Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 2

Παρασκευή - 2 1 - 2023-2024 - Γράψον τὸ ὄνομά σου· __________________________________________

Ἀνάγνωθι τοῦτον τὸν λόγον καὶ εἶτα ἀποκρίθητι ἑλληνιστὶ τοῖς ἐρωτήμασι!

Ἐπεὶ ὁ Ὀδυσσεὺς νέων ἐν τῇ θαλάττῃ ἀφικνεῖται εἰς τὸν αἰγιαλὸν τῆς τῶν Φαιακῶν νήσου, ὅτι ὁ
Ποσειδών, γιγνόμενος ἐχθρὸς αὐτῷ τὸν Κύκλωπα τυφλὸν ποιοῦντι, χειμῶνα μέγιστον ἐγείρει
διακόπτων τὸ μικρὸν πλοῖον τοῦ Ὀδυσσέως, οὗτος εὐμενῶς δέχεται ὑπὸ τοῦ Ἀλκινόου, τοῦ τῶν
Φαιακῶν βασιλέως, ὅς ἀγνοῶν μὲν τίς ἀληθῶς ἐστι ὄμως δὲ κελεύει τοὺς δούλους τὸν ξένον
κομίζειν εἰς τὸ βαλανεῖον, ὅπου δυνατὸν ἐστι ἀυτῷ λούεσθαι καὶ ἐνδύματα λαμπρὰ καὶ καλὰ, ἅ
παρέχονται ὑπὸ τῶν δούλων, ἐνδύεσθαι. Ἔπειτα δὲ ὁ βασιλεύς, προστάσσων ἄλλους δούλους
δεῖπνον κάλλιστον ἐν τῷ μεγάλῳ δειπνητηρίῳ παρασκευάζειν, φέροντας πολλὰ βρώματα, ὥσπερ
κρέα, ὀψάρια, λάχανα, καὶ ποτὰ, ὥσπερ οἶνον τε καὶ ὕδωρ, προσκαλεῖ τὸν ξένον εἰς τὸ δεῖπνον,
λέγων ὅτι δύναται καθίζειν μετὰ τῶν ἄλλων ἀνδρῶν, ἐσθίων καὶ πίνων, ἐν ᾧ δὲ ὁ Φήμιος καλῶς
ᾄδει ποίημα περὶ τῆς Τροίας, ἐξηγούμενος τοὺς Ἕλληνας, ἐπεὶ αἱροῦσιν τὴν Τροίαν, δεῖν πολλὰ
ἕτη ἐν τῇ θαλάττῃ πλεῖν μεγάλους κινδύνους πάσχοντας τε καὶ πειρωμένους ἐπανέρχεσθαι
οἴκαδε. Τοῦ δὲ Φημίου ᾄδοντος ἀκούων ὁ μὲν ξένος ἐξαίφνης δακρύει, σιγῶν δὲ καὶ οὐ κλαίων, ἐν
ᾧ δὲ καὶ κρύπτει τὸ ἑαυτοῦ πρόσωπον ὑπὸ τῷ ἱματίῳ· οὕτως δὴ οὐδεὶς συνίησι αὐτὸν ἀθυμεῖν καὶ
λυπεῖσθαι. Μόνον ὁ Ἀλκίνοος ὁρᾷ αὐτὸν δακρύοντα ὅτι πλησίον κάθηται, μανθάνων τὸν ξένον
εἶναι τινὰ τῶν Ἑλλήνων ἀπὸ τῆς Τροίης ὑποστρεφομένων. Μετὰ δὲ γὰρ τὸ δεῖπνον, ἐρωτᾷ ὁ
βασιλεύς τὸν ξένον περὶ ἑαυτοῦ, πείθων αὐτὸν ἐξηγεῖσθαι τίς δὲ καὶ πόθεν ἐστίν. Τέλος δὲ ὁ τοῦ
Λαέρτου ὑιὸς ἄρχεται λέγων πολλὰ περὶ ἑαυτοῦ, περὶ τῆς Τροίης καὶ περὶ τοῦ νόστου, ὅτε
πάντες οἱ τοῦ Ἀλκινόου ἑταῖροι μάλα χαίρουσι ἀκούοντες πολλὰ μεγάλα καὶ θαυμαστὰ
πράγματα. Τέλος δὲ, ὁ Ὀδυσσεὺς διηγεῖται περὶ τοῦ Κύκλωπος τε καὶ τοῦ Αἰόλου, λέγων· «Ἐπεὶ
δὲ ἐκ τοῦ ἄντρου τοῦ Κύκλωπος ἐκφεύγομεν, ἐπανερχόμεθα ταχέως πρὸς τοὺς ἑταίρους. Οἱ δὲ,
ἐπεὶ ἡμᾶς ὁρῶσι, χαίρουσι. Τῇ δὲ ὑστεραίᾳ κελεύω αὐτοὺς εἰς τὴν ναῦν αὖθις εἰσβαίνειν. Οὕτως
οὖν ἀποπλέομεν. Δι’ὀλίγου δὲ εἰς νῆσον Αἰολίαν ἀφικνούμεθα. Ἐκεῖ δὲ οἰκεῖ ὁ Αἴολος, βασιλεὺς
τῶν ἀνέμων. Ὁ δὲ ἡμᾶς εὐμενῶς δεχόμενος πολὺν χρόνον ξενίζει. Ἐπεὶ δὲ ἐγὼ κελεύω αὐτὸν
ἡμᾶς ἀποπέμπειν, παρέχει μοι ἀσκόν τινα, ἐν ᾧ τίθησι καὶ κλείει πάντας τοὺς ἀνέμους πλὴν
ἑνὸς, Ζεφύρου. Ἐννέα μὲν οὖν ἡμέρας πλέομεν, τῇ δὲ δεκάτῃ ὁρῶμεν τὴν πατρίδα γῆν. Ἐνταῦθα
δὲ ἐγὼ καθεύδω· οἱ δὲ ἑταῖροι, ἐπεὶ ὁρῶσι με καθεύδοντα, οὕτω λέγουσι· - “Τί ἐν τῷ ἀσκῷ
ἔνεστιν; Πολὺς δήπου χρυσὸς ἔνεστιν, πολύ τε ἀργύριον, δῶρα τοῦ Αἰόλου. Ἄγετε δή! Λύετε τὸν
ἀσκὸν καὶ τὸν χρυσὸν αἱρεῖτε!” - Ἐπεὶ δὲ λύουσι τὸν ἀσκὸν, εὐθὺς ἐκπέτονται πάντες οἱ ἄνεμοι
καὶ χειμῶνα δεινὸν ποιοῦσι ἀπελάυνοντες τὴν ναῦν ἀπὸ τῆς πατρίδος γῆς. Ἐγὼ δὲ ἐγειρόμενος
γιγνώσκω τί γίγνεται. Ἀθυμῶ οὖν βουλόμενος ῥίπτειν ἑμαυτὸν εἰς τὴν θάλατταν, ὅμως δὲ οἱ
ἑταῖροι σῴζουσί με. Οὕτως οὖν οἱ ἄνεμοι πάλιν φέρουσιν ἡμᾶς εἰς τὴν τοῦ Αἰόλου νήσου».

Λέξις μία·__________________________________
Λεξικὸν·
τὸ ποίημα = ὁ ποιητὴς ποιεῖ τὸ ποίημα, ὥσπερ ὁ Ὅμηρος
ὁ νόστος = τὸ ἐπανέρχεσθαι οἴκαδε - ἐπανέρχομαι/εσθαι = νοστῶ/εῖν
θαυμαστός-ή-όν < θαυμάζω = τιμῶ καὶ χαίρω
διηγοῦμαι/εῖσθαι = ἐξηγοῦμαι/εῖσθαι
ἐκπέτομαι/εσθαι = ἐκβαίνω πετόμενος - τὸ πετεινὸν πέτεται.

Ἀποκρίθητι ἑλληνιστὶ τούτοις τοῖς ἐρωτήμασι·


1. Ἐν τίνι χώρᾳ γίγνεται οὗτος ὁ λόγος;
2. Ποῦ καθεύδουσι παῖδες τε καὶ κόραι;
3. Διὰ τί τὰ τέκνα ἐγείρεται;
4. Τί ποιοῦντες οἱ ἄνδρες ἐκβαίνουσι ἐκ τῶν οἴκων;
5. Πότε καὶ ποῖ ἐλαύνονται οἱ βόες ὑπὸ τῶν ἀνδρῶν;
6. Διὰ τί ἐλαύνονται οἱ βόες ὑπὸ τῶν ἀνδρῶν;
7. Τί χρεῖαν ἔχουσι ποιεῖν οἱ νεανίαι;
8. Τίνες μέλλουσι ἀροτρεύειν τὸν κλῆρον;
9. Τίνες ἕπονται τοῖς πατράσι καὶ διὰ τί;
10. Τίνες ἕλκονται ἐπὶ ταῖς ἁμάξαις καὶ διὰ τί οὐ βαδίζουσι;
11. Τίνες φέρουσι τὰ ἄροτρα καὶ ποῖ;
12. Διὰ τί αὐτοὶ φέρουσι τὰ ἄροτρα;
13. Τί ποιοῦσι αἱ δέσποιναι;
14. Τί ποιοῦσι αἱ δούλαι;
15. Διὰ τί γεμίζονται ὑδρίαι ὕδατι;
16. Τίνες ψέγονται καὶ διὰ τί;
17. Ποῦ δειπνεῖ τὰ παιδία ἐν τῇ πρωίᾳ;
18. Τί ποιεῖ δείπνοντα τὰ παιδία;
19. Ποῖός ἐστιν ὁ Θησεύς;
20. Τίνες βούλονται μάχειν καὶ πρὸς τίνα;
21. Τί ποιεῖ τὰ πετεινά;
22. Τί ἤδη ποιοῦσιν οἱ παῖδες ἐπεὶ πρῶτον ἐκβαίνουσι ἐκ τῆς οἰκίας;
23. Τίς ἐσθίει χόρτον καὶ ποῦ;
24. Διὰ τί αἱ μητέρες ὀργίζονται πρὸς τοὺς παῖδας;
25. Τίνι χρεῖαν ἔχουσι ἀκολουθεῖν οἱ παῖδες καὶ διὰ τί;

You might also like