ...
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
*****************************************
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἱεράρχου ἡ γ΄
καὶ ἡ στ΄ ᾠδή.
Ἀπόστολος· Πρὸς Γαλάτας (Κεφ. ε΄ 22 - στ΄ 2 ).
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστι, χαρά,...
Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ΄ Ἑβδομάδος.
25

Εὐαγγέλιον· Κατὰ Λουκᾶν (Κεφ. ιγ΄ 17 - 23 ).


Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Ζήτει τῇ Πέμπτῃ τῆς Δ΄ Ἑβδομάδος.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον.

Χαίροις, Αἰθιόπων ἀρχιερεὺς,


χαίροις, μυστολέκτα,
ἰσαπόστολε θαυμαστέ,
χαίροις, ἐγρηγόρως,
Γρηγέντιε, ἀγέλην
σὴν λογικὴν ποιμάνας,
πίστεως σέμνωμα.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Σκέδασον, Γρηγέντιε,* Αἰθιόπων πρόεδρε*, ἀγνωσίας ζόφον μου.
Δίστιχον.
Γρηγέντιον ᾖσε, πυρσὸν Αἰθιόπων,
Ἰακώβου χάριν σεμνῶς Χαραλάμπης.

ΤΕΛΟΣ
ΚΑΙ ΔΟΞΑ
Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ
ΘΕῼ ΗΜΩΝ
Ἀριθμ. Καταλ. Α 920 / 2-10-20

You might also like