Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 17

Τῆς μελλούσης λαμβάνειν τὸ Μέγα καὶ ᾿Αγγελικὸν Σχῆμα, μεταφέρονται ἀφ᾿ ἑσπέρας καὶ ἀποτίθενται ἐν τῷ

ἁγίῳ Βήματι ἅπαντα τὰ διὰ τὸν σκοπὸν τοῦτον προοριζόμενα ἄμφια (ἐνδύματα).

Εἰς δὲ τὸν ῎Ορθρον

᾿Αναγινώσκει, ἢ ψάλλει, ἡ ὑποψηφία τὸν ἑπόμενον Κανόνα οὗ ἡ ἀκροστιχίς·

«Εὐδόκιμον τέλος εὐδοκίμῳ μοι Φριστὲ παράσχου»

᾿ῼδὴ Α´. ῏Ηχος Β´. Δεῦτε λαοί…

἖πὶ τὴν σήν, φιλανθρωπίαν δραμοῦσαν Φριστέ, τὴν τῷ ἁγίῳ ΢χήματι, νῦν προσερχομένην, ψυχικῇ
διαθέσει, καὶ γνώμῃ φιλαρέτῳ, ΢ῶτερ ὑπόδεξαι.

὘πεισελθεῖν, τὸν σὸν χρηστόν με ζυγὸν ᾿Αγαθέ, καὶ τὸ φορτίον Δέσποτα αἴρειν ἀξίωσον, τῶν πολλῶν
μου πταισμάτων, τὸν φόρτον ἀφανίζων, ὡς πολυέλεος.

Διαφυγεῖν, τῆς ἁμαρτίας τὸν ὄλισθον, ἀπὸ τοῦ νῦν εὐδόκησον, τῶν πεπραγμένων μοι, ἀμετρήτων
πταισμάτων, τὸν ῥύπον ἐξαλείφων, δρόσῳ τῆς Φάριτος.

Ὁ δι᾿ ἡμᾶς, σάρκα φορέσας καὶ θάνατον, ὑπὲρ ἡμῶν ὡς εὔσπλαγχνος καταδεξάμενος, σαρκικῶν
μολυσμάτων, καθάρισον, Οἰκτίρμον τὴν προσιοῦσάν σοι.

Θεοτοκίον

Καταφυγήν, καὶ προστασίαν καὶ σκέπην τε, περιφανῆ πλουτήσαντες, οἱ Θεοτόκον σε, Παναγία
φρονοῦντες, τῆς Θείας ἐποπτείας καταξιούμεθα.

᾿ῼδὴ Γ´. Στερέωσον ἡμᾶς…

Ἱλάσθητι Φριστὲ τῇ ΢οὶ προστρεχούσῃ οἰκέτιδι, καὶ ταύτην τὴν πολιτείαν, τῶν ῾Οσίων καταξίωσον,
εὐσεβῶς καὶ δικαίως πολιτεύεσθαι.

Μετάθεσιν ζωῆς καὶ μεταποίησιν, τὸ ΢χῆμα τὸ Θεῖον τοῦτο παράσχου, καὶ πταισμάτων καθαρτήριον,
τῇ ΢οὶ προσερχομένη πιστῇ δούλῃ ΢ου.

Ὁ μόνος ἀγαθὸς ὁ μὴ βουλόμενος, ἀνθρώπων τὸν θάνατον ᾿Ελεῆμον, τὴν σὴν δούλην ΢οὶ
προσπίπτουσαν, τῷ χορῷ τῶν ῾Αγίων συναρίθμησον.

Νῦν θέλουσαν τὴν σὴν ὁδὸν πορεύεσθαι, καὶ βίον ἑλέσθαι τὸν σταυροφόρον, προσδεξάμενος
καθάρισον, τῶν προτέρων πταισμάτων με Υιλάνθρωπε.

Θεοτοκίον
Σῆς Εὔας τὴν ἀρὰν ῾Αγνὴ διέλυσας, τεκοῦσα τὸν πᾶσι τὴν εὐλογίαν, ἀδαπάνητον πηγάσαντα, τὸν
΢ωτῆρα τοῦ κόσμου Μητροπάρθενε.

Κάθισμα ῏Ηχος Δ´. Ταχύ προκατάλαβε..

Οἱ θέλοντες ἔρχεσθαι, φησὶν ὀπίσω μου, προθύμως ἀρνήσασθε τὰς κοσμικὰς ἀφορμάς, γονεῖς τοὺς
γεννήσαντας, τέκνα τε καὶ γυναῖκας, ἀδελφούς τε καὶ φίλους, χρήματα καὶ οἰκίας, συγγενεῖς τε καὶ
δούλους, καὶ δέξασθε ἀξίωμα τῶν ᾿Αποστόλων μου.

᾿ῼδὴ Δ´. Εἰσακήκοα Κύριε…

἖πιστρέφουσαν δέξαι με, Λόγε Θεοῦ, τὸν ῎Ασωτον ὡς πάλαι, καὶ ὡς τὸν Σελώνην, μόνε Υιλάνθρωπε.

Λυτρωτὴς ἡμῶν γέγονας, διὰ ΢ταυροῦ τὸν κόσμον ἀγοράσας· διό ΢οι προσπίπτω, ῥῦσαί με Δέσποτα.

Ὁ ἐγείρας τὸν Λάζαρον, ἐκ τῶν νεκρῶν κἀμὲ τὴν νεκρωθεῖσαν, ἁμαρτίας κέντρῳ, ζώωσον Δέσποτα.

΢ημειωθεῖσαν χάριτι, καὶ φωτισμῷ τῆς ΢ῆς Θεογνωσίας, λογικῆς ΢ου ποίμνης, δεῖξόν με πρόβατον.

Θεοτοκίον

Εὐλογημένη πάναγνε, Μῆτερ Θεοῦ, τῇ σῇ με προστασίᾳ, καὶ τῇ Θείᾳ σκέπῃ, φρούρησον Δέσποινα.

᾿ῼδὴ Ε´. ῾Ο τοῦ φωτὸς χορηγός…

‘Τπακοῇ ΢ου Φριστέ, τὴν ἡμετέραν ὡς Θεὸς ἔλυσας, παρακοήν, καὶ τῆς Βασιλείας, τὴν εἴσοδον ἡμῖν,
διὰ μετανοίας, καὶ πίστεως ἔδειξας.

Διατελέσασαν, ἐν ἀμελείᾳ τὴν ζωὴν βλέπων με, τῇ προσοχῇ, τῆς ἐπιμελείας, ἐπίστησον Φριστέ, τῆς
δικαιοσύνης ἐνδύσας με θώρακα.

Ὁ διὰ πίστεως, παλιντοκίας τε λουτροῦ πλύνας με, προγονικῆς ἀρᾶς, νῦν δακρύων ἀπόπλυνον πηγαῖς,
καταρρυπωθεῖσαν δεινοῖς παραπτώμασι.

Κατακαμπτομένην, καὶ νενευκυῖάν με πρὸς γῆν Δέσποτα, τῷ ἐπαχθεῖ, καὶ θανατηφόρῳ πταισμάτων
φορτίῳ, τῇ ΢ῇ ζωηφόρῳ χειρὶ ἐπανόρθωσον.

Θεοτοκίον

Ἴσος ὑπάρχων Πατρί, κατὰ τὴν ἄναρχον μορφὴν γέγονας ἴσος ἡμῖν, ἐξ ἀπειρογάμου γενόμενος
Μητρός· ἧς ταῖς ἱκεσίαις Θεάνθρωπε σῶσόν με.

᾿ῼδὴ ΣΤ´. ᾿Εν ἀβύσσῳ πταισμάτων..

Μὴ παρίδῃς τὸ πλάσμα ΢ου Δέσποτα· ἀλλὰ τοῦ ΢ταυροῦ ΢ου τῇ χάριτι σῶσόν με, καὶ τῷ τιμίῳ
Αἵματι, ὃ ἐκ Θείας πλευρᾶς ΢ου ἐκένωσας.

Ὡς μὴ οὖσαν τὸ πρότερον ἔπλασας, οὕτως ἀπολλυμένην ταῖς ἁμαρτίαις μου, ἀναζητήσας σῶσόν με,
ὡς ποιμὴν ἀγαθός τε καὶ εὔσπλαγχνος.
Μακαρίων ἐλπίδων μεθέξειν με, τῶν ἀποκειμένων πᾶσι τοῖς ἀξίοις ΢ου, ὧν τὴν ζωὴν μιμήσασθαι,
κατάξίωσον μόνε Υιλάνθρωπε.

Θεοτοκίον

Ὁ χερσὶν ἀκηράτοις μορφώσας με, πάλιν ἀνεμόρφωσεν ἀχρειωθεῖσαν δεινῶς, ἐκ τῆς γαστρός ΢ου
Δέσποινα, προσλαβών με τελείως ὡς εὔσπλαγχνος.

Κοντάκιον ῏Ηχος Α´. Τὸν τάφον σου Σωτήρ…

Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον εἰς πλοῦτον
ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν σου ΢ωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· ΢οὶ γὰρ
Κύριε, ἐν κατανύξει κραυγάζω. ῞Ημαρτον Πάτερ εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν ΢ου.

᾿ῼδή Ζ´. Εἰκόνος χρυσῆς..

Ἰθύνασα πρὸς ΢έ, τὰς ὁδούς μου ᾿Αγαθὲ καὶ τὴν καρδίαν, ἀνακαινώσει Θείου Πνεύματος,
παλαιωθεῖσαν ἀνάπλασον, τῆς ἁγιωσύνης τῷ κάλλει, καλλωπίσας βοῶσά ΢οι· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ
τῶν Πατέρων ἡμῶν.

Φειρὸς δεξιᾶς, τῆς ἐμῆς ὡς ἀγαθὸς ἐπιλαβόμενος, πρὸς πολιτείαν ΢οι εὐάρεστον, εὐθυποροῦσαν
ἀνάδειξον, καὶ πρὸς τελειότητα βίου, ἀναβαίνειν βοῶσάν ΢οι· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.

Ραθύμως τὸ πρίν, διεξάγουσα τὸν ἐμὸν βίον ἡ δείλαιος, ΢οὶ τῷ Δεσπότῃ νῦν προσέρχομαι, ΢ῇ
πεποιθυῖα ἀγαθότητι, καὶ τῇ εὐσπλαγχνίᾳ ΢ου μόνῃ, καὶ προσπίπτω κραυγάζουσά ΢οι. Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἱστίῳ ΢ταυροῦ, καὶ ταῖς αὔραις τοῦ σεπτοῦ καὶ Θείου Πνεύματος, πρὸς τὸν λιμένα καθοδήγησον, τοῦ
΢οῦ ἐνδόξου θελήματος, καὶ πρὸς οὐρανῶν κληρουχίαν, καὶ ἀξίωσον ψάλλειν ΢οι· Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

΢ωτῆρα Θεόν, καὶ τοῦ κόσμου λυτρωτὴν Πάναγνε τέτοκας· Ὃν νῦν δυσώπει τὴν εὐπρέπειαν, τῶν
ἀρετῶν καὶ φαιδρότητα, καὶ τὴν τῆς ἀσκήσεως χάριν, ἀμφιάσαι τοὺς ψάλλοντας· Εὐλογημένη ἡ Θεόν,
σαρκὶ κυήσασα.

᾿ῼδή Η´. Κάμινος ποτέ…

Σρόπαιον ἡμῖν, κατὰ τοῦ διαβόλου, τὸν τοῦ ΢ταυροῦ ΢ου τύπον δέδωκας, ἐν ᾧ καταβάλλομεν, τὰ
ἐκείνου μηχανήματα, καὶ πονηρὰ φρυάγματα κράζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

Ἔδωκας ἡμῖν, τὸ δύνασθαι τὴν χάριν, ἀνανεοῦσθαι τοῦ βαπτίσματος, δι’ ἐξαγορεύσεως, διὰ βίου
καθαρότητος, διὰ δακρύων χύσεως, καὶ διὰ μετανοίας, γνησιωτάτης Υιλάνθρωπε.

Πάθη τῆς σαρκός, τῷ νῷ καθυποτάξαι, δι᾿ ἐγκρατείας καὶ ἀσκήσεως, παράσχου τοῖς δούλοις ΢ου, διὰ
τρόπων βελτιώσεως, δι᾿ ἀποχῆς τοῦ χείρονος, καὶ τῆς ἀδιαλείπτου, τῶν ἐντολῶν ΢ου τηρήσεως.
Ἄνωθεν ἡμῖν, τῆς ΢ῆς υἱοθεσίας, τοὺς χαρακτῆρας ἀνακαίνισον, τοῦ Θείου ΢ου Πνεύματος, ἐνεργείᾳ
τε καὶ χάριτι, ὡς μόνος εὐδιάλακτος, τέχνῃ φιλανθρωπίας, καὶ ἀνεικάστου χρηστότητος.

Θεοτοκίον

Ρῆξον τὰς σειράς, τὰς τῶν ἁμαρτημάτων, καὶ τῶν πταισμάτων τὸ χειρόγραφον, τῆς τῷ Θείῳ ΢χήματι,
προσιούσης ἱλαρότητι, καὶ εὐλαβείᾳ Πάναγνε, Πίστει τῇ ᾿Ορθοδόξῳ, ἐρηρεισμένην φυλάττουσα.

᾿ῼδή Θ´. ᾿Ανάρχου Γεννήτορος…

Ἀξίως τῆς κλήσεως, καὶ τοῦ ἁγίου ΢χήματος, πολιτεύεσθαι Λόγε Θεοῦ παράσχου μοι, τὸν τῆς
ἁμαρτίας μου ρύπον, καὶ τὰς οὐλὰς τῶν παραπτωμάτων, τῇ ΢ῇ Θείᾳ χάριτι, ἐξαλείψας Πολυέλεε.

΢ωτὴρ ὡς καλούμενος, διάσωσόν με δέομαι, καθαρᾷ ΢οι καρδίᾳ τὴν προσερχομένην, καὶ τὸ τῆς
κακίας μου βάρος, περιελὼν ὡς μόνος Οἰκτίρμων, συμπαθῶς ἀνάπαυσον, ὡς ὑπέσχου Παντοδύναμε.

Φριστὸς νῦν χαρίζεται, χρηστός γε ὢν καὶ εὔσπλαγχνος, τοῖς αὐτῷ προσιοῦσι θεῖα χαρίσματα, τοῖς
προςερχομένοις τῷ Θείῳ, πανευλαβῶς τῆς χάριτος θρόνῳ, δωρεὰν χρηστότητος, ἀκηράτου
παρεχόμενος.

Ὁ ἔχων συντρέχουσαν, τῇ ΢ῇ βουλῇ τὴν δύναμιν, ὑπηρέτας ἀξίους ἡμᾶς ἀνάδειξον, τοῦ Εὐαγγελίου
σου Λόγε, καὶ τὰς πρὸς ΢ὲ συνθήκας πληρῶσαι, εὐχαῖς τῶν ῾Αγίων ΢ου, Ζωοδότα καταξίωσον.

Θεοτοκίον

Τἱόν σου τὸν εὔσπλαγχνον, Πανάμωμε δυσώπησον, τὴν πιστῶς προσιοῦσαν τῷ Θείῳ ΢χήματι, πρὸς τὸ
τῆς ἀσκήσεως φθάσαι, πανευλαβῶς πολύευκτον τέλος· ΢ὲ γὰρ τὴν Πανάχραντον, ἀντιλήπτορα
κεκτήμεθα.

Εἶτα Στιχηρὰ Προσόμοια.

῏Ηχος Β´. ῞Οτε ἐκ τοῦ ξύλου Σε νεκρόν…

Πίστει προσερχόμενον πρὸς ΢έ, Δέσποτα τῆς σῆς ἐπὶ τρίβους, δικαιοσύνης με, στήσας καθοδήγησον,
ὡς μόνος εὔσπλαγχνος καὶ δεινῶς πεπτωκότα με, καὶ κατεῤῥαγμένον, πλήθει τῶν πταισμάτων μου,
΢ῶτερ ἀνόρθωσον· ΢ῇ γὰρ πεποιθὼς συνεργείᾳ, τὴν ἀγγελικὴν πολιτείαν, ταύτην ὑπεισέρχομαι
Υιλάνθρωπε.

Ἔχων τὴν πηγὴν τῶν οἰκτιρμῶν, τῶν ἁμαρτωλῶν ὁ μὴ θέλων, Φριστέ τὸν θάνατον, δι᾿ ἄφατον ἔλεος,
ἀλλὰ μετάνοιαν, τοῖς πιστοῖς χαρισάμενος, τοῖς ἐπεγνωκόσι, τὴν ὑπὲρ κατάληψιν, οἰκονομίαν ΢ου,
δέξαι προσιόντα προθύμως, ΢χήματι τῷ Θείῳ καὶ σῶσον, τῇ φιλανθρωπίᾳ ΢ου προσπίπτοντα.

Δόξα…

Σεῖχος ὑπερβήσομαι ἐν ΢οί, τὸ τῆς ἁμαρτίας μου ΢ῶτερ, καὶ λυτρωθήσομαι, ΢ὺ γὰρ ἀνταπέδωκας, τὸ
ἐμὸν ὄφλημα, καὶ τιμῆς με ἠγόρασας, αἰχμαλωτισθέντα, τὸν τῆς ἀγαθότητος ἐπιδεικνύμενος, πλοῦτον,
καὶ τὴν τῆς εὐσπλαγχνίας, ἄβυσσον πηγάσαι θελήσας, πᾶσι τοῖς ὑμνοῦσί σε Υιλάνθρωπε.
Καὶ νῦν. Θεοτοκίον

Πάντων προστατεύεις ᾿Αγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ ΢ου χειρί· ἄλλην γὰρ οὐκ
ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ
πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου· ὅθεν ΢οὶ προσπίπτομεν· ῾Ρῦσαι, πάσης
περιστάσεως τοὺς δούλους ΢ου.

Εἰς δὲ τὴν Θείαν Λειτουργίαν

Μετὰ τὴν εἴσοδον τοῦ ἁγίου Εὐαγγελίου τοποθετεῖ τοῦτο ὁ ῾Ιερεὺς πρὸ τῆς ὡραίας Πύληςἀπέναντι ἀκριβῶς τ
ῆς ἱερᾶς Εἰκόνος τοῦ Δεσπότου Χριστοῦ, θέτων ἐπάνω αὐτοῦ καὶ ψαλίδιον· ἡδὲ μέλλουσα λαμβάνειν τὸ ἅγιον
Σχῆμα ἱσταμένη πρὸ τῶν θυρῶν τοῦ Ναοῦ, ἀποβάλλει τὸκάλυμμα τῆς κεφαλῆς της καὶ τὰ ὁποῖα φορεῖ ἐνδύματ
α, μένουσα μόνον μετὰ τοῦ ὑποκαμίσου, καὶ τῶν τσουραπίων· ἐκεῖθεν δὲ παραλαμβάνει αὐτὴν ἡ ῾Ηγουμένη, καὶ
κρατοῦσα αὐτήν ἐκ τῆςχειρὸς καὶ προπορευομένη ὑποδεικνύει αὐτῇ ἵνα ποιήσῃ καὶ ποιεῖ μετάνοιαν μίαν ἅμα τῇ
εἰσόδῳ εἰς τὸν Ναόν, μίαν εἰς τὸ μέσον αὐτοῦ, μίαν πρὸ τῶν ὡραίων Πυλῶν, ἀνὰ μίαν εἰς τοὺςχοροὺς δεξιὰ
καὶ ἀριστερά, ἀνὰ τρεῖς εἰς τὰς ἁγίας Εἰκόνας τοῦ Χριστοῦ, τῆς Παναγίας καὶ τοῦ῾Αγίου τῆς Μονῆς, καὶ μίαν
εἰς τὴν ῾Ηγουμένην, τῆς ὁποίας καὶ ἀσπάζεται τὴν δεξιάν, καὶἵσταται ἐξ ἀριστερῶν αὐτῆς ἔχουσα ἐσταυρωμένα
ς τὰς χεῖρας πρὸ τοῦ στήθους της.

Τούτων γενομένων, ἀφοῦ ψαλῶσι τὰ συνήθη ᾿Απολυτίκια τοῦ ῾Αγίου τῆς ἡμέρας καὶ τοῦ ῾Αγίουτῆς Μονῆς, ψ
άλλονται ὑπὸ τῶν ψαλτῶν ἑκατέρων τῶν χορῶν τὰ ἑπόμενα ᾿Αντίφωνα.

᾿Αντίφωνον Α´. ῏Ηχος Δ´.

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς
μου, διὰ μετανοίας εὐαρεστῆσαί ΢οι· ἀλλ᾿ ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου. Κύριε πρὶν
εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Σίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασώζεται; ἢ τίς ὀδυνώμενος καὶ προσπίπτων
τῷ ἰατρείῳ τούτῳ οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε πρὶν εἰς
τέλος ἀπόλωμαι, σῶσόν με.

Πρόβατόν εἰμι τῆς λογικῆς ΢ου ποίμνης, καὶ πρὸς ΢ὲ καταφεύγω τὸν Ποιμένα τὸν καλόν· ζήτησόν με
τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.

Δόξα, καὶ νῦν. Θεοτοκίον.

἖κ παντοίων κινδύνων τοὺς δούλους ΢ου, φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα ΢ὲ δοξάζωμεν, τὴν
ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

᾿Αντίφωνον Β´. ῏Ηχος Δ´.

἖ν τῇ πηγῇ τῇ μυστικῇ τῆς ἀναγεννήσεως, υἱοθεσίαν λαβὼν καὶ ἀπολύτρωσιν, ἐν ἀμελείᾳ τὴν ζωήν, καὶ
ἐν παραπτώμασιν ἐκδαπανήσας ᾿Αγαθέ, νῦν κραυγάζω ΢οι. Δακρύων μετανοίας πηγήν μοι δώρησαι,
καὶ ἀπόπλυνον τὸν ῥύπον τῶν ἐμῶν πλημμελημάτων, παντοδύναμε ΢ωτὴρ καὶ πολυέλεε.
Ζάλη ἁμαρτημάτων περιέχει με ΢ωτήρ, καὶ μηκέτι φέρων τὸν κλύδωνα, ΢οὶ προσπίπτω τῷ μόνῳ
Κυβερνήτῃ. ῾Ως τῷ Πέτρῳ τὴν χεῖρά μοι ἔκτεινον, τῆς φιλανθρωπίας ΢ου, καὶ σῶσόν με.

Δόξα, καὶ νῦν. Θεοτοκίον

Ρῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ Φριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα
πάντες κράζωμέν ΢οι. Φαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.

᾿Αντίφωνον Γ´. ῏Ηχος Δ´.

Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; οὐκ ἰδοὺ ταῦτα
βλέπομεν γῆν καὶ σποδόν; τί οὗν κοπιῶμεν εἰς μάτην; τί δὲ οὐκ ἀρνούμεθα κόσμον, καὶ ἀκολουθῶμεν
τῷ κράζοντι. ῾Ο θέλων πορευθῆναι ὀπίσω μου, ἀναλαβέτω τὸν σταυρόν μου, καὶ ζωὴν κληρονομήσει
τὴν αἰώνιον.

΢τίχ. Δεῦτε τέκνα ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς.

Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς,
καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.

΢τίχ. ᾿Επλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δοῦλόν ΢ου, ὅτι τὰς ἐντολάς ΢ου οὐκ
ἐπελαθόμην.

Πρόβατόν εἰμι τῆς λογικῆς ΢ου ποίμνης, καὶ πρὸς ΢ὲ καταφεύγω τὸν Ποιμένα τὸν καλόν· ζήτησόν με
τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.

Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς.

Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτήν,
ἣν ἐφύτευσεν ἡ δεξιά ΢ου.

Δόξα, καὶ νῦν. Θεοτοκίον

Ἡ μόνη ῾Αγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀσπόρως κυήσασα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.

Κάθισμα ῏Ηχος Α´. Τόν τάφον Σου Σωτήρ…

Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον· ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον· εἰς πλοῦτον
ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν σου ΢ωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· ΢οὶ γὰρ
Κύριε, ἐν κατανύξει κραυγάζω. ῞Ημαρτον Πάτερ, εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν ΢ου.

Σοῦτο ψάλλεται ἐκ τρίτου

Εἶτα κατηχεῖ τὴν ὑποψηφίαν ὁ ῾Ιερεὺς λέγων οὕτως·

Ἄνοιξον τὰ τῆς καρδίας σου ὦτα ᾿Αδελφὴ καὶ ἄκουσον τῆς φωνῆς τοῦ Κυρίου λεγούσης· Δεῦτε πρός
με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ
μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
Νῦν οὖν τὴν προσήκουσαν ἀπόκρισιν πρὸς ἑκάστην τῶν ἐρωτήσεων, μετὰ φόβου καὶ χαρᾶς ἀπόδος τῷ
Θεῷ. ᾿Ασφαλῶς δὲ γίνωσκε, ὅτι αὐτὸς ὁ ΢ωτὴρ ἡμῶν, μετὰ τῆς πανυμνήτου αὐτοῦ Μητρός, καὶ τῶν
ἁγίων ᾿Αγγέλων, καὶ πάντων τῶν ῾Αγίων αὐτοῦ, ἐνταῦθα πάρεστιν, ἐνωτιζόμενος τὰ παρὰ σοῦ
ἐκπορευόμενα λόγια· ἵνα, ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, ἀποδώσῃ σοι, οὐ καθ᾿ ὃ μέλλεις
συνταγῆναι καὶ καθομολογῆσαι, ἀλλὰ καθ᾿ ἂν φυλάξῃς ἃ ὁμολογήσῃς. Νῦν οὖν εἰ ἐν ἀληθείᾳ
προσέρχῃ τῷ Θεῷ, μετὰ προσοχῆς ἀποκρίνου ἡμῖν πρὸς ἃ μέλλεις ἐπερωτᾶσθαι.

Εἶτα ἐπερωτᾷ αὐτὴν ὁ ῾Ιερεὺς, λέγων·

᾿Ερώτησις: Σί προσῆλθες ἀδελφή, προσπίπτουσα τῷ ἁγίῳ θυσιαστηρίῳ, καὶ τῇ ἁγίᾳ ΢υνοδίᾳ ταύτῃ;

᾿Απόκρισις: Ποθοῦσα τὸν βίον τῆς ἀσκήσεως, τίμιε Πάτερ.

᾿Ερώτησις: Ποθεῖς ἀξιωθῆναι τοῦ ᾿Αγγελικοῦ ΢χήματος, καὶ καταταγῆναι ἐν τῷ χορῷ τῶν
Μοναζουσῶν;

᾿Απόκρισις: Ναί, τοῦ Θεοῦ συνεργοῦντος, τίμιε Πάτερ.

Ο ῾Ιερεύς: ῎Οντως καλὸν ἔργον καὶ μακάριον ἐξελέξω ἀλλ᾿ ἐὰν καὶ τελειώσῃς αὐτό· τὰ γὰρ καλὰ
κόπῳ κτῶνται, καὶ πόνῳ κατορθοῦνται.

᾿Ερώτησις: ῾Εκουσίᾳ σου τῇ γνώμῃ προσέρχῃ τῷ Κυρίῳ;

‘Απόκρισις: Ναί, τοῦ Θεοῦ συνεργοῦντος, Σίμιε Πάτερ.

἖ρώτησις: Μὴ ἔκ τινος ἀνάγκης, ἢ βίας;

᾿Απόκρισις: Οὐχί, Σίμιε Πάτερ.

᾿Ερώτησις: ᾿Αποτάσσῃ τῷ κόσμῳ, καὶ τοῖς ἐν τῷ κόσμῳ, κατὰ τὴν ἐντολήν τοῦ Κυρίου;

᾿Απόκρισις: Ναί, τοῦ Θεοῦ συνεργοῦντος, Σίμιε Πάτερ.

᾿Ερώτησις: Παραμένεις τῷ Μοναστηρίῳ καὶ τῇ ἀσκήσει, ἕως ἐσχάτης σου ἀναπνοῆς;

᾿Απόκρισις: Ναί, τοῦ Θεοῦ συνεργοῦντος, Σίμιε Πάτερ.

᾿Ερώτησις: ΢ώζεις μέχρι θανάτου τὴν ὑπακοὴν τῇ Προεστώσῃ καὶ πάσῃ τῇ ἐν Φριστῷ ᾿Αδελφότητι;

᾿Απόκρισις: Ναί, τοῦ Θεοῦ συνεργοῦντος, Σίμιε Πάτερ.

᾿Ερώτησις: ῾Τπομένεις πᾶσαν θλῖψιν καὶ στενοχωρίαν τοῦ μονήρους βίου διὰ τὴν Βασιλείαν τῶν
Οὐρανῶν;

᾿Απόκρισις: Ναί, τοῦ Θεοῦ συνεργοῦντος, Σίμιε Πάτερ.

᾿Ερώτησις: Υυλάττεις σεαυτὴν ἐν παρθενίᾳ καὶ σωφροσύνῃ καὶ εὐλαβείᾳ;


᾿Απόκρισις: Ναί, τοῦ Θεοῦ συνεργοῦντος, Σίμιε Πάτερ.

Καὶ εὐθύς ἄρχεται ὑπὸ τοῦ ῾Ιερέως ἡ Κατήχησις ὡς ἑξῆς·

Βλέπε, Σέκνον, οἵας συνθήκας δίδως τῷ Δεσπότῃ Φριστῷ· ῎Αγγελοι γὰρ πάρεισιν ἀοράτως,
ἀπογραφόμενοι τὴν ὁμολογίαν σου ταύτην, ἣν καὶ μέλλεις ἀπαιτεῖσθαι ἐν τῇ Δευτέρᾳ Παρουσίᾳ τοῦ
Κυρίου ἡμῶν ᾿Ιησοῦ Φριστοῦ. ῾Τφηγοῦμαι οὖν σοι τὴν τελειοτάτην ζωήν, ἐν ᾗ κατὰ μίμησιν ἡ τοῦ
Κυρίου πολιτεία διαδείκνυται, διαμαρτυρόμενος ἅπερ χρὴ ἀσπάσασθαί σε, καὶ ὧνπερ δέον ἐκφυγεῖν.
῾Η ἀποταγὴ τοίνυν οὐδὲν ἄλλο ἐστί, κατὰ τὸν εἰπόντα, εἰ μὴ σταυροῦ καὶ θανάτου ἐπαγγελία.

Γίνωσκε οὖν ἀπὸ τῆς παρούσης ἡμέρας σταυροῦσθαι, καὶ νεκροῦσθαι τῷ κόσμῳ, διὰ τῆς τελειοτάτης
ἀποταγῆς· ἀποτάσσῃ γὰρ γονεῦσιν, ἀδελφοῖς, ἀνδρὶ τέκνοις, πατράσι, συγγενείαις, ἑταιρείαις, φίλοις,
συνήθεσι, τοῖς ἐν κόσμῳ θορύβοις, φροντίσι, κτήσεσιν, ὑπάρξεσι, τῇ κενῇ καὶ ματαίᾳ ἡδονῇ τε καὶ
δόξῃ· καὶ ἀπαρνεῖσαι οὐ μόνον τὰ προειρημένα, ἀλλ᾿ ἔτι καὶ τὴν σεαυτῆς ψυχήν, κατὰ τὴν φωνὴν τοῦ
Κυρίου, τὴν λέγουσαν· «ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν
αὐτοῦ, καὶ ἀκολουθείτω μοι». Εἰ οὖν ἀληθῶς ἀκολουθεῖν αὐτῷ ᾑρετήσω, καὶ εἰ ἀψευδῶς κληθῆναι
αὐτοῦ μαθήτρια ἐπιποθεῖς, ἑτοιμάσθητι ἀπὸ τοῦ παρόντος, μὴ πρὸς ἄνεσιν, μὴ πρὸς ἀμεριμνίαν, μὴ
πρὸς τρυφάς, μὴ πρὸς ἄλλο τι τῶν ἐπὶ γῆς τερπνῶν τε καὶ ἀπολαυστικῶν· ἀλλὰ πρὸς ἀγῶνας
πνευματικούς, πρὸς ἐγκράτειαν σαρκός, πρὸς κάθαρσιν ψυχῆς, πρὸς πτωχείαν εὐτελῆ, πρὸς πένθος
ἀγαθόν, πρὸς πάντα τὰ λυπηρὰ καὶ ἐπίπονα τῆς χαροποιοῦ κατὰ Θεὸν ζωῆς· καὶ γὰρ πεινάσαι ἔχεις,
καὶ διψῆσαι, καὶ γυμνητεῦσαι, ὑβρισθῆναι τε καὶ χλευασθῆναι, ὀνειδισθῆναί τε καὶ διωχθῆναι, καὶ
πολλοῖς περιαχθῆναι λυπηροῖς, οἷς ἡ κατὰ Θεὸν ζωὴ χαρακτηρίζεται. Καὶ ὅταν ταῦτα πάντα πάθῃς,
Φαῖρε, φησίν, ὅτι πολὺς ὁ μισθός σου ἐν τοῖς οὐρανοῖς ὑπάρχει.

Χαρᾷ οὗν χαῖρε, καὶ ἀγαλλιάσει ἀγαλλιῶ, ὅτι σήμερον ἐξελέξατό σε, καὶ διεχώρισε Κύριος ὁ Θεός,
ἀπὸ τῆς ἐν κόσμῳ ζωῆς, καὶ ἔθετό σε, ὡς ἐν προσώπῳ αὐτοῦ, ἐν τῇ παραστάσει τῆς Μοναχικῆς
τάξεως, ἐν τῇ στρατείᾳ τῆς ᾿Αγγελοειδοῦς ζωῆς, ἐν τῷ ὕψει τῆς οὐρανομιμήτου πολιτείας· Αὐτῷ
ἀγγελικῶς λατρεύειν. Αὐτῷ ὁλοκλήρως δουλεύειν, τὰ ἄνω ζητεῖν· ἡμῶν γὰρ τὸ πολίτευμα, κατὰ τὸν
᾿Απόστολον, ἐν οὐρανοῖς ὑπάρχει.

Ὢ τῆς καινῆς κλήσεως! ὢ τῆς δωρεᾶς τοῦ μυστηρίου! Δεύτερον Βάπτισμα λαμβάνεις σήμερον
᾿Αδελφὴ τῇ περιουσίᾳ τῶν τοῦ φιλανθρώπου Θεοῦ δωρεῶν, καὶ τῶν ἁμαρτιῶν σου καθαίρῃ, καὶ
θυγάτηρ φωτὸς γίνη, καὶ αὐτὸς Φριστὸς ὁ Θεὸς ἡμῶν συγχαίρει μετὰ τῶν ἁγίων ᾿Αγγέλων αὐτοῦ ἐπί
τῇ σῇ μετανοίᾳ, θύων σοι τὸν μόσχον τὸν σιτευτόν. ᾿Αξίως λοιπὸν τῆς κλήσεως περιπάτησον·
ἀπαλλάγηθι τῆς τῶν ματαίων προσπαθείας· μίσησον τὴν πρὸς τὰ κάτω ἕλκουσάν σε ἐπιθυμίαν· ὅλον
σεαυτῆς τὸν πόθον μετάθες πρὸς τὰ οὐράνια· μηδόλως στραφῇς εἰς τὰ ὀπίσω, ἵνα μὴ γένῃ στήλη ἁλός,
ὡς ἡ γυνὴ τοῦ Λώτ, ἢ ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφων, καὶ πληρωθῇ ἐπὶ σὲ ὁ λόγος τοῦ
Κυρίου. ῞Οτι· οὐδεὶς βαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ᾿ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς
τὴν Βασιλείαν τῶν Οὐρανῶν. Καὶ γὰρ οὐκ ἔστι σοι μικρὸς ὁ κίνδυνος, ἐπαγγελλομένῃ νῦν πάντα τὰ
προειρημένα φυλάττειν, ἔπειτα κατολιγωρῆσαι τῆς ἐπαγγελίας· καὶ ἢ πρὸς τὸν πρότερον βίον
ἐπαναδραμεῖν, ἢ τῆς Μητρὸς χωρισθῆναι καὶ τῶν συνασκουμένων ᾿Αδελφῶν, ἤ, μένουσα καὶ
καταφρονητικῶς ζῆσαι τὰς ἡμέρας σου· ἐπεὶ βαρυτέρας ἕξεις τὰς εὐθύνας παρὰ τὸ πρὶν, ἐπὶ τοῦ
φοβεροῦ καὶ ἀπαραλογίστου Βήματος τοῦ Φριστοῦ, ὅσῳ πλείονος χάριτος ἀπολαύεις ἄρτι· καὶ καλόν
σοι ἦν, ὡς τὸ λόγιον, μὴ εὔξασθαι ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Μηδὲ πάλιν νομίσῃς, ὡς διὰ τοῦ
προλαβόντος χρόνου τῆς ἐνταῦθά σου διατριβῆς, ἱκανῶς ἠγωνίσω πρὸς τὰς ἀοράτους δυνάμεις τοῦ
ἐχθροῦ, ἀλλὰ γίνωσκε, ὅτι μᾶλλον ἀπὸ τοῦ δεῦρο διαδέξονταί σε μείζονες ἀγῶνες τῆς πρὸς αὐτὸν
πάλης. ᾿Ισχύει δὲ κατὰ σοῦ οὐδαμῶς, πεφραγμένην σε εὑρίσκων, τῇ τε πρὸς τὸν ὁδηγοῦντά σε κραταιᾷ
πίστει καὶ ἀγάπῃ, καὶ τῇ πρὸς πᾶσαν ὑπακοὴν καὶ ταπείνωσιν εὐθύτητι.

Διὰ τοῦτο ἀπέστω ἀπὸ σοῦ ἀνηκοΐα, ἀντιλογία, ὑπερηφανία, ἔρις, ζῆλος, φθόνος, θυμός, κραυγή,
βλασφημία, λαθροφαγία, παρρησία, μερική φιλία, περπερεία, φιλονεικία, γογγυσμός, ψιθυρισμός,
ἐπίκτησις ἰδιάζουσα οἰκτροῦ πράγματος, καὶ τὰ ἄλλα πάντα τῆς κακίας εἴδη, δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ
Θεοῦ ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ῥιζοῦν ἄρχεται ἐν αὐτοῖς ὁ τῶν ψυχῶν φθορεύς. Μᾶλλον
δέ, ἀντ᾿ αὐτῶν, κτῆσαι τὰ πρέποντα ῾Αγίοις· φιλαδελφίαν, ἡσυχίαν, ἐπιείκειαν, εὐλάβειαν, μελέτην τῶν
Θείων λογίων, ἀνάγνωσιν, τήρησιν καρδίας ἐκ ῥυπαρῶν λογισμῶν, ἐργασίαν τὴν κατὰ δύναμιν,
ἐγκράτειαν, ὑπομονὴν μέχρι θανάτου, ἐφ᾿ ᾗ Μητρὶ τὰς συνθήκας σου ἔδωκες πρῶτον· καὶ τελευταῖον
ἐξαγγελίαν τῶν τῆς καρδίας σου κρυπτῶν, καθὼς αἱ θεῖαι ὑποθῆκαι διαγορεύουσιν· ᾿Εβαπτίζοντο γάρ,
φησίν, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

᾿Ερώτησις: Σαῦτα πάντα οὕτω καθομολογεῖς, ἐπ᾿ ἐλπίδι τῆς δυνάμεως τοῦ Θεοῦ, καὶ ἐν ταύταις ταῖς
ὑποσχέσεσι διακαρτερεῖν συντάσσῃ μέχρι τέλους ζωῆς, χάριτι Φριστοῦ;

᾿Απόκρισις: Ναί, τοῦ Θεοῦ συνεργοῦντος, Σίμιε Πάτερ.

Εἶτα λέγει ὁ ἱερεὺς τὴν εὐχὴν ταύτην·

Ὁ πανοικτίρμων οὖν Θεὸς καὶ πολυέλεος, ὁ τὰ ἄχραντα σπλάγχνα τῆς αὐτοῦ ἀνεξιχνιάστου
ἀγαθότητος ὑπανοίγων παντὶ τῷ προσερχομένῳ αὐτῷ, πόθῳ καὶ ἀγάπῃ θερμῇ, ὁ εἰπών· ὅτι ἐπιλήσεται
γυνὴ τὰ ἔκγονα αὐτῆς, ἢ ἐγώ ἐπιλήσομαί σου· ὁ καὶ τὸν σὸν πόθον εἰδώς, καὶ τῇ προθέσει σου
ἐπιβάλλων τὴν παρ᾿ ἑαυτοῦ δύναμιν πρὸς ἐκπλήρωσιν τῶν αὐτοῦ ἐντολῶν, ἐπιλάβοιτο, καὶ
ἐπαγκαλίσαιτο, καὶ ὑπερασπίσαι σου, καὶ γένοιτό σοι τεῖχος ὀχυρὸν ἀπὸ προσώπου ἐχθροῦ, πέτρα
ὑπομονῆς, παρακλήσεως ἀφορμή, εὐτονίας χορηγός, εὐψυχίας πορισμός, ἀνδρείας συναγωνιστής,
συγκοιταζόμενος, συνανιστάμενος, γλυκαίνων καὶ εὐφραίνων σου τὴν καρδίαν, τῇ παρακλήσει τοῦ
῾Αγίου αὐτοῦ Πνεύματος, ἀξιῶν σε καὶ τῆς μερίδος τῶν ἁγίων καὶ ὁσίων Πατέρων ἡμῶν ᾿Αντωνίου,
Εὐθυμίου, ΢άββα καὶ τῶν σὺν αὐτοῖς· μεθ᾿ ὧν καὶ κληρονομήσεις τὴν Βασιλείαν τῶν οὐρανῶν, ἐν
Φριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν. ῟ῼ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ Βασιλεία καὶ ἡ δύναμις, σὺν τῷ Πατρὶ
καὶ τῷ ῾Αγίῳ Πνεύματι.

Εἶτα σφραγίζει ὁ ῾Ιερεὺς εὐλογῶν σταυροειδῶς, ἐκ τρίτου τὴν κεφαλὴν τῆς Κατηχουμένης,

καὶ στραφεὶς κατὰ ἀνατολὰς λέγει τὴν ἀκόλουθον Εὐχήν·

Σοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ὤν Δέσποτα Παντοκράτωρ, ὕψιστε Βασιλεῦ τῆς δόξης, ὁ μετὰ τοῦ ζῶντος καὶ ἐνυποστάτου ΢ου
Λόγου, καὶ τοῦ παρὰ ΢οῦ ἐκπορευομένου Πνεύματος τῆς ἀληθείας, κυριεύων πάσης κτίσεως ὁρατῆς τε
καὶ ἀοράτου· ὁ Θεὸς ὁ καθήμενος ἐπὶ τῶν Φερουβίμ, καὶ τῇ τρισαγίῳ φωνῇ ὑπὸ τῶν ΢εραφὶμ
ἀνυμνούμενος ἀκαταπαύστως· ῟ῼ παρεστήκασι χίλιαι χιλιάδες, καὶ μύριαι μυριάδες ἁγίων ᾿Αγγέλων καὶ
᾿Αρχαγγέλων στρατιαί. ΢ὺ εἶ τὸ φῶς, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον,
δυσωπούμενος ὑπό τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάσης ἐπουρανίου σου
᾿Εκκλησίας τῶν πρωτοτόκων ἐν ῾Ιερουσαλήμ, ἐπίβλεψον ἱλέῳ ὄμματι ἐπί τὴν ταπείνωσιν τῆς δούλης
΢ου (τῆς δε), ἥτις συνέθετο καὶ καθωμολόγησεν ἐνώπιον πολλῶν μαρτύρων· σύναψον τῷ δωρηθέντι
αὐτῇ ἐκ προγόνων χαρίσματι τῆς υἱοθεσίας, καὶ τῆς Βασιλείας σου διὰ τοῦ ῾Αγίου Βαπτίσματος, τὸ
μοναδικὸν τοῦτο καὶ ᾿Αγγελοειδὲς ἐπάγγελμα ἀκατάσειστον, τεθεμελιωμένον ἐπὶ τὴν ἀκρότομον καὶ
πνευματικὴν πέτραν τῆς εἰς ΢ὲ πίστεως.

᾿Ενδυνάμωσον αὐτὴν ἐν τῷ κράτει τῆς ἰσχύος σου, καὶ ἔνδυσον αὐτὴν τὴν πανοπλίαν τοῦ ᾿Αγίου σου
Πνεύματος, ὅτι οὐκ ἔστιν αὐτῇ ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας,
πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας.
Περίζωσον τὴν ὀσφὺν αὐτῆς δύναμιν ἀληθείας, καὶ ἔνδυσον αὐτὴν θώρακα δικαιοσύνης καὶ
ἀγαλλιάσεως, καὶ ὑπόδυσον τοὺς πόδας αὐτῆς ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. ΢όφισον
αὐτὴν ἀναλαβεῖν τὸν θυρεὸν τῆς Πίστεως, ἐν ᾧ δυνήσεται πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα
σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμά
σου, ἀντιλαμβανόμενος τοῖς ἀλαλήτοις τῆς καρδίας αὐτῆς στεναγμοῖς. ΢υναρίθμησον αὐτὴν τοῖς
ἐκλεκτοῖς σου, ἵνα γένηται σκεῦος ἐκλογῆς σου, θυγάτηρ καὶ κληρονόμος τῆς Βασιλείας σου, θυγάτηρ
φωτὸς καὶ ἡμέρας, σοφίας, δικαιοσύνης, ἁγιασμοῦ, ἀπολυτρώσεως. Κατασκεύασον αὐτὴν ὄργανον
ἐναρμόνιον, ψαλτήριον τερπνὸν τοῦ ῾Αγίου Πνεύματος· ὅπως ἐντεῦθεν μετὰ προκοπῆς ἀπεκδυσαμένη
τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὴν φιλήδονον ἀπάτην τοῦ πολυμόρφου ὄφεως,
ἐνδύσηται τὸν νέον ᾿Αδάμ, τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. ΢τερέωσον αὐτήν,
πάντοτε τὰ στίγματα καὶ τὸν ΢ταυρὸν τοῦ ᾿Ιησοῦ βαστάζειν ἐν τῷ σώματι αὐτῆς, δι᾿ ὧν αὐτῇ ὁ
κόσμος ἐσταύρωται, καὶ αὐτὴ τῷ κόσμῳ. Μόρφωσον ἐν αὐτῇ ἀρετὴν ἀληθινὴν ἄγειν, καὶ μὴ ἀρέσκειαν
ἀνθρώπων, ἢ αὐταρέσκειαν, ἐν τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ, τὴν φιλαδελφίαν καὶ τὴν
ὑπακοήν. Φαρίτωσον αὐτὴν ἀγρυπνοῦσαν, ἐργαζομένην, καθεύδουσαν, ἀνισταμένην, ἐν ψαλμοῖς καὶ
ὕμνοις καὶ ὠδαῖς πνευματικαῖς, ἀγγελικῶς ἐνοπτρίζεσθαί ΢ε ἐν καθαρᾷ καρδίᾳ, καὶ προσκυνεῖν ΢ὲ τὸν
μόνον ζῶντα καὶ ἀληθινὸν Θεόν, εἰς χαρὰν αὐτῆς ἀνεκλάλητον. Ὅτι ΢οῦ ἐστιν ἡ βασιλεία καὶ τὸ
κράτος καὶ ἡ ἐξουσία, καὶ ΢οὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Τἱῷ, καὶ τῷ
῾Αγίῳ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Καί στρεφόμενος ὁ ῾Ιερεύς, λέγει τὴν ἑτέραν ταύτην Εὐχὴν ἐπὶ τῆς κεφαλῆς τῆς ὑποψηφίας·

Σοῦ Κυρίου δεηθῶμεν.

Ἅγιε, Κύριε τῶν δυνάμεων, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Φριστοῦ, εὐλόγησον τὴν δούλην σου
(τήν δε) ἣν προσεκαλέσω εἰς τὸν πνευματικόν σου νυμφῶνα, καὶ καταξίωσον αὐτὴν εἶναί σου ὁσίαν
δούλην. ΢όφισον αὐτήν, καὶ ἐπίχεε αὐτῇ τὴν παρὰ τοῦ ἡγεμονικοῦ σου Πνεύματος χάριν καὶ σύνεσιν.
᾿Ενίσχυσον αὐτὴν εἰς τὸν κατὰ τοῦ ἀοράτου ἐχθροῦ πόλεμον· τὰς ἐκ τῆς σαρκὸς ἐπαναστάσεις, τῇ
κραταιᾷ δυνάμει σου κατάβαλε. Δὸς αὐτῇ εὐαρεστεῖν ΢οι εἰς αἴνεσιν καὶ δοξολογίαν ἀδιάλειπτον, εἰς
ὕμνους εὐκαίρους, εἰς εὐχὰς εὐπροσδέκτους, εἰς βουλὴν ὀρθήν, εἰς καρδίαν ταπεινήν, εἰς πρᾶξιν ζωῆς
καὶ πραότητος καὶ ἀληθείας. Καταξίωσον αὐτὴν εὐαρεστεῖν σοι ἐν πραότητι, ἐν ἀγάπῃ, ἐν τελειότητι, ἐν
ἐπιστήμῃ, ἐν ἀνδρείᾳ, καὶ προσφέρειν ΢οι ὕμνους, καὶ δοξολογίας, καὶ εὐχὰς εἰς ὀσμὴν εὐωδίας.
Σελείωσον αὐτῆς τὴν ζωὴν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ἵνα, ἀδιάστατον καὶ ἀκηλίδωτον τὴν εἰς ΢ὲ
ἔχουσα ἕνωσιν, καταξιωθῇ τῆς ἐπουρανίου σου Βασιλείας. Φάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ
Μονογενοῦς σου Τἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Εἶτα ἐκτείνας τὴν χεῖρα αὐτοῦ ὁ ῾Ιερεύς πρὸς τὸ ἅγιον Εὐαγγέλιον, καὶ ἀποτεινόμενος πρὸς τὴν
Μοναχοποιουμένην, λέγει·

Ἰδοὺ ὁ Φριστὸς ἀοράτως ἐνταῦθα πάρεστι. Βλέπε, ὅτι οὐδείς σε ἀναγκάζει ἐλθεῖν ἐπὶ τοῦτο τὸ ΢χῆμα.
Βλέπε, ὅτι σὺ ἐκ προθέσεως θέλεις τὸν ἀρραβῶνα τοῦ μεγάλου καὶ ᾿Αγγελικοῦ ΢χήματος.

᾿Απόκρισις: Ναί, Σίμιε Πάτερ, ἐκ προθέσεως.

Καὶ μετὰ τὸ συντάξασθαι λέγει πρὸς αὐτὴν ὁ ῾Ιερεύς·

Λάβε τὸ ψαλίδιον καὶ ἐπίδος μοι αὐτό.

Αὕτη δὲ λαμβάνει τὸ ψαλίδιον ἀπὸ τὸ ἅγιον Εὐαγγέλιον καὶ δίδει αὐτὸ εἰς τὰς χεῖρας τῆς ῾Ηγουμένης,
ἡ ὁποία δίδει τοῦτο εἰς τὰς χεῖρας τοῦ ῾Ιερέως, ὅστις ἀφίησι τοῦτο ἐπὶ τοῦ ἱεροῦ Εὐαγγελίου, ὁπόθεν
λαμβάνει πάλιν τοῦτο ἡ ἀδελφή.

Καὶ τούτου γενομένου ἐκ τρίτου, λέγει ὁ ῾Ιερεύς·

Ἰδοὺ ἐκ τῆς χειρὸς τοῦ Φριστοῦ λαμβάνεις αὐτό. Βλέπε δὲ τίνι προσέρχῃ, τίνι συντάσσῃ, καὶ τίνι
ἀποτάσσῃ.

Καὶ λαβὼν ὁ ῾Ιερεὺς τὸ ψαλίδιον ἐκ τῆς χειρὸς τῆς ῾Ηγουμένης, λέγει·

Εὐλογητὸς ὁ Θεὸς ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ ὢν
εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εἶτα κουρεύει αὐτὴν σταυροειδῶς ὁ ῾Ιερεύς,

λέγων οὕτως·

Ἡ ἀδελφὴ ἡμῶν (ἡ δεῖνα) κείρεται τὴν κόμην τῆς κεφαλῆς αὐτῆς, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ
Τἱοῦ, καὶ τοῦ ῾Αγίου Πνεύματος. Εἴπωμεν ὑπὲρ αὐτῆς τὸ Κύριε ἐλέησον.

Καὶ ψάλλεται παρὰ τῶν ἀδελφῶν τὸ Κύριε ἐλέησον (γ´).

Εἶτα ἡ Τυπικάρισσα εἰσελθοῦσα εἰς τὸ ἅγιον Βῆμα παραλαμβάνει τὰ ἐκεῖ ἀφ᾿ ἑσπέραςεὑρισκόμενα ἐνδύματα, κα
ὶ δίδει ἕνα πρὸς ἕνα τῷ ῾Ιερεῖ· οὗτος δὲ παραλαμβάνων ἕκαστοντούτων καὶ εὐλογῶν δίδει τῇ ᾿Αναδόχῳ, ἥτις κ
αὶ ἐνδύει τὴν νεόκουρον, τῶν ψαλτῶν ψαλλόντωνεἰς ἕν ἕκαστον ἐξ αὐτῶν τὸ Κύριε ἐλέησον (τρίς).

Δίδων ὁ ῾Ιερεὺς τὸ ἱμάτιον (ζωστικὸν) λέγει·

Α´. ῾Η ᾿Αδελφὴ ἡμῶν (ἡ δεῖνα) ἐνδύεται χιτῶνα δικαιοσύνης καὶ ἀγαλλιάσεως τοῦ Μεγάλου καὶ
᾿Αγγελικοῦ ΢χήματος, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Τἱοῦ, καὶ τοῦ ῾Αγίου Πνεύματος. Εἴπωμεν
ὑπὲρ αὐτῆς τὸ Κύριε ἐλέησον.

Εἶτα δίδων τὸ Σχῆμα ὁ ῾Ιερεύς, λέγει·


Β´. ῾Η ᾿Αδελφὴ ἡμῶν (ἡ δεῖνα) λαμβάνει τὸ σουδάριον τοῦ μεγάλου καὶ ᾿Αγγελικοῦ ΢χήματος, εἰς τὸ
ὄνομα τοῦ Πατρός, καὶ τοῦ Τἱοῦ, καὶ τοῦ ῾Αγίου Πνεύματος νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. ᾿Αμήν. Εἴπωμεν καὶ ὑπὲρ αὐτῆς τό, Κύριε ἐλέησον.

Εἶτα δίδων τὸ Πολυσταύριον λέγει·

Γ´. ῾Η ᾿Αδελφὴ ἡμῶν (ἡ δεῖνα) λαμβάνει τὸν ᾿Ανάλαβον ἐν ὀνόματι τοῦ Πατρός, καὶ τοῦ Τἱοῦ, καὶ
τοῦ ῾Αγίου Πνεύματος, ἀναλαμβάνων τὸν σταυρὸν αὐτῆς ἐπὶ τῶν ὤμων καὶ ἀκολουθοῦσα τῷ Δεσπότῃ
Φριστῷ. Εἴπωμεν ὑπὲρ αὐτῆς τὸ Κύριε ἐλέησον.

Εἶτα δίδων τὴν ζώνην ὁ ῾Ιερεύς, λέγει·

Δ´. ῾Η ᾿Αδελφὴ ἡμῶν (ἡ δεῖνα) περιζώννυται τὴν ὀσφὺν αὐτῆς δύναμιν ἀληθείας, ἐν ὀνόματι τοῦ
Πατρός, καὶ τοῦ Τἱοῦ, καὶ τοῦ ῾Αγίου Πνεύματος. Εἴπωμεν ὑπὲρ αὐτῆς τὸ Κύριε ἐλέησον.

Εἶτα δίδων τὸ παλλίον (ράσο) ὁ ῾Ιερεύς, λέγει·

Ε´. ῾Η ᾿Αδελφὴ ἡμῶν (ἡ δεῖνα) λαμβάνει τὸ Παλλίον τοῦ Μεγάλου καὶ ᾿Αγγελικοῦ ΢χήματος εἰς
στολὴν ἀφθαρσίας καὶ σεμνότητος, ἐν ὀνόματι τοῦ Πατρός, καὶ τοῦ Τἱοῦ, καὶ τοῦ ῾Αγίου Πνεύματος.
Εἴπωμεν ὑπὲρ αὐτῆς τὸ Κύριε ἐλέησον.

Δίδων τὰ ὑποδήματα ὁ ῾Ιερεύς, λέγει·

ΣΤ´. ῾Η ᾿Αδελφὴ ἡμῶν (ἡ δεῖνα) ὑποδύεται τὰ σανδάλια εἰς ἑτοιμασίαν τοῦ Εὐαγγελίου τῆς εἰρήνης,
ἐν ὀνόματι τοῦ Πατρός, καὶ τοῦ Τἱοῦ, καὶ τοῦ ῾Αγίου Πνεύματος. Εἴπωμεν ὑπὲρ αὐτῆς τὸ Κύριε
ἐλέησον.

Εἶτα δίδει τὸ Κάλυμμα, λέγων·

Ζ´. ῾Η ᾿Αδελφὴ ἡμῶν (ἡ δεῖνα) καλύπτεται τὸ κάλυμμα τῆς ἀκακίας, εἰς περικεφαλαίαν καὶ ἐλπίδα
σωτηρίας, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Τἱοῦ, καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. Εἴπωμεν καὶ ὑπὲρ αὐτῆς τό, Κύριε ἐλέησον

Εἶτα τὸ κουκούλιον, λέγων·

Η´. ῾Η ᾿Αδελφὴ ἡμῶν (ἡ δεῖνα) ἐνδύεται τὸ κουκούλιον τῆς ἀκακίας, εἰς περικεφαλαίαν καὶ ἐλπίδα
σωτηρίου, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Τἱοῦ, καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. Εἴπωμεν καὶ ὑπὲρ αὐτῆς τό, Κύριε ἐλέησον.

Εἶτα δίδει τὸν Μανδύαν ὁ ῾Ιερεύς, λέγων·

Θ´. ῾Η ᾿Αδελφὴ ἡμῶν (ἡ δεῖνα) λαμβάνει τὸν Μανδύαν τοῦ Μεγάλου καὶ ᾿Αγγελικοῦ ΢χήματος, ἐν
ὀνόματι τοῦ Πατρός, καὶ τοῦ Τἱοῦ, καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. ᾿Αμήν. Εἴπωμεν καὶ ὑπὲρ αὐτῆς τὸ Κύριε ἐλέησον.

Μετὰ ταῦτα ψάλλονται τὰ ἑπόμενα Τροπάρια ὑπὸ τῶν ψαλτῶν

῏Ηχος Δ´.
἖νδύσασθε χιτῶνα τῆς σωτηρίας, ζώσασθε τὴν ζώνην τῆς σωφροσύνης, δέξασθε τὸ σημεῖον τοῦ
΢ταυροῦ, τοὺς πόδας τοὺς νοητοὺς ὁπλίσατε, τῆς ἐγκρατείας τοῖς ὅπλοις, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς
ψυχαῖς ἡμῶν.

Ἀγαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης
περιέβαλέ με· ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.

῾Ο δὲ ῾Ιερεύς λέγει τὰς ἑπομένας Εὐχάς·

Σοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ πιστὸς ἐν ταῖς παραγγελίαις σου, καὶ ἀμεταμέλητος ἐν τοῖς χαρίσμασί σου, καὶ
ἄφατος ἐν τῇ φιλανθρωπίᾳ σου· ὁ καλέσας τὸ πλάσμα σου κλήσει ἁγίᾳ, καὶ ἀγαγὼν τὴν δούλην σου
(τὴν δεῖνα) εἰς τὴν πνευματικήν σου ζωήν· δὸς αὐτῇ βίον εὐσχήμονα, πολιτείαν ἐνάρετον καὶ
ἀκατάγνωστον, ἵνα, ἐν ἁγιασμῷ πολιτευσαμένη, ἄσπιλον διατηρήσῃ, ὅπερ τῇ δυνάμει σου ἐνεδύσατο
΢χῆμα· τῷ μὲν χιτῶνι, τὴν δικαιοσύνην ἀμπεχομένη, τῇ δὲ ζώνῃ, τὴν νέκρωσιν τοῦ σώματος καὶ τὴν
σωφροσύνην ἐν ἑαυτῇ περιφέρουσα, τῷ δὲ κουκουλίῳ, τὴν περικεφαλαίαν τοῦ σωτηρίου θεμένη· τῷ δὲ
ἀναλάβῳ, τῷ σταυρῷ καὶ τῇ Πίστει κατάκοσμουμένη, τῷ δὲ περιβολαίῳ στολὴν ἀφθαρσίας
θωρακιζομένη, τοῖς δὲ σανδαλίοις, ἵνα ἐπιβῇ τῇ ὁδῷ τῆς εἰρήνης καὶ τῆς σωτηρίας, ὅπως γένῃται
φοβερὰ τοῖς ὑπεναντίοις, ἀνάλωτος τοῖς πολεμίοις, πάσης ἡδονῆς καὶ αἰσχίστης ἐπιθυμίας ἀλλοτρία·
ὑπακοὴν παιδευομένη, ἐγκράτειαν μετερχομένη, τῷ τῆς ἀσκήσεως στοιχοῦσα κανόνι· ἵνα ἐν ψαλμοῖς
καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, γεραίρῃ τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ῎Ονομά σου· τοῖς ἴχνεσι
κατακολουθοῦσα τοῦ μεγάλου Προφήτου ᾿Ηλιού, καὶ τοῦ ἁγίου ᾿Ιωάννου τοῦ Προφήτου καὶ
Βαπτιστοῦ. ῞Ινα, φθάσασα τὸ μέτρον τῆς τελειότητος, τὸν δρόμον τελέσῃ, τὴν πίστιν τηρήσῃ, καὶ
ἐνδύσηται τὴν τῶν ᾿Αγγέλων ἀφθαρσίαν, καὶ συναριθμηθῇ τῇ ἁγίᾳ σου ποίμνῃ, καὶ τύχῃ τῆς ἐκ δεξιῶν
σου παραστάσεως, καὶ ἀκούσῃ τῆς μακαρίας φωνῆς· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν Βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ῟Ης καὶ ἡμᾶς κληρονόμους
ἀξίωσον ὁ Θεὸς τῇ σῇ ἀγαθότητι.

Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί,
καὶ τῷ Τἱῷ, καὶ τῷ ῾Αγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

῾Ο ῾Ιερεύς·

Εἰρήνη πᾶσι. Σὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.Καὶ ἐν συνεχείᾳ

τὴν Εὐχήν·

Κύριε ὁ Θεὸς ἡμῶν, εἰσάγαγε τὴν δούλην σου (τήν δεῖνα) εἰς τὴν πνευματικήν σου αὐλήν, καὶ
συγκαταρίθμησον αὐτὴν τῷ λογικῷ σου ποιμνίῳ· καθάρισον αὐτῆς τὸ φρόνημα ἀπὸ τῶν σαρκικῶν
ἐπιθυμιῶν, καὶ τῆς κενῆς ἀπάτης τοῦ βίου τούτου· καὶ δὸς αὐτῇ ἀδιαλείπτως μνημονεύειν τῶν
ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσί σε, καὶ σταυρώσασιν ἑαυτοὺς τῷ βίῳ, διὰ τὴν Βασιλείαν σου.

΢ὺ γὰρ εἶ ὁ Ποιμὴν καὶ ἐπίσκοπος τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί, καὶ τῷ
Τἱῷ, καὶ τῷ ῾Αγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Εἰ δὲ οὐκ ἔστι Θεία Λειτουργία λέγονται τὰ ἑπόμενα

Εἰρηνικά·

᾿Εν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

῾Ο χορός: Κύριε ἐλέησον.

ΤΠΕΡ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

ΤΠΕΡ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν καὶ τῆς τῶν
πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

ΤΠΕΡ τοῦ ἁγίου Οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καί φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ,
τοῦ Κυρίου δεηθῶμεν.

ΤΠΕΡ τοῦ ᾿Αρχιεπισκόπου ἡμῶν……, τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Φριστῷ διακονίας, παντὸς τοῦ
κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

ΤΠΕΡ τῆς ᾿Αδελφῆς ἡμῶν (τῆς δεῖνα), καὶ τῆς παρὰ Θεοῦ σκέπης καὶ βοηθείας αὐτῆς, τοῦ Κυρίου
δεηθῶμεν.

ΤΠΕΡ τοῦ ἀμέμπτως, ἀκατακρίτως καὶ ἀνεμποδίστως διανύσαι αὐτὴν τὸν σκοπὸν τοῦ Μοναχικοῦ
΢χήματος, τοῦ Κυρίου δεηθῶμεν.

ΤΠΕΡ τοῦ φωτισθῆναι τὴν ψυχὴν αὐτῆς ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει, τοῦ Κυρίου δεηθῶμεν.

ΤΠΕΡ τοῦ ἀπαλλαγῆναι αὐτὴν πάσης κοσμικῆς ἐπιθυμίας, καὶ τῆς πρὸς τοὺς κατὰ σάρκα συγγενεῖς
προσπαθείας, τοῦ Κυρίου δεηθῶμεν.

ΤΠΕΡ ἀφέσεως τῶν ἁμαρτιῶν, καὶ συγχωρήσεως τῶν πλημμελημάτων αὐτῆς, καὶ τοῦ γενέσθαι
αὐτὴν ὑψηλοτέραν τῶν τοῦ κόσμου φρονημάτων, τοῦ Κυρίου δεηθῶμεν.

ΤΠΕΡ τοῦ διάγειν αὐτὴν ἐν πάσῃ εὐσεβείᾳ καὶ εὐλαβείᾳ καὶ σεμνότητι, τοῦ Κυρίου δεηθῶμεν.

ΤΠΕΡ τοῦ ἀποθέσθαι αὐτὴν τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδύσασθαι τὸν νέον τὸν κατὰ Θεὸν
κτισθέντα, τοῦ Κυρίου δεηθῶμεν.

ΤΠΕΡ τοῦ ῥυσθῆναι αὐτήν τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου
δεηθῶμεν.

᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι. Σῆς Παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν
῾Αγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Φριστῷ τῷ Θεῷ
παραθώμεθα.

Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ΢οὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Τἱῷ, καὶ τῷ ῾Αγίῳ
Πνεύματι, νῦν, καί ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Εἶτα μεταφέρεται ἡ νεόκουρος καὶ τοποθετεῖται εἰς ἕν τῶν στασιδίων τοῦ ἀριστεροῦ χοροῦ,

ψαλλομένου ἐν τῷ μεταξὺ τοῦ ἁρμοδίου Κοντακίου· μεθ᾿ ὅ ἀντὶ τοῦ Σρισαγίου, ψάλλεται τό·

Ὅσοι εἰς Φριστὸν ἐβαπτίσθητε, Φριστὸν ἐνεδύσασθε. ᾿Αλληλούϊα.

῾Ο ᾿Απόστολος

Προκείμενον: Κύριος φωτισμὸς καὶ σωτήρ μου.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Πρὸς ᾿Εφεσίους ᾿Επιστολῆς Παύλου τὸ ᾿Ανάγνωσμα. (Κεφ. ΢Σ´. 10)

Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. ᾿Ενδύσασθε τὴν πανοπλίαν τοῦ
Θεοῦ, πρὸς τὸ δύνασθαι ἡμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη
πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ
σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο
ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα
κατεργασάμενοι στῆναι. ΢τῆτε οὗν, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν
θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ
πᾶσιν, ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ
πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ
ἐστι ῥῆμα Θεοῦ.

᾿Αλληλούια.

΢τίχ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ.

Τὸ Εὐαγγέλιον

᾿Εκ τοῦ κατὰ Ματθαῖον… (Κεφ. Ι´ 37).

Εἶπεν ὁ Κύριος· ῾Ο φιλῶν πατέρα, ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱόν, ἢ
θυγατέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω
μου, οὐκ ἔστι μου ἄξιος. ῾Ο εὑρὼν τὴν ψυχὴν αὑτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν
αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. ῾Ο δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν
ἀποστείλαντά με. ῾Ο δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ
δεχόμενος δίκαιον, εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται. Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν
τούτων ποτήριον ψυχροῦ μόνον, εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν
αὐτοῦ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ ῾Ιησοῦς διατάσσων τοῖς δώδεκα Μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν,
τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

Εἶτα δίδωσιν ὁ῾Ιερεύς τῇ νεοκούρῳ τὸν Σταυρὸν μετὰ τοῦ κομβοσχοινίου, λέγων·

Εἶπεν ὁ Κύριος· Εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν
αὐτοῦ καὶ ἀκολουθείτω μοι.
Εἶτα δίδωσιν αὐτῇ ὁ ῾Ιερεύς τὴν λάμπάδα ἅπτουσαν (ἀναμμένην) λέγων·

Εἶπεν ὁ Κύριος· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ
ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

῾Ο ἱερεύς· ᾿Ελέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Κύριε ἐλέησον (τρίς)

Ἔτι δεόμεθα ὑπὲρ ἀφέσεως καὶ συγχωρήσεως τῶν ἁμαρτιῶν τῆς δούλης τοῦ Θεοῦ (τῆς δεῖνα).

Κύριε ἐλέησον (τρίς)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ ΢οὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί, καὶ τῷ Τἱῷ,
καὶ τῷ ῾Αγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Σημείωσις:

Εἰς τὸν καιρὸν τῆς Θείας Μεταλήψεως πρῶτον μεταλαμβάνει ἡ νεόκουρος, προσαγομένη ὑπὸ τῆς
᾿Αναδόχου αὑτῆς, καὶ χωρὶς νὰ ἐκβάλῃ τὸ κάλυμμα τῆς κεφαλῆς της.

Εἰς δὲ τὸν ἀσπασμὸν ψάλλεται τὸ ἑπόμενον ᾿Ιδιόμελον.

῏Ηχος Α´.

἖πιγνῶμεν ᾿Αδελφοὶ τοῦ μυστηρίου τὴν δύναμιν· τὸν γὰρ ἐκ τῆς ἁμαρτίας πρὸς τὴν πατρικὴν ἑστίαν
ἐπαναδραμόντα ῎Ασωτον Τἱόν, ὁ πανάγαθος Πατὴρ προϋπαντήσας ἀσπάζεται· καὶ πάλιν τῆς ἰδίας
δόξης χαρίζεται τὰ γνωρίσματα, καὶ μυστικὴν τοῖς ἄνω ἐπιτελεῖ εὐφροσύνην, θύων τὸν μόσχον τὸν
σιτευτόν· ἵνα ἡμεῖς ἀξίως πολιτευσώμεθα, τοῦ τε θύσαντος φιλανθρώπου Πατρός, καὶ τοῦ ἐνδόξου
θύματος, τοῦ ΢ωτῆρος τῶν ψυχῶν ἡμῶν.

῾Ο δὲ ἀσπασμὸς γίνεται ὡς ἐξῆς·

Μετὰ τὴν διανομὴν τοῦ ᾿Αντιδώρου,


πλησιάζουσιν αἱ ᾿Αδελφαὶ μία, μία τὴν νεόκουρον, ἱσταμένην ἐπὶ τοῦ στασιδίου, καὶ ἀσπαζόμεναι τὸν ἐν τῇ δεξιᾷ
χειρὶ αὐτῆς βασταζόμενονΣταυρὸν μετὰ τῆς ἀναμμένης λαμπάδος, ἐρωτῶσι· Πῶς ἐκλήθης, ᾿Αδελφή; ᾿Εκείνη
ἀπαντᾷλέγουσα τὸ ὅπερ ἐκλήθη Μοναχικὸν ὅνομα. Καὶ ἡ ᾿Αδελφὴ εὔχεται αὐτῇ λέγουσα· Νὰ ζήσῃς, νὰεὐαρεσ
τήσῃς τὸν Θεόν, τοὺς ᾿Αγγέλους, τοὺς ἀνθρώπους καὶ τὴν Γερόντισσάν σου. Καλὴνὑπομονὴν καὶ ὑπακοὴν νὰ ἔ
χῃς, καὶ τέλος ἀγαθόν. ᾿Εκείνη δὲ ἀπαντᾷ λέγουσα. ᾿Αμήν, ἡ εὐχήΣου νὰ μὲ βοηθήσῃ.

Εὐχὴ εἰς τὸ ᾿Αποκουκουλίσαι τὴν ὁποίαν λέγει ὁ ῾Ιερεύς·

Σοῦ Κυρίου δεηθῶμεν

Πολυέλεε Κύριε, ὁ δωρησάμενος τῇ δούλῃ ΢ου (τῇ δεῖνα), διὰ τῆς ἀναλήψεως τοῦ Μοναχικοῦ
΢χήματος τὸ Κουκούλιον, εἰς περικεφαλαίαν ἐλπίδος σωτηρίου, ἀναφαίρετον ἐκ τῆς αὐτῆς κεφαλῆς,
τὴν τοιαύτην χάριν ΢ου διατήρησον, συνέχων καὶ συνθάλπων τὸ τῆς διανοίας αὐτῆς ἡγεμονικόν ἐξ
ἐναντίων προσβολῶν ἀπαρασάλευτον· ὅπως, τὴν τοῦ πονηροτάτου ὄφεως, τοῦ τηρεῖν αὐτοῦ τὴν
πτέρναν συγχωρηθέντος, καταπατοῦσα κάραν, πρὸς σέ, τὴν φοβερὰν καὶ μόνην κεφαλὴν τῶν ἁπάντων,
τοὺς νοητοὺς αὐτῆς ὀφθαλμοὺς αἴρῃ. Ὅτι ΢ὺ εἶ ὁ φωτισμὸς καὶ ὁ ἀγιασμὸς τῶν ψυχῶν ἡμῶν, καὶ ΢οὶ
τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Τἱῷ, καὶ τῷ ῾Αγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Εἰρήνη πᾶσι

Σὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Καὶ τὴν εὐχὴν μυστικῶς·

Σήν τῇ πυρίνῃ κεφαλῇ τὴν ἰδίαν κεφαλὴν ΢οὶ τῷ ἀοράτῳ καὶ μόνῳ σοφῷ Θεῷ ὑποκλίνουσαν,
Δέσποτα, εὐλόγησον, καθαγίασον, περιφρούρησον ἐκ πάσης ἐπιβλαβοῦς ἐπηρείας ὁρατῆς τε καὶ
ἀοράτου.

᾿Εκφώνως·

Ὅτι ΢οῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ ἐξουσία, καὶ ἡ δύναμις, καὶ ΢οὶ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις,
τῷ Πατρὶ καὶ τῷ Τἱῷ, καὶ τῷ ῾Αγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Δόξα, καὶ νῦν. Κύριε ἐλέησον (τρίς).

Εὐλόγησον. Καὶ ᾿Απόλυσις

***

Κείμενον μετατραπέν εἰς τὸ θηλυκὸν γένος.

Ἀδελφότης Τιμίου Προδρόμου Καρέα

You might also like