Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 4

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΔΥΣΚΡΑΣΙΑΣ ΑΕΡΩΝ

Προκείμενον τοῦ Ἀποστόλου.


Tάς αὔλακας αὐτῆς μέθυσον.
Στίχ. Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται.
Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τό Ἀνάγνωσμα.
Κεφ. Ε'. 7,17
Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς
ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾿ αὐτῷ ἕως λάβῃ ὑετὸν
πρώϊμον καὶ ὄψιμον. 8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν,
ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. 9 Μὴ στενάζετε κατ᾿ ἀλλήλων, ἀδελφοί, ἵνα
μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 17 Ἠλίας ἄνθρωπος ἦν
ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ
τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· 18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς
ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς.

Ἀλληλούια. Εὐλογήσεις τόν στέφανον τοῦ ἐνιαυτοῦ.

Ἐκ τοῦ κατὰ Ματθαῖον ιστ΄ 1 - 6


Τῷ καιρῷ ἐκείνῳ, προσελθόντες τῷ Ἰησοῦ οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι
πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. 2 ὁ δὲ
ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὀψίας γενομένης λέγετε· εὐδία· πυῤῥάζει γὰρ ὁ
οὐρανός· 3 καὶ πρωΐας· σήμερον χειμών· πυῤῥάζει γὰρ στυγνάζων ὁ οὐρανός·
ὑποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα
τῶν καιρῶν οὐ δύνασθε γνῶναι; 4 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός
ἐστιν ἐν τῇ ἰδίᾳ πατρίδι αὐτοῦ. 25 ἐπ' ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν
ἐν ταῖς ἡμέραις Ἠλιοῦ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ
μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν
αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σαρεπτὰ τῆς Σιδωνίας πρὸς γυναῖκα χῆραν.
Λέγουσιν αὐτῷ οἱ Ἰουδαῖοι· Τί οὖν οὐ ποιεῖς σύ σημεῖον, ἵνα ἴδωμεν, και
πιστεύσωμέν σοι; τί ἐργάζῃ; Οἱ πατέρες ἡμῶν τό μάνα ἔφαγον ἐν τῇ ἐρήμῳ,
καθώς ἐστι γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Εἶπεν
οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμήν ἀμήν, λέγω ὑμῖν· Οὐ Μωσῆς δέδωκεν ὑμῖν τόν ἄρτον
ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τόν ἄρτον ἐκ τοῦ οὐρανοῦ τόν

1
ἀληθινόν· ὁ γάρ ἄρτος τοῦ Θεοῦ ἐστιν, ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καί ζωήν
διδούς τῷ κόσμῳ.

Ἡ ἐκτενής παρά τοῦ Διακόνου


Ἐλέησον ἡμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καί
ἐλέησον.
Ὁ μή βουλόμενος τόν θάνατον τοῦ ἀμαρτωλοῦ· ἀλλά ἀναμένων αὐτοῦ τήν
ἐπιστροφήν καί τήν μετάνοιαν· ἐπάκουσον ἡμῶν δεομένων σου.
Ὁ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἔντειλαι αὐταῖς τοῦ δοῦναι καιρόν
εἰρηνικόν· ἐπ’ αὐτῇ δεομένων σου.
Ὁ προσκαλούμενος τό ὕδωρ τῆς θαλάσσης· καί ἐκχέων αὐτό ἐπί πρόσωπον
πάσης τῆς γῆς· κατάπεμψον τήν εὐλογίαν σου ἐφ’ ἡμᾶς δεομένων σου.
Ὁ περιβάλλων τόν οὐρανόν ἐν νεφέλαις· καί ἐτοιμάζων τῇ γῇ ὑετόν
ἐξαπόστειλον ἡμῖν· τά ἐλέη σου δεομένοις σου.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι· καί χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων
σῶσον ἀνθρώπους· σύν κτήνεσι δεομένων σου.
Βροχήν ἑκούσιον καί ὄμβρον εἰρηνικόν· εὐφόρησον τῇ γῇ καί σῶσον τά
σύμπαντα· φιλάνθρωπε ἡμῶν δεομένων σου.
Κατάπεμψον τήν εὐλογίαν σου ἐπί τούς χρήζοντας· καί δεομένους τόπους
φιλάνθρωπε· ἡμῶν δεομένων σου.
Οἰκτίρμων καί ἐλεήμων· οἰκτείρησον καί εὔφρανον ἡμᾶς· φιλάνθρωπε
δεομένων σου.
Εἰσάκουσον ἡμῶν ὁ Θεός· ὅτι χρηστόν τό ἔλεός σου καί ἐλέησον ἡμᾶς· τῇ
εὐσπλαχνίᾳ σου δεομένους σου.
Ὁ Ἱερεύς ἐκφώνως:
Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν
ἀναπέμπομεν, τῷ Πατρί, καί τῷ Υἱῷ, καί τῷ ἁγίῳ Πνεύματι, νῦν καί ἀεί, καί εἰς
τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ
χώραν, κώμην, νῆσον) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ,

2
σεισμοῦ, καταποντισμού, πυρός, μαχαίρας, ἀκρίδος, χαλάζης, ἐπιδρομῆς
ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου∙ ὑπὲρ τοῦ ἵλεων,
εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἐπί
ταῖς ἁμαρτίαις ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον
τὴν καθ’ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἠμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας
αὐτοῦ ἀπειλῇς· καί ὑπέρ τοῦ καταπέμψαι ἡμῖν καιρόν εἰρηνικόν, καί
ἐπομβρῆσαι τῇ γῇ ὄμβρον ὠφέλιμον, καὶ ἐλεῆσαι ἠμᾶς δεομένους αὐτοῦ.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς
καὶ τῶν ἐν θαλάσσῃ μακράν∙ καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς
ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων.

ΕΥΧΑΙ
Εὐχή α΄
Τοῦ Κυρίου δεηθῶμεν
Δέσποτα Κύριε ὁ Θεός ἡμῶν, ὁ διά τόν πρός σέ ζῆλον ἐπακούσας Ἡλιοῦ τοῦ
Θεσβίτου, καί τόν κατά καιρόν τῇ γῇ πεμπόμενον ὑετόν ἐπισχεθῆναι κελεύσας∙
εἷτα πάλιν διά τῆς αὐτοῦ ἱκεσίας ὄμβρον καρποφόρον αὐτῇ χαρισάμενος∙ αὐτός
Δέσποτα τῶν ἁπάντων ὑπό τῆς ἰδίας σου εὐσπλαχνίας δυσωπούμενος, καιρόν
ὠφέλιμον εὐφόρησον τῇ κληρονομίᾳ σου, καί τά πεπλημμελημένα ἡμῖν
παριδών, τήν εὐλογίαν σου κατάπεμψον ἐπί τούς χρήζοντας καί δεομένους
τόπους∙ εὔφρανον τό πρόσωπον τῆς γῆς διά τούς πτωχούς τοῦ λαοῦ σου, καί τά
νήπια, καί τά κτήνη, καί τά ἄλλα πάντα, ὅτι προς σέ προσδοκοῦσι, δοῦναι τήν
τροφήν αὐτῶν εἰς εὔκαιρον∙
Σύ γάρ εἶ ὁ Θεός ἡμῶν, Θεός τοῦ ἐλεεῖν καί σώζειν∙ καί σοί τήν δόξαν
ἀναπέμπομεν, τῷ Πατρί, καί τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων.

3
Εὐχή β’
Ἐπί καταιγίδων
Τοῦ Κυρίου δεηθῶμεν
Πάλιν σοῦ Κύριε τοῦ φιλανθρώπου Δεσπότου, μνήμη παιδείας∙ πάλιν δούλων
ἀχρείων συγχωρήσεως δεήσεις γινωσκόντων∙ ὡς ὄσον ὑπερβάλλει τό μέγεθος
τῶν ἁμαρτημάτων, τοσούτῳ πλέον καί αὐτός ὑπερέχεις τῇ ἀμνησικάκῳ σου
εὐπλαχνία∙ διό καί δεόμεθά σου, ἀπόστρεψον τόν θυμόν σου ἀφ’ ἡμῶν, ὅπως
μή εἰς τόν αἰῶνα ὀργισθῇς ἡμῖν, ἀλλ’ ἐν τῷ ἐλέει σου ζωώσεις ἡμᾶς τοῖς
οἰκτιρμοῖς σου, Κύριε ὁ Θεός ἡμῶν, ὁ στερεῶν βροντήν, καί μετασκευάζων
ἀστραπήν, καί πάντα πράττων πρός σωτηρίαν τῶν ἔργων τῶν χειρῶν σου∙
ἔπιδε τῇ σῇ φιλανθρωπίᾳ καί ῥῦσαι ἡμᾶς ἀπό πάσης θλίψεως, ὀργῆς, καί
ἀνάγκης, καί τῆς ἐφεστώσης ἀπειλῆς∙ ἐμβρόντησας γάρ ἐξ’ οὐρανοῦ ὁ Κύριος,
καί ἀστραπάς ἐπλήθυνας, καί συνετάραξας ἡμᾶς∙ διαλλάγηθι εὔσπλαχνε∙
πρός σέ καταφεύγομεν, καί τούς πλουσίους σου οἰκτιρμούς κατάπεμψον ἐφ’
ἡμᾶς, καί ἐλέησον τούς δούλους ὡς ἀγαθός καί φιλάνθρωπος. Μή
καταφλεξάτω ἡμᾶς τό πῦρ τοῦ θυμοῦ σου, μηδέ καταφαγέτω ἡμᾶς θυμός
ἀστραπῶν καί βροντῶν σου∙ ἀλλά τῇ συνήθει σου χρησάμενος εὐσπλαχνίᾳ∙
πράϋνον τήν ὀργήν σου, καί εἰς αἰθρίαν τόν ἀέρα μετάβαλε, καί ταῖς ἡλιακαῖς
ἀκτῖσι τόν ἐπικείμενον ζόφον διακόψας, καί τήν ἀχλύν εἰς γαλήνην
μεταποίησον∙

Ἐκφώνως∙ Ὅτι Θεός ἐλέους, οἰκτιρμῶν, καί φιλανθρωπίας ὑπάρχεις, καί σοί
τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καί τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

You might also like