Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 7

«Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν».

Τὸ φῶς, ἤγουν ὁ Λόγος τοῦ Θεοῦ, ἐν τῇ σκοτίᾳ, τουτέστιν, ἐν τῷ θανάτῳ


καὶ τῇ πλάνῃ φαίνει. Καὶ γὰρ καὶ ἐν τῷ θανάτῳ γενόμενος, οὕτως αὐτοῦ
περιεγένετο, ὡς καὶ οὓς ἔφθασε καταπιεῖν, ἀναγκάσαι αὐτὸν ἐξεμέσαι·
καὶ ἐν τῇ πλάνῃ τῇ Ἑλληνικῇ λάμπει τὸ κήρυγμα. «Καὶ ἡ σκοτία αὐτὸ οὐ
κατέλαβεν». Οὔτε γὰρ ὁ θάνατος αὐτοῦ περιεγένετο, οὔτε ἡ πλάνη.
Ἀκαταγώνιστον γάρ ἐστι τὸ φῶς τοῦτο, ὁ Θεὸς Λόγος φημί. Τινὲς δὲ
σκοτίαν ἐνόμισαν τὴν σάρκα καὶ τὸν βίον. Καὶ ἐν σαρκὶ οὖν γενόμενος καὶ
ἐν τῷ βίῳ τούτῳ ὁ Λόγος ἔλαμψε· καὶ ἡ σκοτία, ἡ ἀντικειμένη λέγω
δύναμις, ἐπείρασε μέν, καὶ ἐδίωξε τὸ φῶς, ἀλλ’ εὗρεν ἀκαταμάχητον καὶ
ἀήττητον. Σκοτία δὲ λέγεται ἡ σάρξ, οὐχ ὡς κατὰ φύσιν τοιαύτη οὖσα,
ἄπαγε! ἀλλ’ ὡς διὰ τὴν ἁμαρτίαν. Ἡ γὰρ σὰρξ οὐδὲν ὅλως ἔχει κακὸν
φυσικῶς κινουμένη, παρὰ φύσιν δὲ κινηθεῖσα, καὶ πρὸς ἁμαρτίαν
ὑπηρετήσασα, σκοτία καὶ γίνεται καὶ λέγεται.

«Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης».

Μετὰ τὸ διαλεχθῆναι ἡμῖν περὶ τῆς πρὸ αἰώνων ὑπάρξεως τοῦ Θεοῦ
Λόγου, ἐπειδὴ μέλλει καὶ περὶ τῆς τοῦ Λόγου σαρκώσεως εἰπεῖν,
παρεμβάλλει τὸν τοῦ Προδρόμου λόγον. Καί τι γὰρ ἄλλο, ἢ Πρόδρομος ὢν
ὁ Ἰωάννης ἔχει καὶ τὸν περὶ τῆς αὐτοῦ γενέσεως λόγον, προτρέχοντα τῆς
τοῦ Κυρίου ἐνσάρκου γεννήσεως; Φησὶν οὖν περὶ τοῦ Προδρόμου ὁ
εὐαγγελιστής, ὅτι «Ἐγένετο ἀπεσταλμένος παρὰ Θεοῦ», ἀντὶ τοῦ,
ἀπεστάλη παρὰ Θεοῦ. Οἱ γὰρ ψευδοπροφῆται οὐκ ἐκ Θεοῦ. Ὅταν δὲ
ἀκούσῃς, ὅτι ἀπεστάλη παρὰ Θεοῦ, μηδὲν ἴδιον νομίσῃς ἢ ἀνθρώπινον
λέγειν, ἀλλὰ πάντα θεῖα. Διὰ τοῦτο καὶ ἄγγελος λέγεται, ἀγγέλου δὲ
ἀρετὴ μηδὲν ἴδιον λέγειν. Ἄγγελον δὲ ἀκούσας, μὴ νόμιζε, ὅτι φύσει
ἄγγελος ἦν, ἢ ἐκ τῶν οὐρανῶν κατέβη· ἀλλὰ διὰ τὸ ἔργον καὶ τὴν
διακονίαν ἄγγελος καλεῖται. Ἐπεὶ γὰρ ὑπηρέτησε τῷ κηρύγματι, καὶ
προήγγειλε τὸν Κύριον, τούτου ἕνεκεν ἐκλήθη ἄγγελος. Διὸ καὶ ὁ
εὐαγγελιστὴς ἀνατρέπων τὴν τῶν πολλῶν ὑπόνοιαν, τῶν ἴσως
νομισάντων, ὅτι ἄγγελος ἦν ὁ Ἰωάννης τῇ φύσει, φησίν· «Ἐγένετο
ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ».

«Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες
πιστεύσωσι δι' αὐτοῦ».

Οὗτος, φησίν, ὁ ἀπεσταλμένος παρὰ Θεοῦ, ἵνα μαρτυρήσῃ περὶ τοῦ


φωτός. Εἶτα ἵνα μή τις νομίσῃ, ὅτι ἔχρῃζεν ἄρα τῆς τούτου μαρτυρίας ὁ
Μονογενὴς ὡς ἐλλιπὴς ὤν, διὰ τοῦτο προστίθησιν, ὅτι ἦλθε μαρτυρήσων
περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· οὐχ ὡς αὐτοῦ τῆς ἐκείνου χρῄζοντος μαρτυρίας,
ἀλλ’ ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ. Ἄρα οὖν καὶ πάντες ἐπίστευσαν δι’
αὐτοῦ; Οὐχί. Πῶς οὖν φησιν ὁ εὐαγγελιστής, «Ἵνα πάντες πιστεύσωσι»;
Πῶς; Ὅσον τὸ ἐπ’ ἐκείνῳ, διὰ τοῦτο ἐμαρτύρησεν, ἵνα πάντας ἑλκύσῃ· εἰ
δὲ ἠπίστησάν τινες, οὐκ ἐκεῖνος μεμπτέος. Ἐπειδὴ καὶ ὁ ἥλιος ἐπὶ τούτῳ
ἀνατέλλει, ἵνα πάντας φωτίσῃ· εἰ δέ τις ἀποκλείσας ἑαυτὸν ἐν ζοφώδει
οἰκήματι, οὐκ ἀπολαύει τῆς ἀκτῖνος αὐτοῦ, τὶ τοῦτο πρὸς τὸν ἥλιον; Οὕτω
κἀνταῦθα, ἀπεστάλη μὲν ὁ Ἰωάννης, ἵνα πάντες πιστεύσωσιν· εἰ δὲ μὴ
τοῦτο ἀπέβη, οὐκ ἐκεῖνος αἴτιος.

«Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός».

Ἐπειδὴ ὡς ἐπὶ πολὺ συμβαίνει τὸν μαρτυροῦντα κρείττονα εἶναι τοῦ


μαρτυρουμένου, ἵνα μὴ νομίσῃς, ὅτι καὶ Ἰωάννης μαρτυρῶν (περὶ) Χριστοῦ
κρείττων αὐτοῦ ἦν· τὴν πονηρὰν ταύτην ὑποψίαν περιαιρῶν, φησίν· Οὐκ
ἦν ἐκεῖνος τὸ φῶς. Ἀλλ’ εἴποι ἄν τις· Ἄρα οὐδὲ Ἰωάννην, οὔτε τινὰ ἄλλον
τῶν ἁγίων εἴποιμεν φῶς; Φῶς μὲν εἴποιμεν ἕκαστον τῶν ἁγίων· τὸ φῶς δὲ
ουκ ἂν εἴποιμεν μετὰ τοῦ ἄρθρου. Οἷον, ἐάν σε ἔροιτό τις· Ἄρα ὁ Ἰωάννης
φῶς ἐστι; κατάνευσον· εἰ δὲ οὕτως ἐρωτήσει· Ἄρα ὁ Ἰωάννης τὸ φῶς ἐστιν;
εἰπέ, Οὔ . Οὐ γάρ ἐστιν αὐτὸς τὸ φῶς κυρίως, ἀλλὰ φῶς κατὰ μετοχήν,
ἔχον τὴν λάμψιν ἐκ τοῦ ἀληθινοῦ φωτός.

«Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν


κόσμον».

Μέλλει εἰπεῖν περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Μονογενοῦς, ὅτι ἦλθεν
εἰς τὰ ἴδια, ὅτι σὰρξ ἐγένετο. Ἵνα τοίνυν μὴ νομίσῃ τις, ὅτι πρὸ τοῦ
σαρκωθῆναι οὐκ ἦν, τούτου ἕνεκα ἀνάγει τὴν διάνοιαν ἐπὶ τὴν ἐπέκεινα
πάσης ἀρχῆς ὕπαρξιν, καί φησιν· Ἦν καὶ πρὸ τοῦ σαρκωθῆναι τὸ φῶς τὸ
ἀληθινόν. Διὰ τούτου δὲ τὴν Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως
αἵρεσιν ἀνατρέπει, τῶν δογματισάντων τότε ὑπάρξαι τὸν Μονογενῆ, ὅτε
ἀπὸ Μαρίας ἐγεννήθη· πρὸ τούτου δὲ μὴ εἶναι. Ἄκουε καὶ σύ, ὁ Ἀρειανός,
ὁ μὴ λέγων ἀληθινὸν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τί φησιν ὁ εὐαγγελιστής·
«τὸ φῶς τὸ ἀληθινόν»· καὶ σὺ δέ, ὦ Μανιχαῖε, ὁ λέγων, ὅτι τοῦ πονηροῦ
δημιουργοῦ ἐσμεν κτίσματα, ἄκουε, ὅτι τὸ φῶς τὸ ἀληθινὸν φωτίζει
πάντα ἄνθρωπον. Εἰ οὖν ὁ πονηρὸς δημιουργὸς σκότος ἐστίν, οὐκ ἂν
φωτίση τινά· ὥστε τοῦ φωτὸς τοῦ ἀληθινοῦ ἐσμεν κτίσματα. Καὶ πῶς,
φησί, φωτίζει πάντα ἄνθρωπον, ὅπου γε βλέπομέν τινας ἐσκοτισμένους;
Ὅσον τὸ ἐφ’ ἑαυτῷ, πάντας φωτίζει. Εἰπὲ γάρ μοι, οὐ πάντες λογικοί; οὐ
πάντες φύσει γινώσκοντες τὸ καλὸν καὶ τοὐναντίον; οὐκ ἔχοντες δύναμιν
ἐννοῆσαι ἀπὸ τῶν κτισμάτων τὸν Κτίστην; Ὥστε ὁ λόγος ὁ δοθεὶς ἡμῖν,
καὶ παιδαγωγῶν ἡμᾶς φύσει, ὃς καὶ φυσικὸς νόμος καλεῖται, οὗτος ἂν
κληθείη φῶς,τὸ δοθὲν παρὰ Θεοῦ· εἰ δέ τινες κακῶς τῷ λόγῳ ἐχρήσαντο,
ἑαυτοὺς ἐσκότισαν. Τινὲς δὲ οὕτω λύουσιν τὴν ἔνστασιν ταύτην· Φωτίζει,
φησίν, ὁ Κύριος πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον, ἤτοι εἰς
τάξιν βελτίονα, καὶ σπουδάζοντα κοσμῆσαι τὴν οἰκείαν ψυχήν, καὶ μὴ
ἐᾶσαι ἄκοσμόν τε καὶ ἀκαλλῆ.

«Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ
ἔγνω».

Ἐν τῷ κόσμῳ ἦν, ὡς Θεὸς πανταχοῦ παρών· ἀλλὰ δὴ καὶ κατὰ


προνοητικὸν καὶ συνεκτικὸν λεχθείη ἂν ἐν τῷ κόσμῳ εἶναι. Καίτοι τί
τοῦτο, φησί, λέγω, ὅτι ἐν τῷ κόσμῳ ἦν, ὅπου γε οὐδὲ ὁ κόσμος ἂν ἦν, εἰ μὴ
αὐτὸς αὐτὸν ἐποίησε; Πανταχόθεν δὲ Δημιουργὸν αὐτὸν δείκνυσιν· ἅμα
μὲν καὶ τήν τοῦ Μάνεντος λύσσαν ἀναστέλλων, τοῦ λέγοντος, πονηρὸν
δημιουργὸν παραγαγεῖν τὰ σύμπαντα· ἀλλὰ δὴ καὶ τὴν τοῦ Ἀρείου, τοῦ
φήσαντος κτίσμα εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ· ἅμα δὲ καὶ πάντα ἄνθρωπον
ἐνάγων εἰς τὸ ὁμολογῆσαι τὸν Ποιητήν, καὶ μὴ λατρεῦσαι τοῖς κτίσμασιν,
ἀλλὰ προσκυνῆσαι τὸν Κτίστην. « Ὁ κόσμος δέ, φησίν, αὐτὸν οὐκ ἔγνω»,
ἀντὶ τοῦ, ὁ χυδαῖος λαός, ὁ τοῖς τοῦ κόσμου προστετηκὼς πράγμασι. Τὸ
γὰρ «κόσμος» ὄνομα σημαίνει μὲν καὶ τὸ σύμπαν τοῦτο, καθὰ ἐνταῦθα
εἴρηται, ὅτι «Ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο»· σημαίνει δὲ καὶ τοὺς τὰ
κοσμικὰ φρονοῦντας· καθὰ ἐνταῦθά φησιν, ὅτι «Ὁ κόσμος αὐτὸν οὐκ
ἔγνω», ἀντὶ τοῦ, οἱ γήϊνοι ἄνθρωποι· ἐπεὶ οἵγε ἅγιοι πάντες καὶ οἱ
προφῆται ἐπέγνωσαν.

«Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον»

Ἐνταῦθα φανερώτατα εἰς τὸν περὶ τῆς ἐνσάρκου οἰκονομίας λόγον


εἰσβάλλει, καί ἔστιν ἡ ὅλη ὑφὴ τοῦ νοήματος τοιαύτη· Ἦν μὲν χωρὶς
σαρκὸς τὸ φῶς τὸ ἀληθινὸν ἐν τῷ κόσμῳ, καὶ οὐκ ἐπεγινώσκετο· εἶτα καὶ
εἰς τὰ ἴδια ἦλθε μετὰ σαρκός. Ἴδια δὲ αὐτοῦ ἢ τὸν ὅλον κόσμον νοήσεις, ἢ
τὴν Ἰουδαίαν, ἢν ἐξελέξατο ὡς σχοίνισμα κληρονομίας. καὶ ὡς μερίδα, καὶ
ὡς περιουσιασμὸν αὐτοῦ. «Και οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον», ἢ οἱ Ἰουδαῖοι,
ἢ καὶ οἱ λοιποὶ ἄνθρωποι, οἱ ὑπ’ αὐτοῦ κτισθέντες. Ὥσπερ οὖν
ἀποκλαίεται τὴν ἄνοιαν τῶν ἀνθρώπων, καὶ θαυμάζει τὴν φιλανθρωπίαν
τοῦ Δεσπότου. Ἴδιοι, φησίν, ὄντες αὐτοῦ, οὐ πάντες παρέλαβον αὐτόν. Οὐ
γὰρ ἀνάγκῃ τινὰ ἐφέλκεται ὁ Κύριος, ἀλλὰ γνώμῃ καὶ προαιρέσει.

«Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι,


τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ».

Κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν παῖδες, κἂν γέροντες, κἂν Βάρβαροι, κἂν
Ἕλληνες, ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ
γενέσθαι. Τίνες δέ εἰσιν οὗτοι; Οἱ πιστεύοντες εἰς τὸ ὄνομα αὐτοῦ. Ὥστε οἱ
λαβόντες τὸν Λόγον καὶ τὸ φῶς τὸ ἀληθινόν, διὰ τῆς πίστεως ἔλαβον καὶ
ὑπεδέξαντο. Τίνος δὲ χάριν οὐκ εἶπεν, ὅτι ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ,
ἀλλ’ ὅτι ἐξουσίαν ἔδωκεν αὐτοῖς τέκνα Θεοῦ γενέσθαι; Τίνος ἕνεκεν;
Ἄκουε, ὅτι οὐκ ἐξαρκεῖ πρὸς τὴν φυλακὴν τῆς καθαρότητος τὸ
βαπτισθῆναι, ἀλλὰ καὶ πολλῆς σπουδῆς χρεία, ὥστε τὴν ἐν τῷ βαπτίσματι
τυπωθεῖσαν εἰκόνα τῆς υἱοθεσίας ἀκηλίδωτον διαφυλάξαι· διὸ πολλοὶ
ἔλαβον μὲν τὴν διὰ τοῦ βαπτίσματος χάριν τῆς υἱοθεσίας, ῥᾳθυμήσαντες
δὲ οὐκ ἐγένοντο τέκνα Θεοῦ ἄχρι τέλους. Τάχα δ’ ἄν τις εἴποι καὶ τοῦτο,
ὅτι πολλοὶ λαμβάνουσι μὲν αὐτὸν διὰ τοῦ πιστεῦσαι μόνον, οἷοί εἰσιν οἱ
λεγόμενοι κατηχούμενοι, οὔπω δὲ ἐγένοντο τέκνα Θεοῦ· ἐξουσίαν μέντοι
γε ἔχουσιν, εἰ βούλοιντο βαπτισθῆναι, καὶ ταύτης καταξιωθῆναι τῆς
χάριτος, τῆς υἱοθεσίας φημί. Ἐρεῖ δέ τις καὶ τοῦτο, ὅτι Εἰ καὶ διὰ τοῦ
βαπτίσματος τῆς υἱοθεσίας τὴν χάριν δεχόμεθα, ἀλλὰ τὸ τέλειον ἐν τῇ
ἀναστάσει ἀπολαμβάνομεν, καὶ τὴν ἐντελεστάτην υἱοθεσίαν τότε
ἐλπίζομεν ἀπολήψεσθαι· καθὰ δὴ καὶ Παῦλός φησιν· «Ὅτι τὴν υἱοθεσίαν
ἀπεκδεχόμεθα». Διὰ τοῦτο γοῦν καὶ οὗτος ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι
Ὅσοι ἔλαβον αὐτόν, ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ,’ «Ἔδωκεν αὐτοῖς
ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι», τουτέστιν, ἐν τῷ μέλλοντι αἰῶνι
ἀπολήψεσθαι ταύτην τὴν χάριν.

«Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός,


ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν».

Σύγκρισιν ὥσπερ ποιεῖται τοῦ θείου καὶ σαρκικοῦ τόκου, οὐκ ἀπεικότως
ἀναμιμνήσκων ἡμᾶς τῶν σαρκικῶν ὠδίνων, ἀλλ’ ὅπως διὰ τῆς
συγκρίσεως ἐπιγνόντες ἡμεῖς τοῦ σαρκικοῦ τόκου τὸ ἀγεννὲς καὶ
ταπεινόν, πρὸς τὴν θείαν χάριν δράμωμεν. Φησὶ γοῦν· «Οἳ οὐκ ἐξ
αἱμάτων ἐγεννήθησαν», τῶν καταμηνίων δηλαδή· ἐκ τούτων γὰρ ἡ τροφὴ
καὶ ἡ αὔξησις τῷ ἐμβρύῳ· (13) φασὶ δὲ ὅτι καὶ τὸ σπέρμα πρῶτον
ἑξαιματοῦται, εἶτα εἰς σάρκα καὶ τὴν ἄλλην διασκευὴν μεταπλάττεται.
Ἐπεὶ δὲ εἰκὸς ἦν τινας εἰπεῖν, ὅτι καὶ τοῦ Ἰσαὰκ λοιπὸν ἡ γέννησις τοιαύτη
ἦν οἷαν γεννῶνται οἱ πιστεύοντας εἰς Χριστόν· καὶ γὰρ καὶ ὁ Ἰσαὰκ οὐκ ἐξ
αἱμάτων ἐγεννήθη· ἐξέλιπε γὰρ τῇ Σάῤῥᾳ τὰ καταμήνια· ἐπεὶ τοίνυν
ἐνεδέχετό τινας ὑπονοῆσαι τοῦτο, ἐπάγει τό, «Οὐδὲ ἐκ θελήματος σαρκός,
οὐδὲ ἐκ θελήματος ἀνδρός», Καὶ γὰρ τῷ Ἰσαὰκ εἰ οὐκ ἐξ αἱμάτων ἡ
γέννησις, ἀλλά γε ἐκ θελήματος ἀνδρός· ἤθελε γὰρ δήπου ὁ ἀνὴρ
γεννηθῆναι αὐτῷ παιδίον ἐκ τῆς Σάῤῥας. Ἐκ θελήματος δὲ σαρκός, ὡς ἐκ
τῆς Ἄννης ὁ Σαμουήλ. Εἴποις οὖν τὸν μὲν Ἰσαὰκ ἐκ θελήματος ἀνδρός,
τὸν δὲ Σαμουὴλ ἐκ θελήματος σαρκός, τουτέστι, τῆς ἀνθρωπίνης· ἐδίψα
γὰρ τοῦ κτήσασθαι παῖδα ἡ στεῖρα αὕτη· τάχα δὲ καὶ ἀμφότερα ἐπὶ
ἀμφοτέρων. Εἰ δέ τι καὶ ἕτερον βούλοιο μαθεῖν, ἄκουε, ὅτι ἡ κατὰ σάρκα
μίξις ἢ ἀπὸ πυρώσεως φυσικῆς γίνεται· πολλάκις γάρ τις ἔτυχε
διαπλάσεως θερμοτέρας, καὶ ἐκ τούτου ἐστὶν εὐκατάφορος πρὸς
συνουσίαν ( τοῦτο γοῦν ὠνόμασε θέλημα σαρκός), ἢ διὰ πονηρὰν
συνήθειαν, καὶ ἀκόλαστον δίαιταν, ἡ πρὸς συνουσίαν ὁρμὴ ἄσχετος
γίνεται, ἣν θέλημα ἀνδρὸς ἐκάλεσεν, ὡς οὐ τῆς φυσικῆς διαπλάσεως,
ἀλλὰ τῆς τοὺ ἀνδρὸς ἀκολασίας ἔργον οὖσαν. Ἴσως δέ, ἐπεὶ ποτὲ μὲν
εὑρίσκεται ἡ γυνὴ πρὸς συνουσίαν εὐκατάφορος, ποτὲ δὲ ὁ ἀνήρ, διὰ μὲν
τοῦ θελήματος τοῦ ἀνδρὸς τὴν τοῦ ἀνδρὸς λαγνείαν ἐδήλωσε· διὰ δὲ τοῦ
θελήματος τῆς σαρκός, τὴν τῆς γυναικός. Νοήσεις δ’ ἂν εἰκότως καὶ
θέλημα σαρκὸς τὴν ἐπιθυμίαν τὴν ἀναζωπυροῦσαν πρὸς μίξιν τὴν σάρκα·
θέλημα δὲ ἀνδρός, τὴν πρὸς τὸν συνδυασμὸν τοῦ ἐπιθυμοῦντος
συγκατάθεσιν, ἥτις ἀρχὴ τῆς πράξεως. Ἔθηκε δὲ ἀμφότερα, ὅτι πολλοὶ
ἐπιθυμοῦσι μέν, οὐ μὴν εὐθὺς καὶ συνεπάγονται τῇ ἐπιθυμίᾳ· ἀλλὰ
κατακρατοῦσι ταύτης, καὶ πρὸς τὴν πρᾶξιν οὐκ ὀλισθαίνουσιν. Ὅσοι δὲ
ἡττῶνται, ἐκεῖνοι πρῶτον ὑπὸ τῆς σαρκὸς καὶ τῆς ἐν ταύτῃ ὑποσμυχούσης
ἐπιθυμίας διακαιόμενοι, πρὸς τὸ θέλειν μιγῆναι ἐκτρέπονται. Εὐτάκτως
οὖν ὁ εὐαγγελιστὴς τὸ θέλημα τῆς σαρκὸς προέταξε τοῦ θελήματος τοῦ
ἀνδρός, ὡς τῆς ἐπιθυμίας φυσικῶς προηγουμένης τῆς μίξεως, καὶ
ἀμφοτέρων ἐπὶ τοῦ συνδυασμοῦ συντρεχόντων ἐξ ἀνάγκης. Ταῦτα δὲ
πάντα εἴρηται διὰ τοὺς τὰ ἀνόητα πολλάκις ἐρωτῶντας· ἐπεί, τό γε
κυριώτερον εἰπεῖν, μία διὰ πάντων τούτων ἔννοια δηλοῦται, φημὶ δή, ἡ τῆς
τοῦ σαρκικοῦ τόπου εὐτελείας ἔμφασις. Τί οὖν πλέον ἔχομεν οἱ εἰς
Χριστὸν πιστεύοντες τῶν ἐν τῷ νόμῳ Ἰσραηλιτῶν; Καὶ γὰρ κἀκεῖνοι υἱοὶ
Θεοῦ ἐλέγοντο. Πολὺ τὸ διάφορον ἡμῶν κἀκείνων. Ἐπεὶ γὰρ ὁ νόμος ἐν
πᾶσι σκιὰν εἶχε τῶν μελλόντων, οὐδὲ τὴν υἱοθεσίαν ἔχειν ἐδίδου τοῖς
Ἰσραηλίταις, ἀλλ’ ὡς ἐν τύπῳ καὶ σχήματι· ἡμεῖς δὲ κατὰ ἀλήθειαν
λαβόντες τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος, κράζομεν· «Ἀββᾶ ὁ
Πατήρ». Ἐκείνοις δὲ ὥσπερ τὸ βάπτισμα τυπικὸν ἦν καὶ σκιῶδες, οὕτω καὶ
ἡ υἱοθεσία τὴν ἡμετέραν προτυποῦσα. Κἂν οὖν υἱοὶ ἐκαλοῦντο, ἀλλὰ
σκιωδῶς, καὶ οὐκ αὐτὴν τὴν ἀλήθειαν τῆς υἱοθεσίας εἶχον, ὡς ἡμεῖς νῦν
διὰ τοῦ βαπτίσματος.

«Καὶ ὁ Λόγος σὰρξ ἐγένετο»

Εἰπὼν ὅτι τέκνα γινόμεθα Θεοῦ, εἰ θέλομεν, οἱ πιστεύσαντες εἰς Χριστόν,


ἐπιφέρει καὶ τὴν αἰτίαν τοῦ τηλικούτου ἀγαθοῦ. Τί γάρ, φησί,
προεξένησεν ἠμῖν τὴν υἱοθεσίαν ταύτην, βούλει μαθεῖν; Τὸ τὸν Λόγον
σάρκα γενέσθαι. Ὅταν δὲ ἀκούσῃς, ὅτι «Σὰρξ ἐγένετο», μὴ νομίσῃς ὅτι
ἐξέστη τῆς οἰκείας φύσεως, καὶ ἐτράπη εἰς σάρκα· οὐ γὰρ ἂν Θεὸς ἦν,
εἴπερ ἐτρέπετο καὶ ἠλλοιοῦτο· ἀλλ’ ὅτι μένων ὃ ἦν, ἐγένετο ὃ οὐκ ἦν.
Ἀπολλινάριος δὲ ὁ Λαοδικεὺς ἐντεῦθεν αἵρεσιν συνεστήσατο.
Ἐδογμάτισεν γὰρ ὅτι ὁ Κύριος καὶ Θεὸς ἡμῶν οὐκ ἀνέλαβε τὴν τοῦ
ἀνθρώπου φύσιν τελείαν, ἤγουν σῶμα μετὰ ψυχῆς λογικῆς, ἀλλὰ σάρκα
μόνην, ψυχῆς λογικῆς καὶ νοερᾶς ἄμοιρον. Τί γὰρ ἔχρῃζεν ὁ Θεὸς τῆς
ψυχῆς, ἔχων τὴν θεότητα κυβερνῶσαν τὸ σῶμα, ὃν τρόπον ἔχομεν ἡμεῖς
τὴν ψυχὴν διεξάγουσαν τὸ ἡμῶν σῶμα; Εἶχε δὲ εἰς ἐπικουρίαν, ὡς ᾤετο, τὸ
πάρον ῥητόν· «Καὶ ὁ λόγος σὰρξ ἐγένετο». Οὐ γάρ, φησίν, εἶπεν, ὅτι
Ἄνθρωπος ἐγένετο, ἀλλά, «σάρξ». Ὥστε οὐκ ἀνέλαβε ψυχὴν νοῦν
ἔχουσαν καὶ λόγον, ἀλλὰ σάρκα ἄνουν καὶ ἄλογον. Ἠγνόει δὲ ἄρα ὁ
ἐλεεινός, ὅτι ἡ Γραφὴ ἀπὸ τοῦ μέρους πολλάκις ὀνομάζει τὸ ὅλον οἷον,
μέλλουσα ἐπιμνησθῆναι ἀνθρώπου ὅλου, ἀπὸ μέρους, τῆς ψυχῆς λόγῳ
ὀνομάζει αὐτόν· οἷον, «Πᾶσα ψυχή», ἥτις οὐ περιτμηθῇ,
θανατούσθω».»Ἰδού γὰρ ἀντὶ τοῦ εἰπεῖν, πᾶς ἄνθρωπος, εἶπε τὸ μέρος,
τὴν ψυχὴν λέγω. Καὶ πάλιν ἀπὸ τῆς σαρκὸς ὀνομάζει τὸ ὅλον, ὡς ὅταν
λέγῃ· «Καὶ ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ»· πάντα γὰρ
ἄνθρωπον μέλλων εἰπεῖν, τῷ τῆς σαρκὸς ὀνόματι προσεχρήσατο. Οὕτως
οὖν καὶ ὁ εὐαγγελιστής, ἀντὶ τοῦ εἰπεῖν· Ὁ Λόγος ἄνθρωπος ἐγένετο,
εἶπεν, «Ὁ Λόγος σὰρξ ἐγένετο», ἀπὸ τοῦ μέρους τὸν ἄνθρωπον ὀνομάζων,
τὸν ἐκ ψυχῆς καὶ σώματος συγκείμενον. Τάχα δὲ ἐπεὶ ἡ σὰρξ ἀλλότριόν
ἐστι τῆς θείας φύσεως, θέλων ὁ εὐαγγελιστὴς δηλῶσαι τὴν ὑπεράπειρον
συγκατάβασιν τοῦ Θεοῦ, τῆς σαρκὸς ἐμνήσθη, ἵν’ ἐκπλαγῶμεν τὴν
ἄφατον φιλανθρωπίαν αὐτοῦ, ὅτι, διὰ τὴν σωτηρίαν ἡμῶν, τὸ ἀλλότριον
τῆς φύσεως αὐτοῦ καὶ ξένον παντάπασι, φημὶ δὴ τὴν σάρκα, προσέλαβεν.
Ἡ μὲν γὰρ ψυχὴ ἔχει τινὰ συγγένειαν πρὸς Θεόν· ἡ δὲ σὰρξ παντάπασιν
ἀκοινώνητος. Διὰ τοῦτο οὖν οἶμαι τὸν εὐαγγελιστὴν ἐνταῦθα μόνῳ τῷ τῆς
σαρκὸς ὀνόματι χρήσασθαι, οὐχ ὡς ἀμοιροῦντος ψυχῆς τοῦ
προσλήμματος, ἀλλὰ πρὸς ἔνδειξιν πλείω τοῦ θαυμαστοῦ καὶ φρικώδους
μυστηρίου. Ἐπεὶ ἐὰν οὐ προσελάβετο ψυχὴν ἀνθρωπίνην ὁ Λόγος
σαρκωθείς, ἀθεράπευτοι ἔτι εἰσὶν αἱ ψυχαὶ ἡμῶν· ὃ γὰρ οὐ προσελάβετο,
οὐδὲ ἡγίασε. Καὶ τὶς ὁ γέλως, τῆς ψυχῆς πρώτης παθούσης (ἐκείνη γὰρ ἡ
ἐνδοῦσα τοῖς τοῦ ὄφεως λόγοις καὶ ἀπατηθεῖσα ἐν παραδείσῳ, εἶτα καὶ ἡ
χεὶρ ἥψατο ἐπακολουθήσασα τῇ κυρίᾳ καὶ δεσποίνῃ τῇ ψυχῇ), τὴν μὲν
θεράπαιναν, τὴν σάρκα, καὶ προσληφθῆναι καὶ ἁγιασθῆναι, καὶ
θεραπευθῆναι, τὴν δὲ κυρίαν ἐαθῆναι ἀπρόσληπτόν τε καὶ ἀθεράπευτον;
Ἀλλ’ Ἀπολλινάριος μὲν ἐῤῥέτω. Ἡμεῖς δὲ ὅταν ἀκούωμεν, ὅτι «Ὁ Λόγος
σὰρξ ἐγένετο», πιστεύομεν ὅτι ἄνθρωπος τέλειος, τῆς Γραφῆς εἰωθυίας
καὶ σάρκα καὶ ψυχὴν μονομερῶς τὸν σύνθετον ἄνθρωπον ὀνομάζειν.
Ἀνατρέπεται δὲ ἐκ τούτου τοῦ ῥητοῦ καὶ Νεστόριος. Ἐκεῖνος γὰρ ἔλεγεν,
ὅτι οὐχ ὁ Θεὸς Λόγος αὐτὸς ἐκεῖνος ἐγένετο ἄνθρωπος, συλληφθεὶς ἐκ
τῶν πανάγνων αἱμάτων τῆς ἁγίας Παρθένου, ἀλλ’ ἔτεκεν ἡ Παρθένος
ἄνθρωπον· οὗτος δὲ ὁ ἄνθρωπος, χαριτωθεὶς ἀρετῆς πάσης εἴδει, ἔσχε τόν
του Θεοῦ Λόγον συνημμένον αὐτῷ, καὶ ἐξουσίαν διδόντα κατὰ
πνευμάτων ἀκαθάρτων· καὶ ἐκ τούτου ἐδογμάτιζε δύο υἱούς, ἕνα τὸν τῆς
Παρθένου, τὸν Ἰησοῦν τὸν ἄνθρωπον, καὶ ἕτερον τὸν Υἱὸν τοῦ Θεοῦ,
συνημμένον μὲν τῷ ἀνθρώπῳ, καὶ ἀδιάσπαστον αὐτῷ ὄντα, ἀλλὰ κατὰ
χάριν καὶ σχέσιν καὶ ἀγάπην, οἷα δὴ ἐναρέτου ὄντος τοῦ ἀνθρώπου.
Ταῦτα ἐκεῖνος ἐθελοκωφῶν πρὸς τὴν ἀλήθειαν. Εἰ γὰρ ἠβούλετο, ἤκουσεν
ἂν καὶ αὐτὸς τοῦ μακαρίου τούτου εὐαγγελιστοῦ λέγοντος, ὅτι «Ὁ Λόγος
σὰρξ ἐγένετο». Οὐ προφανῶς γὰρ ἐνταῦθα ἐλέγχεται; Αὐτὸς γὰρ ὁ Λόγος
ἄνθρωπος ἐγένετο. Οὐκ εἶπεν· Εὑρὼν ἄνθρωπον ὁ Λόγος, συνήφθη αὐτῷ,
ἀλλ’ Αὐτὸς ἐκεῖνος ἄνθρωπος ἐγένετο. Ἀνατρέπεται δὲ καὶ Εὐτυχής, καὶ
Οὐαλεντῖνος, καὶ Μάνης ἐντεῦθεν. Οὗτοι γὰρ κατὰ φαντασίαν ἔλεγον
φανῆναι τὸν Λόγο τοῦ Θεοῦ. Ἀκουέτωσαν οὖν,ὅτι, «Ὁ Λόγος σὰρξ
ἐγένετο». Οὐκ εἶπεν, ὅτι Σὰρξ ἐφαντάσθη, ἢ ἔδοξεν, ἀλλ΄ ὅτι Ἐγένετο
ἀληθείᾳ, καὶ οὐσίᾳ, καὶ οὐ φαντασίᾳ. Ἄτοπον γὰρ καὶ ἀνόητον πιστεύειν,
ὡς ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλήθεια ὢν καὶ λεγόμενος, ἐψεύσατο τὴν
ἐνανθρώπησιν· τοιοῦτον γὰρ ἡ φαντασία, ψευδὴς πάντως ἔνδειξις. «Καὶ
ἐσκήνωσεν ἐν ἡμῖν». Ἐπειδὴ ἄνω εἶπεν, ὅτι, «Ὁ Λόγος σὰρξ ἐγένετο», ἵνα
μή τις ὑπολάβῃ, ὅτι μία φύσις λοιπὸν ἐγένετο ὁ Χριστός, διὰ τοῦτο ἐπάγει
τό, «Ἐσκήνωσεν ἐν ἡμῖν», ἵνα δείξῃ τὰς δύο φύσεις, τήν τε ἡμετέραν, καὶ
τὴν τοῦ Λόγου. Ὥσπερ γὰρ ἄλλης φύσεώς ἐστιν ἡ σκηνή, καὶ ἄλλης ὁ
κατασκηνῶν ἐν αὐτῇ· οὕτω καὶ ὁ Λόγος σκηνῶσαι ἐν ἡμῖν λεγόμενος,
τουτέστιν, ἐν τῇ ἡμετέρᾳ φύσει, ἄλλης ἂν εἴη φύσεως παρὰ τὴν ἡμετέραν.
Αἰσχυνέσθωσαν οἱ Ἀρμένιοι, οἱ μίαν φύσιν πρεσβεύοντες. Μανθάνομεν
οὖν, διὰ μὲν τοῦ, «Ὁ Λόγος σὰρξ ἐγένετο», ὅτι αὐτὸς ὁ Λόγος ἄνθρωπος
ἐγένετο, καὶ υἱὸς ὢν τοῦ Θεοῦ, γέγονε καὶ γυναικὸς Υἱός· ἥτις καὶ κυρίως
Θεοτόκος καλεῖται, ὡς τὸν Θεὸν γεννήσασα ἐν σαρκί. Διὰ δὲ τοῦ,
«Ἐσκήνωσεν ἐν ἡμῖν», τοῦτο διδασκόμεθα, τὸ δύο φύσεις πιστεύειν εἰς τὸν
ἕνα Χριστόν. Εἰ γὰρ καὶ εἷς κατὰ ὑπόστασιν ἤγουν τὸ πρόσωπον, ἄλλα δύο
κατὰ τὰς φύσεις· Θεὸς γὰρ καὶ ἄνθρωπος· θεία δὲ φύσις καὶ ἀνθρωπίνη
οὐκ ἂν εἶεν ἕν, εἰ καὶ περὶ ἕνα θεωροῖντο, τὸν Χριστόν φημι.

You might also like