Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

Αναστασίου Σιναϊτου Ερωταποκρίσεις, εκδ. A. Munitiz and M.

Richard, Anastasii
Sinaitae Questiones et Responsiones, Turnhout 2006, ερωτ. 27

ΕΡΩΤΗΣΙΣ Πάνυ πολυζήτητόν ἐστι παρὰ πᾶσιν τὸ πόθεν τινὲς ἐξ αὐτῆς τῆς γεννήσεως
καὶ νεαρᾶς ἡλικίας εὑρίσκονται φυσικῶς πραεῖς, ἄλλοι ὀργίλοι, ἕτεροι φιλόβιοι καὶ
πόρνοι, ἄλλοι μισογύναιοι καὶ ἐγκρατεῖς, τινὲς πάλιν φύσει εὐμετάδοτοι, ἄλλοι δὲ ὠμοὶ καὶ
ἀμετάδοτοι, οὐ μόνον δὲ ἀλλὰ καὶ φυσικῶς τινες εὑρίσκονται εὐνούστατοι καὶ διανοητικοί,
ἄλλοι δὲ νωθροὶ καὶ ἀνόητοι, καὶ τὰ ἑξῆς.

ΑΠΟΚΡΙΣΙΣ :
Περὶ τούτου εἴρηται μὲν ἡμῖν ἐν ἰδικῷ πονήματι, ἐν ᾧ ἀρξάμενοι ἀπ’ αὐτῆς τῆς τοῦ ἡλίου
ἀνατολῆς χώρας καὶ μέχρι τῆς δύσεως, καὶ πάλιν ἀπ’ αὐτῆς κύκλῳ μέχρι τοῦ βορρᾶ,
καὶ καθεξῆς ἕως ἐπ’ αὐτὴν τὴν ἀνατολήν, ἐδείξαμεν,

ὡς ὅτι οὐχ ὁ Θεός ἐστιν ὁ ποιῶν ἐκ γεννητῆς τόνδε τὸν ἄνθρωπον σώφρονα, ἕτερον δὲ πάλιν
πόρνον, οὐδὲ τοῦτον μὲν ὀργίλον, τὸν δὲ ἄλλον μακρόθυμον, ἀλλὰ γένη τινὰ εἰσί, καὶ τόποι,
καὶ κράσεις χωρῶν καὶ στοιχείων καὶ ἀέρων, καὶ καιρῶν τροπαὶ καὶ παραλλαγαί, λοιπὸν δὲ
καὶ αἰτίαι φυσικαὶ τοῖς στοιχείοις τοῦ σώματος παρακολουθοῦσαι,

δι’ ὧντινων αἰτιῶν καὶ τόπων καὶ κράσεων καὶ καιρῶν, ἐὰν εὑρεθῇ πλημμύρα τοῦ θερμοῦ
στοιχείου ἐν τῇ ὥρᾳ τῆς συλλήψεως τοῦ βρέφους, γίνεται τὸ τικτόμενον θερμῆς κράσεως
καὶ εὐμεταδότου καὶ φιλοβίου. εἰ δὲ πάλιν τῇ κινήσει τοῦ ψυχροῦ στοιχείου ἡ σύλληψις
γένηται, ἁγνοτέρας ἕξεως τὸ γεννώμενον καὶ ψυχροτέρας εὑρίσκεται. Λοιπὸν δὲ καὶ ἐπὶ τῶν
ἄλλων δύο στοιχείων· τὸ μὲν ξηρόν, μηνιαστήν τινα καὶ πικρὸν καὶ νηφάλεον καὶ δεινὸν
ἀποτίκτει ἄνθρωπον, τὸ δὲ ὑγρόν, νωθρὸν καὶ ὑλαῖον καὶ γαστρίμαργον καὶ ῥυπαρόν.
Ἐπεὶ ἐὰν Θείᾳ κελεύσει εἴπωμεν γεννώμενον καὶ γινόμενον τοῦτον μὲν τὸν ἄνθρωπον
σώφρονα, τοῦτον δὲ φιλόπορνον καὶ ὀξὺν καὶ μηνιαστήν, εὑρεθήσεται τῶν παθῶν αἴτιος ὁ
Θεός, ἅμα δὲ καὶ προσωπολήπτης, ὡς τοῦτον μὲν δημιουργήσας καλόν, τὸν δὲ ἄλλον
ἄνθρωπον πονηρόν. Οὐ μόνον δὲ ἀλλ’ οὐδὲ ὁ σώφρων ἄνθρωπος ἄξιος εὑρίσκεται μισθοῦ, ὁ
Θεὸς γὰρ αὐτὸν ἐποίησεν φύσει σώφρονα, οὔτε μὴν ὁ πόρνος ἢ ὁ ὀργίλος ἄξιός ἐστι
κολάσεως, ὡς ὑπὸ Θεοῦ τοιοῦτος γενόμενος.

Ὅθεν τὰ τοιαῦτα ἐκ φύσεως, λέγω δὴ ἡ πραΰτης, ἡ φρόνησις, ἡ σωφροσύνη, οὐκ ἀρεταὶ


λέγονται ὑπὸ τῶν ἁγίων πατέρων, ἀλλὰ φυσικὰ προτερήματα καὶ πλεονεκτήματα, ἅτινα οἱ
τῶν Ἑλλήνων μωρόσοφοι ἀστρολόγοι κατὰ τὴν τῶν ἄστρων κίνησιν ἐμυθολόγησαν ἐν τοῖς
ἀνθρώποις γίνεσθαι.
Αναστασίου Σιναϊτου Ερωταποκρίσεις, εκδ. A. Munitiz and M. Richard, Anastasii
Sinaitae Questiones et Responsiones, Turnhout 2006, ερωτ. 81
ΕΡΩΤΗΣΙΣ Εἶπας ἐν τοῖς προλαβοῦσιν, ἐν τῇ περὶ τῶν στοιχείων φυσιολογίᾳ, ὅτι πολλάκις
ἐκ φυσικῆς τινος ἀκολουθίας καὶ χυμῶν αἰτίας γίνονταί τινες μὲν γυναῖκες ἄτεκνοι, τινὲς
δὲ πολύτεκνοι, ἄλλαι δὲ πάλιν ὀλιγότεκνοι· τὸν δὲ τρόπον τῆς τοιαύτης αἰτίας οὐκ
ἐσήμανας.

ΑΠΟΚΡΙΣΙΣ Οἱ ταῦτα καὶ τὰ τοιαῦτα βουλόμενοι λεπτολογεῖν ἀναγκάζονται εἰς ἰατρικάς


τινας καὶ συνουσιαστικὰς ἔρχεσθαι φυσιολογίας, μὴ πάνυ ἁρμοζούσας τῇ κοινῇ ἐν
ἐκκλησίᾳ ἀκροάσει· ὅμως ἀμυδρῶς πως τὸ εἰρημένον σαφηνίσαι πειράσομαι.

Ἐν πολλοῖς τόποις τῆς ἱερᾶς Γραφῆς εὑρίσκομεν γῆν προσαγορευομένην τὴν ἀνθρωπίνην
σάρκα.

Ὥσπερ οὖν ἐστι γῆ καρποφόρος συμμέτρως ποτιζομένη, καὶ ἔστι γῆ ἄκαρπος ποτιζομένη,
οὕτω πολλάκις γίνεται καὶ ἐπὶ τῆς μήτρας καὶ τῆς γονῆς. Αἱ μὲν καταρρυπούμεναι τῇ
σπατάλῃ καὶ τῷ πολλῷ συνδυασμῷ ἀπορρίπτουσι τὴν γονήν, ὥσπερ καὶ ἐπὶ τῶν ἑταιρίδων
γίνεται· δυσχερῶς γὰρ ἐκεῖναι συλλαμβάνουσιν.

Διὰ τοῦτο οὖν ἐν διαφόροις τόποις τινὲς πλούσιοι καὶ ἁβροδίαιτοι ἐπιποθοῦσι τέκνων καὶ οὐ
τυγχάνουσιν, οἱ δὲ πένητες πολλάκις πολύτεκνοι γίνονται· ἀναξηραινομένη γὰρ ἡ φύσις ὑπὸ
τῆς ἐνδείας, ὥσπερ γῆ διψῶσα, εὐθέως δράσσεται τῆς ὑγρότητος τῆς καταβαλλομένης
γονῆς, καθὰ πάσχουσι καὶ οὗτοι οἱ παρ’ ἡμῖν πανάποροι καὶ πτωχοί, ἐρημῖται Ἄραβες,
ἄρτου μὲν σχεδὸν μὴ εὐποροῦντες, πλῆθος δὲ τέκνων καθ’ ὑπερβολὴν ἔχοντες.

Καὶ οὖν ὥς φασι καὶ οἱ τὰς ἰατρικὰς ἐπιστήμας εἰς ἄκρον ἐξησκημένοι, καὶ γάλα πολλάκις
εὑρίσκεται κακοχύμου κράσεως διαφθεῖρον τὸ νήπιον.

Εἰ δὲ λέγεις μοι ὁ δι’ ἐναντίας, ὅτι Τί οὖν; Ἔστιν ἐκτὸς Θεοῦ πολυτεκνῆσαι καὶ ἀτεκνῆσαι,
ἢ ζῆσαι, ἢ ἀποθανεῖν ἄνθρωπον; ἐρῶ σοι κἀγώ, ὅτι καὶ τὰ διὰ τῶν κτισμάτων καὶ στοιχείων
καὶ ἀέρων καὶ χυμῶν καὶ κράσεων καὶ ὑδάτων καὶ γάλακτος φυσικῶς γινόμενα, οὐ χωρὶς
Θεοῦ λέγονται γίνεσθαι· παρ’ αὐτοῦ γὰρ ἔλαβον ἀπ’ ἀρχῆς πάντα τὰ κτίσματα αὐτοῦ κατὰ
τὴν αὐτοῦ βούλησιν καὶ πρόνοιαν, τὰς οὐσιώδεις αὐτῶν καὶ φυσικὰς ἐνεργείας.

You might also like