Download as rtf, pdf, or txt
Download as rtf, pdf, or txt
You are on page 1of 23

Χαιρετισμοί εις τον Άγιον Νικολάο Αρχιεπισκόπου Μύρων της Λυκίας του Θαυματουργού

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Κοντάκιον. ῏Ηχος πλ. δ΄. Τῇ ῾Υπερμάχῳ.

Ὡς τῶν θαυμάτων ποταμὸν ἐξ Ἐδὲμ βλύζοντα καὶ τῶν πασχόντων ἀρωγὸν καὶ ἀντιλήπτορα, ἀνυμνοῦμέν
σε οἱ δοῦλοί σου, Ἱεράρχα. Ἀλλ᾿ ὡς σπλάγχνα οἰκτιρμῶν δεικνύων ἅπασιν ἐν ἀνάγκαις καὶ ἐν θλίψεσι
προΐστασο τῶν βοώντων σοι· Χαίροις πάτερ Νικόλαε.

Ἄγγελος ἐν τοῖς Μύροις ἀληθῶς ἀνεδείχθης, Νικόλαε, Χριστοῦ Ἱεράρχα (ἐκ γ΄), καὶ σὺν τῇ ἀγγελικῇ ζωῇ
τὰς κατ᾿ ἀξίαν δωρεὰς ἐξέφηνας, εὐφραίνων καὶ πιστούμενος τοὺς ἐκβοῶντάς σοι τοιαῦτα:

Χαῖρε δι᾿ οὗ εὐσεβεῖς πιστοῦνται·

χαῖρε, δι᾿ οὗ δυσσεβεῖς θαμβοῦνται.

Χαῖρε, τῆς Τριάδος φωστὴρ παμφαέστατος·

χαῖρε, τῆς δυάδος τῆς ὕλης ὑπέρτερος.

Χαῖρε, ὕψος τὸ περίοπτον οὐρανίων ἀρετῶν·

χαῖρε βάθος τὸ ἀκέ νω τον πλουτοδότων οἰκτιρμῶν.

Χαῖρε, ὅτι ὑπάρχεις τῶν θαυμάτων ταμεῖον·

χαῖρε, ὅτι τυγχάνεις τῶν χαρίτων δοχεῖον.

Χαῖρε, ἀστὴρ τῆς κτίσεως ἄδυτε·

χαῖρε πατὴρ ἡμῶν καὶ διδάσκαλε.

Χαῖρε, δι᾿ οὗ νεουργοῦνται καρδίαι·

χαῖρε, δι᾿ οὗ καθαιροῦνται κακίαι.

Χαίροις πάτερ Νικόλαε.


Βρέφος ὢν προεκφαίνεις τῇ σεμνῇ σου διαίτῃ τὴν μέλλουσαν τοῦ βίου αἴγλην τῷ μητρῴῳ γάρ, πάτερ,
μαζῷ ἐν ἡμέραις νηστίμοις, νοῒ σώ φρονι, οὐ προσήρχου, καίπερ νήπιον, οἱονεὶ τῷ Σωτῆρι ᾄδων·

Ἀλληλούια.

Γόνιμον τὴν καρδίαν τῇ ἠθῶν εὐκοσμίᾳ τελῶν πρὸς μυστικὴν εὐκαρ πίαν, ἐμπρέπεις ἐν μοναστῶν χορῷ,
εἰς ἀρετῶν δὲ ἀνήχθης ἀκρώρειαν, δι᾿ ὧν ῥυθμίζεις ἅπαντας τοὺς μετὰ πόθου σοι βοῶντας·

Χαῖρε, ἠθῶν ἀρίστων ἑστία·

χαῖρε, σεμνῶν ὠδίνων φυτεία.

Χαῖρε, τῶν ἀγγέλων λαμπρὸν ἀφομοίωμα·

χαῖρε, τῶν δικαίων τῶν πάλαι ἐκτύπωμα.

Χαῖρε, ἄρουρα ἐκφέρουσα τοὺς τοῦ Πνεύματος καρπούς·

χαῖρε, ἄμπελε περκάζουσα βότρυας τοὺς γλυκερούς.

Χαῖρε, ὅτι ἐκ βρέφους ἐξελέξω τὸ κρεῖττον·

χαῖρε, ὅτι πρὸς θεῖον ἀνε πτέρωσαι φίλτρον.

Χαῖρε, κλεινὸν τῆς χάριτος σκήνωμα·

χαῖρε, στεῤῥὸν τῆς πίστεως στήριγμα.

Χαῖρε, παθῶν ἀληθὴς ιζοτόμος·

χαῖρε, σεπτῶν ἀρετῶν φυτοκόμος

Χαίροις πάτερ Νικόλαε.

Δρόμῳ, πάτερ, ἁγίῳ κεχρημένος ὁσίως, ὡς ἔρωτι πτερούμενος θείῳ, κατῆρας τῇ ἁγίᾳ Σιών, καὶ εἰς
τόπον οὗ οἱ πόδες ἔστησαν Κυρίου προσεκύνησας, ᾧ καὶ θεαστικῶς ἐβόας·
Ἀλληλούια.

Ἔργων δικαιοσύνης διαλάμπων ἐν ὕψει, τοῦ Πνεύματος τῷ μύρῳ ἐχρίσθης, καὶ ἐν καθέδρᾳ
πρεσβυτέρων τὸν ὑπερύμνητον ᾔνεσας Κύριον, ἐν λόγοις τε καὶ πράξεσι, πυρσεύων τοὺς σοὶ
ἐκβοῶντας·

Χαῖρε, ὁ θύτης τῶν ἀποῤῥήτων·

χαῖρε, ὁ ῥύστης τῶν περιλύπων.

Χαῖρε, τῶν ἱερέων κανὼν ἀκριβέστατος·

χαῖρε, πενομένων δοτὴρ προ μηθέστατος.

Χαῖρε, ξένη ἐπικούρησις νεανίδων τῶν πτωχῶν·

χαῖρε, σκέπη καὶ ἀμ φίεσις τῶν γυμνῶν καὶ ὀρφανῶν.

Χαῖρε, τῆς συμπαθείας γαληνότατον ὄμμα·

χαῖρε,τῆς εὐσπλαγχνίας ἱλαρώτατον στόμα.

Χαῖρε, στοργῆς τελείας θησαύρισμα·

χαῖρε, χοροῦ ὁσίων ὡράισμα.

Χαῖρε, πηγὴ ψυχοτρόφων ναμάτων·

χαῖρε, πρηστὴρ ἀνηκέστων πημάτων

Χαίροις πάτερ Νικόλαε.

Ζήλῳ ζηλῶν τελείῳ τῇ στοργῇ τοῦ πλησίον τῶν θείων ἀποστόλων τὸν ζῆλον, τὴν αὐτῶν αὐθεντίαν
σαφῶς κατεκληρώσω, Νικόλαε, μέγιστε ἐγένου γὰρ ἐν ἅπασι σωτήρ, πατὴρ καὶ τύπος, ψάλλων·

Ἀλληλούια.
Ἤνοιξάς σου τὴν χεῖρα ἐπιστὰς κατὰ νύκτα, τῷ τέως ἐμπεσόντι ἐν δείᾳ καὶ τὰς τούτου θυγατέρας τρεῖς,
τῇ χορηγίᾳ σου, πάτερ, διέσωσας διό σου τὴν χρηστότητα, ἀγάμενοι ἀναβοῶμεν·

Χαῖρε, ἀπόρων ἡ εὐπορία·

χαῖρε, εὐπόρων παιδαγωγία.

Χαῖρε, θλιβομένων ψυχῶν παραμύθιον·

χαῖρε, δεομένων τὸ θεῖον προσφύγιον.

Χαῖρε, πλοῦτος ἀδαπάνητος τῶν ποικίλως ἐνδεῶν·

χαῖρε, οἶκτος ἀνεξάντλητος τῶν πασχόντων καὶ χηρῶν.

Χαῖρε, ὅτι τὸν ἄνδρα τῆς πενίας ἐῤῥύσω·

χαῖρε, ὅτι τὸν ἄνω θη σαυ ρὸν ἐκομίσω.

Χαῖρε σεμνῶν παρθένων διάσωσμα·

χαῖρε, σεπτῶν πατέρων ἀγλάισμα.

Χαῖρε, καλῶν πλουτοδότα ἐνθέων·

χαῖρε, πολλῶν εὐεργέτα βοώντων.

Χαίροις πάτερ Νικόλαε.

Θάλασσαν κατευνάσας τῇ ἐντεύξει σου, μάκαρ, καὶ ναύτην τὸν θα νόν τα ἐγείρας ἐξέπληξας τοὺς
συμπλωτῆρας τοῖς μεγαλείοις σου, πάτερ Νικόλαε μεγάλως γὰρ δεδόξασαι παρὰ Κυρίου, ᾧ βοῶμεν·

Ἀλληλούια.

Ἱεράρχης θεόφρων καὶ ποιμὴν τῶν Μυρέων ἐδείχθης ὡς τοῦ Πνεύμα τος σκεῦος· ἐντεῦθεν ὡς Χριστοῦ
μιμητὴς ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τὸ σὸν ποιμαίνεις ποίμνιον βοῶν σοι, τῷ καλῷ ποιμένι·

Χαῖρε, ὁ ἔνθους ἀρχιεράρχης·


Χαῖρε, Μυρέων ὁ ποιμενάρχης.

Χαῖρε, οἰκουμένης λαμπτὴρ φαεινότατος·

χαῖρε, ἀντιλήπτωρ ἁπάντων θερμότατος.

Χαῖρε, ἄνερ τῶν τοῦ Πνεύματος θείων ἐπιθυμιῶν·

χαῖρε, γλῶττα ἡ μελίῤῥυτος πρακτικῶν ὑποθηκῶν.

Χαῖρε, μυσταγωγίας ὑποφῆτα τῆς ἄνω·

χαῖρε, ἱερουργίας μυστοδότα τῆς κάτω.

Χαῖρε, Χριστοῦ εὐῶδες κειμήλιον·

χαῖρε, παθῶν παντοίων λυτήριον.

Χαῖρε, μορφὴ ἱλαρότητος πλήρης·

χαῖρε Θεοῦ ἀγαθότητος μύστης.

Χαίροις πάτερ Νικόλαε.

Κήρυξ ὢν εὐσεβείας, ὑπὲρ ταύτης ποικίλλας ὑπέστης γεγηθὼς κα κουχίας δογμάτων γὰρ τῶν
τυραννικῶν κατατολμᾷν παρηγγύας, Νικόλαε, τοὺς αἱρουμένους, ὅσιε, σὺν σοὶ κραυγάζειν τῷ Σωτῆρι·

Ἀλληλούια.

Λάμψας ἐν τῇ συνόδῳ, ἱεράρχα θεόφρων, τῇ πρώτῃ ὡς ἀστὴρ σελασ φόρος, καθεῖλες ἄρειον τὸν
δεινόν, καὶ τὸν Υἱὸν σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι κηρύξας ὁμοούσιον, ἀκούεις παρὰ πάντων ταῦτα·

Χαῖρε, τὸ νῖκος τῆς εὐσεβείας·

χαῖρε, τὸ σέλας τῆς ἐκκλησίας.

Χαῖρε, τῶν ἐνθέων δογμάτων συνήγορε·

χαῖρε, τῶν ὀθνείων σπερ μά των κατήγορε.


Χαῖρε, ἥλιε πολύφωτε, καταλάμπων πᾶσαν γῆν·

χαῖρε, πρόβολε ἀτί νακτε, ἐχθροῦ τρέπων τὴν ὁρμήν.

Χαῖρε, τῆς τρισηλίου μυητὰ μοναρχίας·

χαῖρε, τῆς ὑπερθέου μαθητὰ θεαρχίας.

Χαῖρε, κρουνὲ πλουσίας χρηστότητος·

χαῖρε, σπορεῦ ῥημάτων ὀρθότητος.

Χαῖρε, στεῤῥὸς καθαιρέτης Ἀρείου·

χαῖρε, λαμπρὸς μυστολέκτης Κυρίου.

Χαίροις πάτερ Νικόλαε.

Μέγας ἐν προστασίαις καὶ δυνάμεσι πλείσταις ὑπάρχων φιλ’ οικτίρμονι γνώμῃ, τοὺς ἐν θαλάσσῃ καὶ ἐν
ξηρᾷ ἐν κινδύνοις περιπίπτοντας, ὅσιε, προφθάνεις συμπαθέστατα καὶ βοηθεῖς αὐτοῖς βοῶσιν·

Ἀλληλούια.

Νέους τρεῖς ἐπ᾿ ἀδίκῳ, παναοίδιμε, ψήφῳ εἰς θάνατον ἀχθέντας ἐῤῥύσω· ἐν ὑστάτῃ γὰρ αὐτοῖς ῥοπῇ
ἐπιστὰς ἐλευθερίαν ἐβράβευσας, οἷα ποιμὴν φιλάγαθος, βοῶντάς σοι ἐν εὐφροσύνῃ·

Χαῖρε, προστασία ἀδικουμένων·

χαῖρε, παιδεία γεγαυρωμένων.

Χαῖρε, τῶν ἀδίκως κριθέντων ἀνάσωσις·

χαῖρε, τῶν ἐν λύπαις τε λούν των ἀνάψυξις.

Χαῖρε, μέγας ἐν χρηστότητι καὶ ἐν θαύμασι πολύς·

χαῖρε, μείζων εἰς ἀντίληψιν καὶ εἰς ἀρωγὴν ταχύς.

Χαῖρε, τῶν ἀποστόλων ἀκραιφνὲς ἐκμαγεῖον·


χαῖρε, τῶν θεοφρόνων ἀληθὲς πρυτανεῖον.

Χαῖρε, λαμπρὰ πενήτων προμήθεια·

χαῖρε, θερμὴ καμνόντων βοή θεια.

Χαῖρε, κριτῶν ῥυθμιστὰ ἀδικίας·

χαῖρε, ἡμῶν ποριστὰ αὐταρκείας.

Χαίροις πάτερ Νικόλαε.

Ξόανα τῆς ἀπάτης καὶ τεμένη τῆς πλάνης καθεῖλες τῇ ἐν σοὶ ἐπι λάμψει· στηλογραφίαν δὲ ἐμφανῆ
παντὸς καλοῦ καὶ ἀγαθοῦ παρέστησας σαυτόν, πάτερ Νικόλαε, τοῖς εὐσεβῶς Θεῷ βοῶσιν·

Ἀλληλούια.

Ὄναρ τῷ Κωνσταντίνῳ ἅμα καὶ Ἀβλαβίῳ ἐπέστης καὶ ἣν ἔθεντο ψῆφον, ἀνεῖναι ἐπιτάσσων αὐτοῖς καὶ
τοὺς δεσμίους ἀπολῦσαι τάχιστα, ὥσπερ ἀθῴους πέλοντας διὸ σοι ἀνεβόων ταῦτα·

Χαῖρε, πλημμύρα τῶν θαυμασίων·

χαῖρε, κινύρα τῶν οὐρανίων.

Χαῖρε, τῶν ἀθῴων ἀνδρῶν ἡ ἐκλύτρωσις·

χαῖρε, τῶν πενθούντων ἐν βίῳ ἀντίληψις.

Χαῖρε, θείας ἀγαθότητος ποταμὸς ὑπερχειλής·

χαῖρε, ἔργων τῶν τῆς χάριτος κῆπος ὁ ἀμφιλαφής.

Χαῖρε, ὅτι προφθάνεις τοὺς θερμῶς σε καλοῦντας

χαῖρε, ὅτι κου φί ζεις τοὺς ἐν πόνοις τελοῦντας.

Χαῖρε, πολλῶν κινδύνων ῥυόμενος·

χαῖρε, ἀεὶ ἐν θλίψει φαινόμενος.


Χαῖρε, λαμπρῶν δωρεῶν συστοιχία·

χαῖρε, ἡμῶν πρὸς Χριστὸν μεσιτεία.

Χαίροις πάτερ Νικόλαε.

Πόλιν τὴν τῶν Μυρέων θαυμαστῶς διατρέφων, καιρῷ τῆς σιτοδείας, θεό φρων, τὴν οἰκουμένην διὰ
παντὸς τοῖς ἐξαισίοις σου ἐκπλήττεις θαύμασι κατ᾿ ὄναρ καὶ καθ᾿ ὕπαρ γὰρ θερμῶς ἀρήγεις τοῖς
βοῶσιν·

Ἀλληλούια.

Ῥήσεων κατωδύνων τῶν δεινῶς προσπεσόντων ἐν κλύδωνι θαλάσσης μεγίστῳ ἀκούσας ἐπεφάνης
αὐτοῖς, καὶ τὴν ναῦν ὡς ἀσφαλῶς ἐκυβέρνησας ἐντεῦθεν οἱ σωθέντες σε ἀνύμνησαν ἀναβοῶντες·

Χαῖρε, σεπτῶν ποιμένων ἀκρότης·

χαῖρε, κλεινῶν πατέρων φαιδρότης.

Χαῖρε, κυβερνῆτα πλωτήρων σωτήριε·

χαῖρε, καταλύτα δαιμόνων ἀήττητε.

Χαῖρε, ὁ τοῖς κινδυνεύουσιν ὀξυδρόμως βοηθῶν

χαῖρε ὁ τοὺς προσι όν τας σοι πολλαχῶς εὐεργετῶν.

Χαῖρε, ναματοφόρος πνευματέμφορος πέτρα·

χαῖρε, ὁ διεκβλύζων τὸ θεόβρυτον νέκταρ.

Χαῖρε, λιμὴν πλεόντων ἀχείμαστος·

χαῖρε, ἐν γῇ ἁπάσῃ περίπυστος.

Χαῖρε, ζωῆς τῆς μελλούσης ἀξία·

χαῖρε, πιστῶν ἀσφαλὴς προστασία


Χαίροις πάτερ Νικόλαε.

Σκευασίαν δολίαν τοῦ κακίστου βελίαρ πρὸς βλάβην τοῦ τεμένους σου, μάκαρ, νύκτωρ ἐπιφανεὶς τῇ
νηί, ἀποσκευάσαι τῇ θαλάσσῃ εἴρηκας οἱ δὲ καθυπακούσαντες ἐν ἐκπλήξει Χριστῷ ἐβόων·

Ἀλληλούια.

Τὸν βυζάντιον ἄνδρα, τὸν θερμῶς σε φιλοῦντα, ἐν βάθει τῆς θαλάσσης πεσόντα, ἀφήρπασας ἐκ τῆς
πνιγμονῆς, καὶ θαυμαστῶς τοῖς οἰκείοις ἀνέσωσας οἱ δὲ τὸ μεγαλεῖόν σου θαυμάζοντες λαμπρῶς
ἐβόων·

Χαῖρε, φρικτῶν αὐτουργὲ θαυμάτων·

χαῖρε, καινῶν ἐνεργὲ πραγμάτων.

Χαῖρε, τῆς θαλάσσης πραΰνων τὸν κλύδωνα·

χαῖρε, τῆς ἀπάτης ξη ραίνων τὰ κύματα.

Χαῖρε, αὔρα ἡ γαλήνιος, εὐσεβῶν ἀναψυχή·

χαῖρε, ὅρμος ὁ ἀκύμαντος, τῶν πιστῶν καταφυγή.

Χαῖρε, ὁ πᾶσαν κτίσιν θαυμαστῶς διατρέχων

χαῖρε, ὁ πᾶσαν λύσιν τοῖς αἰτοῦσι παρέχων.

Χαῖρε, ψυχῶν τὰ βάρη ἰώμενος·

χαῖρε, νυκτὶ καὶ ὕπαρ ὁρώμενος.

Χαῖρε, λαμπρὸς ἐκκλησίας δᾳδοῦχος·

χαῖρε πιστῶν εὐκλεὴς πολιοῦχος.

Χαίροις πάτερ Νικόλαε.

῞Υμνοις σε χαρμοσύνοις ἀνυμνεῖ πᾶσα κτίσις, τρυφῶσα τῶν πολλῶν σου θαυμάτων τίς γὰρ σοι ἐν
θλίψει προσελθών, καὶ οὐκ ἔτυχε τῆς σῆς ἀντιλήψεως; Τοῖς πᾶσι γὰρ ταχύτατος εὑρίσκῃ ἀρωγὸς
βοῶσιν·

Ἀλληλούια.

Φέγγος τῶν ἰαμάτων καὶ ὀσμὴν χαρισμάτων, ὡς θήκη νοητῶν ἀρω μάτων ἀρωματίζουσα δαψιλῶς, ἡ
τῶν λειψάνων σου σορός, Νικόλαε, πρὸς Δύσιν μετενήνεκται, ἁγιάζουσα τοὺς βοῶντας·

Χαῖρε, πηγὴ οὐρανίου μύρου·

χαῖρε, ὀσμὴ ἀκηράτου βίου.

Χαῖρε, Παρακλήτου τὸ εὔπνουν ἀλάβαστρον·

χαῖρε, παραδείσου εὐῶ δες κιννάμωμον.

Χαῖρε, ἔαρ τὸ πολύανθον μυροφόρων ἀγαθῶν·

χαῖρε, σκεῦος τὸ μυρόχριστον μυριπνόων δωρεῶν.

Χαῖρε, μυροβλυσία νοητῶν ἀρωμάτων

χαῖρε, λαμπαδουχία θεϊκῶν χαρισμάτων.

Χαῖρε, ὀσμῆς Χριστοῦ ἡ διάδοσις·

χαῖρε, ἐχθροῦ δυσώδους κατάλυσις.

Χαῖρε, λειμὼν ἀθανάτων ἀνθέων·

χαῖρεμ κλυτὸς ἀληθῶς μυροχεύμων.

Χαίροις πάτερ Νικόλαε.

Χάριν ὁμολογοῦμεν τῇ θερμῇ σου πρεσβείᾳ, δι᾿ ἧς τῆς τῶν ἐχθρῶν ἐπηρείας καὶ πάσης βλάβης καὶ
συμφορᾶς, ἐκλυτρούμεθα εὐσπλάγχνως, Νικόλαε ἀλλὰ μὴ παύσῃ, ὅσιε, φρουρεῖν ἀπαύστως τοὺς
βοῶντας·
Ἀλληλούια.

Ψάλλοντές σου τοὺς ὕμνους ἀνυμνοῦμέν σε πάντες, ὡς μέγαν εὐσεβῶν προμηθέα σὲ γὰρ τὸ Πνεῦμα τὸ
ἀγαθὸν ἀρωγὸν καὶ ἐπίκουρον ἀνέδειξεν ἐν ἐκκλησίᾳ, ὅσιε, τοῖς εὐλαβῶς σοι ἐκβοῶσι·

Χαῖρε, τὸ κλέος ἀρχιερέων·

χαῖρε, ὁ κόσμος ἀρχιποιμένων.

Χαῖρε, ἀποστόλων Χριστοῦ ἰσοστάσιος·

χαῖρε, μυστηρίων τῶν θείων διάκονος.

Χαῖρε, στῦλος καὶ ἑδραίωμα ἐκκλησίας τοῦ Θεοῦ·

χαῖρε, τεῖχος καὶ ὀχύρωμα τοῦ θεόφρονος λαοῦ.

Χαῖρε, ναυτιλλομένων θεῖος οἰακοστρόφος·

χαῖρε, θαλαττευόντων μέγας πηδαλιοῦχος.

Χαῖρε, δι᾿ οὗ κινδύνων ἐκρύομαι·

χαῖρε, δι᾿ οὗ Κυρίῳ προσάγομαι.

Χαῖρε, φρουρὸς τῆς παρούσης σου κέλλης·

χαῖρε, κᾀμοῦ ἀρωγὸς ἀεί, χαίροις.

Χαίροις πάτερ Νικόλαε.

Ὧ πανεύφημε πάτερ, ὀρθοδόξων προστάτα, Νικόλαε, Χριστοῦ ἱεράρχα (ἐκ γ΄), μὴ παύσῃ ἀπαύστως
βοηθεῖν, καὶ διέπειν εὐθέτως πρὸς τὰ κρείττονα τοὺς πόθῳ προσιόντας σοι, καὶ τῷ Χριστῷ ἀεὶ βοῶντας·

Ἀλληλούια.

Καὶ αὖθις τὸ Κοντάκιον. ῏Ηχος πλ. δ΄. Τῇ ῾Υπερμάχῳ.Ὡς τῶν θαυμάτων ποταμὸν ἐξ Ἐδὲμ βλύζοντα, καὶ
τῶν πασχόντων ἀρωγὸν καὶ ἀντιλήπτορα, ἀνυμνοῦμέν σε οἱ δοῦλοί σου, Ἱεράρχα.
Ἀλλ᾿ ὡς σπλάγχνα οἰκτιρμῶν δεικνύων ἅπασιν, ἐν ἀνάγκαις καὶ ἐν θλίψεσι προΐστασο, τῶν βοώντων
σοι· Χαίροις πάτερ Νικόλαε.

Δίστιχον·

Νίκην κατ᾿ ἐχθρῶν Νικόλαε παράσχου

Γερασίμῳ πλέξαντι τοὺς δὲ σοί τοὺς οἴκους.

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Νικόλαον

Βίος Αγίου Νικολάου Αρχιεπισκόπου Μύρων της Λυκίας

Πηγή

Χαιρετισμοί εις τον Άγιον Νικολάο Αρχιεπισκόπου Μύρων της Λυκίας του Θαυματουργού

Ποίημα Μοναχού Γρηγορίου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμὰχῳ.

Τῷ τὸν Μυρέων Ἱεράρχην μύρα βλύζοντι, ὡς τροπαιούχῳ νικητῇ τὰ αἰσθητήρια, ὑπανοίγοντες αὐτῷ τῷ
εὐσυμπαθήτῳ, ἐκβοήσωμεν ἐφύμνια προσφθέγγοντες, ἐκ παντοίων ἡμᾶς λύτρωσαι κακώσεων, ἵνα
κράζωμεν· Χαίροις Μάκαρ Νικόλαε.

Ἄγγελος οὐρανόφρων, ἐγνωρίσθης ἐν κόσμῳ, ζωὴν ἀγγελικήν βιοτεύσας· (ἐκ γ΄) σῶμά σου δὲ τὸ σεπτὸν
μύρα προχέον καὶ εὐωδίαν ἀέναον βλύζον, ἐξιστᾶ τοὺς πάντας καὶ πείθει τοῦ βοᾶν σοι ταῦτα·

Χαῖρε, τὸ νῖκος τῆς εὐσεβείας·

χαῖρε, τὸ κράτος τῆς Ἐκκλησίας.

Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα·

χαῖρε, στιλπνὸν τῶν Μυρέων καύχημα.


Χαῖρε, ὕψος θείας γνώσεως, δυσερμήνευτον πολλοῖς·

χαῖρε, βάθος τῆς φρονήσεως, δυσαντίβλεπτον βροτοῖς.

Χαῖρε, τῶν θαυμάτων πηγὴ ἀνεξάντλητε·

χαῖρε, πηγάζων πιστοῖς ἰάσεις ἑκάστοτε.

Χαῖρε, ὁ θεῖον ζῆλον ἐν καρδία σου φέρων·

χαῖρε, ὁ εὐωδίαν ἐκ τοῦ οἴκου σου βρύων.

Χαῖρε, λαμπτὴρ εὐσεβοῦς ἀληθείας·

χαῖρε, σφραγὶς ὀρθοδόξου λατρείας.

Χαίροις Μάκαρ Νικόλαε.

Βλέπουσα ἡ Μυρέων, τὸ παράδοξον θαῦμα, τὰ μύρα τοῦ σεπτοῦ σου λειψάνου, σὺν πόθῳ τὴν πολλήν
σου χάριν καὶ ἰάσεων προχοὴν γεραίρει, πρὸς Θεὸν βοῶσα·

Ἀλληλούϊα.

Γνωστικὸς συνεκράθης, ἐκ ψυχῆς μυῤῥορόα, Χριστῷ τῷ νοητῷ ὄντως μύρῳ, καὶ ταῖς Τούτου ἀεὶ συνῶν
εὐωδίαις θείαις καὶ διαδόσεσι, μύρον καινὸν ἀνέβλυσας· διὸ σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, ἡ δόξα τῶν Ἱερέων·

χαῖρε, τὰ κλέος Ἀρχιερέων.

Χαῖρε, τῆς Τριάδος ὁ οἶκος ὁ πάντερπνος·

χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος.

Χαῖρε, πρέσβυς ὁ θερμότατος εἰσακούων τοὺς πιστούς·

χαῖρε, τόξον τὸ ὀξύτατον ἐκδιώκων τοὺς ἐχθρούς.

Χαῖρε, λύχνε διακρίσεως ἀπαστράπτων ἐμφανῶς·


χαῖρε, ἄστρον διοράσεως καταυγάζων τηλαυγῶς.

Χαῖρε, καρπῶν τοῦ Πνεύματος ἔμπλεως·

χαῖρε, πασῶν χαρίτων ἀνάμεστος.

Χαῖρε, τῶν ἐν θαλάσσῃ ὁδηγὸς καὶ προστάτης·

χαῖρε, τῶν ἐν πελάγει ἀπλανὴς κυβερνήτης.

Χαίροις Μάκαρ Νικόλαε.

Διαπτὰς ἐν λειμῶνι, τῶν τοῦ Πνεύματος λόγων, τῷ τρόπῳ φιλοπόνου μελίσσης καὶ ἐκ τούτων μάκαρ
ἀπανθῶν, ἄνθη ἐδρέψω Νικόλαε ἡδύπνοα, σκευάσας ἐν καρδίᾳ σου τὸ θεῖον μύρον, κράζων·

Ἀλληλούϊα.

Ἔχοντες τὸν ναόν σου τὸν πανίερον τοῦτον, ἀκένωτον πηγὴν ἰαμάτων, προστρέχομεν εὐλαβῶς καὶ τὴν
χάριν ἀπαντλοῦντες δαψιλῶς, βοῶμεν εὐχαρίστως οὕτω·

Χαῖρε, κρατὴρ πανευώδους μύρου·

χαῖρε, πηγὴ μυριπνόου ῥείθρου.

Χαῖρε, μυροδόχον ἀγγεῖον τοῦ Πνεύματος·

χαῖρε, μυροθήκη εὐώδης τῆς χάριτος.

Χαῖρε, μύρον πολυσύνθετον ἐξ εὐπνόων ἀρετῶν·

χαῖρε, φιάλη ἀρωμάτων γέμουσα μυρεψικῶν.

Χαῖρε, ὁ μύρου θείου τὴν πηγαίαν πλουτήσας·

χαῖρε, ὁ κράμμα ξένον τοῖς ἀνθρώποις κεράσας.

Χαῖρε, καρπῶν τοῦ Πνεύματος ἔμπλεως·

χαῖρε, πασῶν χαρίτων ἀνάμεστος.


Χαῖρε, Χριστοῦ τὸ θεῖον ὀσφράδιον·

χαῖρε, πιστῶν τὸ ξένον λουτήριον.

Χαίροις Μάκαρ Νικόλαε.

Ζάλην πᾶσαν τοῦ κόσμου, ἐκφυγὼν Ἱεράρχα, ἐποίμανας τὸν λαὸν τῶν Μυρέων, καὶ θαυμάτων πλήθη
ἐνεργῶν, διέσωσας ἐκθρέψας νοητῶς, καὶ πρὸς τὴν μάνδραν ἤλασας τῆς ἄνω Βασιλείας, Θεῷ βοῶντας·

Ἀλληλούϊα.

Ἡ ὀσμὴ σῶν λειψάνων, φρέαρ ὕδατος ὤφθη, ποτίζων μύρον ἀθανασίας, καὶ τῶν θείων μύρων ἡ ῥοή,
μυρεψικὴν παντοίων ὀδμὴν πηγάζοντα γνωρίζεται, τοῖς σοί βοῶσιν ἐκ ψυχῆς τοιαῦτα·

Χαῖρε, εὔοσμον ἀλάβαστρον ψυχῶν·

χαῖρε, ἔλαιον ἱλαρύνων νοῦν ἡμῶν.

Χαῖρε, ποιμὴν λογικῶν προβάτων·

χαῖρε, λιμὴν τῶν ἐν θαλάσσῃ πλεόντων.

Χαῖρε, ὅτι ἐθεράπευσας τοὺς νοσοῦντας πολλαπλῶς·

χαῖρε, ὅτι ἐμεσίτευσας ἁμαρτάνουσι πυκνῶς.

Χαῖρε, τῶν λυπουμένων παραμύθιον πέλων·

χαῖρε, τῶν θλιβομένων παρηγόρημα θεῖον.

Χαῖρε, ἀθῴους θανάτου ῥυσάμενος·

χαῖρε, ἀπίστους ἐκ πλάνης σωσάμενος.

Χαῖρε, δι’ οὗ ἐδοξάσθη ἡ πίστις·

χαῖρε, δι’ οὗ χαίρει σύμπασα κτίσις.


Χαίροις Μάκαρ Νικόλαε.

Θαῦμα μέγα ὁρᾶται, πῶς ἡ ἄνικμος λάρναξ, τοῦ θείου καὶ σεπτοῦ σου λειψάνου, μύρων πηγὰς
ἔβλυσεν, ἰάματα νοσοῦσι παρασχὼν χάριτι, τοῦ σὲ μύρῳ νοητῷ χρίσαντος, ὡς Ἱεράρχην ἄξιον, αὐτῷ
βοῶντα·

Ἀλληλούϊα.

Ἴδιον οὐκ ἐκτήσω, ἐπὶ γῆς θεοῤῥῆμον, Χριστὸν δὲ μόνον ἀεὶ ἀναπνέων, ἐν Αὐτῷ ζῶν, καὶ πρὸς Αὐτὸν
ἀφορῶν ἀκλινῶς, Τοῦτον ἐκέκτησο φῶς καὶ ἔρωτα, διὸ σοι προσφωνοῦμεν πόθῳ·

Χαῖρε, Ἀρείου τῆς πλάνης ἔλεγχε·

χαῖρε, Ὀρθοδόξου λαοῦ ὑπέρμαχε.

Χαῖρε, Ἀρχιερέων ἀγλάϊσμα ἔξοχον·

χαῖρε, τῶν κακοδόξων φυγάδευμα εὔστοχον.

Χαῖρε, λίαν συμπαθέστατε καὶ φιλόπτωχε Ποιμήν·

χαῖρε, ἄγαν εὐμενέστατε καὶ γαλήνιε λιμήν.

Χαῖρε, ὃν ἀνυμνοῦσιν ἐν τοῖς πέρασι κόσμου·

χαῖρε, ὅτι ἀντλοῦσι τοῦ σοῦ μύρου εὐόσμου.

Χαῖρε, κανὼν πίστεως θεόδεκτος·

χαῖρε, εἰκὼν πραότητος πανάριστος.

Χαῖρε, ὀρθῆς πολιτείας ὁ γνώμων·

χαῖρε, σοφῆς προμηθείας νοήμων.

Χαίροις Μάκαρ Νικόλαε.

Κήρυκες τῶν πολλῶν σου, γεγονότες θαυμάτων, Νικόλαε ἐδείχθησαν οἱ τρεῖς στρατηλάται, οὓς ἐῤῥύσω
ἐμφανείᾳ σου φρικτῇ παρανόμου σφαγῆς, Ἀβλάβιον ἐλέγξας φιλοχρήματον· οἵ καὶ σωθέντες χάριτι, τῷ
θαυμαστῷ Θεῷ ἐβόων·

Ἀλληλούϊα.

Λάμψας ἐν Μυρέων, θεοσδότῳ καθέδρᾳ, ἐδίωξας τῆς πλάνης τὸ σκότος· τοῖς γὰρ λόγοις νουθετῶν
ἅπαντας, λύμης Ἀρείου τοῦ δεινοῦ ἔσωσας· διόπερ οἱ ῥυσθέντες ἐβόων σοι σοφὲ τοιαῦτα·

Χαῖρε, σάλπιξ ἁγία τὸν Σωτῆρα κηρύξας·

χαῖρε, ἄλπεις τὰς θείας Παραδείσου οἰκήσας.

Χαῖρε, ἕνεκα μύρου τοῦ θείου σου σώματος·

χαῖρε, ἄθεον λῆρον ἐλέγξας τοῦ σκώμματος.

Χαῖρε, ἄμπελε κυπρίζουσα τῶν ἀνθέων τὰς πνοάς·

χαῖρε, σύμβολον λαμπρότητος τῆς ἐνθέου προσφορᾶς.

Χαῖρε, δωρεὰν ἰώμενος ἅπαντας·

χαῖρε, χαρᾶς πλήρων τοὺς προστρέχοντας.

Χαῖρε, ῥοὴ πανολβίου λύσεως·

χαῖρε, ὀσμὴ τῆς διττῆς ὀσφρήσεως.

Χαῖρε, δ’ οὗ θεραπεύονται νόσοι·

χαῖρε, δι’ οὗ ἐκδιώκονται πάθη.

Χαίροις Μάκαρ Νικόλαε.

Μῦρον ἐξεκενώθη, τῇ ψυχῇ σου ἀφρόνως, καυθὲν τοῦ Παρακλήτου τῇ θέρμῃ· κῆπον γὰρ ἀσματικῶς τὸ
σὸν πνεύσας νότος, ὁ θερμὸς Χριστοῦ πόθος σου, μύρα πᾶσιν ἀνέβλυσε Νικόλαε, Χριστῷ βοῶσιν·

Ἀλληλούϊα.
Νέος μάκαρ ἐφάνης, Ἀβραὰμ τῷ Σωτῆρι, τὸν νοῦν ὡς Ἰσαὰκ θυσιάσας, ἀναιμάκτους Αὐτῷ λατρείας
καθαρῶς ἀνενέγκας, ἀνθ’ ὧν σοι προσφωνοῦμεν ταῦτα·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας·

χαῖρε, τὸ νῖκος τῆς κληρουχίας.

Χαῖρε, χειμαζόμενων ὁ ἀχείμαστος ὅρμος·

χαῖρε, τῶν ἀποῤῥήτων ἀγαθῶν κληρονόμος.

Χαῖρε, ὅτι σοῦ τὸ λείψανον βρύει μύρα δαψιλῶς·

χαῖρε, ὅτι σοῦ τὸ τέμενος νέμει χάριν πολλαπλῶς.

Χαῖρε, ὑμῖν χαρίζων χαρίτων τὸ πέλαγος·

χαῖρε, πᾶσι ποτίζων σοῦ μύρου τὸ ἔλεος.

Χαῖρε, τροφὴ πεινόντων ἐν Πνεύματι·

χαῖρε, τρυφὴ πλουτούντων ἐν χάριτι.

Χαῖρε, λαμπρὰ καθέδρα αἰσθήσεων·

χαῖρε, κλεινὸν πηξίον τοῦ Πνεύματος.

Χαίροις Μάκαρ Νικόλαε.

Ξενηκαύστων θαυμάτων, αὐτουργὸς σὺ ἐγένου, καὶ ζῶν καὶ μετὰ πότμον τρισμάκαρ, ἐν θαλάσσῃ γάρ,
καὶ χέρσῳ φθάνεις ὀξέως τοῖς καλοῦσί σε, καὶ λυτροῦσαι θανάτου πικροῦ Ἅγιε, Θεῷ βοῶσιν·

Ἀλληλούϊα.

Ὅλος ὢν ἐν τοῖς ἄνω, καὶ ἡμῖν πάλιν κάτω, συνὼν Νικόλαε Ἱεράρχα, θαῦμα πᾶσαν ἀκοὴν καὶ διάνοιαν
ἐκπλήττων· ἡμεῖς δὲ τοῖς θαυμασίοις ἐκπληττόμενοι, βοῶμεν πρὸς σὲ τοιαῦτα·
Χαῖρε, σοφίας Θεοῦ ὁ πλήρης·

χαῖρε, προνοίας Αὐτοῦ ὁ μύστης.

Χαῖρε, ῥήτωρ θεοδίδακτε, πρὸς Χριστοῦ ἐκδιδαχθείς·

χαῖρε, ῥεῖθρα τῶν ἰάσεων, ὁ παρέχων τοῖς πιστοῖς.

Χαῖρε, ἄμπελε κυπρίζουσα τῶν ἀνθέων ταῖς πνοαῖς·

χαῖρε, σύμβολον πραότητος καὶ ἁγνείας ἀκραιφνοῦς.

Χαῖρε, τῆς σμυρναλόης τὸ ἀμβρόσιον ᾆσμα·

χαῖρε, κηρομαστίχης τὸ ἡδύπνοον κράμμα.

Χαῖρε, πλουτῶν τὸ κέρας τοῦ χρίσματος·

χαῖρε, αὐχῶν τὸ μύρον τοῦ Πνεύματος.

Χαῖρε, αἱρετιζόντων καθαιρέτης ὁ μέγας·

χαῖρε, τῶν Ὀρθοδόξων ὁ προστάτης καὶ γίγας.

Χαίροις Μάκαρ Νικόλαε.

Πᾶσαν χάριν ἐδέξω, οὐρανόθεν τρισμάκαρ Νικόλαε, θαυμάσια ἐκτελεῖν πᾶσι· τὸν ἀπρόσιτον γὰρ ὡς
Θεόν, γεγονέναι ἔφης πρόσιτον ἄνθρωπον, εἰς κόσμου σωτηρίαν, τοῖς μελῳδοῦσιν οὕτως·

Ἀλληλούϊα.

Ῥήτορας πολυστρόφους, ὡς ἰχθύας ἀφώνους, ἀπέδειξας σοφὲ Πνεύματος τῇ δυνάμει· ὁμοούσιον γὰρ
τῷ Πατρὶ τὸν Υἱὸν ἐκήρυξας, καὶ ᾄσματα τῆς νίκης σου παρ’ ἡμῶν ἀκούεις·

Χαῖρε, λαμπρὸν εὐδρομούντων κλέος·

χαῖρε, στεῤῥὸν κλονουμένων σθένος.

Χαῖρε, τῆς Λυκίας βλαστὸς εὐθαλλέστατος·


χαῖρε, Εὐαγγελίου καρπὸς ὁ ἀμάραντος.

Χαῖρε, μύρα εὐωδέστατα ὁ πηγάζων τοῖς πιστοῖς·

χαῖρε, ῥεῖθρα τῶν ἰάσεων ὁ προχέων τοῖς λαοῖς.

Χαῖρε, ὁ ἐκτεφρώσας τοὺς βωμοὺς τῶν δαιμόνων·

χαῖρε, ὁ ἐκνευρίσας τὴν ὀφρὺν τῶν εἰδώλων.

Χαῖρε, ὁ ἀνατέλλων τῶν θαυμάτων ἀκτῖνας·

χαῖρε, ὁ ἀναστέλλων τῶν δαιμόνων μανίας.

Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας·

χαῖρε, τρυφὴ τῆς πιστῶν εὐωχίας.

Χαίροις Μάκαρ Νικόλαε.

Σῶσον πάντας τοὺς πόθῳ, τῷ πανσέπτῳ ναῷ σου, προστρέχοντας Νικόλαε μάκαρ καὶ παντοίας βλάβης
καὶ δεινῶν συμφορῶν λύτρωσαι, παῤῥησίαν μεγίστην ὡς ἔχων πρὸς Χριστόν, σῴζειν ἑκάστοτε τοὺς
ἐκβοῶντας·

Ἀλληλούϊα.

Τεῖχος Ὀρθοδοξίας κεκτημένοι σε πάντες, ἐκτρέπομεν κακοδόξων τερθρείας· τὸν γὰρ Σωτῆρα καμάτοις
ἐθεράπευσας καὶ ἔργοις σου ἐδόξασας καὶ ἀντεδοξάσθης παρ’ Αὐτοῦ· ὄθεν σοι εὐλαβῶς βοῶμεν·

Χαῖρε, θνητῶν ἀθάνατον νέκταρ·

χαῖρε, βροτοῖς ἀνθηφόρον ἔαρ.

Χαῖρε, ἄνθρωπε οὐράνιε Βασιλείας τοῦ Θεοῦ·

χαῖρε, Ἄγγελε ἐπίγειε τοῦ Σωτῆρος Ἰησοῦ.

Χαῖρε, ἡμῖν χαρίζων σῶν χαρίτων πελάγη·

χαῖρε, πᾶσι πορίζων σῶν θαυμάτων ἐλέη.


Χαῖρε, δένδρον θαυμάτων τοὺς πολλοὺς καρποὺς φέρον·

χαῖρε, τῶν ἰαμάτων τοὺς βλαστοὺς ἀναθάλλων.

Χαῖρε, ἡ λύρα τῆς Χριστοῦ Ἐκκλησίας·

χαῖρε, ἡ μοῦσα οὐρανῶν Βασιλείας.

Χαῖρε, ψυχῶν εὐώδης ἀντίληψις·

χαῖρε, σαρκὸς μυρίζουσα ἴασις.

Χαίροις Μάκαρ Νικόλαε.

Ὕμνος ἅπας ἡττᾶται συνακολουθεῖν θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων ἐγκωμίων πληθύν·
καὶ γὰρ ἂν προσάξωμέν σοι Νικόλαε, οὐδὲν τελοῦμεν ἄξιον εἰς ἀμοιβὴν χαρίτων σου, ἀλλ’ οὖν βοῶμεν·

Ἀλληλούϊα.

Φωτοπάροχον χάριν τοῖς ἐν σκότει τοῦ βίου, αὐγάζοντα σὲ ἔγνωμεν Πάτερ· ὁδηγοῦντα πρὸς σωτηρίους
ἀτραπούς καὶ πρὸς γνῶσιν ἀληθῆ ἅπαντας καὶ τῷ φωτὶ προσάγων τῷ Χριστῷ· δι’ ὅ σοι προσφωνοῦμεν
ταῦτα·

Χαῖρε, δι’ οὗ τὸ φῶς καθωράθη·

χαῖρε, δι’ οὗ τὸ σκότος ἠλάθη.

Χαῖρε, Βασιλείας τῆς ἄνω συμμέτοχε·

χαῖρε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.

Χαῖρε, ἔσοπτρον ἐμφάσεων καθαρῶν χωρητικόν·

χαῖρε, ἄξιον θησαύρισμα τῶν Χριστοῦ μακαρισμῶν.

Χαῖρε, τῶν σοί προσφευγόντων ἀσφαλὲς φυλακτήριον·

χαῖρε, τῶν σοί προσιόντων ταχινὸν παραμύθιον.

Χαῖρε, πύργος ὁ φθάνων πρὸς αἰθέριον ὕψος·


χαῖρε, τεῖχος διεῖργον ἀντιπάλων τὸ νῖκος.

Χαῖρε, λαμπρὸν τῆς πίστεως γνώρισμα·

χαῖρε, φαιδρὸν τῆς χάριτος ἥδυσμα.

Χαίροις Μάκαρ Νικόλαε.

Χαῖρέ σοι προσφωνοῦμεν, Ἱεράρχα Κυρίου, Νικόλαε μονῆς σου προστάτα· ποιμὴν γὰρ παρ’ Αὐτοῦ
ἀνεδείχθης τοῦ χριστωνύμου λαοῦ καὶ ἡμῶν φρουρὸς καὶ ἐπίκουρος· ὅθεν ἀκούεις ῥύστης, τῷ Σωτῆρι
ψάλλων·

Ἀλληλούϊα.

Ψάλλοντές σου τὴν χάριν τὴν τῶν μύρων κροτοῦμεν, ἑστῶτες ἐν ἁγίῳ ναῷ σου· μόνος γὰρ θαυμαστὸς
Μυροβλύτης κυρίως κέκλησαι Νικόλαε· διὸ εἰς ὀσμὴν μύρων σου τρέχομεν, βοῶντες πόθῳ σοι ταῦτα.

Χαῖρε, ψυχὴν πρὸς Θεὸν ὁ ἐκτεῖνας·

χαῖρε, σαρκὸς τὰς ὁρμὰς ἀναστείλας.

Χαῖρε, Ποιμὴν θρεμμάτων τῆς χάριτος·

Χαιρε, λιμὴν πλεόντων ἀχείμαστος.

Χαῖρε, ὁ τὸ ἀστραπόμορφον ἀναβλέψας νοερῶς·

χαῖρε, σκεῦος εἰσδεξάμενον θεῖον μύρον ἀληθῶς.

Χαῖρε, πυρσὸς τῶν ἐν θαλάσσῃ πλεόντων·

χαῖρε, φωστὴρ τῶν ἐν τῷ σκότει κειμένων.

Χαῖρε, πολλοὺς ἐκ πείνης διασώσας·

χαῖρε, αὐχμοὺς καὶ λιμοὺς διαλύσας.

Χαῖρε, καλῶν εὐωδίαν προχέων·

χαῖρε, κακῶν δυσωδίαν ἐκτρέπων.


Χαίροις Μάκαρ Νικόλαε.

Ὢ τρισόλβιε Πάτερ· ὁ λαμπρὸς μὲν ἐν πᾶσι Νικόλαε ἐν μύροις δὲ μᾶλλον (ἐκ γ΄) δυσωδίαν πᾶσαν τῶν
παθῶν, ψυχῶν τε καὶ σωμάτων ἡμῶν ἀπόσμηξον καὶ εὐωδίας πλήρωσον τῶν μύρων σου τοὺς
ἐκβοῶντας·

Ἀλληλούϊα.

Κοντάκιον ἕτερον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμὰχῳ.

Ὡς ἀντιλήπτωρ καὶ θερμὸς φρουρὸς Νικόλαε, ἀεὶ προφθάνεις βοηθὸς ἐν περιστάσεσι· διὸ ᾄσμασιν ἡ
ποίμνη σου Ἱεράρχα, εὐφημοῦμέν σε πιστῶς καὶ ἐπιγράφομεν, τῆς Μονῆς σου ὡς προστάτην καὶ
ὑπέρμαχον, ἀνακράζοντες· Χαίροις Μάκαρ Νικόλαε.

You might also like