Download as txt, pdf, or txt
Download as txt, pdf, or txt
You are on page 1of 7

Ὡς ἡνωμένοι δι’ ἐνθέου ἀγάπης, σύμψυχοι ὤφθητε ἐν πᾶσι τοῖς τρόποις, ὦ Ἰωάννη Ὅσιε

καὶ θεῖε Συμεών· ὁ μὲν βίον


ἔνθεον, διελθὼν ἐν ἐρήμῳ, ὁ δὲ σοφοῖς σκώμμασι, τὸν Βελίαρ μωράνας· καὶ νῦν τῶν
θείων ἄμφω ἀμοιβῶν, κατατρυφῶντες, ἡμᾶς ἐποπτεύοιτε./ ΚΟΝΤΑΚΙΟΝ
Τὸν ἐν σαρκί, ἀναφανέντα ἄσαρκον, καὶ ἀρεταῖς, ὑπερκοσμίως λάμψαντα, Συμεῶνα τὸν
ἰσάγγελον καὶ θεοφόρον εὐφημήσωμεν· σὺν τούτῳ
Ἰωάννη τὸν ἀοίδιμον, γεραίροντες ὡς ἄγγελον ἐν σώματι· ὁμοῦ γὰρ ὑπὲρ ἡμῶν
πρεσβεύουσι./ εσπερινός
Μύρα προσεκόμισας Χριστῷ, τεθειμένω μνήματι, καὶ τοῖς νεκροῖς τὴν ἀνάστασιν, πᾶσιν
ἐμπνέοντι, καὶ ἰδοῦσα τοῦτον, πρώτη προσεκύνησας, Μαρία
θεοφόρε δακρύουσα. Διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ
μέγα ἔλεος./
Σταυρῷ καθηλούμενον Χριστόν, καθορῶσα ἔκλαιες, Μαγδαληνὴ καὶ ἐκραύγαζες· Τὶ τὸ
ὁρώμενον, ἡ ζωὴ πῶς θνῄσκει, καὶ ἡ κτίσις βλέπουσα κλονεῖται, καὶ
φωστῆρες σκοτίζονται; Διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ
μέγα ἔλεος./
Μύρων τῶν σεπτῶν σου πάνσοφε, ἡ ὀσμὴ ἐξῆλθεν, εἰς τὰ κόσμου πέρατα, καὶ πάσας τῶν
εὐσεβῶν, ψυχὰς ἐμύρισεν, τῶν πόθῳ ἐν τῇ σορῷ, σεπτῆς
χειρὸς προσψαυόντων σου ἔνδοξε, ἐκ πάσης φθοροποιοῦ, νόσου καὶ πάθους λαμβάνομεν
ἴασιν· ὅθεν τὴν σεπτήν σου μνήμην, νῦν πανηγυρίζομεν, καὶ
αἰτοῦμεν πρεσβεύειν, ὑπὲρ τῶν ἀνευφημούντων σε./
Τὴν σὴν γεραίρομεν πάνσοφε, εὐανδρίαν πάντες, καὶ ψυχῆς στεῤῥότητα, Μαρία ἡ τῶν
πιστῶν, ὁμοῦ ὁμήγυρις· ἐκήρυξας γὰρ τρανῶς, τὴν ἐκ
νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν, δι᾿ ἧς οἱ πάντες ἡμεῖς, τῇ εὐσεβείᾳ πιστῶς
ἐστηρίχθημεν, καὶ πρὸς σὲ σεμνὴ βοῶμεν· μετὰ σοῦ ἡ
δύναμις, τοῦ Κυρίου ὑπάρχει, ἕκτελούσα τὰ θαυμάσια./
Τῆς ἀθληφόρου Μαρκέλλης, τὴν μνήμη σήμερον, ἐν ἐτησίοις ὕμνοις, ἑορτάσωμεν πάντες,
φιλέορτοι ἐνδόξως, ἥτις Χριστῷ τῷ
Κυρίῳ παρίσταται, ἐκδυσωποῦσα ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων αὐτήν./
Ἡ νῆσος Χῖος καυχάσθω, ὅτι ἐξήνθησε, τὸ Παρθενίας ἄνθος, τὸ θεόβλαστον ὄντως, τὴν
ἔνδοξον Μαρκέλλαν ἥπερ ἀεί, τῷ
Κυρίῳ παρίσταται, ἐκδυσωπούσα ἀπαύστως ὑπὲρ αὐτῆς, παῤῥησίᾳ καὶ τοῦ κόσμου παντός/
Τὴν ἱερὰν καὶ λαμπράν σου, μνήμην δοξάζοντες, Μαρκέλλα μακαρία, καὶ πιστῶς
ἐκτελοῦντες, βοῶμέν σοι σὺν πόθῳ
ῥῦσαι ἡμᾶς, τῆς φλογὸς τῆς κολάσεως, καὶ τῶν βελῶν τοῦ βελίαρ ταῖς πρὸς Χριστόν,
ἱκεσίαις σου πανεύφημε./ Δόξα/
Πρώτη κατιδοῦσα τὴν θείαν Ἀνάστασιν, Μαρία ἡ Μαγδαληνή, τοῦ πρώτου τῶν ἀγαθῶν
αἰτίου, τοῦ τὴν ἡμετέραν εὐσπλάγχνως
φύσιν θεώσαντος, πρώτη καὶ εὐαγγελίστρια ἐδείχθης, βοῶσα τοῖς Ἀποστόλοις· Τὴν
ἀθυμίαν ἀποθέμενοι, τὴν εὐθυμίαν ἀναλάβετε, καὶ
δεῦτε κατοπτεύσατε Χριστὸν ἐξαναστάντα, καὶ κόσμῳ παρέχοντα τὸ μέγα ἔλεος./ Και
νυν/ τις μη μακαρίσει σε/ Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
Φωτίζου, φωτίζου Ἱερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ
ἀνατέταλκεν. ἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται
Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ
ἔθνη τῇ λαμπρότητί σου. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ
ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ
θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται. τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ
καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσί σοι
ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ
Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον καὶ τὸ σωτήριον
Κυρίου εὐαγγελιοῦνται. καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι καὶ κριοὶ
Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος
τῆς προσευχῆς μου δοξασθήσεται. τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ
ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς; ἐμὲ αἱ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις,
ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸ
χρυσὸν αὐτῶν μετ᾿ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ
᾿Ισραὴλ ἔνδοξον εἶναι. καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ
βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον
ἠγάπησά σε. καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντός, ἡμέρας καὶ
νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν
ἀγομένους. τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται καὶ
τὰ
ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ
πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου καὶ τὸν τόπον τῶν ποδῶν μου
δοξάσω. καὶ πορεύσονται πρός σε δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ
παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν ἁγίου ᾿Ισραήλ. διὰ τὸ γεγενῆσθαί σε
ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα
αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων
φάγεσαι· καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε ὁ Θεὸς
᾿Ισραήλ./σοφίας σολομώντος το ανάγνωσμα δικαίων ψυχαί/ σοφία σολομώντος δίκαιος
εάν/
απόστιχα
Χριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσα σεμνή, καὶ αὐτὸν θεραπεύουσα, γνώμης
προθυμότατα, Μυροφόρε εὐθύτητι, οὐδὲ θανόντα τοῦτον κατέλιπες, ἀλλ' ἀπελθοῦσα
μύρα σὺν δάκρυσι, τούτῳ προσήνεγκας, συμπαθῶς πανεύφημε· ὅθεν τὴν σήν, μνήμην τὴν
πανίερον, πανηγυρίζομεν./
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ
ῥήματα αὐτῶν.
Σὺ ὦ Μαρία ὑπέρλαμπρε, βλέψαι ποθοῦσα ζωήν, νεκρωθεῖσαν ἐν μνήματι, νυκτὸς
παραγέγονας, καὶ Ἀγγέλων ἀκήκοας· Καθὼς προέφη, Χριστὸς ἐγήγερται. Σπουδῇ τοῖς
τούτου, Μαθηταῖς φάσκουσα, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασα, ἀντὶ κλαυθμοῦ,
χαρὰν ἀνεκλάλητον, σεμνὴ ἀνείληφας./
Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι
Τοῖς χοροῖς συνηρίθμησαι, τῶν Μαρτύρων ἀοίδιμε, Μαρκέλλα πολύαθλε καὶ πανέντιμε.
Τοῦ γὰρ πατρός σου τὴν ἄθεσμον, βουλὴν καὶ ἀνόσιον, βδελυχθεῖσα
ὡς ἁγνή, τὸν αὐχένα ὑπέκλινας, καὶ τὴν κάραν σου, ἀπετμήθης καὶ εἴληφας ἀξίως, τῆς
ἀθλήσεως τὸ στέφος, ἅτε νομίμως ἀθλήσασα./
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθηνε τὰ διαβήματά μου.
Τῶν βασάνων αἱ λαίλαπες, τῆς ψυχῆς σου οὐκ ἔσεισαν, τὸν πύργον τὸν ἄσειστον καὶ
ἀκλόνητον, Μάρτυς Μαρκέλλα στεῤῥόψυχε, ἀλλ’ ἔμεινας ἄτρεπτος, ἐπὶ πέτραν τὴν
στεῤῥάν, τοῦ τὰ πάντα ἰσχύοντος, καὶ συνέχοντος, θερμὴν ὄντως· διό σε πανολβία,
πρέσβυν εἰς Θεὸν πλουτοῦμεν, οἱ σὲ τιμῶντες ἐν ᾄσμασι./ Δόξα/
Τῷ ἑκουσίως πτωχεύσαντι τὴν πτωχείαν τὴν ἐμήν, ὑπερβολῇ εὐσπλαγχνίας, Χριστῷ τῷ
Θεῷ, ἡ Μαγδαληνὴ Μαρία, ὡς μαθήτρια πιστῶς διακονήσασα, ἐπὶ
ξύλου ταθέντα, καὶ τάφῳ συγκλεισθέντα, κατιδοῦσα ἐβόα δακρυρροοῦσα· Τὶ τὸ ξένον
θέαμα; ὁ νεκροὺς ζωοποιῶν, πῶς νεκρὸς λογίζεται; Ποῖα μύρα κομίσω, τῷ ἀπαλλάξαντί
με δυσωδίας τῶν δαιμόνων; Ποῖα δάκρυα χέω, τῷ δακρύων τὴν ἐμὴν μεταμφιάσαντι
προμήτορα; Ἀλλ' ὁ τοῦ σύμπαντος Ἄναξ, ὡς Παραδείσου φύλαξ φανείς, δροσισμῷ
τῶν αὐτοῦ ῥημάτων τὸν καύσωνα ἀφανίζει, λέξας πρὸς αὐτήν· Τοῖς ἀδελφοῖς μου
πορευθεῖσα, εὐαγγέλια χαρᾶς ἀναβόησον· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα
ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ὅπως παράσχω τῷ κόσμῳ τὸ μέγα ἔλεος./ Και νυν/
Θεοτόκε σὺ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα/ λιτήν όπως είναι μαρίας μαγδαληνής
https://akolouthiesorthodox.blogspot.com/2018/06/22.html
και μαρκέλλας https://akolouthiesorthodox.blogspot.com/2019/08/22.html όρθρος
απολυτίκιον
Μαρία ἡ σεμνή, τετρωμένη τῷ πόθῳ, Χριστοῦ τοῦ ἑαυτῆς, οὐρανίου Νυμφίου, τὰ μύρα
ἐκόμισε, πρὸς τὸ μνῆμα τὸ ἅγιον· ἧς τὴν πάντιμον, χεῖρα πλουτοῦντες
ἡμεῖς δέ, ἀσπαζόμεθα, ταύτην σὺν πόθῳ τὴν χάριν, αὐτῆς ἀρυόμενοι./
Ἐν ἀρετῇ καὶ ἀσκήσει, πάτερ Μενέλαε, τὸν βίον ἐκτελέσας, προσευχαῖς παννυχίοις, τὴν
Χάριν ἐπεσπάσω Θεοῦ Πατρός, καὶ νεκρὸν σὺ ἀνέστησας,
δοξολογίαις ὁσίαις, ταῖς σαῖς πιστῶν, τὰς δεήσεις Αὐτῷ πρόσαγε./ Δόξα/
Τῆς ἁγνείας τὸ ῥόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν ἁγίαν Μαρκέλλαν ἐν ᾠδαῖς
εὐφημήσωμεν τμηθεῖσα γὰρ χειρὶ τῇ πατρικῇ ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ῥῶσιν
νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοῖς πρὸς αὐτὴν κραυγάζουσι· δόξα τῷ δεδωκότι σοι
ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα./
Και νυν/ του γαβριήλ/ α στιχ
Τὸ ἄκρον ἐφετόν, ἀγαπήσασα ὄντως, σεμνὴ Μαγδαληνή, ἡδονὰς ἐβδελύξω· τὸν κόσμον
μισήσασα, τὸ ποθούμενον ἔφθασας. Ὅθεν ἔνδοξε, ὑπὲρ ἡμῶν ἐκδυσώπει, ὅπως
σχέσεως, τῶν ἡδονῶν λυτρωθῶμεν, ἀγάπῃ τοῦ κρείττονος./
Τῷ φωτὶ λαμπόμενος τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν ταῖς ἐρήμοις διδαχαῖς
καταφωτίζων Μενέλαε, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι./ Δόξα/ pdf μαρκέλλα
και νυν/ pdf μαρκέλλα β στιχ
Τῷ πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς Μαθήτρια,
ἀληθῶς διηκόνησας· καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον, καὶ ἐν τάφοι
τεθέντα, ἐθρήνεις δακρύουσα. Ὅθεν σὲ τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει
πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου./
Ἐκ Μενάτε ἠστραψας ὡς ἑωσφόρος, καὶ τὸν κόσμον ἐλαμψας τᾶις φαειναῖς σοῦ ἀρεταῖς,
ἠγλαϊσμένε Μενέλαε, πᾶσιν ἐκλάμψας, τὸ φῶς τῆς ἀσκήσεως./ Δόξα/ Και νυν/
pdf μαρκέλλα μετά τον πολυέλεον
Τὸν ναόν σου πάνσεμνε, οἶκον θαυμάτων, καὶ δαιμόνων μάστιγα, καὶ ἰατρεῖον,
λοιμικῆς, Μαγδαληνὴ ὀνομάζομεν, καὶ πάσης λύπης ταχεῖαν παράκλησιν./
Δόξα/ Και νυν/ pdf μαρκέλλα ψαλμός 50 ωδή α μαρία μαγδαληνή από το μηναίο αγία του
θεού/ μαρκέλλα αγία του θεού/
https://akolouthiesorthodox.blogspot.com/2019/08/22.html
ωδή γ μαρία μαγδαληνή αγία του θεού μηναίο και μενέλαος άγιε του θεού/
Περιουσίᾳ, τῆς πρὸς Θεὸν ἀγάπης πυρουμένος, λογισμῷ πανσεβεῖ, παθῶν ἐκράτησας ὅσιε·
διὸ θεία Χάρις σοι, ἐπανεπαύσατο./
Ἀπὸ στειρώσεως τεχθείς, πνευματικῆς εὐκαρπίας, γεωργὸς πολυγονώτατος ὤφθης, τὰς
ἀκάνθας ἐκτεμῶν, τῆς ἀσεβείας ὅσιε, καὶ εὐσεβείας σπόρον,
ἔνθεον καταβαλλόμενος./
Ἱερουργὸς ὑπερφυῶν, καὶ μυστικῶν θεαμάτων, θεοφόρε γεγονὼς τοὺς ἀπίστους,
προσενήνοχας Χριστῷ, θεοπρεπῶς πιστεύοντας, ταῖς διδαχαῖς σου
πάτερ, διδασκομένους τὰ κρείττονα./
Σωφρονεστάτῳ λογισμῷ, καὶ εὐσεβεῖ κεχρημένος, τῶν ῥευστῶν καὶ φθειρομένων αὐτίκα,
τὴν αἰώνιον ζωήν, καὶ τὴν τρυφὴν προέκρινας, δι ἐγκρατείας ἄκρας,
σάρκα νεκρώσας Μενέλαε./
Πυρπολουμένῃ τῇ ψυχή, καὶ τετρωμένῃ τῷ πόθῳ τοῦ Χριστοῦ, τὰς πυριφλέκτους ἐνέδρας,
τῶν δαιμόνων ἐκφυγών, τῇ δροσοβόλῳ χάριτι, κατελαμπρύνθης
πάτερ, σημειοφόρος γενόμενος./ υπεραγία θεοτόκε σώσον ημάς
Ῥήσεις τῶν θείων προφητῶν, καὶ τὰς αὐτῶν προφητείας, ἐπισφράγισας τεκοῦσα τὸν
Λόγον, τὸν λαλοῦντα δι᾿ αὐτῶν, καὶ τὰς αὐτῶν πληρώσαντα,
θεηγορίας μόνη, εὐλογημένη πανύμνητε./ και μαρκέλλα ωδή γ από το pdf κοντάκιον
μενέλαος
Οὐρανιος χορός, τῶν Ἁγίων Ἀγγέλων, κατέχει νῦν φαιδρῶς τὴν ψυχὴν Μενελάου, ὁσίως
βιώσαντος, ἀρεταῖς τε κοσμούμενον καὶ πρεσβεύοντα, ἀδιαλείπτως
Κυρίῳ, πᾶσιν ἄφεσιν ἁμαρτιῶν ἡμῖν δοῦναι αὐτὸν ἱκετεύοντας./ ο οίκος
Δεῦτε πάντες οἱ πιστοὶ εὐφροσύνως, ἐν προσευχαῖς καὶ ὕμνοις ἐπαινέσωμεν θεῖον
Μενέλαον. Οὗτος γάρ ἐν ὁσιότητι βιώσας καὶ μονὴν ἀνεγείρας, τὴν ἄσκησιν
αὐτῷ καὶ τοῖς σὺν αὐτῷ ἐξελέξατο, ὡς ἀγαθὴν μερίδα, αἰωνίως μενοῦσαν καὶ εἰς
οὐρανοὺς ἀποβλέπουσαν. Διὸ καὶ ἡμεῖς ἀρετὰς αὐτοῦ ζηλώσαντες, τῇ πρὸς
Χριστὸν πίστει, τὸν βίον τοῦτον ἀνύσαι ποθήσωμεν, ἵνα μετ᾿ αὐτοῦ καὶ πάντων τῶν
ἁγίων, στεφάνων δόξης, ὡς αὐτοὶ ἠξιώθησαν, τύχοιμεν, τῷ Δεσπότῃ σὺν αὐτῷ
βοῶντες ἀκαταπαύστως, Σῶσον ἡμᾶς Κύριε./ και μαρκέλλα κοντάκιον
Ἡ λαμπρὰ σοῦ ἄθλησις, ὦ καλλιμάρτυς Μαρκέλλα, τῶν πιστῶν ἐφαίδρυνε τὰς διανοίας
ἐνθέως, θάνατον τοῦ ζῆν ἀνόμως προκρίνει πάντας, πείθουσα καὶ γὰρ ἐτμήθης
ξίφει τὴν κάραν, σὺν μαστοῖς ὑπὸ πατρῴας, χειρὸς ὦ δράμα ὑπὲρ τοῦ νόμου Χριστοῦ./ ο
οίκος
Δεῦτε οἱ φιλήκοοι, ἀκούσατε καινοὺς καὶ δυσαντήτους ἄθλους τε καὶ οὓς περ ἡ τοῦ
Χριστοῦ ἄμωμος νύμφη Μαρκέλλα, παρὰ τοῦ ἀνοσίου αὐτῆς πατρός, ἐν τῇ
Χίῳ ἐν κώμῃ Βολισσῷ ἠγώνισται, ἔνθα μέχρι τοῦ νῦν ἐρυθρὸς ὁ τῆς θαλάσσης ἀφρὸς ἐν
ταῖς ἀκταῖς ὁρᾶται, εἰς δήλωσιν τοῦ ἐκχυθέντος παρθενικοῦ αὐτῆς αἵματος·
θέλοντος γὰρ τοῦ ἐναγοῦς καὶ ἀνοσίου πατρὸς παρανόμως συμμίγνυσθαι αὐτῇ οὐκ
ἠνείχετο ἡ ἀοίδιμος, ὅθεν φεύγουσα καὶ ὑπ᾿ αὐτοῦ διωκομένη, ἔλαβε θάνατον
ὑπὲρ σωφροσύνης, χερσὶ πατρικαῖς ἀποτμηθεῖσα σὺν τοῖς μαστοῖς, καὶ τὴν ἐρίτιμον
αὐτῆς κεφαλὴν, διὸ στέφει οὐρανίῳ ἐστέφθη, ὡς ἀθλήσασα ὑπὲρ τοῦ νόμου Χριστοῦ.
κάθισμα
Τῷ πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς μαθήτρια,
ἀληθῶς διηκόνησας, καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον, καὶ ἐν τάφῳ
τεθέντα, ἐθρήνεις δακρύουσα· Ὅθεν σε τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει
πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου./
Τὴν πτωχείαν τὴν ὄντως τοῦ δι᾿ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω τὰ
πρόσκαιρα, ὡσεὶ χόρτον μακάριε, τοῦ γνωστικοῦ γὰρ ξύλου, γευσάμενος
ὅσιε, μοναζόντων ἐδείχθης, διδάσκαλος ἔνθεος. Ὅθεν καὶ πρὸς ζῆλον ἀγγελικῆς
πολιτείας, διήγειρας ἅπαντας, καὶ πρὸς γνῶσιν τῆς πίστεως, Σημειοφόρε
Μενέλαε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην σου./ Δόξα/
Τῆς Μαρκέλλης τὴν πλάνην ἀναπολῶν, καὶ τοὺς ἄθλους ἐκπλήττομαι κατὰ νοῦν, πῶς τὸ
θῆλυ ἴσχυσε, καὶ γενναίως ἠνδρίσατο, τοῦ Σατὰν τὸ θράσος, νικῆσαι καὶ
φρύαγμα, τοῦ Χριστοῦ τῇ χάριτι, τοῦ πλάστου τῆς φύσεως· ὅθεν ἀνυμνοῦντες, τὴν αὐτῆς
πάντες νίκην, συμφώνως βοήσωμεν, πρὸς αὐτὴν μετὰ πίστεως· Ἀθληφόρε
πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου./ Και νυν/ pdf μαρκέλλα
ωδή δ μαρία μαγδαληνή αγία του θεού μηναίο μόνο και στην ε στ
Μεγίστην παρὰ Θεοῦ, τὴν ἐξουσίαν δεξάμενος, τὰ
πλήθη τῶν δυσμενῶν, δαιμόνων ἐδίωξας, τῆς τούτων
στρεβλώσεως, ἰώμενος πάντας, τοὺς ἐν πίστει σοι
προστρέχοντας.
Μακάριος ἀληθῶς, ἐγένου πάτερ Μενέλαε, πτωχείαν
πλουτοποιόν, καὶ πένθος χαρμόσυνον, κτησάμενος
Ὅσιε, δι᾿ ὧν βασιλείαν, οὐρανῶν ἐκληρονόμησας.
Ἀπώσω τὴν ἐπὶ γῆς, τιμὴν καὶ δόξαν εὐμάραντον·
ἀΐδιον ζωὴν καὶ κλῆρον ἀκήρατον, παμμάκαρ
ἀπείληφας, σκηνὰς οὐρανίους, κατοικήσας
ἀσφαλέστατα.
Θεοτοκίον. υπεραγία θεοτόκε σώσον ημάς
Κυρίαν σὲ τοῦ παντός, καὶ Δέσποιναν ὀνομάζομεν,
τὸν Ὄντως ὄντα Θεόν, ἀῤῥήτως γὰρ τέτοκας, τὸν
πάντα ποιήσαντα, καὶ διακρατοῦντα καὶ συνέχοντα,
πανάμωμε. αγία μαρκέλλα
Νικᾶται δύναμις ἅπασα, δαιμόνων καὶ ἐχθρῶν τῇ ἰσχύϊ σου· ὅθεν δεόμεθα τὴν νῆσον
πᾶσαν περίσωζε, ἡμῶν Μαρκέλλα ἔνδοξε, ταῖς πρεσβείαις σου.
Ξενίζει πάντας ἀοίδιμε, τὸ ὕδωρ τὸ ἐκ πέτρας χεόμενον, ἥ σε ἐδέξατο, καὶ νῦν τὸ
σῶμα καλύπτει σου, τέρατα καὶ σημεῖα τελοῦν ἑκάστοτε.
Ὁ διαῤῥήξας καὶ σώσας σε, τὴν πέτραν ἐκ τοῦ ἄγους ἀμόλυντον, πατρῴας μίξεως, Θεὸς
Μαρκέλλα ἐδόξασε, θαυμάτων ἐνεργείαις καὶ ἐμεγάλυνεν.
Θεοτοκίον.
Ἡ μόνη πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύουσι, καὶ χεῖρα ὄρεξον, καὶ πρὸς
λιμένα ἐμβίβασον, τῆς σωτηρίας Κόρη θεοχαρίτωτε.
κοντάκιον μαρία μαγδαληνή και ο οίκος από το μηναίο
Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
Ἀφαῖς ἀΰλοις ἅπτεταί σου, Χριστέ μου,
Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία.
Δευτερίῃ Μαρίη μύσεν εἰκάδι Μαγδαληνή.
Μνήµη τῆς Ἁγίας Ὁσιοµάρτυρος Μαρκέλλης.
Κἂν ἀγνοῶμεν πάντες ἡμεῖς, Μαρκέλλα,
Ἀθλήσεως σῆς Χριστὸς οἶδε τὸν τρόπον μνήμην επιτελούμεν του αγίου μενελάου
Ἠστραψε βίος Μενελάου ὁσίου,
ὥσπερ ἀστραπὴ τοῖς πέρασι διαλάμπει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ζ η
Συντονωτάτῃ χρώμενος, ἐγκρατείᾳ πανόλβιε, πρὸς
ὑψηλοτάτην πολιτείαν ἔφθασας, δοχεῖον γενόμενος,
χωρητικὸν τοῦ Πνεύματος τοῦ ζωοποιοῦ, καὶ τῶν
ἐκεῖθεν πλουσίως βρυόντων χαρισμάτων, μελῳδῶν
ἀνενδότως, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μεταναστεύων ἔφθασας, τῆς Σιὼν τὴν ἀκρόπολιν·
εἰς τὰς αἰωνίους δὲ μονὰς κατήντησας, καὶ κλῆρον
οὐράνιον, ἐκ τῶν οἰκείων πόνων εὑρὼν, ταῖς
ἀγγελικαῖς, χοροστασίαις συμψάλλεις· Οἱ παῖδες
εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν
εἰς τοὺς αἰῶνας.
Ὁλολαμπὴς ὡς ἥλιος, τὰς ἐρήμους ἐφώτησας, τοὺς
σκοτεινομόρφους, ἀπελάσας δαίμονας, καὶ στῦλος
ὁλόφωτος, οὐρανομήκης γέγονας, θαυματοποιός,
μαρμαρυγὰς ἀποστιλβῶν, ἀπαύστως ἀνακράζων·
Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Ἱερωτάταις πράξεσι, διὰ βίου κοσμούμενος, τὴν
ἀρχικωτάτην, ἀρετὴν κατώρθωσας, δογμάτων
ὀρθότητι, διαπρεπὴς γενόμενος, καὶ θεολογίας
ἀκριβοὺς ὑποφήτης, βοῶν ἀδιαλείπτως· Ἱερεῖς
εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον. υπεραγία θεοτόκε σώσον ημάς
Νύμφη Θεοῦ πανάμωμε, τοὺς πρὸς σὲ
καταφεύγοντας, τῆς αἰχμαλωσίας τῶν παθῶν
ἑξάρπασον καὶ τὴν αὐτοδέσποτον, ἐλευθερίαν
Δέσποινα, ταῖς τῶν ὀρθοδόξων, ἐκκλησίαις παράσχου,
ταῖς πίστει μελωδούσαις· Ἱερεῖς εὐλογεῖτε, λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. αγία του θεού/
Τέτρωσαι Μαρκέλλα ἀθληφόρε, τῷ πόθῳ τῷ τοῦ Δεσπότου σου καὶ ἔρωτι· ὅθεν τῷ
γεννήτορι, ἔλεγες πανεύφημε, τὴν τοῦ Κυρίου ἐντολὴν οὐ παραβαίνω ποτέ, ὑπάρχω
γὰρ ἱκέτης ἐκείνου ὅν περ ἀνυμνούσι, χοροὶ πάντες ἀγγέλων./
Ὕμνους καὶ δεήσεις τῇ Μαρκέλλῃ, προσάξωμεν μετὰ πόθου ταύτῃ κράζοντες· σῶσον ἡμᾶς
ἅπαντας, μάρτυς πολυΰμνητε, δοξάζοντας τὴν μνήμην σου, τὴν
ἀεισέβαστον, ὑπάρχομεν γὰρ πάντες σοι δοῦλοι, οἱ περιεστῶτες ἐν τῷ σεπτῷ ναῷ σου./
Δόξα/
Φωτεινὸν ἀνάκτορον Χριστοῦ σύ, ἐγένου τῶν ἀθλοφόρων ἐγκαλλώπισμα, λίθοις τῆς
ἀθλήσεως, ἐν ὥσπερ κατῴκησεν, ὁ τῶν ἁπάντων Κύριος, ὅν περ ἠγάπησας, ἐκ
βρέφους ὡς Νυμφίον Μαρκέλλα, ᾧ νῦν ἐνωθεῖσα, συγχαίρεις εἰς αἰῶνας./ Και νυν/
Πολλαῖς προσβολαῖς ἁμαρτημάτων, κλονούμενοι σοῦ πρὸς τὴν ἀκλόνητον, σκέπην
καταφεύγομεν, στήριξον τοὺς δούλους σου, κατὰ παθῶν ἐνίσχυσον, καὶ ἐκ σεισμοῦ καὶ
λοιμοῦ, ἐθνῶν ἐπιδρομῆς τε Παρθένε, τοὺς σὲ ἀνυμνοῦντας ὡς ὄντως Θεοτόκον./
θ ωδή αγία του θεού/ μηναίο
Μετέστης ὡς Ἠλίας ὁ ζηλωτῆς, ἀρετῶν ἐποχούμενος
ἅρματι, πρὸς οὐρανόν, ὅπου τὸ πολίτευμα ἐμφανῶς, τὸ
σὸν ἐγράφη ὅσιε, καὶ τῷ Δεσπότῃ παρεστηκώς,
μνημόνευε τῶν πίστει, τὴν μνήμην σου τελούντων, τὴν
φωτοφόρον καὶ πανίερον./
Ἐγνώρισεν Χριστὸς σοι τὴν πρὸς αὐτόν,
πολυέραστον πάτερ ἀνάλυσιν, ὥσπερ Μωσεῖ, πάλαι τῷ
θεόπτῃ οὗ μιμητής, δι’ ἀρετῆς γενόμενος, ῥήξας σὺ τὴν
θάλασσαν τῶν παθῶν, διέβης ἀκωλύτως, πρὸς γῆ
ἐπαγγελίας, τοὺς ἐναντίους τροπωσάμενος./
Ὁ βίος σου παμμάκαρ ἀγγελικός, ἡ ζωὴ δὲ θεόφρον
ὑπέρλαμπρος, ἡ δὲ ψυχή, φωτοειδεστάτη θεοειδής, καὶ
εὐσεβὴς ἡ πίστις σου, θείων γὰρ δογμάτων ὑφηγητής,
ἐγένου θεοφόρε, καὶ κῆρυξ Ὀρθοδόξου, διδασκαλίας
ἐχρημάτισας.
Ἱκέτην σὲ καὶ πρέσβυν πρὸς τὸν Θεόν,
πρεσβευόμενον Πάτερ συγχώρησιν, ἁμαρτιῶν, καὶ τῶν
ὀφληματων καὶ τῶν χρεῶν, ἀποκοπὰς αἰτούμενον,
θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι
προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς θεόφρον
στηριζόμενος.
Θεοτοκίον. υπεραγία θεοτόκε σώσον ημάς
Σωτήριος γενοῦ μοι πύργος Ἁγνή, τῶν δαιμόνων
ἀπείργων τὰς φάλαγγας, καὶ πειρασμῶν, ὄχλον καὶ
κινδύνων ἀποσοβῶν, καὶ τῶν παθῶν τὴν ἕφοδον,
πόῤῥω ἀπελαύνων καὶ καθαράν, διδοὺς ἐλευθερίαν,
καὶ τῶν θείων χαρισμάτων, τὴν ἀφθονίαν παρεχόμενος./ αγία του θεού/
Χλόης τῆς ζωῆς, ζητοῦσα πανύμνητε τὴν ἐπουράνιον, βίον τὸν ἐπίκηρον οὐδὲν ἡγήσω·
ὅθεν ἐνήθλησας, τῇ κραταιᾷ τοῦ κτίστου σου, δυνάμει πάνσεμνε, ὃν νῦν
βλέπεις, πρόσωπον πρὸς πρόσωπον, ὦ Μαρκέλλα Χριστοῦ δούλη πάνσεμνε./
Ψάλλων ὁ Δαβίδ, προφήτης ἐν πνεύματι ὦ παμμακάριστε, θυγατέρα λέγει σε, τὸ κατ’
εἰκόνα Θεοῦ τηρήσασαν, Μαρκέλλα καὶ ὁμοίωσιν, ὃν νῦν δυσώπησον, τοῦ
ῥυσθῆναι, ἡμᾶς τῆς κολάσεως, ταῖς ἐνθέοις λιταῖς σου πανεύφημε./ Δόξα/
Ὡραία Χριστοῦ, Νύμφη ἀναδέδειξαι, τῷ τῆς ἀθλήσεως, αἵματι τιμίῳ σου, ᾧ ἐῤῥαντίσθης
Μαρκέλλα πάνσεμνε, διό περ εἰς σκηνώματα τοῦ σου Νυμφίου Χριστοῦ, ἀνηνέχθης
ἐντρυφώσα τέρψεως, τῆς ἐκείνου ὡς μάρτυς καλλίνικος./ Και νυν/
Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, παῦσον τὸν κλύδωνα, τὸν ἐπιγινόμενον, ἐκ τῆς
δαιμόνων παρενοχλήσεως, καὶ εἰς ὁδὸν κατεύθυνον, τῶν
θελημάτων Χριστοῦ, τοῦ νοός μου, πάναγνε τὴν ζόφωσιν, ὅπως πίστει ἀεὶ μακαρίζω σε./
καταβασίαι ανοίξω το στόμα μου και τιμιωτέρα εξαποστειλάριον
Τῶν Μυροφόρων πρώτην σε, καὶ Ἀποστόλων ἔνδοξε, ἰσάριθμον καὶ ἀγγέλων, γινώσκομεν
θεωρὸν σε, καὶ τὴν Χριστοῦ Ἀνάστασιν, πρώτην ἰδοῦσα Πάνσεμνε, καὶ μυστηρίων
ὄντως τε, ἀῤῥήτων γνώστην σε μόνην, Μαρία νύμφη Κυρίου./
Ἡ νῆσος Χῖος τέρπεται, παλαίσμασι τῆς Μάρτυρος, καὶ πανευφήμου Μαρκέλλης, ἥ περ
Χριστὸς καταστέφει, σὺν τοῖς προδιαλάμψασι, τοῖς Ἁγίοις πρότερον, Ἰσιδώρω τῷ
μάρτυρι, Μυρόπῃ τῇ ἀθληφόρῳ, καὶ τῇ ὁσία Ματρώνῃ./
Μαρία κυριώνυμε, καὶ τοῦ Χριστοῦ Μαθήτρια, σὺν ταῖς λοιπαῖς Μυροφόροις, καὶ τῇ
Παρθένῳ Μαρίᾳ, καὶ μόνῃ Θεομήτορι, ἀπαύστως ικέτευε, τὸν σταυρωθέντα Κύριον, ὑπὲρ
ἡμῶν Μυροφόρε, τῶν σὲ τιμώντων ἐκ πόθου./
Ἐκ μήτρας καθηγίασε, Θεὸς σὲ πάτερ ὅσιε, Ἱερεμίαν ὡς πάλαι, καὶ Σαμουὴλ θεοφόρε,
προφήτην θεῖον δείξας σε, τερατουργὲ Μενέλαε, τῶν ἀγγέλων
ὁμόσκηνε, μεθ᾿ ὧν μνημόνευε πάντων, τῶν σὲ πιστῶς ἀνυμνούντων./
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχώρητου Τριάδος, δοχεῖον γεγεννημένη,
ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ
πανάγιον, ἐπεσκιάσέ σοι Κόρη, ἀνέδειξε Θεοτόκον./ αίνοι
Χριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσα σεμνή, καὶ αὐτὸν θεραπεύουσα, γνώμης
προθυμότατα, Μυροφόρε εὐθύτητι, οὐδὲ θανόντα, τοῦτον
κατέλιπες, ἀλλ’ ἀπελθοῦσα, μύρα σὺν δάκρυσι, τούτῳ προσήνεγκας, συμπαθῶς πανεύφημε·
ὅθεν τὴν σήν, μνήμην τὴν πανίερον, πανηγυρίζομεν./
Σὺ ὦ Μαρία ὑπέρλαμπρε, βλέψαι ποθοῦσα ζωήν, νεκρωθείσαν ἐν μνήματι, νυκτὸς
παραγέγονας, καὶ Ἀγγέλων ἀκήκοας· καθὼς προέφη, Χριστὸς
ἐγήγερται· σπουδῇ τοῖς τούτου, Μαθηταῖς φάσκουσα, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς
ἀπώσασα, ἀντὶ κλαυθμοῦ, χαρὰν ἀνεκλάλητον, ἀναλαμβάνεις σεμνή./
Σήμερον πιστοὶ γηθόμενοι, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, Μυροφόρε δοξάζομεν, τὸν σὲ νῦν
δοξάζοντα, ὑπεράγαθον Κύριον ὃν ἐκδυσώπει, ἀπαύστως πάνσεμνε, αἰωνιζούσης, δόξης
τυχεῖν ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσα, τὴν πρὸς αὐτόν, παῤῥησίαν
πάντοτε θεομακάριστε./
Ὅσιε, πάτερ Μενέλαε, καταλιπὼν τὰ ἐν γῇ, τῷ Χριστῷ ἠκολούθησας, μὴ προκρίνας
ἔνδοξε, τὰ φθαρτὰ πρὸς τὰ μένοντα, καὶ ἐν μονῇ, ὥσπερ ἐν πόλει οἰκῶν,
τᾶς τῶν δαιμόνων φάλαγγας ὤλεσας. Ὤ τίς ἰσχύσειεν, ἐξειπεῖν ἀοίδιμε, τῆς σῆς ψυχῆς,
ὄντως τὴν θερμότητα, τὴν πρὸς τὸν Κύριον./
Ὅσιε πάτερ Μενέλαε, σὺ ἀνεδείχθης κανὼν, μοναζόντων καὶ καύχημα, Ὀρθοδόξων ἤδυσμα,
καὶ λαμπρὸς οἰκουμένης φωστήρ. Τοῦ γὰρ δολίου ἐχθροῦ
οὐκ ἔπτηξας, τὰς ἐκφοβίσεις, ἐν τῇ μονῇ σου οἰκῶν. Ὢ τοῦ χαρίσματος, τοῦ ἐν σοι
μακάριε, δι᾿ οὑ σαφῶς, πᾶσαν κατεπάτησας, τὴν τῶν δαιμόνων ὀφρύν./
Ὅσιε πάτερ Μενέλαε, σὺ ἀληθῶς πρὸς Θεόν, τὴν ψυχὴν ἀνεπτέρωσας καὶ ἀσκήσει ἅγιε,
τὰς αἰσθήσεις ἐκάθηρας, καὶ ταῖς ἀπαύστοις, εὐχαῖς πανόλβιε, τῆς
ἀθανάτου ζωῆς ἠξίωσε. Ὤ, ἐγκαλλώπισμα, ἀσκητῶν ἀοίδιμε, σοὶ ὁ Χριστός, χαίρων
ὑπεδέξατο, εἰς τὰς ἀύλους μονάς./
υπομένων υπέμεινα τον κύριον και προσέσχε μοι
Ξίφει τὸν αὐχένα σου σεμνή, ἔτεμε τοκεὺς καὶ γεννήτωρ, ὁ σὸς καὶ ἔδραμες, μάρτυς
εἰς Μητρόπολιν τῶν πρωτοτόκων χαρᾷ καὶ τὰ κάλλη ἐμβλέπεις νῦν, Τριάδος τῆς
θείας, δυσωποῦμέν σε, ἐκλιπαρεῖν ἐκτενῶς, ἵνα σοὺς ἱκέτας λυτρώσῃ, τῆς φρικτῆς
ἐκείνης Μαρκέλλα, αἰωνιζούσης κατακρίσεως./
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθηνε τὰ διαβήματά μου.
Ἐπὶ τῆς θαλάσσης οἱ ἀφροί, ἐρυθροί, ὤ θαῦμα! ὁρῶνται, Μαρκέλλα πάνσεμνε, ἔνθα σου
τὸ πάντιμον, αἷμα ἐκκέχυται, οἷς πιστῶς οἱ χριώμενοι, παθῶν
ἐκλυτροῦνται, διὰ τῆς σῆς χάριτος ἀνευφημοῦντὲς σε, ὡς Χριστοῦ ἀκήρατον Νύμφην, τοῦ
σὲ ἐνεργείαις θαυμάτων, ἔνδοξον τοῖς πᾶσιν ἀναδείξαντος./ Δόξα/
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ κροτήσωμεν χεῖρας σήμερον,
ἐν τῇ πανσέπτῳ πανηγύρει τῆς Μυροφόρου Χριστοῦ· στρατιαὶ οὐράνιοι
εὐφραινέσθωσαν, τὴν τὸν λογχευθέντα Κύριον ὑπὸ στρατιωτῶν, ἰδοῦσαν καὶ μυρίσασαν,
καὶ αὐτὰς συμπαρεστῶσας τῷ ζωηφόρῳ μνήματι κατοπτεύσασαν, ἀΰλοις
ὑμνῳδίαις θαυμαζέτωσαν· ἡ γῆ τε καὶ ἡ θάλασσα, τὰ τῆς λαμπρᾶς σελήνης παράδοξα
σημεῖα, κατὰ χρέος εὐφημήτωσαν· ἡ νεότης τὸν χαλινόν, οἱ ἐν τῷ γήρει τὴν
βακτηρίαν, οἱ ἐν συμφοραῖς τὴν προστάτιν, οἱ ἄποροι τὴν βοηθόν, οἱ ἐν εὐπορίᾳ τὴν
οἰκονόμον, τὴν θεραπείαν οἱ ἐν ταῖς νόσοις, οἱ ἐν πελάγοις τὴν
συμπλώτειραν, σὺν πᾶσι τὴν ἑαυτῆς στεῤῥὰν ὑπέρμαχον, ποίμνη μακαριωτάτη,
καθικετεύουσα οὕτω βόησον· Μαγδαληνὴ Μαρία ἔνδοξε, πρόφθασον ἐξελοῦ
ἡμᾶς, ἐκ περιστάσεως πάσης, καὶ σῶσον ἡμᾶς, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου./ και νυν/
μακαρίζομεν σε θεοτόκε παρθένε/

You might also like