Hipócrates - Περὶ Παρθενίων

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 28

Sumário

Ὃρκος...............................................................................................................................2
Περὶ ἑπταμήνου (καὶ) Περὶ ὀκταμήνου (Oct.)..................................................................3
Περὶ Ἀφόρων (Steril.).......................................................................................................8
Περὶ Παρθενίων (Virg.)...................................................................................................20
Περὶ ἐπικύησις (Superf.)..................................................................................................21
Περὶ ἐγκατατομῆς ἐμβρύου (Foet. Exsect.)....................................................................28

1
Ὃρκος
Ὄμνυμι Ἀπόλλωνα ἰητρὸν, καὶ Ἀσκληπιὸν, καὶ Ὑγείαν,
καὶ Πανάκειαν, καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας
ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν
ἐμὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε· ἡγήσασθαι μὲν
τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν
ἐμοῖσι, καὶ βίου κοινώσασθαι, καὶ χρεῶν χρηΐζοντι
μετάδοσιν ποιήσασθαι, καὶ γένος τὸ ἐξ ωὐτέου ἀδελφοῖς
ἴσον ἐπικρινέειν ἄῤῥεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην,
ἢν χρηΐζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ ξυγγραφῆς,
παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοιπῆς ἁπάσης
μαθήσιος μετάδοσιν ποιήσασθαι υἱοῖσί τε ἐμοῖσι, καὶ
τοῖσι τοῦ ἐμὲ διδάξαντος, καὶ μαθηταῖσι
συγγεγραμμένοισί τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ,
ἄλλῳ δὲ οὐδενί. Διαιτήμασί τε χρήσομαι ἐπ´ ὠφελείῃ
καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν, ἐπὶ δηλήσει
δὲ καὶ ἀδικίῃ εἴρξειν. Οὐ δώσω δὲ οὐδὲ φάρμακον
οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι
ξυμβουλίην τοιήνδε· ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν
φθόριον δώσω. Ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν
ἐμὸν καὶ τέχνην τὴν ἐμήν. Οὐ τεμέω δὲ οὐδὲ μὴν
λιθιῶντας, ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος
τῆσδε. Ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω, ἐσελεύσομαι ἐπ´
ὠφελείῃ καμνόντων, ἐκτὸς ἐὼν πάσης ἀδικίης ἑκουσίης
καὶ φθορίης, τῆς τε ἄλλης καὶ ἀφροδισίων ἔργων ἐπί τε
γυναικείων σωμάτων καὶ ἀνδρῴων, ἐλευθέρων τε καὶ
δούλων. Ἃ δ´ ἂν ἐν θεραπείῃ ἢ ἴδω, ἢ ἀκούσω, ἢ καὶ
ἄνευ θεραπηΐης κατὰ βίον ἀνθρώπων, ἃ μὴ χρή ποτε
ἐκλαλέεσθαι ἔξω, σιγήσομαι, ἄῤῥητα ἡγεύμενος εἶναι τὰ
τοιαῦτα. Ὅρκον μὲν οὖν μοι τόνδε ἐπιτελέα ποιέοντι, καὶ
μὴ ξυγχέοντι, εἴη ἐπαύρασθαι καὶ βίου καὶ τέχνης
δοξαζομένῳ παρὰ πᾶσιν ἀνθρώποις ἐς τὸν αἰεὶ χρόνον·
παραβαίνοντι δὲ καὶ ἐπιορκοῦντι, τἀναντία τουτέων.

2
Περὶ ἑπταμήνου (καὶ) Περὶ ὀκταμήνου (Oct.)

1. Οἱ δὲ ἑπτάμηνοι γίνονται ἐκ τῶν ἑκατὸν ἡμερέων καὶ ὀγδοήκοντα καὶ δύο καὶ
προσεόντος μορίου· ἢν γὰρ τοῦ πρώτου λογίσῃ μηνὸς πεντεκαίδεκα ἡμέρας, τῶν δὲ
πέντε μηνῶν ἑκατὸν καὶ τεσσαράκοντα καὶ ἑπτὰ καὶ ἥμισυ ἡμέρης, ἐν γὰρ ἑξήκοντα
μιῆς δεούσῃσιν ἡμέρῃσιν ἐγγύτατα δύο μῆνες ἐκτελεῦνται, οὕτως οὖν τουτέων
ἐόντων ἐς τὸν ἕβδομον μῆνα περιγίνονται ἡμέραι πλεῖον ἢ εἴκοσιν, ἐς ἥμισυ τοῦ
ἐνιαυτοῦ τῆς ἡμέρης μέρεος τῷ μέρει ποσοῦ γινομένου. Ὁκόταν οὖν ἐς τὴν ἀρχὴν
τῆς τελειώσιος ἔλθῃ ταύτην, ἁδρυνομένου τοῦ ἐμβρύου καὶ τὴν ἰσχὺν πουλὺ
ἐπιδιδόντος ἐν τῇ τελειώσει μᾶλλον ἢ ἐν τοῖσιν ἄλλοισι χρόνοισιν, οἱ ὑμένες ἐν οἷσι
τὴν ἀρχὴν ἐτράφη, ὥσπερ τῶν ἀσταχύων, ἐξεχάλασαν πρόσθεν ἀναγκαζόμενοι ἢ
τελείως ἐξαδρυνθῆναι τὸν καρπόν· τὰ οὖν ἰσχυρότατα καὶ ἁδρότατα τῶν ἐμβρύων
βιησάμενα καὶ διαῤῥήξαντα τοὺς ὑμένας ἠνάγκασε τὸν τόκον γενέσθαι.

2. Καὶ τὰ μὲν πλεῖστα τουτέων ἀπώλλοντο· μικρὰ γὰρ ὄντα τῇ μεταβολῇ μέζονι
χρέονται τῶν ἄλλων· καὶ τὴν τεσσαρακονθήμερον κακοπαθείην ἀναγκάζονται
κακοπαθεῖν, ἐξελθόντα ἐκ τῆς μήτρης· καὶ τῶν δεκαμήνων πολλὰ ἀποκτείνει. Ἔστι
δὲ ἃ τούτων τῶν ἑπταμήνων καὶ περιγίνονται, ἐκ πολλῶν ὀλίγα, ὅτι ὁ λόγος καὶ ὁ
χρόνος, ἐς ὃν ἐτράφη ἐν τῇ μήτρῃ, κατέστησέ πως μετέχειν πάντων ὧν περ καὶ τὰ
τελεώτατα μετέχει καὶ μάλιστα περιγινόμενα, καὶ ἐξήλλαξε τῆς μητρὸς πρόσθεν ἢ
νοσῆσαι τὰ ἐν τῷ ὀγδόῳ μηνὶ νενοσευμένα· τουτέοισι γὰρ τοῖσι πόνοισιν ἢν
ἐπιγίνηται, ὥστ´ εἰς τοὐμφανὲς ἐλθεῖν τὸ παιδίον, ἀδύνατον περιγενέσθαι διὰ τὰς
πάθας τὰς προειρημένας, ἃς ἐγώ φημι τοὺς ὀκταμήνους ἀποκτείνειν, πολλοὺς δὲ καὶ
τῶν δεκαμήνων.

3. Τὰ δὲ πολλὰ τῶν ἐμβρύων τῶν ἐν ταύτῃ τῇ ἡλικίῃ τῇ ἑπταμήνῳ, ὅταν οἱ


ὑμένες χαλάσωσι, μετεχώρησαν ἐς τὸ ὑπεῖξαν, καὶ ἐνταῦθα τὴν τροφὴν ποιέεται· τὰς
μὲν τεσσαράκοντα ἡμέρας τὰς πρώτας πονεῦντα τὰ μὲν μᾶλλον, τὰ δὲ ἧσσον, διὰ
τὴν μεταβολὴν ἣν ἐκ τῶν χωρίων τῶν θρεψάντων μετεβάλετο, καὶ ὅτι τὸν ὀμφαλὸν
ἔσπασε καὶ μετεχώρησε, καὶ διὰ τῆς μητρὸς τοὺς πόνους. Οἱ γὰρ ὑμένες τεινόμενοι
καὶ ὁ ὀμφαλὸς σπασθεὶς ὀδύνας ποιέει τῇ μητρί· καὶ τὸ ἔμβρυον ἐκ τοῦ παλαιοῦ
συνδέσμου ἐκλυθὲν βαρύτερον γίνεται· πολλαὶ δὲ τῶν γυναικῶν καὶ ἐπιπυρεταίνουσι
τουτέων γινομένων, αἱ δὲ καὶ ἀπόλλυνται σὺν τοῖσιν ἐμβρύοισιν. Χρῶνται δὲ πᾶσαι
ἑνὶ λόγῳ περὶ τουτέου· φασὶ γὰρ τοὺς ὀγδόους τῶν μηνῶν καὶ χαλεπώτατα φέρειν
τὰς γαστέρας, ὀρθῶς λέγουσαι. Ἔστι δὲ ὄγδοος μὴν οὐ μόνον ὁ χρόνος οὗτος, ἀλλ´
εἰ καὶ ἡμέρας λάβοι ἀπό τε τοῦ ἑβδόμου μηνὸς καὶ τοῦ ἐννάτου. Ἀλλὰ τὰς ἡμέρας
οὐχ ὁμοίως οὔτε λέγουσιν οὔτε γινώσκουσιν αἱ γυναῖκες· πλανῶνται γὰρ διὰ τὸ κατὰ
ταὐτὸ μὴ γίνεσθαι, ἀλλ´ ὁτὲ μὲν ἀπὸ τοῦ ἑβδόμου μηνὸς πλέονας ἡμέρας
προσγενέσθαι ἐς τὰς τεσσαράκοντα, ὁτὲ δὲ ἀπὸ τοῦ ἐννάτου· ὧδε γὰρ ἀνάγκη
γίνεσθαι, ὅκως ἂν τύχῃ ἡ γυνὴ ἐν γαστρὶ λαβοῦσα, τοῦ μηνός τε καὶ τοῦ χρόνου. Ὁ
δὲ δὴ ὄγδοος ἀναμφισβήτητός ἐστι, κατὰ τοῦτον γὰρ γίνεται, ὥστε δυσκρίτως ἔχειν,
καὶ ἓν δὲ μέρος ἐν τοῖς δέκα μησὶν ὁ μήν ἐστιν, ὥστε τοῦτον εὐμέριστον εἶναι.

4. Χρὴ δὲ οὐκ ἀπιστέειν τῇσι γυναιξὶ περὶ τῶν τόκων· λέγουσι γὰρ πάντα καὶ
αἰεὶ λέγουσι καὶ αἰεὶ ἐρέουσιν· οὐ γὰρ ἂν πεισθείησαν οὔτ´ ἔργῳ οὔτε λόγῳ, ἀλλ´ ὅτι
γνῶναι τὸ ἐν τοῖσι σώμασιν αὐτέων γινόμενον. Τὰς δὲ βουλομένας ἄλλο λέγειν
ἔξεστιν, αἱ δὲ κρίνουσαι καὶ τὰ νικητήρια διδοῦσαι περὶ τουτέου τοῦ λόγου, αἰεὶ
ἐρέουσι καὶ φήσουσι τίκτειν καὶ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ ἐννεάμηνα καὶ
δεκάμηνα, καὶ τουτέων τὰ ὀκτάμηνα οὐ περιγενέσθαι. Φήσουσι δὲ καὶ τοὺς
τρωσμοὺς πλείστους ἐν τῇ πρώτῃ τεσσαρακοντάδι γίνεσθαι, καὶ τἄλλα τὰ

3
καταγεγραμμένα ἐν τῇσι τεσσαρακοντάσι καὶ ἐν τοῖσι μησὶν ἑκάστοισιν· ὅταν δὲ τῷ
ἑβδόμῳ μηνὶ περιῤῥαγέωσιν οἱ ὑμένες καὶ τὸ ἔμβρυον μεταχωρήσῃ, ὑπέλαβον οἱ
πόνοι οἱ περὶ τὸν μῆνα τὸν ὄγδοον γενεαλογούμενοι καὶ περὶ τὴν ἕκτην
τεσσαρακοντάδα· τουτέου δὲ τοῦ χρόνου παρελθόντος, ὅσῃσι μέλλει εὖ εἶναι, αἱ
φλεγμοναὶ ἐλύθησαν καὶ τοῦ ἐμβρύου καὶ τῆς μητρὸς, ἥ τε γαστὴρ ἐμαλάχθη, καὶ ὁ
ὄγκος ὑποκατέβη ἀπὸ τῶν ὑποχονδρίων καὶ τῶν κενεώνων ἐς τὰ κάτω χωρία ἐς
εὐτρεπῆ τὴν ἐπὶ τοὺς τόκους τροπήν. Καὶ τὴν ἑβδόμην τεσσαρακοντάδα ἐνταῦθ´ ἐστὶ
τὸ πλεῖστον τοῦ χρόνου τὰ ἔμβρυα· τὰ γὰρ χωρία αὐτέοις μαλθακὰ, καὶ αἱ
μετακινήσιες αὐτέοισιν εὐπετέστεραι γίνονται καὶ πυκνότεραι· καὶ διὰ ταῦτα
κατέστη πρὸς τὸν τόκον εὐλυτώτερα. Καὶ τεσσαράκοντα ταύτας αἱ γυναῖκες φέρουσι
τὰς τελευταίας ἡμέρας εὐπετέστερον τὰς γαστέρας, ἔστ´ ἂν ὁρμήσῃ τὸ ἔμβρυον
στρέφεσθαι· μετὰ δὲ ταῦτα αἵ τε ὠδῖνες εἰσὶ καὶ οἱ πόνοι ἐπίκεινται, ἔστ´ ἂν
ἐλευθερωθῇ τοῦ τε παιδίου καὶ τοῦ ὑστέρου.

5. Ὅσαι δὲ τῶν γυναικῶν ἔτεκον πολλὰ παιδία καί τι αὐτέων ἐξεγένετο χωλὸν ἢ
τυφλὸν ἢ ἄλλο τι κακὸν ἔχον, φήσουσιν ἐπὶ τουτέου τοῦ παιδίου τὸν ὄγδοον μῆνα
χαλεπώτερον διαγαγεῖν ἢ ἐφ´ ὧν ἔτεκον οὐδὲν κακὸν ἐχόντων· τὸ γὰρ ἔμβρυον τὸ
πηρωθὲν ἐν τῷ ὀγδόῳ μηνὶ ἰσχυρῶς ἐνόσησεν, ὥστε καὶ ἀπόστασιν ἐποίησεν ἡ
νοῦσος, ὡς καὶ τοῖσιν ἀνδράσιν αἱ ἰσχυραὶ νοῦσοι ἐποίησαν. Ὅσα δ´ ἂν τῶν
ἐμβρύων ἐν ἄλλῳ χρόνῳ ἰσχυρῶς νοσήσῃ, ἀπόλλυται πρόσθεν ἢ αὐτέῳ ἀπόστασιν
γενέσθαι· ὅσα δ´ ἂν τῶν ὀκταμήνων ἐμβρύων μὴ σφόδρα νοσήσῃ, ἀλλὰ κατὰ φύσιν
ἐκ τῆς μεθόδου κακοπαθήσῃ, τὰς μὲν τεσσαράκοντα ἡμέρας διετέλεσεν ἀσθενέοντα
τὸ πλεῖστον ἐν τῇ μήτρῃ διὰ τὰς ἀνάγκας τὰς προειρημένας, ἐγένετο δὲ ὑγιαίνοντα.
Ὅ τι δ´ ἂν γένηται ἐν τῇσι τεσσαράκοντα ἡμέρῃσι ταύτῃσιν, ἀδύνατον περιγενέσθαι·
νοσέοντι γὰρ αὐτέῳ ἔτι ἐν τῇ μήτρῃ ἐπιγίνονται αἱ μεταβολαὶ καὶ αἱ κακοπάθειαι αἱ
μετὰ τὸν τόκον.

6. Ὅ τι δ´ ἂν ἀπονοσῆσαν ἐν τῇ μήτρῃ ἐς τὸν ἔννατον μῆνα ἔλθῃ καὶ ἐν τουτέῳ


τῷ μηνὶ γένηται, περιγίνεται· περιγίνεται μὲν οὐκ ἔλασσον ἢ τὰ ἑπτάμηνα, ὀλίγα δὲ
καὶ τουτέων ἐκτρέφεται· οὔτε γὰρ τὴν παχύτητα ἴσχει ἥνπερ τὰ τελεώτατα ἔχουσιν,
οὔτε οἱ πόνοι οἱ ἐν τῇ μήτρῃ οὐ πάλαι πεπονημένοι εἰσὶν αὐτέοισιν, ὥστε λεπτὸν
γενέσθαι.

7. Σωθείη δ´ ἂν μάλιστα εἰ τοῦ ἐννάτου μηνὸς γένοιτο ἐν ἐξόδῳ· ἰσχυρότερόν τε


γὰρ γένοιτο καὶ πλεῖστον ἀπέχον τῶν νούσων τῶν τοῖσιν ὀκταμήνοισι γενομένων.
Καὶ γὰρ τὰ ἐν ἑπτὰ τεσσαρακοντάσι τικτόμενα, τὰ δεκάμηνα καλεόμενα, διὰ ταῦτα
μάλιστα ἐκτρέφεται, ὅτι ἰσχυρότατά ἐστι καὶ πλεῖστον ἀπέχει τῶν γονίμων παιδίων
τοῦ χρόνου ἐν ᾧ ἐκακοπάθησε τὰς τεσσαράκοντα ἡμέρας τὰς νοσουμένας περὶ τὸν
μῆνα τὸν ὄγδοον.

8. Σαφηνίζει δὲ περὶ τῶν νοσημάτων καὶ παθημάτων τῶν τοῖσιν ὀκταμήνοισι


γινομένων καὶ τὰ ἐννεάμηνα λεπτὰ τικτόμενα κατὰ τὸ πλῆθος τοῦ χρόνου οὗ γέγονε
καὶ τὸ μέγεθος τοῦ σώματος, ἐκ νούσων κακοπαθείης ἀφιγμένης, οὐχ ὥσπερ τὰ
ἑπτάμηνα τίκτεται σεσαρκωμένα καὶ τὸ πάχος ἔχοντα εὐτραφέως, ἄνοσα
διατετελεκότα ὃν χρόνον ἐν τῇ μήτρῃ διεφέρετο.

9. Τῇσι δὲ γυναιξὶν αἱ συλλήψιες τῶν ἐμβρύων καὶ οἱ τρωσμοί τε καὶ οἱ τόκοι


κρίνονται ἐν οἷσί περ αἵ τε νοῦσοι καὶ αἱ ὑγίειαι καὶ οἱ θάνατοι τοῖσι σύμπασιν
ἀνθρώποισιν. Ταῦτα γὰρ πάντα τὰ μὲν καθ´ ἡμέρας, τὰ δὲ κατὰ μῆνας ἐπισημαίνει,
τὰ δὲ κατὰ τεσσαρακοντάδας ἡμερέων, τὰ δὲ κατ´ ἐνιαυτόν· ἐν πᾶσι γὰρ τοῖς
χρόνοισι τουτέοισιν ἔνεστι πρὸς ἕκαστον πολλὰ μὲν ξυμφέροντα, πολλὰ δὲ πολέμια·

4
ἐκ μὲν οὖν τῶν συμφερόντων αἵ τε ὑγίειαι γίνονται καὶ αἱ αὐξήσιες· ἐκ δὲ τῶν
ἐναντίων αἵ τε νοῦσοι καὶ οἱ θάνατοι. Αἱ μὲν οὖν ἡμέραι ἐπιστημόταταί εἰσιν ἐν
τοῖσι πλείστοισιν αἵ τε πρῶται καὶ αἱ ἕβδομαι, πολλαὶ μὲν περὶ νούσων, πολλαὶ δὲ
καὶ τοῖσιν ἐμβρύοισιν· τρωσμοί τε γὰρ γίνονται καὶ οἱ πλεῖστοι ταύτῃσι τῇσιν
ἡμέρῃσιν· ὀνομάζεται δὲ τὰ τηλικαῦτα ἐκρύσιες, ἀλλ´ οὐ τρωσμοί· αἱ δὲ ἄλλαι
ἡμέραι ὅσαι ἐντὸς τῶν τεσσαράκοντα, ἐπίσημοι μὲν ἧσσον, πολλαὶ δὲ κρίνουσιν. Ἐν
δὲ τοῖσι μησὶ ταῦτά τε καὶ ἐν τῇσιν ἡμέρῃσι γινόμενα ἔνεστι κατὰ λόγον. Καὶ τὰ
καταμήνια τῇσι γυναιξὶ τῇσιν ὑγιαινούσῃσι φαίνεται καθ´ ἕκαστον τῶν μηνῶν, ὡς
ἔχοντος τοῦ μηνὸς ἰδίην δύναμιν ἐν τοῖσι σώμασιν. Ἐξ ὧν δὴ καὶ οἱ ἕβδομοι μῆνες
τῇσιν ἐν γαστρὶ ἐχούσῃσι τὰ ἔμβρυα ἐς τὴν ἀρχὴν καθιστᾶσι τῆς τελειώσιος, τοῖσι δὲ
παιδίοισιν ἑπταμήνοισιν ἐοῦσι καὶ ἄλλα διαφέροντα γίνονται ἐν τοῖσι σώμασι· καὶ οἱ
ὀδόντες φαίνεσθαι ἄρχονται ἐν τουτέῳ τῷ χρόνῳ. Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ
κρισίμων, ἤν περ ἴσως καὶ τοῖσδέ τις συγχρέοιτο, ὁκοῖα ἔλεξα ἱστορίης τε ἕνεκα
εἰρήσω· σκοπεῖν γὰρ χρὴ τὸν μέλλοντα ἰητρὸν ὀρθῶς στοχάζεσθαι τῆς τῶν
καμνόντων σωτηρίης, θεωροῦντα μὲν περίττας πάσας, τῶν δὲ ἀρτίων τὴν
τεσσαρεσκαιδεκάτην καὶ τὴν ὀγδόην εἰκοστὴν καὶ τεσσαρακοστὴν καὶ δευτέρην.
Οὗτος γὰρ ὁ ὅρος τίθεται τῷ τῆς ἁρμονίης λόγῳ πρός τινων καὶ ὁ ἀρτιφυής τε καὶ
τέλειος ἀριθμός· δι´ ἣν δὲ αἰτίην, μακρότερον ἂν εἴη ἐπὶ τοῦ παρόντος διεξελθεῖν·
θεωρεῖν δὲ χρὴ οὕτως τριάσι τε καὶ τετράσι· ταῖς μὲν τριάσι συνημμέναις ἁπάσαις,
ταῖς δὲ τετράσι δύο μὲν παρὰ δύο συνημμέναις, δύο δὲ παρὰ δύο συνεζευγμέναις. Αἱ
δὲ τεσσαρακοντάδες πρῶτον μὲν κρίνουσιν ἐπὶ τῶν ἐμβρύων· ὅ τι δ´ ἂν ὑπερβάλλῃ
τὰς τεσσαράκοντα ἡμέρας τὰς πρώτας, ἐκφεύγει τοὺς τρωσμοὺς ἐπὶ παντὸς
γινομένους· πλέονες δὲ γίνονται ἐν τῇ πρώτῃ τεσσαρακοντάδι τρωσμοὶ ἢ ἐν ταῖς
ἄλλαις ἐούσαις. Τοῦδε τοῦ χρόνου παρελθόντος ἰσχυρότερά ἐστι τὰ ἔμβρυα, καὶ
διακρίνεται καθ´ ἕκαστα τῶν μελέων τὸ σῶμα· καὶ τῶν μὲν ἀρσένων σφόδρα
διάδηλα γίνεται πάντα· τὰ δὲ θήλεα, ἐς τοῦτον τὸν χρόνον σάρκες φαίνονται
ἀποφύσιας μοῦνον ἔχουσαι· πλείονα γὰρ χρόνον τὰ ὅμοια ἐν τῷ ὁμοίῳ ὅμοιόν ἐστι,
καὶ κρίνεται βραδύτερον, διὰ τὴν συνήθειάν τε καὶ φιλότητα· καίτοι τά γε ἄλλα, ὅταν
χωρισθῶσιν τῆς μητρὸς αἱ θυγατέρες, τῶν κούρων θᾶσσον ἡβῶσι καὶ φρονέουσι καὶ
γηράσκουσι διὰ τὴν ἀσθενείην τε τῶν σωμάτων καὶ τὴν δίαιταν. Ἄλλη δὴ
τεσσαρακοντὰς, ἐν ᾗ περὶ τὸν ὄγδοον μῆνα τὰ ἔμβρυα ἐν τῇ μήτρῃ νοσέει, περὶ ὧν ὁ
λόγος λέγεται ὧδε σύμπας. Τρίτη δὲ ἐν ᾗ τὰ παιδία ὅταν γένηται καὶ
κακοπαθήσαντα, ἢν περιφύγῃ τὰς τεσσαράκοντα ἡμέρας, ἐφάνη ἰσχύοντα δῆτα
μᾶλλον καὶ φρονέοντα· καὶ γὰρ τὰς αὐγὰς ὁρᾷ σαφέστερον, καὶ τὸν ψόφον ἀκούει
πρόσθεν μὴ δυνάμενα, ὡς ἐπίδοσιν ἔχοντος τοῦ χρόνου τούτου κατὰ τὰ ἄλλα καὶ
κατὰ τὴν φρόνησιν τὴν διὰ τοῦ σώματος. Τὸ μὲν γὰρ ἴδιον φρόνημα δῆλόν ἐστιν
ἐνὸν ἐν τῷ σώματι ἔν γε τῇ πρώτῃ ἡμέρῃ· ἔν τε γὰρ τοῖς ὕπνοισιν ἐοῦσιν, εὐθέως
ἐπὴν γένωνται, γελῶντα φαίνεται τὰ παιδία καὶ κλαίοντα· ἐγρηγορότα τε αὐτόματα
εὐθέως γελᾷ τε καὶ κλαίει πρόσθεν ἢ τεσσαράκοντα ἡμέραι γενοίατο· οὐδὲ γελᾷ
ψαυόμενά τε καὶ ἐρεθιζόμενα πρόσθεν ἢ αὐτὸς ὁ χρόνος οὗτος γένηται· ἀμβλύνονται
γὰρ αἱ δυνάμεις ἐν ταῖς μύξῃσι. Καί γε ὁ θάνατος διὰ τὴν μοίρην ἔλαχεν. Ὥστε
παράδειγμα τοῖς πᾶσιν εἶναι, ὅτι πάντα φύσιν ἔχει, ἐκ τῶν αὐτέων ἐόντα, μεταβολὰς
ἔχειν διὰ χρόνων τῶν ἱκνουμένων. Σαφηνίζεται δὲ ἐν ἑκάστοισι ἄλλο τι τῶν
γινομένων καὶ ἀπογινομένων· ἐν δὲ τῷ ἐνιαυτῷ τελουμένῳ πολλαὶ μὲν νοῦσοι
γίνονται, πολλαὶ δὲ ὑγεῖαι κατὰ λόγον τοῦ χρόνου, πρὸς τοὺς μῆνάς τε καὶ τὰς
ἡμέρας ἑκάστας τοῖς ἑβδόμοις· καὶ τἄλλα πολλὰ γίνεται διαφέροντα τοῖς σώμασι·
τοῖσι δὲ παιδίοισιν οἱ ὀδόντες ἐκπίπτουσι καὶ ἕτεροι φύονται.

Τὰ γὰρ ἐπὶ σώμασι, τάδε γράψω.

5
10. Περὶ δὲ ὀκταμήνου γενέσιος φημὶ δισσὰς ἐφεξῆς κακοπαθείας γενομένας
ἀδυνάτους εἶναι ποιέειν φέρειν τὰ παιδία, καὶ διὰ τοῦτο οὐ περιγίνεσθαι τὰ
ὀκτάμηνα· συγκυρεῖ γὰρ αὐτέοις ἐφεξῆς κακοπαθεῖν τήν τε ἐν τῇ μήτρῃ γενομένην
κακοπαθείην καὶ τὴν ὅταν ὁ τόκος γένηται, καὶ διὰ τοῦτο τῶν ὀκταμήνων οὐδὲν
περιγίνεται. Ἐπεὶ καὶ τὰ δεκάμηνα καλεόμενα λέγω ἐν ἑπτὰ τεσσαράκονθ´ ἡμέρῃσι
μᾶλλον τίκτεσθαι· καὶ μάλιστα προσήκει ἐκτρέφεσθαι· καὶ τελεώτατόν ἐστιν ἐν τῇσι
ταύτῃσι τεσσαράκοντα ἡμέρῃσι. Ἐπὴν δὲ γένηται, πλείω ἀπόλλυται· ἀναγκάζεται
γὰρ πολλὰ μεταλαμβάνοντα ἐν ὀλίγῳ χρόνῳ πολλὰ νοσέειν, ἐξ ὧν οἱ θάνατοι
γίνονται. Ἄρχεται δὲ πονέειν τὸ παιδίον πρὸς τοῦ τόκου γινόμενον καὶ κινδυνεύειν
ἀπολέσθαι, ὅταν ἐν τῇ μήτρῃ στρέφηται· φύεται γὰρ πάντα ἄνω τὴν κεφαλὴν ἔχοντα·
τίκτεται δὲ τὰ πολλὰ ἐπὶ κεφαλήν· καὶ ἀσφαλέστερον ἀπαλλάσσει τῶν ἐπὶ πόδας
τικτομένων· τὰ γὰρ συγκαμπτόμενα τοῦ σώματος ἐπὶ κεφαλὴν οὔπω κωλύει ἰόντος
τοῦ παιδίου· ἀλλὰ μᾶλλον, ὅταν ἐπὶ πόδας ὁρμήσῃ, τὰ ἐμφράγματα γίνεται. Αἱ γὰρ
στροφαὶ ἐν τῇ γαστρὶ καὶ ἄλλος κίνδυνος· καὶ οἱ ὀμφαλοὶ πολλάκις ἤδη τῶν παιδίων
ἐφάνησαν περὶ τοὺς τραχήλους· ἢν γὰρ κατὰ τὸ μόριον, ὁποτέρωθεν ἂν τύχῃ ὁ
ὀμφαλὸς τῇ μήτρῃ μᾶλλον παρατεταμένος, ταύτῃ τὸ παιδίον τῆς κεφαλῆς τὴν
περιαγωγὴν ποιήσηται, τοῦ ὀμφαλοῦ στρεφομένου ἢ περὶ τὸν αὐχένα ἢ καὶ κατὰ τὸν
ὦμον, τὴν περιβολὴν τοῦ ὀμφαλοῦ ἀντιτείνειν, τουτέου δὲ γενομένου καὶ τὴν μητέρα
ἀνάγκη πονῆσαι μᾶλλον καὶ τὸ παιδίον ἢ ἀπολέσθαι ἢ χαλεπώτερον ἐξελθεῖν. Ὥστε
ἤδη καὶ πολλὰ ἔνδον τὴν ἀρχὴν τῆς νούσου τῶν παιδίων ἦλθεν ἔχοντα, ἐξ ἧς τὰ μὲν
ἀπώλετο, τὰ δὲ νοσήσαντα περιεγένετο.

11. Ὁκόσα δ´ ἂν εὐπορήσῃ καὶ ἀσφαλέως ἐς τοὐμφανὲς ἐξίῃ, ἀνεθέντα


ἐξαίφνης ἐκ τῆς ἀνάγκης τῆς ἐν τῇ γαστρὶ, παχύτερα καὶ μέζω παραυτίκα ἢ κατὰ
λόγον ἐγένετο, οὐκ αὐξήματος, ἀλλ´ οἰδήματος γενομένου, ἐξ ὧν δὴ πολλὰ
ἀπώλετο· ἢν γὰρ μὴ συνίζῃ τὸ οἴδημα θᾶσσον, ἢ τριταῖον ἢ ὀλίγῳ πολυχρονιώτερον,
νοῦσοι γίνονται ἀπ´ αὐτέου.

12. Αἵ τε τροφαὶ καὶ αἱ ἀναπνοαὶ σφαλεραὶ μεταλλασσόμεναι· ἤν τι γὰρ


νοσηρὸν ἐσάγωνται, κατὰ τὸ στόμα καὶ κατὰ τὰς ῥῖνας ἐσάγονται· καὶ ἀντὶ τοῦ
τοσαῦτα εἶναι τὰ ἐσιόντα ὅσα ἐξαρκέει καὶ μὴ περιγίνεσθαι, πολλῷ πλέω εἰσέρχεται,
ὥστε ἀναγκάζεσθαι ὑπὸ τοῦ πλήθεος τῶν ἐσιόντων καὶ ὑπὸ τῆς διαθέσιος ἧς
διάκειται τὸ σῶμα τοῦ παιδίου ἤδη τὰ μὲν κατὰ τὸ στόμα τε καὶ τὰς ῥῖνας πάλιν
ἐξιέναι, τὰ δὲ κατὰ τὸ ἔντερον καὶ τὴν κύστιν κάτω περαιοῦσθαι, πρόσθεν οὐδενὸς
τουτέων οὕτω γενομένου. Καὶ ἀντὶ πνευμάτων τε καὶ χυμῶν οὕτω συγγενέων, ὅκως
ἀεὶ ἀνάγκη ἐν τῇσι μήτρῃσι γίνεσθαι συνηθείην τε ἔχοντα καὶ εὐμενείην, πᾶσι
ξένοισι χρῆται ὠμοτέροισι καὶ ξηροτέροισι καὶ ἧσσον ἐξηνθρωπισμένοισιν, ἐξ ὧν
ἀνάγκη πόνους γίνεσθαι πολλοὺς, πολλοὺς δὲ καὶ θανάτους· ἐπεὶ καὶ τοῖσιν ἀνδράσι
πολλάκις αἱ μεταλλαγαὶ τῶν χωρίων τε καὶ τῶν διαιτημάτων τὰς νούσους ποιέουσιν.
Ὁ δ´ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῶν ἐσθημάτων· ἀντὶ γὰρ τοῦ σαρκὶ καὶ χυμοῖς
ἠμφιέσθαι χλιεροῖς τε καὶ ὑγροῖς καὶ ξυγγενέσι, τοιαῦτα ἀμφιέννυται τὰ παιδία οἷά
περ οἱ ἄνδρες. Οἱ δὲ ὀμφαλοὶ ἔσοδοί εἰσι τοῖσι παιδίοισι μοῦνον τοῦ σώματος· τῇ
μήτρῃ προσέχεται διὰ τουτέων, καὶ κοινωνεῖ τῶν ἐσιόντων· τὰ δ´ ἄλλα ξυμμύει· καὶ
οὐκ ἀνεστομωμένα ἐστὶ πρόσθεν ἢ ἐν ἐξόδῳ ᾖ τὸ παιδίον ἐκ τῆς γαστρός· ὁκόταν δὲ
ἐν ἐξόδῳ ᾖ, τὰ μὲν ἄλλα ἀναστομοῦται, ὁ δὲ ὀμφαλὸς λεπτύνεταί τε καὶ ξυμμύει καὶ
ἀποξηραίνεται. Ὥσπερ δὲ τοῖσιν ἐκ τῆς γῆς φυομένοισιν οἱ καρποὶ ἁδρυνόμενοι
ἀποκρίνονται καὶ ἀποπίπτουσι κατὰ τὴν διάφυσιν, οὕτω καὶ τοῖσι παιδίοισιν
ἁδρυνομένοισί τε καὶ τελείοισι γινομένοισιν ὁ μὲν ὀμφαλὸς ξυνέμυσε, τὰ δὲ ἄλλα
ἀνεστομώθη, ὥστε εἰσδέχεσθαί τε τὰ ἐσιόντα καὶ ἐξόδους ἔχειν κατὰ φύσιν, ᾗσιν
ἀνάγκη τοὺς ζῶντας χρέεσθαι· ἕκαστα γὰρ χωρίζεται ῥέποντα κατὰ τὰς συλλοχίας·
κρατιστεύει δὲ τὰ τῷ ἡλίῳ ξυντροφώτατα.

6
13. Οἱ δὲ δεκάμηνοι τῶν τόκων καὶ ἑνδεκάμηνοι ἐκ τῶν ἑπτὰ τεσσαρακοντάδων
τὸν αὐτὸν τρόπον γίνονται καὶ ἐκ τοῦ ἡμίσεος τοῦ ἐνιαυτοῦ οἱ ἑπτάμηνοι· τῇσι γὰρ
πλείστῃσι τῶν γυναικῶν ἀναγκαῖόν ἐστιν ἐν γαστρὶ λαμβάνειν μετὰ τὰ καταμήνια,
ἢν ἴῃ ἡ λύσις· δεῖ τοίνυν τῇ γυναικὶ χρόνον δοῦναι τοῦ μηνὸς, ἐν ᾧ αὐτῇ ἡ κάθαρσις
ἔσται· καὶ ὁ χρόνος οὗτος ᾗσιν ἐλάχιστος γίνεται, τρεῖς ἡμέραι, τῇσι δὲ πλείστῃσι
καὶ πολὺ πλείονες. Ἔστι δὲ καὶ ἄλλα πολλὰ κωλύματα καὶ τῇσι γυναιξὶ καὶ τοῖσιν
ἀνδράσιν ἐξ ὧν βραδύνεται ἡ ξύλληψις. Χρὴ δὲ ἐν τοῖσι μάλιστα καὶ τόδε
λογίζεσθαι, ὅτι ἡ νουμηνίη ἡμέρη μία ἐοῦσα ἐγγύτατα τριηκοστημόριόν ἐστι τοῦ
μηνός· αἱ δὲ δύο ἡμέραι σχεδὸν πεντεκαιδεκατημόριον τοῦ μηνός· αἱ δὲ τρεῖς ἡμέραι
δεκατημόριον τοῦ μηνὸς, καὶ τἄλλα κατὰ λόγον τουτέων· καὶ οὐχ οἷόν τε ἐν τοῖσιν
ἐλάσσοσί γε μορίοις γίνεσθαι οὔτε τὴν λύσιν τῶν καταμηνίων οὔτε τὴν ξύλληψιν
τῶν ἐμβρύων. Ἐκ τουτέων οὖν ἁπάντων ἀναγκαῖόν ἐστι τῇσι πλείστῃσι τῶν
γυναικῶν περὶ διχομηνίην ἐν γαστρὶ λαβεῖν καὶ ποῤῥωτέρω, ὥστε πολλάκις δοκεῖν
ἐπιλαμβάνειν τοῦ ἑνδεκάτου μηνὸς τὰς ὀγδοήκοντα καὶ διακοσίας· τοῦτο γάρ ἐστιν
ἑπτὰ τεσσαρακοντάδες. Ὅ τι γὰρ ἂν ἔξω τῆς διχομηνίης ξυλλαμβάνῃ ἡ γυνὴ, τοῦτο
πᾶν ἀναγκαῖόν ἐστι τοῦ ἑνδεκάτου μηνὸς ἐπιλαβεῖν, ἤν περ ἐς τελευταίην περίοδον
καταστῇ.

7
Περὶ Ἀφόρων (Steril.)

213. Περὶ μὲν τῶν γινομένων τῇσι γυναιξὶν ἐφ´ ἑκάστοισι τῶν παθημάτων
πρότερον εἴρηται· νυνὶ δὲ ἀποφανέω, δι´ ἃς αἰτίας ἄφοροι γυναῖκες τὸ πάμπαν, καὶ
διότι οὐ τίκτουσι πρὶν ἰηθέωσιν. Φημὶ δὲ τοῦτο αἴτιον εἶναι· ἢν στραφῇ τὸ στόμα
τῶν μητρέων πάμπαν ἀπὸ τοῦ αἰδοίου, οὐ κυΐσκεται· οὐ γὰρ δέχονται αἱ μῆτραι τὴν
γονὴν, ἀλλ´ ἔξω αὐτίκα ἔρχεται. Γίνεται δὲ τοῦτο καὶ ἢν ὀλίγον παραστραφῇ τὸ
στόμα τῶν ὑστερέων ἀπὸ τοῦ αἰδοίου παρὰ φύσιν· καὶ ἢν μεμύκῃ τὸ στόμα τῶν
μητρέων πάμπαν, οὐδ´ οὕτω δέχονται, οὐδ´ ἢν ἁρμοῖ μεμύκῃ μᾶλλον ἢ δεῖ. Δῆλον δὲ
τουτέων ἕκαστόν ἐστι τῶν εἰρημένων· ἢν μὲν γὰρ ἀπεστραμμένον ᾖ πάμπαν ἢ
μεμυκὸς, τὰ καταμήνια οὐκ ἔρχεται τὸ παράπαν, ἢ ἔρχεται βιαίως ξὺν νούσῳ, ἢν
βιάσηται τὸ αἷμα τὰς μήτρας στραφῆναι κατ´ ἰθέα· κἢν ἀποκαθαρθῇ ἡ γυνὴ, ἔστιν
ὅτε αὖτις ἀποστρέφεται τὸ στόμα τῶν μητρέων ἀπὸ τοῦ αἰδοίου· ἢν δὲ ὀλίγον
παρακεκλιμένον ᾖ ἢ ἁρμοῖ μεμύκῃ, χωρέει μὲν τὰ καταμήνια, χωρέει δὲ βιαίως καὶ
κατ´ ὀλίγον ἐπὶ πολλὰς ἡμέρας. Ταῦτα δὲ πάντα δῆλα γίνεται, εἰ οὕτως ἔχει,
ψηλαφώσῃ γυναικὶ, καὶ ἢν τούτων τι ᾖ, μελεδανθεῖσα ἡ γυνὴ φορὸς γίνεται· ἔστι δὲ
καὶ ὅτε αὐτομάτη. Τούτων δὲ ἕκαστον διότι γίνεται εἰρήσεται, εἴρηται δὲ ἐν τοῖσι
γυναικείοισι νουσήμασιν. Ἢν δὲ λεῖαι ἔωσιν αἱ μῆτραι, γίνεται δὲ τοῦτο καὶ φύσει
ἐνίῃσι, καὶ ἢν ἕλκεα ἐγγενόμενα μεγάλας οὐλὰς ἐγκαταλίπῃ, καὶ ἢν λεῖαι ἔωσιν, οὐ
λαμβάνει ἡ γυνὴ ἐν γαστρί· τὴν γὰρ γονὴν δέχονται μὲν αἱ μῆτραι, ἢν μή τι αἴτιον
ἄλλο ᾖ, ξυλλαμβάνουσιν δὲ οὔ· ἀλλὰ τὸν σπόρον ἔξω χαλῶσι. Δῆλον δὲ μάλιστά
ἐστι ψηλαφώσῃ, καὶ εἰρομένῃ εἴ ποτε ἐν τῇσι μήτρῃσιν ἕλκεά οἱ ἐγένοντο. Τὰ δὲ
καταμήνια ὑγιηρῶς μὲν ἐν τουτέῳ τῷ νοσήματι χωρέει· ἀνίητος δὲ γίνεται ὡς ἐπὶ τὸ
πλέον ἡ τοιαύτη. Γίνεται δὲ καὶ τοῦτο αἴτιον τοῦ μὴ συλλαμβάνειν ἐν γαστρὶ, ἢν
ἕλκος γένηται ἐν τῇσι μήτρῃσιν ὑπὸ παθήματος τούτων τῶν εἰρημένων καὶ μὴ ταχὺ
ὑγιανθῇ, ἀλλὰ μολυνθῇ. Παραμένει γὰρ τὸ ἕλκος ἐπὶ πουλὺν χρόνον, ὥσπερ καὶ τὸ
ἐν ὠτὶ ἐὸν, καὶ ὄζει πονηρὸν ἡ γυνὴ, καὶ ἔστιν ὅτε ἰχὼρ ῥέει αὐτῇ ἐκ τοῦ αἰδοίου
κάκοδμος, καὶ μέχρις ἂν ἔχῃ τὸ ἕλκος, οὐ λαμβάνει ἐν γαστρί· οὐ γὰρ
συλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν. Ταύτῃ τὰ καταμήνια χωρέει ὑγιηρῶς· ἐν
ψηλαφήσει δὲ μάλιστα γίνεται δῆλον καὶ ἐρωτήσει περὶ τῶν εἰρημένων·
μελεδανθεῖσα δὲ φορὸς γίνεται· ὀλίγαι δὲ ἐλπίδες εἰσίν. Ἢν δὲ τῶν καταμηνίων
ἐλλειφθέν τι ἐν τῇσι μήτρῃσι [μὴ] ἔκρηξιν ἔχῃ, θερμανθὲν δὲ καὶ αὖθις ψυχωθὲν περὶ
τὸ στόμα [ᾖ] ἢ ὀλίγον ἐνδοτέρω, οὐδ´ οὕτω λαμβάνει ἐν γαστρί· ἕργμα γὰρ τοῦτο
ἐπικείμενον οὐ παρίησι τὴν γονὴν ἰέναι ὅκου δεῖ. Καὶ ἢν μὲν ἐν ἀρχῇ μελεδαίνηται,
ὑγιαίνει καὶ φορὸς γίνεται· ἢν δὲ χρόνος ἐγγένηται, ἄφορος μένει· δῆλον δὲ τὸ
πάθημα ψηλαφήσει μάλιστά ἐστι, σκληρὸν γάρ τι ἐγγίνεται. Καὶ ἢν χάνωσι μᾶλλον
τοῦ καιροῦ αἱ μῆτραι, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ ξυλλαμβάνουσιν αἱ μῆτραι τὴν
γονήν· δῆλον δὲ ἔσται καὶ τοῦτο ψηλαφήσει· καὶ τὰ καταμήνια ἔρχεται ἁλέα καὶ ἐπ´
ὀλίγας ἡμέρας· γίνεται δὲ καὶ φύσει τὸ πάθημα τοῦτο καὶ ὑπὸ νοσημάτων τῶν
εἰρημένων. Κἢν μὲν φύσει ᾖ, ἀνίητος ἡ νοῦσος· ἢν δὲ μὴ, οὔ. Ἢν μὴ ὑγιηρὰ χωρέῃ
τὰ καταμήνια, οἷα τῆς γυναικὸς μὴ ὑγιηρῆς ἐούσης, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ
πήγνυται ὑπὸ τοῦ αἵματος νοσεροῦ ἐόντος, ἀλλὰ διοῤῥοῖ τὴν γονὴν τὸ αἷμα τὸ
κατιὸν ἀπὸ τοῦ σώματος νοσερὸν ἐόν· διοῤῥωθεῖσα δὲ ἡ γονὴ ἐξέρχεται ἔξω τῷ
χρόνῳ ἢ ὀλίγῳ ἢ πολλῷ ξὺν ἰχῶρι. Δῆλον δέ ἐστι τῷ σώματι τῆς γυναικὸς καὶ τοῖσι
καταμηνίοισι· χωρήσει γὰρ τὰ καταμήνια αὐτῇ οἷα εἴρηται, ἤν τε χολώδης ἤν τε
φλεγματώδης ἤν τε ὑδρωποειδὴς ἔῃ· ἐν τάχει δὲ μελεδανθεῖσα φορὸς γίνεται· ἢν δὲ
μὴ, οὔ. Ἢν δὲ γυναικὶ μὴ χωρέῃ τὰ καταμήνια πάμπαν ὑπὸ παθημάτων τῶν
εἰρημένων, καὶ οὕτως οὐ ξυλλαμβάνει· αἱ γὰρ φλέβες τοῦ αἵματος πλήρεις ἐοῦσαι
τὴν γονὴν οὐ δέχονται, καὶ ἐν τῇσι μήτρῃσιν αἵματος ἐνεῖναί τι χρονίου πᾶσα
μηχανὴ, ὅ τι ἀποκωλύει τὴν γονὴν τρέφεσθαι. Ἢν δὲ ἐλάσσω τὰ καταμήνια χωρέῃ

8
τοῦ δέοντος, οὐδὲ οὕτω κυΐσκεται· αἴτια δὲ τὰ ἐν τῇ προτέρῃ νούσῳ προειρημένα·
δῆλον δὲ καὶ τοῦτο ἐν τῇ ἐρωτήσει. Κἢν μὲν φύσει ὀλίγα χωρέῃ τὰ καταμήνια,
ἀνίητος γίνεται· ἢν δὲ ὑπὸ παθήματος τουτέων τινὸς τῶν εἰρημένων, μελεδανθεῖσα
ἐν τάχει φορὸς ἔσται. Καὶ ἢν πλείονα τοῦ δέοντος χωρέῃ τῇ γυναικὶ τὰ καταμήνια,
οὐδ´ οὕτως ἐν γαστρὶ λαμβάνει· αἱ γὰρ μῆτραι, κεκενωμένου τοῦ αἵματος, οὐ
ξυλλαμβάνουσι τὴν γονὴν ὑπὸ ἀσθενείης· ἂν δὲ ἄρα καὶ ξυλλάβωσιν, κατελθὸν τὸ
αἷμα πολλὸν ἐξαπίνης ἐπὶ τὰς μήτρας τῆς γυναικὸς ἀποπνίγει τὴν γονήν. Δῆλον δὲ
καὶ τόδε τοῖσιν ἐπιμηνίοισιν ὁκόσα πολλὰ χωρήσει· καὶ ἢν μὲν φύσει ἡ γυνὴ πολλὰ
χαλᾷ τὰ καταμήνια, ἄφορος γίνεται· ἢν δὲ μὴ φύσει, ἀλλ´ ὑπὸ παθήματός τινος τῶν
εἰρημένων, μελεδανθεῖσα φορὸς ἔσται. Καὶ ἢν τὸ στόμα τῶν μητρέων ἐκπέσῃ τοῦ
αἰδοίου, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· τό τε γὰρ στόμα σκληρὸν γίνεται, καὶ οὐ
δέχεται τὴν γονὴν, καὶ οἰδέει, καὶ ταύτῃ ἄφορος γίνεται τὸ πάμπαν· δῆλον δὲ τὸ
πάθημα τοῦτο δι´ ὅ τι γίγνεται. Καὶ ἢν μὴ χωρέῃ τὰ καταμήνια κατὰ τὸ προσῆκον,
ἀλλὰ κάτω ὁρμῇ ἐς τὴν ἕδρην, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· δῆλον γὰρ ὅτι τὸ
στόμα τῶν μητρέων ἐκτέτραπται ἀπὸ τοῦ αἰδοίου ἢ μέμυκε· καὶ ἢν μὲν κατὰ τὴν
ἕδρην ᾖ ἐστραμμένον τὸ στόμα ἢ μεμύκῃ, μελεδανθεῖσα φορὸς γίνεται· δῆλον δὲ
ἑκάτερόν ἐστι τῇ ἐρωτήσει καὶ ἀποκρίσει· ἢν γὰρ τὰ καταμήνια ἑκάστω ὧδε εἴη, ἡ
νοῦσος ταύτῃσι δῆλον ὅτι αἰτίη ἐστί. Τοσαῦτα καὶ τοιαῦτα τῇσι γυναιξίν ἐστι, δι´ ἃ
οὐ τίκτουσι πρὶν ἂν ἰηθέωσι, καὶ δι´ ὅσα ἄφοροι γίνονται τὸ πάμπαν· ὥστε
θαυμάζειν τὰς γυναῖκας οὐ χρὴ ὅτι εἰσὶν αἳ οὐ τίκτουσι πολλάκις.

214. Πειρητήρια δι´ ὧν δηλοῦται ἡ γυνὴ εἰ κυήσει· γυναῖκα ἢν θέλῃς γνῶναι εἰ


κυήσει· βούτυρον καὶ γάλα γυναικὸς κουροτρόφου διδόναι πίνειν νήστει, καὶ ἢν
ἐρεύγηται, κυήσει· εἰ δὲ μὴ, οὔ. Ἄλλο· νέτωπον ὀλίγον προστίθεσθαι ἐν εἰρίῳ
ἐνελίξασα, κἄπειτα ἕωθεν σκέψασθαι ἢν ὄζῃ διὰ τοῦ στόματος τὸ ἐπιτεθέν· κἢν μὲν
ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἕτερον πειρητήριον ἐπὶ τοῦ αὐτοῦ· ᾕτινι ἂν γυναικὶ ἀπὸ
τῶν προσθετῶν μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφίκωνται, καὶ βρυγμὸς ἔχῃ,
καὶ σκοτοδινῆται καὶ χασμῆται, ἐλπὶς ταύτῃ κυῆσαι μᾶλλον ἢ ἥτις τούτων μηδὲν
πάσχει. Ἄλλο· μώλυζαν σκορόδου περικαθήραντα τὴν κεφαλὴν, ἀποκνίσαντα,
προσθεῖναι πρὸς τὴν ὑστέρην, καὶ ὁρῇν τῇ ὑστεραίῃ, ἢν ὄζῃ διὰ στόματος· καὶ ἢν
ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἢν θέλῃ γνῶναι ἡ γυνὴ εἰ κυήσει, πινέτω ἄννησον
τετριμμένον ἐν ὕδατι ὡς λειότατον, καὶ εὑδέτω· καὶ ἢν μὲν κνησμὸς αὐτὴν λαμβάνῃ
περὶ τὸν ὀμφαλὸν, κυήσει· ἢν δὲ μὴ, οὔ.

215. Κύουσαν γυναῖκα ἢν μὴ ἐν ἄλλῳ γινώσκῃς, ἐν τούτῳ γνώσῃ· ὁρῶνται οἱ


ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν
φύσιν τῆς λευκότητος, ἀλλὰ πελιώτερα φαίνονται. Ὁκόσαι ἐν γαστρὶ ἔχουσιν,
ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσι, καὶ ἀρχόμεναι συλλαμβάνειν μίσοινοι γίνονται
καὶ κακόσιτοι, καὶ καρδιωγμοῦ μεσταὶ, καὶ πτυαλίζουσιν. Μίλτον καὶ ἄννησον
τρῖψαι ὡς λειότατα, εἶτα ἐν ὕδατι διεῖναι, καὶ δοῦναι, καὶ ἐᾶσαι ὑπνῶσαι· καὶ ἢν μὲν
στρόφος γίνηταί οἱ περὶ τὸν ὀμφαλὸν, κύει· ἢν δὲ μὴ γίνηται, οὐ κύει· πάντων δὲ
τουτέων ὕστερον πίνειν ἄλητον καὶ μέλι καὶ ὀρίγανον ἐν οἴνῳ καὶ ἐλαίῳ.

216. Ὅσαι ἐν γαστρὶ ἔχουσαι ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσιν, θῆλυ κύουσιν·
ὅσαι δὲ εὐχροοῦσαι διαμένουσιν, ἄῤῥεν ὡς ἐπιτοπουλὺ κύουσιν· ἢν αἱ θηλαὶ ἄνω
ἔωσιν ἐστραμμέναι, ἄρσεν κύει· ἢν δὲ κάτω, θῆλυ. Λαβὼν τοῦ γάλακτος φυρῆσαι
ἄλητον, καὶ ποιῆσαι ἀρτίσκον, καὶ ὀπτῆσαι ἐπὶ πυρὸς μαλθακοῦ· καὶ ἢν μὲν
κατακαυθῇ, ἄῤῥεν κύει· ἢν δὲ διαχανῇ, θῆλυ. Τὸ αὐτὸ τοῦτο ἐπιτυλίξας ἐν φύλλοισιν
ὀπτᾷν, καὶ ἢν μὲν πήγνυται, ἄῤῥεν κύει· ἢν δὲ διαχυθῇ, θῆλυ.

9
217. Θεραπεῖαι κυήσιος πειρητήριοι καὶ παιδογονίης, ἥτις δεῖται, καὶ ἄτεκνος
ἐοῦσα, καὶ ἤδη κυήσασα ἐοῦσα δὲ τεκνοῦσα· ἐπὴν ὁ στόμαχος σκληρὸς ᾖ, ὅλος ἢ
ἄκρος, καὶ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ
ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ, ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χεῖλος ἐπιβάλλῃ τοῦ
στομάχου ἐφ´ ἑωυτὸ, ὁπόθεν οὖν ἢ τρηχὺς ᾖ, ἢ πεπωρωμένος, σκληρὸς δὲ γίνεται
καὶ ἀπὸ ξυμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ φαίνεται
πολλῷ ἐλάσσονα καὶ κακίονα τοῦ δέοντος, καὶ διὰ πλείονος χρόνου ἐπιφαίνεται. Καὶ
τὰ μὲν ἐπιμήνια καθ´ ὑγείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται,
κατά γε τὸ σύμφυτον καὶ τὸ δίκαιον, καὶ ἀπὸ θέρμης καὶ ὑγρότητος τῶν ἐπιμηνίων
τοῦ στομάχου οὐ κάρτα βεβλαμμένου· τὴν δὲ γονὴν πάλιν οὐ δέχεται διὰ τὴν
βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι. Ταύτην
χρὴ πυριήσαντα τὸ σῶμα ὅλον πιεῖν δοῦναι φάρμακον, καὶ κάθαρσιν ποιήσασθαι
τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω ἤν τε κάτω μοῦνον· καὶ ἢν μὲν ἄνω διδῷς
τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος, ἀλλ´ ὕστερον· πυριήσας δὲ
μεταπῖσαι κάτω· ἢν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας κάτω πῖσαι· ὅταν
δὲ δοκέῃ καλῶς ἔχειν τὸ σῶμα, μετὰ τοῦτο πυριῇν ἐγκαθίζων τὰς μήτρας αὐτὰς
πυκνὰ, ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν· ἐπιβάλλειν δὲ ἐς τὰ πυριήματα κυπαρίσσου
πρίσματα καὶ δάφνης φύλλα κεκομμένα, καὶ λούειν πολλῷ καὶ θερμῷ πολλάκις·
ὁκόταν δὲ νεόλουτος καὶ νεοπυρίητος ᾖ, ἀνευρύνειν τὸ στόμα τῆς μήτρης μήλῃ
κασσιτερίνῃ, καὶ ἀνορθοῦν ὁμοῦ, ἐὰν δέηται, ἢ μολυβδίνῃ, ἀρξαμένη ἐκ λεπτῆς, εἶτα
παχυτέρῃ, ἢν παραδέχηται, ἕως ἂν δοκῇ καλῶς ἔχειν· βάπτειν δὲ καὶ τὴν μήλην ἐν
τῷ μαλθακτηρίῳ διειμένῳ, ὅ τι δοκέει ξυνοίσειν, ὑγρὸν ποιήσας· τὰς δὲ μήλας
ποιέειν ὄπισθεν κοίλας, εἶτα περὶ ξυληφίοισι μακροῖσι περιαρμόσαι, καὶ οὕτω
χρῆσθαι· τὸν δὲ χρόνον τοῦτον ἑψοῦσα ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ γλυκεῖ δαῖδα
πινέτω πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα, καὶ κυμίνου
αἰθιοπικοῦ καρπὸν, καὶ λιβανωτὸν ὡς κάλλιστον· τούτου πινέτω νῆστις ὁκόσον
δοκέει μέτριον εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ καλῶς ἔχειν, καὶ ἐσθιέτω
σκυλάκια σιαλώδεα δίεφθα, καὶ πουλύποδα ἐν οἴνῳ ἑφθὸν γλυκυτάτῳ, καὶ τοῦ
ζωμοῦ πινέτω, καὶ κράμβην ἑφθὴν καὶ οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω, καὶ
λουέσθω δὶς τῆς ἡμέρης· σιτίων δὲ ἀπεχέσθω τοῦτον τὸν χρόνον. Μετὰ δὲ, ἢν
προχωρήσῃ κατὰ τὸν στόμαχον καὶ φαίνῃ τινὰ κάθαρσιν ἔξω, πίνειν τ´ ἔτι τοῦ
πόματος ἡμέρην μίην ἢ δύο, καὶ τῇσι μήλῃσι παύσασθαι χρεόμενον, καὶ πειρᾶσθαι
καθαίρειν τὰς μήτρας προσθέτοισι φαρμάκοισιν. ᾟτινι δὲ τοῦ στομάχου ὀρθοῦ καὶ
μαλθακοῦ καὶ ὑγιέος καὶ καλῶς ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ
φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ πλείονος χρόνου καὶ μὴ ὑγιηρὰ, τὴν νοῦσον
ἀνευρὼν ἥντινα ἔχουσιν αἱ μῆτραι, ἤν τε καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ
αἴτιον ἀπὸ ὁτέου οὐ κυΐσκεται, ὅτε μὲν οὕτως ἔχει, τὴν ἴησιν ποιέεσθαι προσφέρων
τὸ δέον, ἀρχόμενος ἐξ ἰσχυρῶν, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς
μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος
καθεστάναι ὀρθῶς ἔχων ἐν τῷ ἐξαρκέοντι κείμενος. Ἢν δὲ ἀπὸ τοῦ φαρμάκου καὶ
ἀπὸ τοῦ ποτοῦ μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον τὸν μέτριον, τούτου μὴ
παύσασθαι τοῦ πόματος· ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν μηλέων ἔργου, μαλθάξαι
τὸ στόμα τοῦ στομάχου, καὶ ποιῆσαι ὅκως ἀναχανεῖται ἐς ὁδὸν τῷ προσθετῷ ἀπὸ
τῶν τε θυμιητῶν φαρμάκων καὶ τῶν μαλθακτηρίων. Ὁκόταν δὲ δοκέῃ καλῶς ἔχειν
μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακα, κάθαρσιν ποιέεσθαι τῆς μήτρης, ἕως
ἂν δοκέῃ καλῶς ἔχειν ἀρχόμενος ἐκ μαλθακῶν ἐς ἰσχυρότερα, τελευτᾷν δὲ αὖθις ἐς
μαλθακὰ εὐώδεα· τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν στόμαχον, καὶ
εἴργει τοῦ καθεστάναι ὀρθὸν καὶ ὑγιᾶ καλῶς ἔχοντα πρὸς τῆς γονῆς τὴν ὑποδοχὴν,
καὶ τὴν μήτρην ξηρὴν ποιέει. Ἢν δέ τις γυνὴ δοκέῃ τὰς μήτρας ὑπὸ πιμελῆς
βεβλάφθαι ἐς τὴν κύησιν, λεπτύνειν ὡς μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.

10
218. Ὥρη δὲ ἐαρινὴ κρατίστη κυήσιος· ὁ δ´ ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον
λευκὸν πινέτω, ἀλλ´ ὡς ἰσχυρότατον καὶ ἀκρητέστατον, καὶ σιτία σιτείσθω
ἰσχυρότατα, καὶ μὴ θερμολουτείτω, καὶ ἰσχυέτω, καὶ ὑγιαινέτω, καὶ σιτίων ἀπεχέσθω
τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.

219. Ὅταν δὲ δοκέῃ ἡ γυνὴ ἐκκεκαθάρθαι καὶ τὸν στόμαχον καλῶς ἔχειν τῆς
μήτρης, λουσάσθω, καὶ σμηξάσθω τὴν κεφαλὴν, καὶ μὴ ἀλείψηται μηδέν· ἔπειτα
ὀθόνιον ἄνοδμον περιθεῖσα περὶ τὰς τρίχας πεπλυμένον, κεκρυφάλῳ πεπλυμένῳ
μηδενὸς ὄζοντι καταδῆσαι, τὸ ὀθόνιον ὑποθεῖσα πρῶτον, ἔπειτα ἀναπαύεσθαι
προσθεμένη χαλβάνην πρὸς τὸν στόμαχον, θερμήνασα πρὸς πῦρ ἢ πρὸς ἥλιον καὶ
μαλθάξασα εὖ· ἔπειτα πρωῒ ἀπολύσασα τὸν κεκρύφαλον καὶ τὸ ὀθόνιον,
ὀσφραίνεσθαι παρασχέτω τινὶ ἑωυτῆς τὴν κεφαλὴν, καὶ ὄζει ἢν καλῶς ἔχῃ τῆς
καθάρσιος· εἰ δὲ μὴ, οὐκ ὄζει· ἄσιτος δὲ ταῦτα ποιείτω. Ἢν δὲ μὴ τεκνούσῃ
προσθῇς, οὐδέ ποτε ὄζει οὔτε καθαιρομένη οὔτε ἄλλως· οὐδ´ ἢν κυούσῃ προσθῇς,
οὐδ´ οὕτως ὀζέσει· ἥτις δὲ κυΐσκεται πολλὰ καὶ ἀρικύμων ἐστὶ καὶ ὑγιαίνει, ἢν
προσθῇς μηδὲ καθήρας, ὀζέσει αὐτὴ τῆς κορυφῆς, ἄλλοτε δὲ οὔ.

220. Ὅταν δὲ γνῷς καλῶς ἔχειν, παρὰ τὸν ἄνδρα κέλευε ἰέναι, καὶ ἡ μὲν γυνὴ
ἄσιτος ἔστω, ὁ δ´ ἀνὴρ ἀθώρηκτος, ψυχρῷ δὲ λελουμένος καὶ εὐωχημένος σιτία
ὀλίγα ξύμφορα. Καὶ ἡ γυνὴ ἢν γνῷ ξυλλαβοῦσα τὴν γονὴν, μὴ ἔλθῃ παρὰ τὸν ἄνδρα
τοῦ πρώτου χρόνου, ἀλλ´ ἡσυχαζέτω· γνώσεται δὲ, ἢν ὁ μὲν ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ
γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος. Ἢν δὲ ἀποδῷ πάλιν ἡ μήτρη τὴν γονὴν τῆς αὐτῆς
ἡμέρης, ἔσται ὑγρὴ, καὶ ἢν γένηται ὑγρὴ, αὖθις μιγνύσθω τῷ ἀνδρὶ μέχρις ἂν
ξυλλάβῃ.

221. Ἄλλη θεραπείη· πυριήσας τὸ σῶμα ὅλον, πῖσαι, καθῆραι ἄνω καὶ κάτω,
εἶτα ὄνειον γάλα μεταπίσαντα πυριῇν τὰς μήτρας δι´ αὐλοῦ, δύο μὲν ἡμέρας οὔρῳ
γυναικείῳ σαπρῷ καὶ λίτρον ἐμβάλλειν, τῇ δὲ τρίτῃ βοείῳ οὔρῳ· τῇ δὲ τετάρτῃ καὶ
πέμπτῃ τρίψας μαράθρου σπέρμα καὶ ἀκτῆς φύλλα καὶ δάφνην καὶ κυπαρίσσου
πρίσματα, ταῦτα ἑψῆσαι ὕδωρ ἐπιχέαντα· δεῖ δὲ μετὰ τὴν πυρίησιν λουσαμένην
πολλῷ θερμῷ προστιθέναι στέαρ ἡδυντὸν ἐκ τῆς πυρίης εὐθὺς καὶ ἐς νύκτα· μετὰ δὲ
σκευάζειν, ξυμμιγνὺς σμύρναν στακτὴν καὶ βούτυρον καὶ χηνὸς ἄλειφα καὶ ἐλάφου
μυελὸν καὶ ῥητίνην καὶ νέτωπον· τουτέων ἴσον ἑκάστου ξυμμίξαντα, διατήξαντα,
προστιθέναι ἐν εἰρίῳ μιλησίῳ μαλθακῷ ὡς εὐειροτάτῳ· μετὰ δὲ ἀναστομοῦν τὴν
μήτρην μολιβδίοισιν ἐληλασμένοις ὀκτωδακτύλοισι πέντε· τὸ πρῶτον ἔστω λεπτὸν,
τὸ δὲ δεύτερον παχύτερον, καὶ τἄλλα θάτερον θατέρου παχύτερον· ἀναστομοῦν δὲ
πέντε ἡμέρας· αἰεὶ δὲ λουσαμένη προστιθέσθω, καὶ ἀναδείσθω ἐκ τῆς ὀσφύος, ὡς μὴ
πίπτῃ, καὶ ὠθείτω τὰ μολύβδια αἰεὶ ἀνωτέρω, τὸ δὲ τελευταῖον ὡς ἀνωτάτω· ἐπὴν δὲ
ἀναστομώσῃ, προσθεῖναι καθαρτικὸν, τρίψας κανθαρίδας πέντε καὶ σικυώνης
μακρῆς σπόγγον καὶ σμύρναν· ταῦτα μέλιτι ἑφθῷ φορύξαντα καὶ φυρήσαντα
βαλάνιον εἰρίῳ κατειλίξαι πλὴν τοῦ ἄκρου· ἔπειτα εἰς ἄλειφα βάψαντα ὡς ἥδιστον,
προσθεῖναι· χρῆσθαι δὲ καθαρτικῷ καὶ τούτῳ τῇ χολῇ τοῦ ταύρου, καὶ ἄνθει ὀπτῷ
καὶ λίτρῳ καὶ σμύρνῃ, μέλιτι ὀλίγῳ διέντα, ὀθόνιον λεπτὸν ἀποδήσαντα, καὶ ἄνω τὸ
ὀθόνιον περιελίξαντα τῷ φαρμάκῳ, προστιθέναι· χρῆσθαι δὲ καὶ βουπρήστει ξὺν τῇ
σμύρνῃ, καὶ ἐλατηρίῳ ξὺν τῷ μέλιτι ἑφθῷ, καὶ τῇσι κανθαρίσι ξὺν τῷ ἐλατηρίῳ τε
καὶ τῇ σμύρνῃ. Ἐπὴν δὲ καθαρθῇ, τῇ ὑστεραίῃ λούσαντα κλύσαι τὴν μήτρην·
κύμινον αἰθιοπικὸν τρίψας καὶ μελάνθιον καὶ ῥητίνην καὶ ἄλειφα καὶ μέλι καὶ οἶνον
γλυκύν· ταῦτα μίξας καὶ ἀναχλιήνας κλύσαι· ἐπὴν δὲ κλύσῃς, ἀναστήσας, περιιέναι
κελεύειν, ὅκως τὸ κλύσμα διασείηται. Προσθεῖναι δὲ κρόκον καὶ σμύρναν καὶ
λιβανωτὸν ἐν ῥάκει λιναίῳ ἀποδέοντα ξηρὸν ἴσον ἑκάστου, ξυμμίσγοντα χηνὸς
ἄλειφα, περιχρίοντα τὸ ῥάκος· τοῦτο δὲ προστιθέναι ἑπτὰ ἡμέρας· τῇ δὲ ὀγδόῃ

11
θυμιῆσαι σμύρνῃ καὶ ἀσφάλτῳ καὶ κριθῇ, εὐώδει ἀλείφατι πεφυρημένα ἐπὶ
μαλθακὸν πῦρ ἐπιβαλὼν, θυμιῆν δι´ αὐλοῦ. Ἐπὴν δὲ θυμιήσῃς, τῇ ὑστεραίῃ τρῖψαι
κάστορος ὄρχιν, οἶνον λευκὸν παραχέων, καὶ αὐτὸν μήλῃ ἀμφιπλάσας καὶ εἰρίῳ
κατελίξας προσθεῖναι ἐς νύκτα· ὄρθρου δὲ ἀνελομένη καὶ διαμαλαξαμένη ἴτω παρὰ
τὸν ἀνδρὰ, καὶ ξυγκοιμηθεῖσα ἀτρεμείτω· καὶ ἂν μὴ ἐπὶ τοῦ πρώτου κυήσῃ, αὖθις
προσθεμένη αὐτὸ τοῦτο, παρὰ τὸν ἄνδρα ἐλθέτω. Ἄρχεσθαι δὲ χρὴ φαρμακεύοντα,
ἐπειδὰν ἔλθῃ τὰ καταμήνια· ληγόντων δὲ χρὴ τὸ κυητήριον προσθεμένην
ξυγκοιμᾶσθαι· τοῦ δὲ πρόσθεν χρόνου μήτε ἡ γυνὴ ἴτω ἆσσον τοῦ ἀνδρὸς, μήθ´ ὁ
ἀνὴρ παρὰ τὴν γυναῖκα.

222. Ὅταν δὲ ἡ γυνὴ μὴ κυΐσκηται εἰωθυῖα πρότερον κυΐσκεσθαι, τοῦ ἀνδρὸς δὲ


τὴν γονὴν ἐσδέχωνται αἱ μῆτραι ἐς ἑωυτὰς, ἀνάγκη παχὺ οὐρέειν τὴν γυναῖκα
ταύτην· ἐνίοτε μὲν γὰρ ἐν τῇσι μήτρῃσι τὸ πῦον ἐγγίνεται· τὸ δὲ πῦον τὸ ἐν τῇσι
μήτρῃσιν ὑπὸ φυμάτων γίνεται· διὰ δὴ τοῦτο ἡ γονὴ τοῦ ἀνδρὸς ὅταν μίσγηται, οὐχ
ἅπτεται τῆς μήτρης, ἵνα δεῖ πήγνυσθαι τὴν γονὴν τοῦ ἀνδρός· τὸ γὰρ πῦον ἀμαυροῖ,
ὥστε μὴ προσφέρεσθαι· τέθνηκε γὰρ τὸ πῦον καὶ σήπει τὴν γονήν· δεῖ δὴ τό τε πῦον
ἐκκαθῆραι τῶν μητρέων, καὶ τὸ φῦμα τὸ ἐν τῇ δελφύϊ καταστῆσαι, ὅκως τὸ λοιπὸν
μὴ κωλύῃ τὴν γονὴν πήγνυσθαι καὶ προσφέρεσθαι· ταχύνειν δὲ χρὴ ἐκκαθαίροντα,
πρὶν ἢ πωρωθῆναι τὸ πῦον ἐν τῇσι μήτρῃσι. Κλύσαι δὲ χρὴ τὰς μήτρας ὧδε· ἵππειον
γάλα ἑψήσας, διεὶς διὰ κρησέρης ὡς λεπτοτάτης καὶ καθαρωτάτης, τούτῳ κλύζειν,
κλυστῆρα ἐπιτήδειον ποιησάμενος· τὸ μὲν ἄκρον τοῦ κλυστῆρος λεῖον ἔστω, οἷόν
περ μήλης, ἀργύρεον· καὶ παρ´ αὐτὸ τετρυπήσθω τοῦ κλυστῆρος ἀπολεῖπον ὀλίγον
τὸ τρῆμα· εἶναι δὲ καὶ ἄλλας ἐκτρήσιας, διαλειπέτω δὲ ἴσον ἑκάστη ἔνθεν καὶ ἔνθεν
ἐκ τοῦ πλαγίου τοῦ κλυστῆρος, καὶ μὴ μεγάλας, ἀλλὰ στενάς· τοῦ δὲ κλυστῆρος ἡ
μὲν κορυφὴ στερεὴ ἔστω, τὸ δὲ ἄλλο πᾶν κοῖλον ἔστω ὡς αὐλίσκος· δῆσαι δὲ χρὴ
κύστιν συὸς θηλείης, ταύτην δὲ ψήσας εὖ μάλα· ἐπὴν δὲ προσδήσῃς, ἐγχέας τὸ γάλα
ἐς τὴν κύστιν, ἐς τὰς τρήσιας ἐνθεὶς ῥάκος λεπτῆς ὀθόνης, ὅκως μὴ τὸ γάλα ῥέῃ·
ἐπειδὰν δὲ πλήσῃς τὴν κύστιν, ἀποδῆσαι, καὶ δοῦναι τῇ γυναικὶ αὐτῇ, ἣν μέλλεις
κλύζειν· κείνη δὲ ἐξελοῦσα τὸ βύσμα, ἐς τὴν μήτρην ἐνθέσθαι· αὐτὴ δὲ εἰδήσει ὅκου
δεῖ· ἔπειτα δὲ πιέζειν τῇ χειρὶ τὴν κύστιν, ἔστ´ ἂν τὸ πῦον ἐκρυῇ ἔξω πᾶν· δῆλον δὲ
τοῦτο ἔσται, ἐπὰν μηκέτι ἐξίῃ τὸ πῦον ἅμα τῷ γάλακτι· δῆλον γὰρ ὅτι οὐκέτι ἔνεστι·
τότε χρὴ παύεσθαι· καὶ μετὰ τοῦτο, ἐπὴν ἀναψυχθῇ ὀλίγον χρόνον, σικυώνης ξηρῆς
πεφυκυίας τὸν πυθμένα ἀποτρήσας, καὶ τῆς κορυφῆς τὸ ἄκρον ὡς ἂν τετρημένον ᾖ,
τοῦτο ὅμοιον ποιήσας τὸ ἄλλο πλὴν τὸ ἄκρον, καθάπερ τοῦ κλυστῆρος τὸν αὐτὸν
τρόπον· πάχος δὲ λεπτότερον ὀλίγον ὡς ἀνδρὸς αἰδοῖόν ἐστιν· τοῦτο περιθεῖναι ἐς
τεῦχος, οἴνου ἐμπλήσας τὸ τεῦχος· ὁ δὲ οἶνος ἔστω ἀνθοσμίης ὡς εὐωδέστατος καὶ
ξηρότατος καὶ παλαιότατος· ἔπειτα λίθον μέλανα διαφανῆ ἐμβάλλειν ἐς τὸν οἶνον·
ἔπειτα περιθεῖναι σικυώνην ποιήσας χαλκοῦ λευκοῦ, καὶ ἡ γυνὴ ἀμφικαθεζέσθω περὶ
τὴν βάλανον τῆς σικύης, τὸ αἰδοῖον ποιήσασα ὁκοῖον δεῖ· ὅκως δὲ ὑπερέξει τὴν
χαλκῆν καὶ ἔξωθεν σικυώνην, δύο δακτύλοιν ἔστω.

223. Ὅταν μὴ δύνηται ἡ γυνὴ γονὴν δέχεσθαι, πᾶσα ἀνάγκη μήνιγγα


ἐπιπεφυκέναι ἐν τῷ στόματι τῶν μητρέων· δεῖ δὲ ἰὸν χαλκοῦ καὶ χολὴν ταύρου καὶ
ὄφιος στέαρ, ταῦτα ξυμμῖξαι ὁμοῦ, εἶτα εἴριον λαβὼν ἀναδεῦσαι τῷ φαρμάκῳ, καὶ
ἐνελίξαι ἐς ὀθόνιον βύσσινον, μέλιτι ὑποχρίσας τὸ ὀθόνιον, καὶ ποιῆσαι πρόσθετον
ὅσον ἐλαίην τὴν μεγίστην· εἶτα προστιθέναι πρὸς τὸ αἰδοῖον νύκτα ὅλην· ὑπτίη δὲ
κείσθω· τὴν δὲ ἡμέρην ἀφαιρείσθω, καὶ λουέσθω θερμῷ ὕδατι ἀπὸ μυρσίνης ὡς
πλείστῳ· ἔπειτα δ´ ἡμέρης προστιθέσθω ἐνεστυίης νυκτός· μετὰ δὲ συνέστω.

224. Ἄλλη θεραπείη· πρασίου τῶν φύλλων λαβόντα πλῆθος, ὥστε τὴν χεῖρα εὖ
ἐμπλῆσαι, ἐμβαλεῖν ἐς ἀγγεῖον ἀττικὸν, καὶ ἐπιχέαι ὕδατος ποτοῦ κοτύλας ἀττικὰς

12
τέσσαρας· καὶ προβρέξαντα ἐννέα ἡμέρας, πίνειν ἑτέρας ἐννέα ἡμέρας νῆστιν,
λουσαμένην, δύο κυάθους τῆς ἡμέρης τοῦ ἀπὸ τοῦ πρασίου, γλυκέος λευκοῦ ἴσον
μίσγουσα· ὅταν δὲ τριταίη ᾖ πίνουσα, πυριήσθω κωνείου φύλλοισιν ἐπὶ πῦρ
ἐπιβάλλων ἐννέα ἡμέρας, καὶ μετὰ τὴν πυρίην λούεσθαι, καὶ οὕτω πίνειν εὐθὺς
τούτων· ὅταν δὲ τὰς τρεῖς πεπυριημένη ᾖ, προστίθεσθαι τοῦ πρασίου αὐτέου
τετριμμένου λείου δι´ ἡμέρης, ἐπὶ τρεῖς ἡμέρας, λινόζωστιν λείην τετριμμένην, ἐν
μέλιτι ἀττικῷ, δι´ ἡμέρης· προβρεχέσθω δὲ ἐν οἴνου λευκοῦ τρυγὶ χοῒ καὶ
ἱππομαράθρου καὶ μαράθρου ῥίζα, καὶ δᾳδὸς ὡς πιοτάτης ὄζοι, καὶ ἐρευθεδάνου
τεταρτημόριον, καὶ μαράθρου σπέρμα, καὶ περιστερεῶνος ῥίζαι πολλαί·
προβρεχέσθω δὲ ἡμέρας μὴ ἐλάσσω τῶν ἐννέα· πίνειν δὲ μετὰ ταῦτα, λουσαμένην
κατὰ κεφαλῆς, κοτύλην τῆς ἡμέρης ἀκρήτου τοῦ βρεχομένου ἐν τῷ λουτρῷ ἐοῦσαν,
καὶ μετὰ ταῦτα κατακλιθεῖσαν ἐκθερμαίνειν ἑωυτὴν, καὶ προστίθεσθαι· ἐνταῦθα διὰ
τρίτης, μετὰ τὸ ποτὸν, τὸ ἐκ τῆς χολῆς δι´ ἡμέρης, ἐπὶ ἡμέρας ἕξ. Ὅτε δὲ μέλλει ἤδη
προσιέναι καλῶς καθάρσιος ἔχουσα, ὑοσκυάμου φύλλα καὶ ῥίζας ἀναζέσας ἐν ὕδατι,
πυριήσθω τούτοισιν ὡς θερμοτάτοισιν ἐπὶ τρεῖς ἡμέρας ἐς νύκτας, καὶ λουσαμένη
παρὰ τὸν ἄνδρα ἴτω. Μετὰ δὲ ταύτην τὴν πυρίησιν καὶ ἐλάφου αἰδοίου ὑποθυμιῆσαι,
καὶ ὅταν ἴδῃς ἔχειν αὖον, τούτου ἐπ´ οἶνον λευκὸν κεκρημένον ἐπιξύων, ἐπὶ τρεῖς
ἡμέρας διδόναι πίνειν, καὶ ὅταν ὠδίνῃ, διδόναι πίνειν, καὶ γὰρ ὠκυτόκιόν ἐστι τοῦτο.

225. Ἄλλη θεραπείη· χολὴν ταύρου ἀναζέσαι καὶ στυπτηρίην μηλίην· ἐλάφου δὲ
κέρας κατακαύσας τρῖψαι λεῖον, καὶ ξυμμίξας, βαλανίοις χρῆσθαι. Ἕτερον
θεραπευτικόν· κύμινον ἐν οἴνῳ μέλανι ἑψήσας, τρίψας λεῖον, βάλανον ποιῆσαι, καὶ
ἐς νύκτα προσθεῖναι· μετὰ δὲ ταῦτα κατακαύσας τρύγα οἴνου λευκοῦ, τὸ λεπτότατον
δηλονότι τῆς τρυγὸς, ἐπειδὰν κατακαύσῃς, ἀφαιρέειν τοῦτο ἐν πτερῷ, ἔπειτα ἐς
ὀθόνιον ἀποδήσας προσθεῖναι ἐς νύκτα, καὶ πράσα ἑφθὰ ἐσθιέτω· μετὰ δὲ τοῦτο
τράγιον τρίβων καὶ μέλιτι διεὶς προσθεῖναι ἐς νύκτα· μετὰ δὲ τραγίου καρπὸν λεῖον
τρίψας, ἐν οἴνῳ λευκῷ διεὶς, δᾷδα ἐπιξύων διδόναι πίνειν· μετὰ δὲ ὀρίγανον διὰ
δευτέρης ὑποθυμιῇν, καὶ οὕτω πρὸς τὸν ἄνδρα ἴτω.

226. Ἄλλη θεραπείη ἐπὶ γυναῖκα μὴ δυναμένην τεκεῖν· ἢν γυναῖκα μὴ


δυναμένην τεκεῖν, τοκήεσσαν ἐθέλῃς ποιῆσαι, σκέψασθαι χρὴ ἐν τοῖσιν ἐπιμηνίοισιν
εἴτε χολώδης εἴτε φλεγματώδης εἴη· γνώσῃ δὲ τῶνδε ὁπότερον μᾶλλον, ψάμμον
ὑποβαλὼν λεπτὴν καὶ ξηρὴν, ὅταν τὰ ἐπιμήνια γίνηται, ἐν τῷ ἡλίῳ ἐπιχέαι ἀπὸ τοῦ
αἵματος· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται·
ἢν δὲ φλεγματώδης ᾖ, οἷον μύξαι. Τούτων ὁπότερον ἂν ᾖ, καθήρας τὴν κοιλίην, ἤν
τε ἄνω ἤν τε κάτω δοκέῃ σοι δεῖσθαι· ἔπειτα διαλιπὼν ἡμέρας τινὰς, τὰς ὑστέρας
καθαίρειν, καὶ ἢν ὑγρότερον τὸ στόμα τῶν ὑστερέων ᾖ, προστιθέναι τὰ δριμέα, ὅκως
δηχθὲν καὶ φλεγμῆναν τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται.

227. Ἢν δὲ γυνὴ μὴ πυρέσσῃ τὰ ἔνδοθεν, μηδὲ κυΐσκηται ὑπὸ τῶν ὑστερέων,


μηδὲ ἀνδρὶ μίσγεσθαι δύνηται, ἀλλ´ ὑπνώσσῃ τε καὶ ἀσιτέῃ, μέλιτι μίξας οἶνον
ἐγχεέσθω ἐς τὰ αἰδοῖα, καὶ σμύρναν ὑποθυμιήσθω· ἐς δὲ τὴν ἕδρην βαλάνους
προστίθεσθαι, μίσγουσα χηνὸς ἄλειφα, καὶ εἴσω ἐγχεῖν ἐς τὸ αἰδοῖον· εἶτα καὶ
κλύζειν ἔλαιον, ἐν μέλιτι ἴσον μίξας.

228. Ἢν αἱ μῆτραι γυναικὶ ἰσχνωθῶσι, καὶ τρηχύνηται τὸ στόμα αὐτέων καὶ


ξυμμεμύκῃ, καὶ τὰ ἐπιμήνια αὐτῇ μὴ φαίνηται, μηδὲ κυΐσκηται, ἀλλὰ πυρετὸς
λαμβάνῃ μαλθακὸς, καὶ ὀδύναι αὐτέῃ ἐμπίπτωσιν ἐς τὰς ἰξύας καὶ τὴν νείαιραν
γαστέρα· ἡ δὲ νοῦσος αὕτη γίνεται μάλιστα, ὅταν τι τῶν ἐν αὐτῇ διαφθείρῃ· γίνεται
δὲ καὶ ἐκ τόκου. Ταύτην χρὴ λούειν θερμῷ καὶ πυριῇν· ὅταν δὲ λελουμένη καὶ
πεπυριημένη ᾖ, τῇ μήλῃ ἀνευρῦναι τὸ στόμα τῶν μητρέων, καὶ προστιθέσθω

13
σμύρναν τρίψασα καὶ νετώπου τὸ ἴσον, ἢ μύρον ῥόδινον ἐν ῥάκει, καὶ μολύβδου
προστίθεσθαι ποιήσαντα ὡς βάλανον καταξύοντα, καὶ καταλείφειν βοὸς χολῇ, καὶ
γνώσεται ἐν τέσσαρσιν ἡμέραις τὰς ἀγόνους, καὶ πυριῇν καὶ φαρμακεύειν.

229. Ἢν δὲ παχυνθῇ παρὰ φύσιν, οὐκ ἴσχει ἐν γαστρί· τὸ γὰρ ἐπίπλοον


ἐπικείμενον παχὺ καὶ πουλὺ ἀποπιέζει τὸ στόμα τῶν μητρέων, καὶ τὴν γονὴν οὐ
δέχονται. Ταύτην χρὴ λεπτύναντα φάρμακον πῖσαι κάτω, καὶ πρὸς τὰς ὑστέρας
προσθεῖναι, ὃ καθαίρει τε καὶ φῦσαν ἐμποιέει.

230. Ἢν τὸ στόμα τῶν μητρέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τῷ δακτύλῳ


γνώσεται ψαύουσα, κἢν πρὸς τὸ ἰσχίον ἀπεστραμμέναι ἔωσιν. Ὅταν οὕτως ἔχῃ, μὴ
προσφέρειν μηδὲν δριμύ· ἢν γὰρ ἑλκώσῃ τὸ στόμα τῶν ὑστερέων, ὅταν φλεγμαίνῃ,
τὸ πάμπαν κίνδυνος ἄτοκον γενέσθαι· ἀλλὰ προστίθεσθαι ἃ μὴ δάκνει, ὑφ´ ὧν
φλέγμα καθαίρεται. Ὅταν γυναικὶ τὰ καταμήνια γένηται καὶ παρέλθῃ, πρῶτα μὲν
χρὴ κεφαλὴν καθῆραι, ἔπειτα ἐλλεβορίσαι, ἤν τε ἅπαξ ἤν τε δὶς δέῃ· μετὰ δὲ
πυριῆσαι πυριητήριον κατασκευάσας τὸ ἐκ τῆς σικύης· ὅταν δὲ πεποιημένον ᾖ,
ἐγχέας ἐς ἐχῖνον θάλασσαν, καὶ πράσα ἐμβαλὼν, ἐπιθεῖναι τὸν αὐλὸν τῆς σικύης, καὶ
περιαλεῖψαι πηλῷ ὡς βελτίστῳ, ὅκως μὴ διαπνέῃ· εἶτα διὰ σχοινοτόνου δίφρου τῶν
τετραγώνων διάγειν τὸν αὐλὸν, ὅκως ὑπερέξει δύο δακτύλους τοῦ τόνου· εἶτα
ὑποκαίειν ἄνθραξι, καὶ τὰς καθέδρας φυλάσσειν, ὅταν τε καθίζηται καὶ ὁκόταν
ἀνίστηται, ὅκως μὴ κατακαυθῇ, ἀλλὰ καθίζειν ἔτι ψυχροῦ ἐόντος τοῦ πυριητηρίου
καὶ ἀνίστασθαι ἕως ἂν καταψυχθῆναι τὸν αὐλόν· ἐπὶ δὲ τῇ πυρίῃ τὴν διατριβὴν ὅτι
πλεῖστον τῆς ἡμέρης μέρος ποιέεσθαι. Καὶ τῇ μὲν τοιαύτῃ πυρίῃ ἐπὶ πέντε ἡμέρας
χρῆσθαι, δέκα δ´ ἀντὶ τῶν πράσων, τῶν σκορόδων· τάδε πυρία, καὶ αὐτὴν τὴν
δέσμην κατακόψας, ἐς τὴν θάλασσαν ἐμβαλεῖν. Μετὰ δὲ τὰς λοιπὰς τῶν ἡμερέων
αὐτῇ τῇ θαλάσσῃ μόνῃ πυριήσθω, καὶ ὅκως πρὸς ἄνδρα μὴ προσίῃ ἐν πάσῃ τῇ
θεραπείῃ. Τὴν τελευταίην δὲ πυρίην, ὅταν μέλλῃς ἀφιέναι τῆς θεραπείης, σκυλάκιον
ὅτι νεώτατον ἀνασχίσας, ἀρωμάτων παντοδαπῶν εἴδη ὅτι εὐωδεστάτων καὶ
ξηροτάτων κόψας, τὰ ἐντοσθίδια ἐξελὼν τοῦ σκυλακίου ἐμπλῆσαι καὶ σάξαι ὅτι
μάλιστα τῶν ἀρωμάτων, ξυλήφια δὲ ὑποθεὶς, ἐς τὸν ἐχῖνον ἐνθεὶς τὸ σκυλάκιον,
οἶνον ὡς εὐωδέστατον ἐπιχέαι, καὶ πυριῇν διὰ τοῦ αὐλοῦ, καὶ ὅκως κατὰ δύναμιν
εἶναι ὅλην τὴν ἡμέρην ἐπὶ ταύτης τῆς πυρίης, πυριῆσαί τε καὶ ἐρωτᾷν αὐτὴν, ἢν ἡ
ὀδμὴ διὰ τοῦ στόματος δοκέῃ ὄζειν τῶν ἀρωμάτων· σημεῖον γὰρ οὐ σμικρὸν ἐς
ξύλληψιν τῇ θεραπευομένῃ. Προσθέτοισι δὲ χρέο, κρόκου ὅσον ἂν βούλῃ, καὶ
σμύρνης ὅσον δύο κυάμους, καὶ ἅλας συχνὸν παράμισγε, πρὸς ταῦτα τεκμαιρόμενος,
καὶ ταύρου χολῆς ὅσον δύο κυάμους· ἢν δὲ πρηϋτέρῳ βούλῃ χρῆσθαι, ἔλασσον
μίσγειν τῆς χολῆς· ἢν δὲ ἰσχυροτέρῳ, πλέον· ταῦτα τρίψας λεῖα, καὶ μέλιτος
παραστάξας, τρῖβε ἄχρις ἄν σοι τριβόμενον γένηται, ὥστε δακτύλῳ ἐκμάξαι· ὅσῳ δ´
ἂν πλείονα χρόνον τρίβῃς, τοσούτῳ ξηρότερον καὶ γλισχρότερον καὶ βέλτιον ἔσται.
Ποιήσας δὲ παχύτερον ἢ βάλανον, καὶ τὸ ἄκρον ὀξὺ, ἐκ τοῦ μέσου παχύτερον,
ἔπειτα δὲ ἀγόμενον ὅκως πρὸς τὴν ὑστέρην προστεθῇ, ἐς τοῦτο ἔμπηξον ξυλήφια
ὀριγάνου δύο ποιήσας λεῖα· ἔστω δὲ ἑξαδάκτυλα· εἶτα κατέλιξον τὰ ξυλήφια εἰρίῳ
ὡς μαλθακωτάτῳ· ἔπειτα ἄνωθεν ῥάμματι κατέλιξον λεπτῷ, καὶ ὑπερεχέτω τὸ ῥάμμα
ὅσον τέσσαρας δακτύλους τῶν ξυληφίων. Προσχεαμένη δὲ καὶ καθαρὴν ἑαυτὴν
ποιήσασα ὅτι μάλιστα προσθέσθαι αὐτὸ τὸ στόμα, ῥάκος ὑποβαλλομένη ὑπὸ τὰ
ἰσχία, καὶ τὴν νύκτα προσκείσθω· ἔσται δὲ αὐτὴ ἡ κάθαρσις ὑδατώδης· τῇ δευτεραίῃ
ἀναστᾶσα λουσάσθω, καὶ ἐπὶ τὴν πυρίην μὴ καθίσῃ ταύτῃ τῇ ἡμέρῃ. Ὅταν δὲ
πυριῆται καὶ ἀναστῇ ἀπὸ τῆς πυρίης, κηρωτὴ ἔστω πεποιημένη ἀπὸ τῆς πρώτης
ἡμέρης ὡς καλλίστη, καὶ ξυμμίξαι μάλιστα μὲν ἐλάφου μυελόν· εἰ δὲ μὴ, χηνὸς
στέαρ· καὶ ὅταν ἀναστῇ ἀπὸ τῆς πυρίης, ἑκάστης ἡμέρης προσχεαμένη καὶ καθαρὴν
ἑωυτὴν ποιήσασα ἐς τὴν κοίτην, τῇ κηρωτῇ ἀλειφέτω τὴν ὑστέρην ἑκάστης ἡμέρης·

14
τὰ μὲν ἄλλα ταὐτὰ πάντα ξύμμισγε τοῖσιν ἔμπροσθεν ἐκτὸς τῆς χολῆς· ὀριγάνου δὲ
τρίβων ὡς λειοτάτης, ξύμμισγε ἐς τὴν βάλανον καὶ προστιθέσθω. Ἄλλο· τὰ μὲν ἄλλα
ταὐτὰ καὶ τὸν αὐτὸν τρόπον πεποιημένα, ἀντὶ δὲ τῆς ὀριγάνου ἀψίνθιον ξυμμίξας
καὶ κατὰ τὸν αὐτὸν τρόπον ποιήσας προστιθέσθω. Ἄλλο· ἐκ τῶν πυρῶν ἐκλέξας τὸ
μελάνθιον, τρίψας τε λεῖον ἰσχυρῶς, καὶ μέλι παραμίξας, καὶ σφαιροειδὲς ποιήσας,
προστιθέσθω· πλὴν πυρετοὺς ἐμποιέει, καὶ τὸ ἄρθρον οἰδέει, καὶ δηκτικὸν ἰσχυρῶς
ἐστι τοῦτο. Ἄλλο· μέλι ἑψήσας καὶ ἐλλεβόρου κόψας τοῦ μέλανος τὸ λεπτὸν, ἢν
πλέον, ἰσχυρῶς δηκτικὸν ἔσται· ἔστι δὲ πυρετῶδες καὶ τοῦτο. Ἄλλο· τὸν αὐτὸν
τρόπον τοῦτον ἑψήσας μέλι, ξυμμίξας τε ἐλατηρίου ὅσον πόσιν ἑψεῖν, καὶ ποιήσας
βαλάνιον, τὸν αὐτὸν τρόπον διδόναι προστίθεσθαι· καὶ τοῦτο πυρετῶδες, ἄγει δὲ καὶ
αἷμα, ἔνια δὲ τούτων καὶ δέρματα. Εἰ δὲ βούλοιο, καὶ τὸ δρακόντιον ξύων, ἐστὶ δὲ
πρηῢ ἐν μέλιτι ἑφθῷ ἢ ὠμῷ, καὶ τοῦτο σφαιροειδὲς ποιέειν, ὁκόσον κικίδα μεγάλην.
Πειρῶ δὲ φυσικὸς εἶναι, πρὸς τῆς ἀνθρώπου τὴν ἕξιν καὶ τὴν ἰσχὺν ὁρέων τούτων
γὰρ οὐδεὶς σταθμός ἐστιν, ἀλλ´ ἐξ αὐτέων τουτέων τεκμαιρόμενος πειρῶ, ὅλου τοῦ
σώματος, κεφαλῆς καθάρσεσι, φαρμακείῃσι, καὶ πυρίῃσι τῆς ὑστέρης καὶ
προσθέτοισι χρῆσθαι· στοιχεῖα δέ σοι ταῦτά ἐστιν· ἡ δὲ θεραπείη τουτέων ἐστὶν ἐν
μέρει ἑκάστου, καὶ ὅ τι ἂν μὴ ποιῇς τουτέων, αἰεὶ ἐπὶ τῆς πυρίης διατριβέτω· αὕτη
γάρ ἐστιν ἡ μαλθάσσουσα καὶ ἄγουσα τοὺς ἰχῶρας. Ὅταν δὲ καταπαύσῃ τῆς
θεραπείης, ληγόντων τῶν κατὰ φύσιν, χρὴ αἷμα ἀφαιρέειν ἀπὸ τῆς χειρός· ἢν μὲν
ἰσχύῃ, ἀπ´ ἀμφοτέρων τῶν βραχιόνων, ἢν δὲ ἀσθενεστέρη ᾖ, ἀπὸ τοῦ ἑτέρου οὗ
ἀπόχρη. Διαίτῃ δὲ οἵῃ χρῆσθαι δεῖ ἐν τῇσι θεραπείῃσι ταύτῃσιν ἑτέρωθί μοι
δεδήλωται. Ὑποθυμιῇν δ´ εἰ βούλει, τὰς αἴρας ἐκ τῶν πυρῶν ἐκλέξας, ἀλέσας λεπτὰ,
καὶ κλημάτινον πῦρ ποιήσας ὅτι μαλθακώτατον, ἔπειτα ἐμβαλὼν ἐς τρυβλίον, ἔνθες
ἐς ἡμίεκτον, καὶ ῥάκεα περιθεὶς ἵνα μαλθακῶς κάθηται, καθέζεσθαι αὐτὴν κελεύειν
ἐπὶ τῷ ἡμιέκτῳ, ὅτι μάλιστα διάγουσαν τὰ σκέλεα. Ἡ δὲ θεραπείη ἢν μὲν ἱκανή σοι
γένηται ἐν τετραμήνῳ· εἰ δὲ μὴ, πρὸς ταῦτα σκέπτου, καὶ ὅκως πρὸς ἄνδρα μὴ
πρόσεισιν ἐν ᾧ θεραπεύεται χρόνῳ. Ἐν δὲ τῇσι θεραπείῃσι διδόναι δαῖδα ἐν ὕδατι
καταβρέχων νήστει, ὅσον κύαθον, καὶ τὴν κασσιτερίνην ξυνεχῶς ἔχειν. Διδόναι δὲ
κοτυληδόνας ἐν ὕδατι ἑψῶν, ἅλας, κύμινον συνεψῶν, καὶ χλιηρὸν ῥοφεῖν. Αἱ
πλατεῖαι θηλύγονοι δοκεῦσιν εἶναι, αἱ δὲ σμικραὶ καὶ ξυμμύουσαι, ἀρσενόγονοι.

231. Ἐγκυητήριον ἄκρον· μελανθίου γυναικὶ διδόναι, ἐν οἴνῳ μέλανι στρυφνῷ.

232. Γυναικὶ νέῃ ἐούσῃ ῥόος ἐρυθρὸς ὀχλεῖ, καὶ φαρμακευομένη, κεφαλὴν
καθαιρομένη, φλεβοτομουμένη, οὐδὲν ὠφελεῖ· δοκεῖ δὲ τοῦτό οἱ αἴτιον εἶναι, ὥστε
μὴ ξυλλαμβάνειν· ἐδίδουν δὲ αὐτῇ ἀσπαλάθου τῶν ῥιζῶν ἐν οἴνῳ λευκῷ
ἀποζεόμενον πρωῒ καὶ πρὸς δείπνου, ὅ τε ῥόος ἐπαύσατο, καὶ οὐ βραδέως ἐκύησεν,
ἔτεκεν ἄρσεν· τὸ χρῶμα λευκόχρως, εὔσαρκος.

233. Περὶ μύλης. Περὶ δὲ μύλης κυήσιος τόδε αἴτιον· ἐπὴν πολλὰ τὰ ἐπιμήνια
ἐόντα γονὴν ὀλίγην καὶ νοσώδεα ξυλλάβωσιν, οὔτε κύημα ἰθαγενὲς γίνεται, ἥ τε
γαστὴρ πλήρης, ὥσπερ κυούσης· κινεῖται δ´ οὐδὲν ἐν τῇ γαστρὶ, οὐδὲ γάλα ἐν τοῖσι
τιτθοῖσιν ἐγγίνεται· σφριγᾷ δὲ τὸ στῆθος αὐτῇ· καὶ δύο ἔτεα, πολλάκις δὲ καὶ τρία
οὕτως ἔχει. Καὶ ἢν μὲν μία σὰρξ γένηται, ἡ γυνὴ ἀπόλλυται· οὐ γὰρ οἵη τέ ἐστι
περιγενέσθαι· ἢν δὲ πολλαὶ, ῥήγνυται αὐτέῃ κατὰ τὸ αἰδοῖον αἷμά τε πολὺ καὶ
σαρκῶδες· καὶ ἢν μὲν μετριάσῃ, σώζεται· ἢν δὲ μὴ, ὑπὸ ῥόου ἁλοῦσα ἀπόλλυται. Τὸ
μὲν νόσημα τοιοῦτόν ἐστι· κρίνεσθαι δὲ χρὴ τῷ πληρώματι, καὶ ὅ τι οὐ κινεῖται ἐν τῇ
γαστρί· τὸ μὲν γὰρ ἄρσεν τρίμηνον, τὸ δέ γε θῆλυ τετράμηνον τὴν κίνησιν ἔχει· ἐπὴν
οὖν τοῦ χρόνου παρελθόντος μὴ κινῆται, δηλονότι τοῦτό ἐστι· τὸ δέ τι τεκμήριον
μέγα, ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται. Ταύτην μάλιστα μὲν μὴ ἰῆσθαι· εἰ δὲ μὴ,
προειπόντα ἰῆσθαι. Καὶ πρῶτα μὲν πυριῆσαι τὴν γυναῖκα ὅλον τὸ σῶμα, ἔπειτα κατὰ

15
τὴν ἕδρην κλύσαι ὅπως διακαθήρῃ· πουλὺ γὰρ ἴσως κλύσας ἂν κινήσειε τὸ ἔμβρυον
τὸ δοκέον εἶναι τὸ ξυνεστηκὸς, διαθερμανθείσης τῆς γυναικὸς ὑπὸ τοῦ φαρμάκου.
Κλύζειν δὲ καὶ κατὰ τὰς μήτρας, ὅκως αἷμα ἀγάγῃ· ἢν δὲ μὴ, προσθέτοισι χρῆσθαι
τοῖσιν ἀπὸ τῆς βουπρήστιος ὡς ἰσχυροτάτοισι, καὶ πιπίσκειν τὸ δίκταμνον τὸ
κρητικὸν ἐν οἴνῳ· εἰ δὲ μὴ, καὶ τὸν καστόριον ὄρχιν· καὶ ὄπισθεν αὐτῆς σικύην
προσβάλλειν πρὸς τοὺς κενεῶνας, καὶ ἀφαιρέειν ὅτι πλεῖστον· πρόσβαλλε δὲ ὅτι
μάλιστα τεκμαιρόμενος κατὰ τὰς μήτρας.

234. Καθάρσιος· ὅταν μὴ γίνηται, ἤν τε ἐκ τόκου ἤν τε καὶ ἄλλως, δαῖδα ὡς


πιοτάτην κόψαντα λεπτὴν ἑψεῖν ἐν οἴνῳ λευκῷ, καὶ ἀποχρῆσθαι ὡς τρισὶ κυάθοισι.
Γλυκυσίδης κόκκοι τέσσαρες, κυμίνου αἰθιοπικοῦ σμικρὸν καὶ σεσέλιος πλέον, ἢ
κεδρίδα· ἢν δὲ πνιγμοὶ ἔωσι, κάστορος σμικρόν. Ἢν δὲ ἐκ τόκου καθάρσιος
γινομένης μετρίης ἡ γαστὴρ μένῃ, ἢ καὶ φυσᾷ ἀποκεκλεισμένη καὶ ὀδυνώδης
γίνηται, ἤν τε ξὺν πυρετῷ ἤν τε ἄνευ πυρετοῦ, ὀποῦ σκαμμωνίης πέμπτον μέρος
πόσιος ἢ σεσέλιος ἢ ἄλλου τινος τῶν εὐωδέων, καὶ πήγανον ἐν οἴνῳ λευκῷ. Ἢν δὲ
μὴ βούληται πιεῖν, πρὸς τὴν ἕδρην ἄλειμμα ποιέειν, οἷον ἐκ χολῆς ταυρείης καὶ
μέλιτος καὶ λίτρου. Ἢν δ´ ἐκ διαφθορῆς καθάρσιος ὀδυνώδης ᾖ, καὶ τῶν εὐωδέων
διδομένων μηδὲν ὑπακούῃ, καὶ πυρετοῦ ἐόντος, γάλακτος αἰγείου δύο κοτύλας
ἀφεψεῖν, εἶτα ψυχθέντος τὴν γρηῦν ἀφελεῖν, καὶ διηθήσας, μελικρήτου ὅσον τρίτον
μέρος μῖξαι, ὅκως γλυκύτερον ἔσται· πιεῖν δὲ τρὶς νῆστιν. Ἢν δὲ μὴ παύηται ἡ
ὀδύνη μηδὲ ἡ κοιλίη ὑποχωρήσῃ, ἐς τὴν δείλην ἐν σκάφῃ ἐς θερμὸν ὕδωρ
ἐγκαθισάτω· ὅταν δὲ διαπυριηθῇ, ἐξαναστήσαντα κλύζειν ἐν οἴνῳ αὐστηρῷ μέλανι
διεὶς καὶ ὕδατι ἅπαξ, ἐλαίου ἥμισυ τὸ ὕδωρ, χλιηρῷ κλύζειν, καὶ ἐπικοιμηθήτω.

235. Προσθετὸν ὑστερέων, ἢν ξυμμεμύκῃ ἢ σκληρὸν ᾖ τὸ στόμα· σῦκον λευκὸν


ἐκκαθήρας, καὶ λίτρον αἰγύπτιον τὸ καθαρώτατον μίξας λεῖον τετριμμένον,
πρόσθετον ποιῆσαι ὅσον κικίδα μὴ μεγάλην ἐν εἰρίῳ μαλθακῷ, ἐς ἴρινον μύρον
ἐμβάψασα προσθέσθω, ἤν τε τρεῖς ἤν τε πλείους ἡμέρας δοκέῃ· πυρίησις μετὰ τοῦτο
ξυμφέρει ἐν εὐώδει· μετὰ δὲ μαλθακόν τι δεῖ προσθετὸν, ὅ τι ἰχωροειδέα ἄξει
μάλιστα· μετὰ δὲ λινόζωστις, ἢν ᾖ ἁπαλὴ, μύρῳ ῥοδίνῳ χρῆσθαι ἐν ὀθονίῳ ἐς
ἡμέρην καὶ νύκτα. Ἐπὶ τοῦ αὐτοῦ· χολὴν ταύρου καὶ ἅλας ἀναζέσαι, καὶ θεῖον
παραμίσγειν, ποιήσας πρόσμακρον μῆκος, ὡς μέγας πυρὴν, ψιλὸν προσθέσθαι ἐπὶ
δύο ἡμέρας καὶ νύκτας, πρὸς αὐτὰς τὰς ὑστέρας· πάλιν λινόζωστιν μετὰ τοῦτο,
ἐπιπάσσειν σμύρναν ἄκρητον μίξας, διεῖναι ῥοδίνῳ, καὶ μύρῳ ἰρίνῳ διαχρίεσθαι τὸ
στόμα ὡς ἐσωτάτω. Θεραπεία ἐπὶ τὸ αὐτὸ νόσημα· ἴριν εὐώδεα κόψας καὶ διασήσας
χωρὶς, κυπείρου ἴσον, καὶ ἔκμαγμα ὅσον μαγίδα, οἴνῳ ἀνθοσμίῃ διεῖναι· εἶτα
ἀλειμματῶδες ποιέειν, καὶ ἐς σπλῆνας ἀλείψας μῆκος σπιθαμῆς, ἐς σμικρὴν σιπυΐδα
ἐνθεὶς, ὅκως μὴ παραπνέῃ, προσθέσθω.

236. Ἢν δὲ ἑλκωθέωσιν αἱ μῆτραι, ἢ τρηχυνθῇ τὸ στόμα, ἢ ὑπὸ προσθέτου


τινὸς δηχθῶσιν, ἐν εἰρίῳ χρῖσαι στέαρ, καὶ ῥόδινον ἀλεῖψαι, καὶ κηροῦ μικρόν.

237. Ὅταν ἴσχουσα ἐν γαστρὶ διαφθείρῃ, τὸ δὲ ἔμβρυον μηνιαῖον, καὶ ἐκφέρειν


ἐς τέλος μὴ δύνηται, καὶ λεπτὴ παρὰ φύσιν γένηται, ταύτην χρὴ καθήραντα τὰς
ὑστέρας καὶ αὐτὴν φαρμακεύσαντα παχύνειν, οὐ γὰρ δυνήσεται ἐκφέρειν ἐς τέλος,
ἔστ´ ἂν ἑωυτήν τε ἀναλάβῃ καὶ αἱ ὑστέραι ἰσχύωσιν.

238. Ἢν δὲ κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἐς ἀκριβῶς τὸν αὐτὸν


χρόνον καὶ μήτε πρότερον μήθ´ ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, ἢ
καὶ πλείονα χρόνον γεγονότα κατὰ τὸν αὐτὸν τρόπον τοῦτον διαφθείρῃ, ταύτης αἱ
μῆτραι οὐκ ἐπιδιδοῦσιν ἐπὶ τὸ μέζον τοῦ παιδίου ἐν αὐτέῃσιν αὐξανομένου καὶ

16
ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἐς τὸ πλέον· ἀλλὰ τὸ μὲν αὔξεται, αἱ δὲ
μῆτραι οὐδὲν ἐπιδιδοῦσι· διὰ δὴ τοῦτο διαφθείρουσιν αἱ πολλαὶ ἐς τὸν αὐτὸν χρόνον.
Ταύτην χρὴ κλύσαι τὴν μήτρην, καὶ διαφυσῆσαι ὡς μάλιστα προσθέτοισι
φαρμάκοισι τοῖσδε· τῆς σικυώνης τὴν ἐντεριώνην κόψαντα διασῆσαι, καὶ σίλφιον
ὀλίγον, παραμῖξαι ὀλίγα ἐν πλείονι καὶ καθεφθοτέρῳ τῷ μέλιτι· τοῦτο περιπλάσαι
περὶ μήλην, ποιέοντα τὸ πάχος ὅσον μέλλει παραδέξασθαι ὁ στόμαχος, πρὸς τὸ
στόμα τῆς μήτρης, καὶ ὦσαι πόῤῥω, ἕως ἂν περήσῃ ἐς τὸ ἔσω τῆς μήτρης· ὅταν δὲ
ἀποτακῇ τὸ φάρμακον, ἐξελεῖν τὴν μήλην, καὶ πάλιν οὕτω τὸ ἐλατήριον καὶ τῆς
κολοκυντίδος τῆς ἀγρίης ποιέων ὡσαύτως τῷ προτέρῳ προστιθέναι. Ἐσθιέτω δὲ
τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα, καὶ καυλὸν σιλφίου, καὶ τῇ ἄλλῃ διαίτῃ
χρῆσθαι, ὁκοίη ἂν μέλλῃ φῦσαν ἐμποιῆσαι μάλιστα ἐν τῇ κοιλίῃ. Προστιθέσθω δὲ τὸ
πρόσθετον διὰ τρίτης ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν· ἐνίοτε δὲ καὶ διὰ πλείονος·
τὸ δὲ ὅλον, ὅκως ἂν προσίηται· τὰς δὲ μεταξὺ ἡμέρας μαλθακοῖσι χρῆσθαι. Ὅταν δὲ
καταστήσῃ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς μήτρης, φανῇ τε τὰ ἐπιμήνια,
ἐπιμείνασα, ὅταν ξηρὴ ἤδη ᾖ, μιγνύσθω τῷ ἀνδρί.

239. Ποιέειν δὲ φῦσαν ἐν τῇ μήτρῃ ὅταν βούλῃ, σκορόδου μώλυζαν καὶ ὀπὸν
σιλφίου παραμιγνύναι πρὸς τὰ προσθετά.

240. Καὶ ἥτις ἂν μὴ δύνηται διατελεῖν τοὺς δέκα μῆνας κύουσα, ἀλλὰ διαφθείρῃ
καὶ τοῦτο πάσχῃ πλεονάκις, ταύτης τὰς μήτρας καθαίρειν ὕδωρ, καὶ αὐτὴν
φαρμακεύειν, ὅκως ὕδωρ καθαίρηται.

241. Ἢν δὲ κατέχουσα τὴν γονὴν μὴ κυΐσκηται, ξυμβαίνει δὲ τοῦτο πλείστῃσι


τοῦ στομάχου χανόντος τῆς μήτρης παρὰ φύσιν, τὰ ἐπιμήνια πλείω γίνεται τοῦ
προσήκοντος καὶ ὑγρότερα, ὥστε τὸ ἀπὸ τῆς γυναικὸς μὴ ξυλλαμβάνεσθαι πρὸς τὴν
τέκνωσιν, τήν τε τοῦ ἀνδρὸς γονὴν ἐπιοῦσαν διαφθείρεσθαι· γίνεται δὲ ταῦτα τοῦ τε
σώματος καὶ τῶν μητρέων νοσεόντων. Ἀλλὰ δεῖ ταύτῃ κατωτερικὰ διδόναι
διαλείποντα, καὶ πυριῇν ὅλον τὸ σῶμα, καὶ τὰς μήτρας ὄξει καὶ θαλάσσῃ, μύλους
διαπύρους ἐμβάλλοντα· ἐμβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου πρίσματα, καὶ
δάφνης φύλλα κόψας χλωρῆς, καὶ πολυκνήμου αὐτοῦ φύλλα· πυριῇν δὲ ὁκοῖον ἂν
δοκέῃ καιρὸς εἶναι χρόνον· μετὰ δὲ τοῦτο ἐκλούσθω, ὄξει ἐνεψῶν λωτοῦ
τορνεύματα, καὶ ῥόδινον, καὶ πουλυκνήμου αὐτοῦ τὰ φύλλα· ἐπὶ τελευτῆς δὲ θυμιῇν,
φλόμου φύλλα κόψας καὶ λωτοῦ τορνεύματα· ἔμπροσθεν δὲ πρὶν ἐκλούσασθαι,
θυμιῆσαι σμύρνῃ καὶ λιβανωτῷ, τρίψας ἴσον ἑκατέρου, καὶ μυρσίνης καὶ δάφνης
φύλλα, ταῦτα ἀναμίξας καὶ ἐπιβαλὼν ἐπὶ μαλθακὸν πῦρ, θυμιῇν νεοπυρίητον ἐοῦσαν
δὶς τῆς ἡμέρης, πυριῇν νεόλουτον ἐοῦσαν, καὶ τῆς θυμιήσεως ὕστερον λουέσθω, καὶ
τὸν στόμαχον καθιστάναι ἐς τὴν ἀρχαίην φύσιν· καὶ ἢν ἐξαρκέουσα ᾖ, πρόσθεν δὲ
τούτων πάντων τάμνειν τὴν ἐν τῇ χειρὶ φλέβα τῇ ἀριστερῇ, καὶ οὕτω τἄλλα ποιέειν.
Ἢν δὲ ὁ μὲν στόμαχος οὕτως ἔχῃ, τὰ δ´ ἐπιμήνια μὴ ἴῃ, ἢ φλαύρως, ἢ ἐπὶ τοὔλαττον,
πρὸς πλείονα κάθαρσιν τρέπεσθαι πρὸς τοῖσιν ἄλλοισιν ἅπασι, καὶ οὕτω θεραπεύειν,
καὶ προστιθέναι, ἢν δέῃ, καὶ ἐκ τῶν πρόσθεν λούων καὶ θυμιῶν καὶ ξηραίνων.

242. Ἢν δὲ γυνὴ ἐκτιτρώσκῃ ἀέκουσα καὶ μὴ θέλῃ ἐκβάλλειν, πυροὺς


πεφρυγμένους καὶ κατεληλεσμένους καὶ σταφίδα κεκομμένην λευκὴν, μελικρήτῳ
γλυκερῷ ταῦτα διεὶς, ἐλαίου σμικρὸν παραχέων, νήστει πίνειν διδόναι· μετὰ δὲ,
ῥαφάνου σπέρμα τρίψας καὶ ὄξος καὶ χηνὸς στέαρ, ταῦτα μίξας, ἐσθιέτω, καὶ
προστιθέσθω δάφνης φύλλα τρίβουσα· μετὰ δὲ πινέτω ὀρίγανον καὶ γλήχωνα καὶ
ἄλφιτον ἐν ὕδατι, ἐπιπάσσουσα δάφνης φύλλα κεκομμένα καὶ τετριμμένα λεῖα,
κόμμι παραμίξας, καὶ διεὶς ὕδατι, πίνειν διδόναι. Ἄλλο· ὄϊος στέαρ καὶ χηνὸς ἄλειφα,
καὶ μέλι ἐς τωὐτὸ μίξας καὶ τρίψας, ἐκλεικτὸν διδόναι. Ἄλλο· σταφυλῖνον τρίβων ὡς

17
λειότατον, καὶ γάλακτος ὑπόστασιν ἐν τούτῳ μίξας, χηνὸς στέαρ τήξας, ταῦτα
ἐνεψήσας, διδόναι ῥοφεῖν. Ἄλλο· ὀριγάνου φύλλα τρίψας ὡς λειότατα, ἢν μὲν ἔχῃ,
χλωρῆς, εἰ δὲ μὴ, ξηρῆς, διεὶς ἐν ὕδατι, πίνειν διδόναι. Ἄλλο· δάφνης καρπὸν τρίψας
ὡς λειότατον, καὶ ὑὸς θηλείης στέαρ τήξας, καὶ μέλιτι ταῦτα ὁμοῦ πάντα μίξας καὶ
τρίψας, ἐκλεικτὸν διδόναι. Ἄλλο· σταφυλῖνον τρίβων ὡς λειότατον, ἐν οἴνῳ διεὶς
κεκρημένῳ, πίνειν διδόναι.

243. Ἢν αἱ μῆτραι μὴ κατέχωσι τὴν γονὴν, μόλυβδον καὶ λίθον ἥτις τὸν
σίδηρον ἁρπάζει, ταῦτα τρίψας λεῖα, ἐς ῥάκος ἀπόδησον, καὶ ἐς γάλα γυναικὸς
ἐμβάψας προσθετῷ χρήσθω. Ἄλλο· χαλκοῦ ἄνθος τρίψας, μέλιτι διεῖναι, καὶ
προστιθέναι τοῦτο.

244. Ὅταν αἱ μῆτραι τοῦ ἀνδρὸς τὴν γονὴν ἐξερεύγωνται τρίτῃ ἡμέρῃ, πᾶσα
ἀνάγκη τῆς γυναικὸς, ἢν ταῦτα πάσχῃ, πώρου πεπληρωμένας εἶναι τὰς μήτρας, καὶ
οὐ δύναται τοῦ ἀνδρὸς ἡ γονὴ ἐμμένειν ἐν τῇσι μήτρῃσιν, ἀλλὰ ἀποκλείεται, καὶ διὰ
τοῦτο οὐ δύναται κυῆσαι ἕως ἂν ὁ πῶρος ἐνῇ ἐν τῇσι μήτρῃσι. Τοῦ δὲ πώρου ἥδε ἡ
ἐξέλασις· πτερὰ λαβὼν ὡς ἐλάχιστα καὶ μαλθακώτατα, ξυνδήσας ὁμοῦ, τούτοισιν
ἐπαλείφειν τὰς μήτρας, ὡς τοὺς ὀφθαλμοὺς ἐπαλείφουσιν, ὁμαλύνας τὰ πτερὰ,
ἅμματι ὡς λεπτοτάτῳ καταδήσας τὰ ἄκρα, εἶτα ῥοδίνῳ πολλῷ χρίσας αὐτὰ, ὑπτίην
ἀνακλίνας, ὑπὸ τὴν ὀσφὺν μέσην ὑποθεῖναι προσκεφάλαιον, προσθεῖναι τὴν μήλην,
τὰ σκέλεα τανύσας τῆς γυναικὸς, καὶ διαστήσας τὸ μὲν ἔνθεν, τὸ δ´ ἔνθεν,
ἀναστρέφειν ἄνω καὶ κάτω τὴν μήλην, ἕως ἂν προκύψῃ· ἐπὴν δὲ ἴδῃς ἐν τῷ στόματι
τῆς μήτρης, ἢν μὲν μὴ προσίσχηται ἐν τῷ ἰσχίῳ καὶ ἐθέλῃ ἐπακολουθῆσαι, πάντων
ἄριστον τοῦτο· ἢν δὲ ἐνέχηται ἐν τῷ στόματι τῆς μήτρης, λαβίδι ὡς λεπτοτάτῃ
προμηθευόμενος ἐξελκύσαι ἡσυχῇ καὶ μὴ βιαίως, καὶ μετὰ ταῦτα ξυγκοιμάσθω τῷ
ἀνδρί.

245. Ἢν κυούσῃ ἐπιφαίνηται, ὀνίδα ξηρὴν, μίλτον, ὄστρακον σηπίης τρίψας


λεῖα, ἐς ῥάκος ἀποδήσας, προστιθέναι. Ἄλλο· γλυκυσίδης τοὺς μέλανας κόκκους
τρίβων ἐν οἴνῳ διδόναι πιεῖν κεκρημένῳ.

246. Ἢν δὲ συνοῦσα ἀλγέῃ τὴν νειαίρην γαστέρα καὶ αἷμά οἱ φανῇ νεαρὸν,
λίνον κόψας καὶ θρύον ἁπαλὸν καὶ χήνειον ἔλαιον, ταῦτα μίξας, οἴνῳ λευκῷ ὑδαρεῖ
διεὶς, διδόναι πίνειν.

247. Ἢν αἱ μῆτραι προέλθωσιν ἔξω τῆς φύσιος, πῦρ ἔχει μάλιστα μὲν τὰ αἰδοῖα
καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον τρύζει κατ´ ὀλίγον καὶ δάκνεται τὰ αἰδοῖα. Ταῦτα
πάσχει, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ παρακοιμᾶται. Ὅταν οὕτως ἔχῃ, μύρτα καὶ
λωτοῦ πρίσματα ἑψήσας ἐν ὕδατι, καταθεὶς τὸ ὕδωρ ἐς τὴν αἰθρίην, προσχείσθω ὡς
ψυχρότατον ἐς τὰ αἰδοῖα, καὶ τρίβων λεῖα προσπλάσσειν· ἔπειτα ὕδωρ πίνουσα
φακῶν, μέλι καὶ ὄξος ξυμμίσγουσα, ἐμείτω, ἕως ἂν αἱ μῆτραι ἀνασπασθῶσιν· καὶ
τὴν κλίνην ὑψηλοτέρην πρὸς ποδῶν κεῖσθαι· ὑποθυμιῇν δὲ ὑπὸ τὰ αἰδοῖα κακώδεα,
ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ
τὸν οἶνον ὑδαρέα λευκὸν πινέτω, καὶ μὴ λουέσθω, καὶ τῷ ἀνδρὶ ξυγκοιμάσθω.

248. Ἢν δὲ παντάπασιν ἐκ τῶν αἰδοίων ἐκπέσωσιν, ἐκκρέμανται οἷόν περ ὄσχη,


καὶ ὀδύνη λαμβάνει· τοῦτο δὲ, ὅταν ἐκ τόκου ταλαιπωρήσῃ, ὥστε σεῖσαι τὰς
ὑστέρας, ἢ τῷ ἀνδρὶ ξυγκοιμᾶται ἐν τῷ λοχείῳ. Ὅταν οὕτως ἔχῃ, ψύγματα
προστίθεσθαι πρὸς τὰ αἰδοῖα, καὶ τὰ ἔξωθεν ὑποκαθήρας, σίδιον ἐν οἴνῳ μέλανι
οἰνώδει ἑψήσας, οὕτω περιπλύνας, εἴσω ἀπωθέειν· ἔπειτα μέλι καὶ ῥητίνην ξυντήξας
ἴσον ἑκατέρου, ἔγχει ἐς τὰ αἰδοῖα, καὶ κεῖσθαι ὑπτίην, ἄνω τὰ σκέλεα ἔχουσαν

18
ἐκτειναμένην· κἄπειτα σπόγγον προσθεὶς, ἀναδῆσαι ἐκ τῶν ἰξύων· ἔστ´ ἂν δ´ οὕτως
ἔχῃ, σιτίων δέον ἀπέχεσθαι, ποτῷ τε ὡς ἐλαχίστῳ χρέεσθαι, μέχρις ἂν ἑπτὰ ἡμέραι
παρέλθωσιν. Καὶ ἢν μὲν οὕτως ἐθέλωσιν ἰέναι· εἰ δὲ μὴ, ἄκρας περιξέσαι τὰς μήτρας
καὶ ἀποπλῦναι τῇ πίτυϊ ἑφθῇ· ἔπειτα πρὸς κλίμακα δήσας τοὺς πόδας, κρούειν κατὰ
τὴν κεφαλὴν, καὶ τῇ χειρὶ ἐσωθέειν· ἔπειτα ξυνδήσας τὰ σκέλεα ἐπαλλὰξ, ἐῇν
ἡμέρην καὶ νύκτα ἀτρέμα· διδόναι δὲ ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν·
τῇ δὲ αὔριον ἐγκατακλίνας ἐπὶ τὸ ἰσχίον, σικύην προσβάλλειν ὡς μεγίστην, καὶ ἐᾷν
ἕλκειν πουλὺν χρόνον, καὶ ὅταν ἀφέλῃς, κατακλίνας, ἐᾷν κεῖσθαι, καὶ μὴ
προσφέρειν ἄλλο μηδὲν ἢ τὸν χυλὸν, ἔστ´ ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· σιτίοισι δὲ
ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρήσθω· ἢν δὲ ἀποπατεῖν ἐθέλῃ, ἀποπατείτω
ἀνακειμένη, ἕως ἂν τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν· ἔπειτα ἀνίστασθαι καὶ
περιέρχεσθαι ὡς ἐλάχιστα, καὶ μὴ λουέσθω, σιτίοισιν ὀλίγοισι χρήσθω, τὰ αἰδοῖα
τοῖσι κακώδεσι θυμιήσθω, καὶ ἐπὴν ἄρχηται περιχωρέειν, τὴν σφενδόνην φορείτω.

249. Ἐξαίρεσις τοῦ ἐμβρύου ἥδε· ἔμβρυον ἐπὴν ἐναποθάνῃ ἐν τῇσι γονῇσιν,
ὀστεολογίῃ χρῆσθαι κατ´ ὀλίγον, τὸ φαινόμενον κατὰ λόγον θραύοντα, δέρμα
καταλείποντα προβολὴν τῷ σιδήρῳ.

19
Περὶ Παρθενίων (Virg.)
Ἀρχή μοι τῆς ξυνθέςιος τῶν αἰειγενὲῳν ἰητρικῆς· οὐ γαρ ὃυ- VIII 466 L
νατὸν τῶν νοςημάτων τὴν φύςιν γνῶναι, ἥπερ ἐςτὶ τῆς τέχνης
ἐξευρεῖν, ἣν μὴ γνῷ τὴν ἐν τῷ ἀμερεῖ κατὰ τὴν ἀρχὴν, ἐξ ἦς διε-
κρίθη. Πρῶτον περὶτῆς ἱερῆς νουςου καλεομένης, καὶ, περὶ τῶν
ἀποπληκτικῶν, καὶ περὶ τῶν δειμάτων, ὁκόςα φοβεῦνται ἰςχυρῶς 5
ἄνθρωποι, ὥςτε παραφρονέειν καὶ ὁρῇν δοκέειν δαίμονάς, τινας ἐφ’
ἑωυτῶν ,ὁυςμενέαα ὁκότε μὲν νυκτὸς, ὁκότε δὲ ἡμέρης, ὁκότε ὃέ
ἆμῲοτέρῃςι τῇςςιν ὥρῃςι· ἔπειτα ἀπὸ τῆς τοιαύτηςμ ὄψιος πολλοὶ
ἤδηλ ἀπηγχονίίςθηςαν , πλέονες δὲ γυναῖκες ἣ ἂνδρες· ἀθυμοτέρη γὰρ
καὶ λυπηροτέρη φύςις ἡ γυναικείη. Αἱ δὲ παρθένοι, ὁκόςῃςιν 10
ὥρη γάμου, παρανόρουμεναι, τοῦτο μᾷ,λλον πάςχουςιν ἅμα τῇ καθ-
όδῳ τῶν ἐπιμηνίων· πρότερον οὐ μάλα ταῦτα κακοπαθέουςιν· ὕςτε-
ρον γὰρ τὸ αἷμα ξυλλείβεται ἐς τὰς μήτρας, ὡς ἀπορρευςόμενον·
ὁκόταν οὖν τὸ ςτόμα τῆς ἐξόδου μὴ ᾖ όινεςτομωμένον,ἶ τὸ δέὰ αἷμα
πλέον ἐπιρρέῃ ὃιόι τε τὰ ςιτία καὶ τὴν αῧξηςιν τοῦ ςώματος, τηνι- 15
καῦτα οὐκ ἐχον τὸ αἷμα ἔκρουν ἀναιςςει ὑπὸ πλήθους ἐς τὴν καρδίην
καί ἐς τὴν διάφραξιν· ὁκόταν οὖν ταῦτα πληρωόέωςιν, ἐμωρώβήμ ἡ
καρδίη· εἶτ’ ἐκ τῆς μῶρώςιος νάρκη, εἶτ’ εκ τῆςλ νάρκης παρά-
νοια ἐλαβεν, ὥςπερ ὁκόταν καθημένου πουλὺν χρόνον τὸ ἐκ τῶν
ᾒχίων καί μηρῶν αἷμα άποπιεχθὲν ἐς τάς κνήμας καὶ τοὺς πόδας 20
νάρκην παράςχῃῑ· ὑπὸ δέ τῆς νάρκης ἅκρατέες οἱ πόδες ἐς ὁδοιπο- VΙΙΙ 468 L
ρἰην γίνονται, ἔςτ” ἂν ἀναχωρήςη τὸ αἷμα ἐς ἑωυτὸ· ἀναχωρέει δὲ
τάχιςτα, ὁκόταν άναςτάς ἐν ὕδατι ψυχρῷ τέγγῃ τὸ ἄνω τῶν ςφυρῶν.
Αὕτη μέν οὖν ἡ νάρκη εὐήνιος, ταχυ γάρ παλιρροεῗ διά τὴν
ίθύτητα τῶν φλεβῶν, καὶ ὁ τόπος τοῦ ςώμάτός οὐκ ἐπίκαιρος· ἐκ 25
δέ τῆς καρδίης καὶ τῶν φρενῶν βραδέως παλιρροεῖ· ἐπικάρςιαι γάρ
αἱ φλέβες καὶ ὁ τόπος ἐπίκαιρος ἐς τε παραφροςύνην καὶ μανίην.
Ὁκόταν πληρωθὲωςιν ,αὐτὰ τὰ μέρεα, καὶ φρίκη ςὺν πυ-
ρετῷ άναίςςει· ῒπλάνηταςῒ. Ἐχόντων δὲ
τουτέων ὧδε, ὑπὸ μὲν τῆς ὁξυφλεγμαςίης μαίνεται, ὑπὸ δέ τῆς ςη-μμ 30
πεδόνος φονᾷ, ὑπὸ δέ τοῦ ζοφεροῦ φοβεῖται καὶ δέδοικεν, ὑπὸ δὲ τῆς
περὶ τὴν καρδίην πιέξιος άγχόνας κραίνουςιν, ὑπὸ δὲ τῆς κακίης· τοῦῗ
αἵματος· ,ἀλύων καὶ άδημονέων ὁ Θυμὸς κακὸν ἐφέλκεται· ἕτερον δέ
καὶ φοβερά ὀνομάζει, καὶ κελευουςιν ἰὁίλλεςθαι καὶ καταπίπτειν ἐς
φρέατα ἢ ἄγχεςθαι, καὶ ἀμείνονά τε ἐόντα καὶ χρείην’ ἔχοντα 35
παντοίην· ὁκότε δέ ἄνευ φαςμάτων, ἡδονή τις, ἀφ’ ἧς ἐρᾷ τοῦ
Θανάτου ὥςπέρἲ ’τινος ἀγαθοῦ, Φρονεουςης, δὲ τῆς ἀνθρώπου, τῇ
Ἀρτέμιδι αἱ γυναῖκες ἄλλα τε πολλὰ καὶ τὰ ἱμάτια τὰ πουλυτε·
λὲετατα καθιεροῦει τῶν γυναικείων, κελευόντων τῶν μάνε
τεων, ἑξαπατεώμεναι. Ἡ δὲ τῆςὸε ἀπαλλαγὴ, ὁκ’ότ”αν μὴ ἐμπο- 40
δίζηται τοῦ αἵματος τὴν ἀπόρρυςιν. Κελεύω δὴ τὰς παρθένους,
ὁκόταν τοιοῦτο πάςχωει,μ ὡς τάχιετα ευνοικῆεαι ἀνδράςιψ- ἢν
γὰρ κυήοωειν, ὑγιέες γίνονται· εἰ δὲ μὴ, αὐτέων ἢ ἅμα τῇν ἥβῃ ἢ
ὀλίγον ὕετερον ἁλώςεται,,, εἴπερ μὴ ἑτέρῃ νούεῳ· τῶν δὲ ἠνδρωμὲ- VIII 470 L
νων γυναικῶν αἱ (πεῖραι ταῦτα πόιςχουειν.ἔ 45

20
Περὶ ἐπικύησις (Superf.)
1. Ὁκόταν ἐπικυΐσκηται γυνὴ, ἢν μὲν ἐν τῷ μέσῳ τῆς μήτρης τὸ πρῶτον ἔχῃ παιδίον, τὸ
ἐπικύημα προσπίπτει ὑπὸ τοῦ ἀρχαίου ἐξωθεύμενον· Ἂν δὲ ἐν τῷ κέρατι τῷ ἑτέρῳ τὸ
κύημα ἔχῃ, ἐπιτίκτει ὕστερον οὐ γόνιμον, ἐπὴν χαλάσῃ ἡ μήτρη καὶ ὑγρανθῇ, τοῦ
γονίμου ἀπολυθεῖσα. Ἢν δὲ μὴ αὐτίκα 8 ἀποχωρέῃ τὸ ἐπικύημα, ὀδύνας τε παρέχει καὶ
ῥεῦμα δυσῶδες καὶ πυρετὸν, καὶ οἰδεῖ τὸ πρόσωπον καὶ τὰς κνήμας καὶ τοὺς *πόδας καὶ
τὴν νηδὺν, καὶ ἀσιτέει ἕως ἂν ἐκπέσῃ. Ἐπικυΐσκονται δὲ τῶν γυναικῶν ὧν ἂν ὁ
στόμαχος μετὰ τὸ πρῶτον κύημα * ξυμμεμύχῃ οὐ κάρτα ἢ μὴ ἐπιφαινομένων τῶν
σημηΐων ξυμμεμύκῃ. Τὰ δὲ ἐπικυήματα τὰ ἐπιτικτόμενα ὕστερον, ἢν μήπω διάκρισιν
ἔχῃ, ἀλλὰ σὰρξ ᾖ, οἰδέει μὲν οὖ, ἀλλὰ κατασή πεται μέχρι ἂν ἐξέλθῃ τῆς μήτρης.
2. “Η τινι ἂν ἐκδύῃ τὸ παιδίον τοῦ χορίου ἐν τῇσι μήτρῃσι, πρὶν ἔξω 8 ἄρχεσθαι
χωρέειν τὸ παιδίον, δυστοκέει μᾶλλον καὶ ἐπικινδύνως, ἣν μὴ ἡ κεφαλὴ ἡγέηται. ᾗ τινι
δὲ ἂν χωρέῃ ἔξω σὺν τῷ χορίῳ τὸ παιδίον καὶ προχωρῆσαν ἐς τὸν στόμαχον ἐκδύῃ τοῦ
10 χορίου ῥαγέντος, εὐτοκέει μᾶλλον • καὶ τὸ μὲν παιδίον θύρηφι χωρέει· τὸ δὲ χόριον
ἴσχεται καὶ ἀνασπᾷ ἑωυτὸ καὶ μένει αὐτοῦ.

3. Ὁκόταν [οὐ] γόνιμον γένηται τὸ παιδίον, τουτέου ἡ σὰρξ ὑπερέχει τῶν ὀνύχων, οἱ δὲ
ὄνυχες ἐλλείπουσι τῶν χειρῶν καὶ τῶν ποδῶν.

4. Οκόταν γονίμου γενομένου τοῦ παιδίου χεὶρ ὑπερέχῃ, πρῶτον ἀνωθέειν ὀπίσω
μέχρις ἂν ἀπώσῃς· καὶ ἦν ἀμφότεραι, ἀμφοτέρας ἀνῶσαι· καὶ ἦν τὸ σκέλος ὑπερέχῃ,
ἀνωθεῖν καὶ τοῦτο· ὁκόταν δὲ ἀμφότερα τὰ σκέλεα προφανέντα μείνῃ καὶ μηδετέρωσε
προχωρέῃ, πυριήματι δέον χρῆσθαι, ἀπὸ τοῦ ὑγροτάτη ἔσται ἡ ὑστέρη· ὀδμὴν δὲ ἐχέτω
τὸ πυρίημα. Καὶ δκόταν ἡ μὲν κεφαλὴ προφανῇ, τὸ δδ ̓ ἄλλο σῶμα ἐνῇ, καὶ ὧδε πυριν·
καὶ ὁκόταν τὸ μὲν ἐν τῇσι μήτρῃσι τοῦ σώματος, τὸ δὲ ἐν τοῖσιν αἰδαίοισι, τὸ δὲ ἔξω
τῶν αἰδοίων οἰδέῃ καὶ μείνῃ, καὶ οὕτως πυριν· καὶ ἢν μὲν ἀπὸ τῆς πυριήσιος ἀπο
χωρήσῃ· εἰ δὲ μὴ, περιαλείψας τὸ στόμα τῆς μήτρης ἐλατηρίῳ παχεῖ, διεὶς ὕδατι, ὅκως
ὠδῖνα ἐμποιήσῃ· καὶ ἀπὸ τῶν ποτῶν καὶ ἐδεστῶν ὠδῖνα ἐμποιέειν· καὶ τὰ αἰδοῖα αὐτὰ
ἀλείφειν κηρωτῇ, ἦν 'σοι δοκέῃ ἐξηροτέρη εἶναι τοῦ καιροῦ.

5. Ὁκόταν τοῦ παιδίου τῆς κεφαλῆς προφανείσης ἐκ τοῦ στομάχου μηκέτι ἐθέλῃ τὸ
ἄλλο σῶμα προχωρεῖν, τὸ δὲ παιδίον τεθνήκῃ, τοὺς δακτύλους βρέξας ὕδατι; μεταξὺ
τοῦ στομάχου καὶ τῆς κεφαλῆς παραβύσας τὸν δάκτυλον; ἐν κύκλῳ περιάγειν· εἶθ ̓
ὑποβάλλων τὸν δάκτυλον ὑπὸ τὸ γένειον, διαβύσας ἐς τὸ στόμα, ἔξω ἕλκειν.

6. Ὁκόταν δὲ τὸ μὲν ἄλλο σῶμα θύρῃφι ᾖ τῶν αἰδοίων, ἡ δὲ κεφαλὴ εἴσω, ἐπὶ πόδας
φερομένου τοῦ ἐμβρύου, ἐπὴν περιάγῃς τὸν δάκτυλον ἐν κύκλῳ, ἀμφοτέρας τὰς χεῖρας
παρεὶς μεταξὺ τοῦ στομά χου καὶ τῆς κεφαλῆς, βρέξας ὕδατι, ἐξελκύσαι. Ἂν δὲ τοῦ
στομάχου ἔξω ᾖ, τῶν δὲ αἰδοίων εἴσω, παρεὶς τὰς χεῖρας, περιλαβὼν τὴν κεφαλὴν,
ἐξέλκειν.

7. Ην δὲ τὸ ἔμβρυον ἔνδον μένῃ τετελευτηκὸς καὶ μὴ δύνηται μήτε αὐτόματον μήτε διὰ
φαρμάκων ἐκπεσεῖν κατὰ φύσιν, χρίσας τὴν χεῖρα κηρωτῇ, ἥτις ὀλισθητικὴ μάλιστα,
ἔπειτα ἐνείρας ἐς τὴν μήτρην, διελεῖν τοὺς ὤμους ἀπὸ τοῦ τραχήλου ἐπερείσαντα τῷ
μετ γάλῳ δακτύλῳ· ἔχειν δὲ χρὴ πρὸς τὰ τοιαῦτα καὶ ὄνυχα ἐπὶ τῷ δακτύλῳ τῷ μεγάλῳ·
καὶ διελόντα ἐξενεγκεῖν τὰς χεῖρας, ἔπειτα πάλιν ἐσείραντα τὴν κοιλίην ἀνασχίσαι, καὶ
ἀνασχίσαντα ἡσυχῇ ἐξελεῖν τὰ ἐντοσθίδια, ἔπειτα ἐξελόντα συντρῖψαι τὰ πλευρία, ὅχως
Εξυμπεσὸν τὸ σωμάτιον εὐσταλέστερον γένηται καὶ ῥᾷον ἐξίῃ, μὴ ὀγκῶδες ἐόν.

21
8. Τὸ δὲ χόριον ἢν μὴ ῥηϊδίως ἐκπίπτῃ, μάλιστα μὲν ἐᾷν πρὸς τὸ ἔμβρυον
προσκρέμασθαι, καὶ τὴν λεχὼ προσκαθῆσθαι ὥσπερ ἐπὶ λασάνου· ἔστω δὲ
κατεσκευασμένον ὑψηλόν τι, ἵνα τὸ ἔμβρυον ἐκκρεμάμενον συνεπισπᾶται τῷ βάρει
ἔξω· ἡσυχῇ δὲ τοῦτο ποιέειν, μὴ πρὸς βίην, ὅκως μὴ ἀποσπασθέν ὅτι παρὰ φύσιν
φλεγμονὴν ἐμποιήσῃ· ὑποκεῖσθαι οὖν δεῖ τῷ ἐμβρύῳ εἴρια ὡς ὀγκωδέστατα νεόξαντα,
ἵνα κατὰ μικρὸν ἐνδιδοίη ἀσκία δύο ἐζευγμένα ὕδατος μεστά· ἐπάνω δὲ τῶν ἀσκίων
εἴρια· ἐπάνω δὲ τούτων τὸ ἔμβρυον· ἔπειτα τρυπῆσαι ἑκάτερον τῶν ἀσχίων ῥαφίῳ,
ὅκως ῥυῇ κατὰ σμικρὸν τὸ ὕδωρ· ἐκρέοντος δὲ τοῦ ὕδατος ἐνδιδόασιν οἱ ἀσκοί·
ἐνδιδόντων δὲ ἐπισπᾶται τὸ ἔμβρυον τὸν ὀμφαλὸν, ὁ δὲ ὀμφαλὸς ἐφέλκει τὸ χόριον. Ἦν
δὲ μὴ δύνηται καθῆσθαι ἐπὶ τοῦ λασάνου,

ἐπ ̓ ἀνακλίτου δίφρου τετρυπημένου καθήσθω. Ἢν δὲ ἀσθενέῃ τὸ σύνολον καθῆσθαι,


τὴν κλίνην ὡς ὀρθοτάτην ἀπὸ τῶν πρὸς τῆς κεφαλῆς μερῶν ἀείραντας, ἵνα κάτω ῥέπῃ
ὡς μάλιστα καὶ ξυνεπισπᾶται τὸ κάτω βάρος, ὑπὸ τὰς μασχάλας δῆσαι τὴν λεχὼ ἔξωθεν
τῶν ἱματίων πρὸς τῇ κλίνῃ ἢ κηρίῃ ἢ ἱμάντι πλατεῖ καὶ μαλθακῷ, ὅπως μὴ ὀρθῆς
ἐούσης τῆς κλίνης κάτω τὸ σῶμα φέρηται. Τὸν αὐτὸν ‘δὲ τρόπον κἊν ἀποῤῥαγῇ ὁ
ὀμφαλὸς, κἊν ἀποτάμῃ τις πρὸ τοῦ καιροῦ, βάρεα Εξύμμετρα ἐκκρεμανῦντα, τὴν
ἐξαγωγὴν τοῦ. χορίου ποιέεσθαι· βελτίστη γὰρ αὕτη ἡ θεραπείη τῶν τοιῶνδε γίνεται καὶ
ἥκιστα βλάπτει.

9. Ἢν δέ τινι ἐναποθάνῃ τὸ παιδίον ἐν τῇ μήτρῃ καὶ μὴ ἐξέλθῃ, ὑγρῆς ἐούσης τῆς


μήτρης καὶ μὴ ἐχούσης ἔτι τὸ ὑποκείμενον, ἀλλὰ ξηρανθῇ ἡ μήτρη, πρῶτον μὲν
οἰδίσκεται αὐτό· ἔπειτα τήκεται καὶ σήπεται τὰς σάρκας, καὶ δέει θύρηφι· ὕστατα δὲ τὰ
ὀστέα χωρέει· καὶ ῥόος ἐνίοτε λαμβάνει, ἢν μὴ πρότερον ἀποθάνῃ.

10. Ὁχόταν τὸ παιδίον ' ἐντεθνήκῃ, καὶ τοῖς ἄλλοισι τεκμαίρεσθαι σημηΐοις, καὶ
κελεύειν τοτὲ μὲν ἐπὶ δεξιὰ κεῖσθαι, τοτὲ δὲ ἐπ ̓ ἀριστερὰ μεταβάλλειν· μεταπίπτει γὰρ
ἐν τῇ μήτρῃ τὸ παιδίον ὁποτέρωθι ἂν καὶ ἡ γυνὴ, ὥσπερ λίθος ἢ ἄλλο τι, ἢν τεθνήκῃ,
καὶ τὸ ἦτρον ψυχρὸν ἔχει· Ἂν δὲ ζώῃ, τό τε ἦτρον θερμὸν ἔχει, καὶ ἡ μὲν γαστὴρ ὅλη
μεταπίπτει τεταμένη μετὰ τοῦ ἄλλου σώματος, ἐν αὐτέῃ δὲ οὐδὲν μεταπίπτει χωρὶς τοῦ
ἄλλου σώματος.

11. Η τινι ἂν ὠδινούσῃ πρὸ τοῦ παιδίου ῥοὸς πολλὸς αἱματώδης


γένηται ἀνώδυνος, κίνδυνος τὸ παιδίον τεθνηκὸς ἀπολυθῆναι, ἢ οὐ βιώσιμον γενέσθαι.

12. Κυουσέων τῶν γυναικῶν δ στόμαχος τῶν πλείστων ἐγγὺς τυγχάνει ἐὼν πρὸ τοῦ
τόκου.

13. Κυέουσα ἡ γυνὴ, ἢν μὴ λαγνεύηται, ῥηΐτερον ἀπολυθήσεται τοῦ τόκου.

14. Ἡ τὰ δίδυμα κυέουσα τίκτει τῇ αὐτῇ ὡς καὶ συνέλαβεν· ἔχει δὲ ἑνὶ χορίῳ τὰ παιδία
ἀμφότερα.

15. Γυναικὶ δυστοκεούσῃ, ἦν τὸ παιδίον ἐν τῇσι γονῇσιν ἐνέχηται καὶ μὴ εὐπόρως


ἐξέλθῃ, ἀλλὰ ξὺν πόνῳ καὶ μηχανῇσιν ἰητροῦ, ταῦτα τὰ παιδία ἀρτίζωα. Τουτέων οὐ
χρὴ τὸν ὀμφαλὸν ἀποτάμνειν, πρὶν Κἂν οὐρήσῃ, ἢ πτάρῃ, ἢ φωνήσῃ, ἀλλὰ ἐᾷν,
προσχωρῆσαι δὲ τὴν γυναῖκα ὡς ἐγγυτάτω τοῦ παιδίου, καὶ ἦν διψῇ, πινέτω
μελίκρητον. Καὶ ἣν ὁ ὀμφαλὸς ἐμφυσῆται ὥσπερ ‘στόμαχος, κινηθήσεται, ἢ πταρεῖ τε
τὸ παιδίον καὶ φωνὴν δήξει, καὶ τότε ἀποτάμνειν ἀναπνέοντος τοῦ παιδίου. Ἢν δὲ μὴ
φυσῆται ὁ ὀμφαλὸς μηδὲ 'κινῆται, χρόνου ἐγγενομένου, οὐ βιώσεται.

22
16. Κυέουσαν γυναῖκα, ἂν μὴ ἄλλως γινώσκῃς, ἀλλ ̓ οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ
κοιλότεροι γίνονται, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος,
ἀλλὰ πελιδνότερα.

17. Ἤν τις ἐπίτοκος ἐοῦσα κοιλοιδιᾷ τοὺς ὀφθαλμοὺς, καὶ ὑποιδέῃ τὸ πρόσωπον καὶ
ὅλη αὐτὴ, καὶ τοὺς πόδας οἰδέῃ, καὶ ὥσπερ ὑπὸ φλέγματος λευκοῦ ἐχομένη φαίνηται,
καὶ τὰ ὦτα λευκὰ
καὶ ἡ ῥὶς ἀκρὴ λευκὴ καὶ τὰ χείλεα πελιδνὰ αὐτέῃ ᾖ, τεθνηκότα τίκτουσιν, ἢ ζῶντα
πονηρὰ καὶ οὐ βιώσιμα καὶ ἄναιμα ὡς νοσηλεύοντα, ἢ προέτεκον οὐ γόνιμα. Ταύτῃσι
τὸ αἷμα ἐξυδατώθη• δεῖ οὖν αὐτῇσι μετὰ τὸν τόκον τὰ εὐώδεα προστιθέναι, καὶ πίνειν
τὰ εὐώδεα, καὶ σιτίοισιν ἀνατρέφειν. Καὶ πρῶτον τοῦ προσώπου ἡ ρὶς · ἔνσημος γίνεται
ἄκρη, καὶ χρῶμα λαμβάνει.

18. Ην τις κυϊσκομένη γῆν ἐπιθυμέῃ ἐσθίειν ἢ ἄνθρακας καὶ ἐσθίῃ, ἐπὶ τῆς κεφαλῆς τοῦ
παιδίου φαίνεται, δκόταν τεχθῇ, σημεῖον ἀπὸ τῶν τοιούτων.

19. Γυναικὶ χρὴ εἰδέναι τῶν μαζῶν ὁκότερός ἐστιν αὐτέῃ μέζων, κεῖθι γὰρ τὸ ἔμβρυον·
ὁμοίως δὲ καὶ τὸν ὀφθαλμόν· ἔσται γὰρ μέζων καὶ λαμπρότερος τὸ πᾶν εἴσω τοῦ
βλεφάρου, δκοτέρωθι καὶ μαζὸς μέζων.

20. Η τινι ἂν ἀπὸ προσθέτων μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφικνέωνται καὶ
βρυγμὸς ἔχῃ, καὶ σκορδινέηται, καὶ χασμᾶται, ἐλπὶς ταύτην κυῆσαι μᾶλλον ἢ δή τις ἂν
τουτέων μηδὲν πάσχῃ.

21. Γυνὴ ἥτις παχέα παρὰ φύσιν ἐγένετο καὶ πίειρα καὶ φλέγμα-

τος ἐπλήσθη, οὐ κυΐσκεται τούτου τοῦ χρόνου' ἥτις δὲ φύσει τοιαύτη ἐστὶ, κυίσκεται
τουτέων ἕνεκεν, ἢν μή τι ἄλλο κωλύῃ αὐτήν.

22. Τῶν γυναικῶν τῇσι πλείστῃσιν ὅταν τὰ ἐπιμήνια μέλλῃ φαίνεσθαι, ὁ στόμαχος
αὐτὸς ἑωυτὸν ἀνέσπακε μᾶλλον ἢ ἄλλοτε.

23. Γυνὴ ἥτις ἀρικύμων ἐοῦσα πέπαυται κυϊσκομένη, φλεβοτομείσθω δὶς τοῦ ἐνιαυτοῦ
ἀπὸ τῶν χειρέων καὶ τῶν σκελέων.

24. Η τινι ὀδύναι ἐν ἰσχίῳ ἢ ἐν κεφαλῇ ἢ ἐν χερσὶν, ἢ ἄλλοθί που τοῦ σώματος, ὅταν δὲ
κύῃ, ἐκλείπουσιν, ὁκόταν δ ̓ ἀπολυθῇ ἀπὸ τῶν μητρέων, ἔνεισι, ξυμφέρει τὰ εὐώδεα καὶ
πίνειν καὶ προστίθεσθαι πρὸς τὸ στόμα τῆς μήτρης.

25. Ὅταν τινὰ ἰητρεύῃς γυναῖκα 'κυήσιος ἕνεκεν, δκόταν δοκέῃ κεκαθάρθαι, καὶ τὸ
στόμα καλῶς ἔχῃ τῆς μήτρης, λουσάσθω, καὶ σμηξάσθω τὴν κεφαλήν· μὴ ἀλειψάσθω
δὲ μηδενί· ἔπειτα ἐθόνιον ἄνοδμον περιθεῖσα περὶ αὐτὰς τὰς τρίχας πεπλυμένον,
κεκρυφάλῳ πεπλυμένῳ ἢ μηδενὸς ὄζοντι καταδησάσθω τὸ ἐθόνιον ἐπιθεῖσα πρῶτον·
ἔπειτα ἀναπαυέσθω προσθεμένη χαλβάνην πρὸς τὸν στόμαχον, ἑψήσασα καὶ
μαλθάξασα πρὸς πῦρ καὶ μὴ ἥλιον· ἔπειτα πρωΐ ἀπολυσαμένη͵ τὸν κεκρύφαλον μετὰ
τοῦ ὀθονίου, ὀσφρανθῆναι παρεχέτω τινὶ τὴν αὐτῆς κορυφήν· καὶ ἦν μὲν ὀζέσῃ, καλῶς
ἔχει τῆς καθάρσιος· Ἂν δὲ μὴ, κακῶς· ἄσιτος δὲ ταῦτα ποιείτω. Καὶ ἢν μὴ τεχνοῦσα ἦ,
οὐδέποτε ἐζέσει,, οὔτε καθαιρομένη οὔτ ̓ ἄλλως· οὐδ ̓ ἣν κυέουσα προσθῇ, οὐδ ̓ οὕτως
ὀζέσει· ἥτις δὲ
κυΐσκεται θαμέως καὶ ἀρικύμων ἐστὶ καὶ ὑγιαίνει, ἢν προσθῇς μηδὲ καθῆρας, ὀζέσει
αὐτῆς ἡ κορυφὴ, ἄλλο δὲ οὐδέν.

23
26. Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καὶ δέῃ παρὰ τὸν ἄνδρα ἐλθεῖν, ἡ μὲν γυνὴ ἄσιτος
ἔστω, ὁ δὲ ἀνὴρ ἀθώρηκτος, ψυχρῷ λελουμένος καὶ σιτηθεὶς τὰ ξύμφορα· καὶ ἢν γνῷ
ξυλλαβοῦσα τὴν γονὴν, μὴ ἔλθῃ τοῦ πρώτου χρόνου πρὸς τὸν ἄνδρα, ἀλλ ̓ ἡσυχαζέτω·
γνώσε ται δὲ ἦν μὲν ὁ ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος· Ἂν δὲ ἀποδῷ
πάλιν ἡ μήτρη τὴν γονὴν ἐς τὰ αἰδοῖα καὶ γένηται ὑγρὴ, πάλιν ξυμμιγέσθω μέχρις ἂν
συλλάβῃ.

27. Γυνὴ ἣν κυίσκηται μὲν, διαφθείρῃ δὲ δίμηνᾶ τὰ παιδία ἀκριβῶς ἐς τὸν αὐτὸν χρόνον
καὶ μήτε πρότερον μήθ ̓ ὕστερον, τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, καὶ πλέονα ἤν τε
τρίμηνα ἤν τε τετράμηνα ἤν τε πλέονα χρόνον γεγονότα διαφθείρῃ κατὰ τὸν αὐτὸν
τοῦτον τρόπον, ταύτῃσιν αἱ μῆτραι οὐκ ἐπιδιδόασιν ἐπὶ τὸ μέζον, τοῦ παιδίου
αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἢ ὁπηλίκου δήποτ ̓ οὖν·
ἀλλὰ τὸ μὲν αὐξάνεται, αἱ δὲ μῆτραι οὐκέτι εἰσὶν ἱκαναὶ, ἀλλὰ κατὰ τοῦτο διαφθείρεται
ἐς τὸν αὐτὸν χρόνον. Ταύτῃ χρὴ κλύσαι τὴν μήτρην, καὶ φυσῆσαι ὡς μάλιστα
προσθέτοισι φαρμάκοις τοῖσιδε· τῆς σικύης τὴν ἐντεριώνην

κόψαντα διασῆσαι· ἔπειτα ἐν μέλιτι ἑφθῷ μῖξαι ὀλίγην πλείονι ὄντι τῷ μέλιτι καὶ
σιλφίου ὀλίγον· τὸ δὲ μέλι κάθεφθον ἔστω· τοῦτο περιπλάσαι περὶ μήλην, τὸ πάχος
ποιέοντα ὁκόσον παραδέξεται ὁ στόμαχος· προστιθέναι? δὲ πρὸς τὸ στόμα τῆς μήτρης
καὶ ὦσαι ὅκως ἂν περήσῃ ἐς τὸ εἴσω τῆς μήτρης· ὅταν δὲ ἀποτακῇ τὸ φάρμακον,
ἐξελεῖν τὴν μήλην. Καὶ τὸ ἐλατήριον ὧδε ποιέων προστιθέναι, καὶ τῆς κολοκυνθίδος
τῆς ἀγρίης ὡσαύτως. Καὶ ἐσθιέτω τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα καὶ καυλὸν
σιλφίου καὶ ὅ τι φῦσαν ἐμποιέει ἐν τῇ κοιλίῃ. Προστιθέσθω δὲ τὸ προσθετὸν διὰ τρίτης
ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν, καὶ πλῆθος ὁκόσον προσίεται· τὰς δὲ μεταξὺ
μαλθακτηρίοισι χρῆσθαι. Ἐπειδὰν δὲ καταστῇ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς
μήτρης, μετὰ τὸ ἐπιφανῆναι ἐπιμείνασαν, ὁκόταν ἤδη ξηρὴ ᾖ, μίγνυσθαι.

28. “Η τινι ἂν ἡ μήτρη ἔμπυος γένηται ἢ μετὰ τόκον ἢ ἐκ διαφθορῆς ἢ ἄλλως πως, καὶ
μὴ δ ἐν τεύχει ἑτέρῳ καὶ χιτῶνι τὸ πῦον ὥσπερ ἐπὶ φύματος ᾖ, οξυμφέρει ταύτῃ μήλην
ὑπαλειπτρίδα καθιέναι ἐς τὸ στόμα τῆς μήτρης· ἧσσον γὰρ δεήσεται κλύσιος, εἰ
χωρήσειε πρὸς τὴν μήλην· ἔπειτα κάμπας τὰς ἀπὸ τῆς τιθυμαλίδος ξυλλέξας, αἳ δὴ
κέντρα ἔχουσιν, αὐτὰς ἀποτάμνειν ἡσυχῇ, ὅπως ἂν ἡ φορβὴ μὴ ἐκρυῇ· ἔπειτα ξηραίνειν
αὐτὰς ἐν ἡλίῳ καὶ τρίβειν· καὶ τοὺς σκώληκας δὲ τοὺς κοπρίνους ὡσαύτως ξηραίνειν ἐν
τῷ ἡλίῳ, ἔπειτα τρίβειν· καὶ τῆς μὲν κάμπης δύο ὀβολοὺς σταθμῷ αἰγιναίους, τῶν δὲ
σκωλήκων διπλάσιον, καὶ ἀννήσου ὀλίγον παραμῖξαι, ἢ τῶν
τοιουτοτρόπων τινός· κακῶδες γὰρ γίνεται· ταῦτα δὲ τρίψας λεῖα, δίες οἴνῳ λευκῷ
εὐώδει· καὶ ἐπὴν πίῃ, βάρος ἐπιγίνεται καὶ νάρκη ἐμπίπτει ἐν τῇ γαστρί· ἦν οὖν
ἐπιγένηται, μελίκρητον ἐπιπινέτω ὀλίγον.

29. 3Κυήσιος δὲ καὶ παιδοποιΐης ἥτις δεῖται καὶ ἄτεχνος ἐοῦσα καὶ ἤδη κυήσασα,
ἐοῦσα δὲ τεχνοῦσα, ὅταν ὁ στόμαχος σκληρὸς ᾖ, ἄκρος ἢ ὅλος, ἢ ξυμμεμύχῃ, καὶ μὴ
ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ ἢ
ἀνεσπάκῃ ἑωυτὸν, 7ἢ τὸ χείλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ' ἑωυτὸ, ὁκόθεν οὖν ἢ τρηχὺς
καὶ πεπωρωμένος ᾖ, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ συμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι
τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ ἐλάσσονα τοῦ δέοντος, καὶ διὰ πλέονος χρόνου ἐπιφαίνεται.
Ἔστι δὲ ἐν ᾗσι τὰ ἐπιμήνια κατὰ ὑγιείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον
εὑρίσκεται· καὶ κατά γε τὸ ξύμφυτον καὶ δίκαιον, καὶ ὑπὸ θερμότητος καὶ ὑγρότητος
τῶν ἐπιμηνίων τοῦ στομάχου μὴ κάρτα βεβλαμμένου· τὴν δὲ γονὴν διὰ τοῦτο οὐ
δέχεται κατὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ
δέχεσθαι. Ταύτῃ χρὴ, πυριήσαντα τὸ σῶμα ὅλον, δοῦναι πιεῖν φάρμακον, καὶ καθαρὴν
ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω δέηται, ἤν τε ἄνω μοῦνον· καὶ ἦν

24
μὲν ἄνω διδῷς τὸ φάρμαχον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος • πυριήσας δὲ
μεταπῖσαι κάτω· ἦν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας, κάτω πῖσαι. Ὅταν
δὲ δοκέῃ καλῶς ἔχειν καθάρσιος τὸ σῶμα, ἐμετὰ τοῦτο πυριῇν τὰς μήτρας, ἐγκαθίζοντα
αὐτὰς πυκνὰ ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν· ἐπιβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου
ῥινήματα καὶ δάφνης φύλλα κόψας· καὶ λούειν πολλῷ καὶ θερμῷ. Ὅταν δὲ νεόλουτος
ᾖ καὶ νεοπυρίητος, ἀνευρύνειν τὸ στόμα τῆς μήτρης τῇ μήλῃ τῇ κασσιτερίνῃ, καὶ
ἀνορθοῦν ὅπη ἂν δέηται, ἢ μολιβδίνῃ, ἀρξάμενος ἐκ λεπτῆς, εἶτα παχυτέρῃ, ἣν
παραδέχηται, δἕως ἂν δοκέῃ καλῶς ἔχειν· βάπτειν δὲ τὰς μήλας ἐν ἑνὶ τῶν
μαλθακτηρίων διειμένῳ ὅ τι ἂν δοκέῃ ξυμφέρειν, ὑγρὸν ποιήσας· τὰς δὲ μήλας ποιέειν
ὄπισθεν κοίλας, εἶτα περὶ ξύλοισι μακροτέροισιν ἁρμόσαι, καὶ οὕτω χρῆσθαι. Τὸν δὲ
χρόνον τοῦτον πινέτω, καθεψοῦσα ἐν οἴνῳ εὐώδει λευκῷ καὶ ὡς ἡδίστῳ γλυκεῖ, δαῖδα
ὡς πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα καὶ κυμίνου αἰθιοπικοῦ
καρπὸν καὶ λιβανωτὸν ὡς κάλλιστον· τουτέου πινέτω νῆστις ὁκόσον ἂν δοκέῃ μέτριον
εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ ἅλις ἔχειν· καὶ ἐσθιέτω σκυλάκια ἑφθὰ καὶ
πουλύποδα ἐν οἴνῳ ἑφθὸν ἢ γλυκεῖ· καὶ τοῦ ζῶμοῦ πινέτω, καὶ κράμβην ἑρθὴν, καὶ
οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω· καὶ λουέσθω θερμῷ δὶς τῆς ἡμέρης· σιτίων δὲ
ἀπεχέσθω τοῦτον τὸν χρόνον. Μετὰ δὲ τοῦτο, ἢν μὲν χωρέῃ κατὰ τὸν στόμαχον καὶ
φαίνηταί τι ἔξω καθάρσιος, πίνειν τε ἔτι τοῦ πόματος ἡμέρην μίην καὶ δύο, καὶ τῇσι
μήλῃσι παύεσθαι χρεομένους, καὶ πειρῆσθαι καθαίρειν τὰς μήτρας προσθέτοισι
φαρμάκοισιν. Ητινὶ δὲ τοῦ στομάχου ὀρθοῦ καὶ μαλθακοῦ καὶ ὑγιέος ἐόντος καὶ καλῶς
ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ
πλείονος χρόνου καὶ μὴ ὑγιεινὰ, τὴν νοῦσον ἀνευρὼν ἥν τινα ἔχουσιν αἱ μῆτραι, ἤν τε
καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ αἴτιον ἀφ' οὗπερ οὐ κυΐσκεται· καὶ ὅτε οὕτως
ἔχει, τὴν ἴησιν ποιέεσθαι προσφέρων δἣν δέχεται θεραπηΐην, ἀρχόμενος ἐξ ἰσχυρῶν,
ὅπως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν
καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος καθεστηκέναι ὀρθῶς ἔχων καὶ ἐν τῷ ἐξαρκέοντι
κείμενος. Ἢν δὲ ἀπὸ τοῦ ποτοῦ καὶ φαρμάκου μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον *
τὸν μέτριον, τουτέου μὴ παύεσθαι τοῦ πόματ τος· ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν
μηλέων ἔργου, μαλθάξαι τὸ στόμα τοῦ στομάχου, καὶ 'ποιῆσαι ὅπως ἀναχανεῖται ἐς
ὁδὸν τῷ προσθέτῳ, ἀπὸ θυμιητῶν τε φαρμάκων καὶ μαλθακτηρίων. Ὅταν δὲ δοκέῃ
καλῶς ἔχειν μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακον, κάθαρσιν ποιέεσθαι τῆς
μήτρης ὡς ἂν δοκέῃ καλῶς ἔχειν, ἀρχόμενος ἐκ μαλθακῶν ἐπὶ ' ἰσχυρότερα, τελευτῶν
δὲ αὖθις ἐς μαλθακὰ εὐώδεα· τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν
στόμαχον καὶ δάκνει· ἔπειτα τόν τε στόμαχον καθιστᾷν ἐς ὀρθὸν καὶ ὑγιέα καὶ καλῶς
ἔχοντα πρὸς τὴν δέξιν τῆς γονῆς, καὶ τὴν μήτρην ξηρὴν ποιέειν καὶ φῦσαν ἐμποιέειν.
Ἢν γυνὴ δοκέῃ ὑπὸ πιμελῆς τὰς μήτρας βεβλάφθαι ἐς τὴν κύησιν, λεπτύνειν ὡς
μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.

30. Ὥρη 12 δὲ ἐαρινὴ ἀρίστη κυήσιος· ὁ δὲ ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον λευκὸν
πινέτω, ἀλλ ̓ ὅστις ἰσχυρότατος καὶ ἀκρητέστατος· καὶ σιτία ὡς ἰσχυρότατα· καὶ μὴ
θερμολουτείτω· ἰσχυέτω δὲ καὶ ὑγιαινέτω· καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων
τῷ πράγματι.

31. Ὅταν βούληται ἄρσεν φυτεύειν, τῶν ἐπιμηνίων ἀποληγόντων ἢ ἐκλελοιπότων


“μίγνυσθαι· καὶ ὠθέειν ὡς μάλιστα ἕως ἂν ἐκμιαίω νηται· ὅταν δὲ θῆλυ βούληται
γενέσθαι, ὅταν πλεῖστα ἐπιμήνια ἔῃ τῇ γυναικὶ, καὶ ἔτι δ ̓ ἐόντων, τὸν δὲ ὄρχιν τὸν
δεξιὸν ἀποδῆσαι ὡς ἂν μάλιστα καὶ ἀνέχεσθαι δύνηται· ἐπὴν δὲ ἄρσεν ‘βούληται
φυτεύειν, τὸν ἀριστερὸν ἀποδῆσαι.

32. Στόμαχος μήτρης "ἀπὸ μὲν θυμημάτων ξυμμεμυχὼς ἀναχάσκει· ἀπὸ δὲ τῶν
μαλθακτηρίων μαλθάσσεται. Θυμιἣν δὲ λωτοῦ φλοιὸν, σπέρμα δάφνης καὶ φύλλα

25
χλωρὰ κεκομμένα, λιβανωτὸν, σμύρναν, ἀρτεμισίης καρπὸν ἢ φύλλα· καὶ ἄννησον
κόψας ἢ στέαρ καὶ κηρὸν καὶ θεῖον καὶ κυπαρίσσου σπέρμα, πευκεδάνου ῥίζαν,
μυρσίνης φύλλα χλωρὰ κεκομμένα, κάστορος ὄρχιν, ὀνίδας ἄρσενος ὄνου, σκόροδα,
στύρακα, ὑὸς στέαρ• κἂν ἀπεστραμμένον ᾖ τὸ στόμα, τουτέοισι θυμιῆν· ἀναχάσκει μὲν
οὖν οὕτως καὶ στρέφεται. Μαλθάσσειν δὲ ἀπὸ τουτέων τὸ στόμα τῆς μήτρης·
σανδαράκην, στέαρ αἰγὸς, ὀπὸν συκέης, ὀπὸν σιλφίου, κυκλαμίνου χυλὸν, θαψίην, ὀπὸν
τιθυμάλου, καρδάμου καρπὸν, ποίην ἣ καλεῖται πέπλος, κάστορος ὄρχιν, λίνου καρπὸν,
λίτρον, ἄρου ῥίζαν, σταφίδα ἀγρίην, καλαμίνθης φύλλα χλωρά, στρουθίου καρπὸν,
σκίλλης τὸ ἐκ τοῦ μέσου.

33. Φάρμακα μαλθακτήρια, καὶ πρὸς τὸ ἰσχυρὴν κάθαρσιν γενέσθαι ἀνακινῆσαι·


θαψίης ρίζαν, μυελὸν βοὸς, χήνειον στέαρ, ῥόδινον· ταῦτα τρίψασα καὶ ἀναζέσασα
προστιθέσθω ἡμέρας τέσσαρας· καὶ πινέτω ' πράσου χυλὸν, καὶ οἶνον γλυκὺν λευκόν·
καὶ ῥητίνην, καὶ ἔλαιον χλιερὸν, καὶ κύμινον, λίτρον, μέλι ἐν ῥυπαρῷ εἰρίῳ χρήσθω
ἡμέρας τέσσαρας, πίνουσα σελίνου καρπὸν, καὶ λιβανωτοῦ πυρίνας πέντε, καὶ κύμινον
αἰθιοπικὸν ἐν οἴνῳ λευκῷ ἀκρήτῳ γλυκεῖ· καὶ λουέσθω δὶς τῆς ἡμέρης. Σμύρνα,
λίβανος, βοὸς χολὴ, ῥητίνη τερεβινθίνη ἢ νέτωπον· τουτέων ἴσον ἑκάστου μίξασα
προστι θέσθω ἐν εἰρίῳ καθαρῷ ἢ δάκει λεπτῷ · εβάψασα δὲ τὸ ῥάκος ἐν μύρῳ λευκῷ
αἰγυπτίῳ εὐώδει καὶ ἀποδήσασα λίνῳ, λουσαμένη, προστιθέσθω. Καὶ *πώλυπον
φλάσασα ἐσθιέτω, καὶ πινέτω σελίνου καρπὸν καὶ ἀσπαράγου, καὶ οἶνον λευκὸν τρὶς
τῆς ἡμέρης νῆστις ἐοῦσα. Σμύρνα, σχασίη, λιβανωτὸς, κιννάμωμον, νέτωπον· τουτέων
ἑκάστου ἴσον ἐν εἰρίῳ ἢ βαλάνους ποιέουσα προστιθέσθω. Ἄλλο· κολοκύνθης ἀγρίης
τὸ ἔνδον, κύμινον πεφρυγμένον, ἀνήθου καρπὸν, κυπαρίσσου ῥίζαν, ταῦτα τρίψας λεῖα,
μέλιτι ἑφθῷ φυρήσας, βαλάνους ποιέων, δίδου προστιθέναι· καὶ πινέτω γλυκυσίδης
ῥίζαν, σελίνου καρπὸν, ὀπὸν σιλφίου, οἶνον. Τὸ βόλβιον δὲ καὶ αὐτὸ καθαίρει
προστιθέμενον. Καὶ σμύρναν πρώτην, ἄνθος ὀλίγον ἐν οἴνῳ λευκῷ εὐώδει προστίθει. ο
Φάρμακα προσθετὰ εἰς τὸ μήτρην καθῆραι ἐπιτηδειότατα· λαβὼν ἄνθος χαλκοῦ καὶ
λίτρου τρίτον μέρος, μέλιτι ἑφθῷ τυρήσας, βαλάνους ποιῆσαι, δκόσαι ἂν δοκέωσι
μέτριαι εἶναι μέγεθος καὶ πάχος, οὕτω προστίθει πρὸς τὸ στόμα τῆς μήτρης· Ἂν δὲ
βούλῃ ἰσχυρότερον εἶναι, ἐλατήριον παραμῖξαι καὶ τὸ ἄνθος μοῦνον, καὶ οὕτω ποιέων
δίδου προστίθεσθαι· καὶ κράδης παραμιγνύναι φλοιὸν ξύων καὶ τρίβων λεῖον, ὅταν τὸ
στόμα δοκέῃ ξηρότερον εἶναι τῆς μήτρης, τὸ ἥμισυ ὡσαύτως. Ἄλλο· τρίψας ἐλατήριον
καὶ ἄνθος χαλκοῦ λεῖα, δύο μοίρας ἄνθους, ἐλατηρίου δὲ μίαν, ταῦτα δίεσθαι·
κυκλαμίνου τρίψας, ταύτῃ ἀναμίξαι, ὅκως ἂν δοκέη καιρὸς εἶναι· καὶ ποιησαμένην
“προσθετὰ προστίθεσθαι ἐν εἰρίῳ. Προσθετὸν λευκὰ καθαῖρον· ἀρτεμισίην τὴν ποίην,
λίτρον, κυκλάμινον ἡμίξηρον, κύμινον. Ἕτερον, τὰ αὐτὰ καθαίρει· ἀρτεμισίην ποίην
χλωρὴν τρίψας καὶ σμύρνης τρίτον μέρος, οἴνου ἀναμίξας εὐώδεος, εἰρίῳ λευκῷ
περιελίξας αὐτὸ, ἐν οἴνῳ τε βρέξας, δὸς προσ τίθεσθαι. Ὅταν δὲ χαλῶσιν αἱ μῆτρα:,
λίτρον, σικύης ἐντεριώνην, κυκλάμινον ἡμίξηρον ἐν εἰρίῳ προστίθει. Προσθετὰ
παντοῖα καθαίρειν δυνάμενα· σταφίδα ἀγρίην τρίψας χλωρὴν, περιπλάσας, ἀρτε· μισίης
ποίης τρίψας τὰ φύλλα, ἐν μέλιτι ἑφθῷ πλάσας, καὶ ξηρήνας ἐν σχιῇ, ἀπὸ τουτέου
ποιέει προσθετὰ, καὶ δίδου τῇ γυναικὶ προστίθεσθαι. Ἄλλο· ἄνθος μιγνὺς χαλκοῦ ἢ
στυπτηρίην αἰγυπτίην, διεὶς τῇ κυκλαμίνῳ, ὥσπερ τὰ πρότερα ἐν μέλιτι ἑφθῷ πλάσας, ἢ
ἐν ἰσχάδι ποιήσας, καὶ σμύρνην ὀλίγην. Ἄλλοι τὴν κυκλάμινον τρίψας, λευκῷ οἴνῳ
εὐώδει παραμίξας, ἐν ῥάκει δήσας ὡς λεπτοτάτῳ καθαρῷ, δίδου προστίθεσθαι. Ἄλλο ̇
κυκλάμινον ἡμίξηρον, λίτρον, κανθαρίδας, στέαρ, σανδαράκην.

34. Περὶ παρθένου· παρθένῳ ὁκόταν, τὰ ὡραῖα μὴ γένηται, χολᾷ καὶ πυρεταίνει καὶ
ὀδυνᾶται, διψῇ καὶ πεινῇ, καὶ ἐξεμεῖ, καὶ μαίνεται καὶ πάλιν σωφρονέει, κινέονται αἱ
μῆτραι, καὶ δχόταν μὲν πρὸς τὰ σπλάγχνα τράπωνται, ἐξεμεῖν καὶ πυρέσσειν καὶ
παραφρονεῖν αὐτῇ ἔρχεται' ὅταν 1 δὲ ἀπολίπωσιν; πεινῇ καὶ διψῆ, καὶ ἠπίαλος πυρετὸς

26
ἔχει. Χρὴ ταύτῃσιν ἀρνακίδας προστιθέναι θερμὰς πρὸς τὴν γαστέρα, καὶ ὑποκαπνίζειν
ἐς αὐτὰ τὰ αἰδοῖα ὅτι μάλιστα ἐπ' ἀμφορέως αὐχένι καθίσας· σμύρνης ὅσον κύαμον, ὃ
λι βανωτὸν δὶς ὅσον, τοῦτο μίξας καὶ ζέας ἐρηριγμένας, ὁμοῦ θυμιῇν, καὶ ἐπὶ τὸ πῦρ
ἐπιβάλλων, νῆστις ὡς μάλιστα, καὶ λούειν πολλῷ θερμῷ.

35. Προσθετόν· αἰγυπτίην στυπτηρίην μαλθακῷ εἰρίῳ περιειλήσασα προστιθέσθω. *


Ἄλλο· ἀρτεμισίην τρίψας ἐν οἴνῳ τε λευκῷ δεύσας δίδου προστιθέναι.

36. Νεοτόκῳ γυναικί· ῥόδινον, σμύρναν, κηρὸν μίξαντα ἐν εἰ ρίῳ δοῦναι προστίθεσθαι·
ὅταν δέ οἱ προσπέσωσιν αἱ μῆτραι, τὰ ξηρὰ καὶ στρυφνὰ προσφέρειν καὶ πίνειν καὶ
προσέχειν.

37. 'Σῦκον μέλαν, σκόροδον, λίτρον, κύμινον, ταῦτα πάντα τρία ψας λεῖα, ἐν εἰρίῳ
δοῦναι προστίθεσθαι. Ἕτερον· σηπίης ὄστραχον κόψας λεῖον, ἐς οἶνον δεύσας, ἐν
λαγωοῦ θριξὶ καὶ εἰρίῳ προστίθεσθαι.

38. Ἢν ὃ δὲ μετὰ τόκον τὰς ὑστέρας ἀλγέῃ, πτισάνην καὶ πράσα καὶ στέαρ αἴγειον
εψήσασα, ῥοφείτω τούτου ὡς ὀλίγιστον.

39. Προσθετόν· λίτρον, κύμινον, σύκου τὸ ἴσον. Καθαρτήριον προσθετὸν καὶ


μαλθακτήριον· νέτωπον, δόδινον μύρον, χηνὸς ἄλειφαρ, ἐς ὀθόνια λεπτά.

40. Ἢν τὰ ἐπιμήνια πολλὰ γένηται, γλυκυσίδης κόκκους τοὺς μέλανας δὶς ἑπτὰ πίνειν
ἐν οἴνῳ δυσὶ κυάθοις.

41. Ἢν δὲ ἐξέρχωνται αἱ μῆτραι πυκνὰ, βρέξας ὕδατι χλιερῷ τὰς μήτρας, ὑπτίην
ἀνακλίνας, μίξας σίδιον, κηκίδα, ῥοῦν τὴν ἐρυθρὴν, ἐν οἴνῳ λευκῷ διατρίψας, τούτῳ
χρίσας, ἐντιθέναι· ἔπειτα πῖσαι δάφνης φύλλα ἐν οἴνῳ αὐστηρῷ.

42. Ὅταν γυνὴ κύουσα προσρέηται, ὀνίδα ξηρὴν καὶ μίλτον καὶ ὄστρακον σηπίης
τρίψασα λεῖα, ἐν δάκει ἀποδήσασα, προστιθέναι.

43. Ἢν δὲ μὴ καθαρθῇ, ἐλατήριον ἐν οἴνῳ λευκῷ ὅσον κυάθῳ τρίψας ὀβολὸν ἀττικὸν,
διδόναι πίνειν, καὶ καθαριεῖται.

27
Περὶ ἐγκατατομῆς ἐμβρύου (Foet. Exsect.)

1. Περὶ δὲ τῶν μὴ κατὰ τρόπον κυϊσκομένων, ἀλλ´ ἐγκατατεμνομένων οὕτως·


πρῶτον μὲν ἐπὶ τὴν γυναῖκα σινδόνα ἐπιβαλὼν, κατάζωσον ἀνωτέρω τῶν μαζῶν, καὶ
τὴν κεφαλὴν κατακαλύψαι χρὴ τῇ σινδόνι, ὅκως μὴ ὁρῶσα φοβῆται ὅ τι ἂν ποιήσῃς.
Ἢν οὖν ἐξίσχῃ τὴν χεῖρα τὸ ἔμβρυον πλάγιον παραπεσὸν, τῆς χειρὸς ἐπιλαβόμενος
προάγειν ἔξω ἐπιχείρει ὡς μάλιστα, παραδεῖραι δὲ τὸν βραχίονα, καὶ ἀποψιλώσας τὸ
ὀστέον, ἰχθύην περίδησον περὶ τοὺς δακτύλους τῆς χειρὸς τοὺς δύο, ὅκως μὴ
ἀπολισθάνοι ἡ σάρξ· μετὰ δὲ ταῦτα τὸν ὦμον περισάρκισον καὶ ἄφελε κατὰ τὸ
ἄρθρον· ἔπειτα τὴν κεφαλὴν κατὰ φύσιν παρώσας, ὑπεξάγειν ἔξω τὴν κεφαλὴν τοῦ
ἐμβρύου· τῷ δὲ δακτύλῳ τὸ ἔμβρυον εἴσω ἀπῶσαι· ἢ μαχαιρίῳ διὰ τῶν πλευρέων ἢ
διὰ τῆς κληῗδος, ὅκως τὴν φῦσαν ἀφῇ καὶ ξυμπέσῃ τὸ ἔμβρυον καὶ ἡ ἔξοδος αὐτέῳ
εὐπετεστέρη ᾖ· τὴν δὲ κεφαλὴν, ἢν μὲν δύνησαι κατὰ φύσιν ἔξω ὦσαι· ἢν δὲ μὴ,
ξυμφλάσαι, καὶ οὕτως ὑπεξαγαγεῖν ἔξω τὸ ἔμβρυον. Ἔπειτα θερμῷ πολλῷ καταχέας
καὶ ἀλείψας ἐλαίῳ, κατακεῖσθαι κελεύειν ἐπαλλάξασαν τὼ πόδε, καὶ μεταπῖσαι οἶνον
γλυκὺν καὶ λευκὸν κεράσας εὐζωρότερον, καὶ ῥητίνην, μέλιτι διατρίψας, μίξας τῷ
οἴνῳ, διδόναι πιεῖν· τὰ δ´ ἄλλα θεραπεύειν ὥσπερ λεχὼ, κατὰ τὰ εἰρημένα.

2. Ὅταν δὲ τῇ τικτούσῃ γυναικὶ πλάγιον παραπέσῃ τὸ ἔμβρυον, γίνεται δὲ


ὁκόταν στρέφηται τοιόνδε, ὁ ὀμφαλὸς περὶ τὸν τράχη λον περιελίσσεται καὶ ἐπίσχει
τὴν ἔξοδον τοῦ ἐμβρύου, καὶ ἐς τὸ ἰσχίον ἐπεμβάλλει τὴν κεφαλὴν, καὶ ἡ χεὶρ ὡς
ἐπιτοπουλὺ ἔξω γίνεται. Ἢν μὲν οὖν ἤδη τεθνηκὸς ἔξω γένηται, τοῦτο προσημαίνει·
ᾗσι δὲ μὴ ἔξω ἡ χεὶρ τοῦ ἐμβρύου, ὡς ἐπιτοπουλὺ ζῇ τὸ ἔμβρυον· κίνδυνος δὲ καὶ
οὕτως.

3. Ἔνιαι δὲ καὶ τὰ λόχια πρὸ τοῦ ἐμβρύου ἀφιᾶσιν, ὥστε ἀναγκαῖον τὴν ὠδῖνα
ξηρὰν εἶναι καὶ ἐπίπονον· ὅσαι δὲ τὰ λόχια μὴ προκαθαίρονται, ῥᾷον ἀπαλλάττουσιν
ἐν τῷ τόκῳ.

4. Ἀνασείειν δὲ δεῖ ὧδε· σίνδονα ὑποστορέσαντα, ἀνακλῖναι τὴν γυναῖκα, καὶ


ἑτέρην ἐπιβαλεῖν ὅκως ἂν τὸ αἰδοῖον κεκρυμμένον ᾖ, καὶ περικαλύψαι περὶ ἑκάτερον
τὸ σκέλος τὴν σίνδονα καὶ περὶ ἑκάτερον τὸ γυῖον· γυναῖκας δὲ δύο λαβέσθαι τοῦ
σκέλεος ἑκατέρου, καὶ τῆς χειρὸς ἑκατέρης ἑτέρας γυναῖκας δύο· ἔπειτα διασείειν
λαβούσας ἐγκρατέως, μὴ ἔλασσον ἢ δεκάκις· ἔπειτα δὲ ἐς κλίνην ἀνακλῖναι τὴν
γυναῖκα ἐπὶ κεφαλήν· τὰ δὲ σκέλεα ἄνω ἔχειν, καὶ τὰς γυναῖκας πάσας λαβέσθαι τοῖν
σκελέοιν, ἀφείσας δὲ τὰς χεῖρας· ἔπειτα σείειν πολλάκις ποιεῖν τὰς γυναῖκας ἐπὶ τοὺς
ὤμους, ἀναβολὰς ἐπὶ τὴν κλίνην, ὅκως ἐς τὴν εὐρυχωρίην ἐπανασεισθὲν τὸ ἔμβρυον
στραφῇ καὶ δύνηται ἐπὶ φύσιν ἰέναι. Καὶ ἢν ἔχῃ δίκταμνον κρητικὸν, μεταπῖσαι δός·
εἰ δὲ μὴ, κάστορος ἐνεψῆσαι τῷ οἴνῳ χίῳ.

5. Ἢν δὲ αἱ ὑστέραι ἔξω χωρέωσι, ἤν τε ἐκ πόνου, ἤν τε ἐκ τόκου, ἢν μὲν οὖν


παραλάβῃς νεωστὶ παθούσας, ἄξιον ἐπιχειρεῖν· εἰ δὲ μὴ, ἐῇν. Ποιέειν δὲ χρὴ ὧδε·
ἐπιταμὼν τὸν ὑμένα τῆς ὑστέρης κατὰ φύσιν καὶ κατὰ πλάγιον, τρῖψαι ὀθονίῳ ὡς
φλεγμαίνῃ, κᾆτα ἀλείψας φώκης ἐλαίῳ ἢ πίσσῃ, καταπλάσας ἅμα κυτίνοισι, καὶ
μαλθακοὺς σπόγγους οἴνῳ ῥήνας, προσθεὶς, ἀναδῆσαι ἐκ τῶν ὤμων· καὶ ἀνακείσθω
ὡς ἀνωτάτω τὰ σκέλεα ἔχουσα, ἐσθιέτω δὲ σιτία μέτρια.

28

You might also like