Παράκληση εις την Παναγία την Γιάτρισσα | Προσευχή - Ορθόδοξο Προσευχητάρι

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 12

Αναζήτηση 

(https://www.proseyxi.com/)
 Μενού (Https://Www.proseyxi.com/#Mobile-Menu-Toggle)

∆ύο Παρακλητικοί Κανόνες εις την Παναγία την Γιάτρισσα


1. Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

2. Ποίημα Γεωργίου Γαλανόπουλου – Παναγία Γιάτρισσα Λουτρακίου

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Γιάτρισσα


Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόµεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλµόν.


Κύριε εἰσάκουσον τῆς προσευχῆς µου, ἐνώτισαι τὴν δέησίν µου ἐν τῇ ἀληθείᾳ σου,
εἰσάκουσον µου ἐν τῇ δικαιοσύνῃ σου· καὶ µὴ εἰσέλθης εἰς κρίσιν µετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν µου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν µου, ἐκάθισέ µε ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ
ἠκηδίασεν ἐπ’ ἐµέ τὸ πνεῦµά µου, ἐν ἐµοί ἐταράχθη ἡ καρδία µου. Ἐµνήσθην ἡµερῶν
ἀρχαίων, ἐµελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήµασι τῶν χειρῶν σου ἐµελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς µου ἡ ψυχή µου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν µου,
Κύριε, ἐξέλιπε τὸ πνεῦµά µου· µὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐµοῦ, καὶ
ὁµοιωθήσοµαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν µου τὸ πρωΐ τὸ ἔλεός σου,
ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν µοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσοµαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν
µου· ἐξελοῦ µε ἐκ τῶν ἐχθρῶν µου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν µε τοῦ ποιεῖν τὸ
θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεὸς µου· τὸ Πνεῦµά σου τὸ ἀγαθὸν ὁδηγήσει µε ἐν γῇ εὐθείᾳ.
Ἕνεκεν τοῦ ὀνόµατός σου, Κύριε, ζήσεις µε, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν µου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς µου καί ἀπολεῖς πάντας τοὺς
θλίβοντας τὴν ψυχήν µου, ὅτι ἐγὼ δοῦλός σού εἰµι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου.


Στίχος α΄. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε καὶ τὸ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.
:
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυµαστή ἐν ὀφθαλµοῖς ἡµῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου.

Καὶ τἀ τροπάριαν·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Σωµατικαῖς καὶ ψυχικαῖς ἀσθενείαις, καταπονούµενοι καὶ σφόδρα ἀλγοῦντες, πρὸς σὲ
πιστῶς προσπίπτοµεν ὡς τέκνα τῇ Μητρί· ὡς ἀποκυήσασα Ἰατρὸν καὶ Σωτῆρα, ἴασαι τῶν
δούλων σου, ἀσθενείας καὶ ἄλγη, ἵνα δοξάζωµεν, ὦ Γιάτρισσα, ἀεί, τὴν µητρικήν σου,
πρεσβείαν πρὸς Κύριον.

Δόξα
Ὅµοιον.
Τῆς παναγίας σου µορφῆς τὴν Εἰκόνα, ἐν ἀσθενείαις κατακείµενοι πόθῳ, ὡς ζῶσαν
ἀσπαζόµεθα, ὦ Γιάτρισσα σεµνή· καὶ θερµῶς αἰτούµεθα, ὅπως χεῖρας ἐκτείνῃς, πρὸς Υἱὸν
Φιλάνθρωπον, ἵνα δῷ τὴν ὑγιείαν, τοῖς δεοµένοις καὶ ἱκετικῶς, βοώντων· Μῆτερ, ταχέως
ἐπίσκεψαι.

Καὶ νῦν
Ὅµοιον.
Οὐ σιωπήσοµέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰµὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡµᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως
νῦν ἐλευθέρους; οὐκ ἀποστῶµεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ
παντοίων δεινῶν.

Ὁ Ψαλµὸς Ν´(50)
Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου
ἐξάλειψον τὸ ἀνόµηµά µου· ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας
µου καθάρισόν µε. Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω, καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µού ἐστι
διαπαντός. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν
τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην, καὶ ἐν
ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια
τῆς σοφίας σου ἐδήλωσάς µοι. Ῥαντιεῖς µε ὑσσώπῳ, καὶ καθαρισθήσοµαι· πλυνεῖς µε, καὶ
ὑπὲρ χιόνα λευκανθήσοµαι. Ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωµένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς
ἀνοµίας µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοί, ὁ Θεός, καὶ πνεῦµα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀποῤῥίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦµά
σου τὸ Ἅγιον µὴ ἀντανέλῃς ἀπ’ ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ
πνεύµατι ἡγεµονικῷ στήριξόν µε. Διδάξω ἀνόµους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαί µε ἐξ αἱµάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας µου· ἀγαλλιάσεται ἡ
γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ
τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσίᾳ
τῷ Θεῷ πνεῦµα συντετριµµένον, καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ
ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδοµηθήτω τὰ τείχη
Ἱερουσαλήµ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώµατα· τότε
ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους.

Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·


Ἴασαι, ὦ Γιάτρισσα, νόσους ἡµῶν ἁπάσας. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.


Ἰάτρευσον, Γιάτρισσα ἀγαθή, ψυχῶν ἡµῶν νόσους, καὶ σωµάτων ἄλγη δεινά, εὐχαῖς πρὸς
Δεσπότην καὶ Υἱόν σου, τὸν ἀληθῆ ἰατρὸν καὶ Φιλάνθρωπον.

Ἀγάπης σου ἄνοιξον τοὺς κρουνούς, καὶ τῆς συµπαθείας, δεῖξον πλοῦτον ἡµῖν πολύν,
νοσοῦσι καὶ κράζουσιν ἐκ βάθους· ταχέως πρόφθασον, Δέσποινα Γιάτρισσα.

Σεπτήν σου εἰκόνα κατακρατῶν, ὡς ζώσῃ κραυγάζω ἐπὶ κλίνης βαρυαλγῶν· εἰπὲ τῷ Υἱῷ σου
ἕνα λόγον, καὶ παρευθὺς τοῦ νοσήµατος λύοµαι.
:
Ἀφρόνως µὴ πράττων τὰς ἐντολάς, τοῦ Νόµου Κυρίου, περιέπεσα χαλεπῶς, εἰς νόσους, ὦ
Γιάτρισσα, ποικίλας, ἐξ ὧν µε λύτρωσαι θείαις πρεσβείαις σου .

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.


Ἰατρεῖον ὑπάρχει, νόσων ψυχῶν σώµατος, θεία Ἐκκλησίᾳ ἐν ᾗπερ, πάντες ἰώµεθα, ἐὰν
θελήσωµεν καὶ ταπεινῇ τῇ καρδίᾳ, σὲ ἐπικαλώµεθα ἐν πίστει, Γιάτρισσα.

Ὡς φιλότεκνος Μήτηρ, τῷ Ἰησοῦ πρέσβευε, θείας σου ἐκτείνουσα χεῖρας, ἐν αἷς ἐπίδειξον,
ἡµῶν τὰ δάκρυα καὶ νόσων πόνους ποικίλους, ἅπερ σοι προβάλλοµεν, κλαίοντες, Γιάτρισσα.

Γῆς ἀπόγονοι ὄντες, ὡς χοϊκοὶ πάσχοµεν, καὶ ἐν πειρασµοῖς ἀσθενείας, ἀλγοῦµεν,


Γιάτρισσα, διὸ βοῶµέν σοι, δίδου τὸ πῦρ πρεσβειῶν σου, καὶ ψυχὰς ἐνίσχυσον, θλῖψιν
διώκουσα.

Ἴδε, Γιάτρισσα θεία, τὴν ἰσχυρὰν κάκωσιν, πάθους τοῦ καρκίνου ὁπόση, θλίβει τοὺς
δούλους σου, καὶ τῇ ἀγάπῃ σου, δεῖξον εὐθὺς εὐδροµοῦντα, ἔχεις γὰρ τὴν δύναµιν, τοῦτον
ἰάσασθαι.

Διάσωσον, ἀπὸ κινδύνων παντοίων, Γιάτρισσα θεία, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ
καταφεύγοντας, καὶ αἰτουµένους ἐκ ψυχῆς, ἰατρείαν τῶν νοσηµάτων.

Ἐπίβλεψον, ἐν εὐµενείᾳ, πανύµνητε Θεοτόκε, ἐπὶ τὴν ἐµὴν χαλεπὴν τοῦ σώµατος κάκωσιν,
καὶ ἴασαι, τῆς ψυχῆς µου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισµα.


Ἦχος β΄. Πρεσβεία θερµή.
Ἐν νόσοις δειναῖς, καὶ θλίψεσι καµπτόµενοι, πρὸς σὲ τεκνικῶς ὦ Γιάτρισσα, προστρέχοµεν,
καὶ σεπτὴν εἰκόνα σου, ἀσπαζόµενοι ἱκετεύοµεν· δεήθητι τοῦ Ἰησοῦ, ταχέως χαρίσασθαι τὴν
ἴασιν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.


Ἀµαρτάνοντας, Γιάτρισσα, εἴτε ἑκουσίως ἢ ἀκουσίως τε, µετανοίᾳ πάλιν ὄρθωσον, καὶ
οὐλὰς ψυχῶν ἡµῶν ἰάτρευσον.

Ταῖς πυκναῖς ἀσθενείαις µου, ἴδε ἐξησθένησα, θεία Γιάτρισσα, διὸ τάχιστα ἐνίσχυσον, τῆς
ἐµῆς ψυχῆς δεινὴν κατάπτωσιν.

Ῥῦσαι, Δέσποινα Γιάτρισσα, τοὺς ἐξαιτουµένους τὴν ἱκεσίαν σου, ἐκ τοῦ ἄγχους ὅπερ
ἔτεκεν, τὸ τοῦ βίου τούτου πολυµέριµνον.

῞Ιλεών µοι ἀπόδειξον, τὸν Υἱόν σου, Γιάτρισσα, ὃν ἐλύπησα, καὶ νοός µου τῇ κουφότητι, ἐν
πολλῶν δεινῶν παγίσιν ἔπεσα.

ᾨδὴ ε΄. Φώτισον ἡµᾶς.


Σῶµα καὶ ψυχήν, ἁµαρτίαις κατεβάρυνα, καὶ εἰρήνην οὐχ εὑρίσκω παντελῶς, διὸ σπεῦσον,
σὺ ἐλάφρυνόν µε, Γιάτρισσα.

Στίγµατα δεινά, ἐπιφέρων ὁ ταλαίπωρος, ἐξ ὧν ἔπραξα καὶ πάσχων ἐξαιτῶ· κάθαρόν µου,
συνειδὸς ἐκ τούτων, Γιάτρισσα.

Ἂθλησίς ἐστίν, ἡ ἀσθένεια καὶ δύναµιν, ἀπαιτεῖ διὰ πολλῆς ὑποµονῆς, ἣν εὐχαῖς σου,
δώρησαί µοι, Μῆτερ Γιάτρισσα.

Νοῦν µοι οἱ δεινοί, λογισµοὶ καταβαρύνουσι, καὶ ἐλέγχει µε ψυχῆς τὸ συνειδός, ἐξ ὧν τάχει,
ἐξελοῦ µε, θεία Γιάτρισσα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.


Οἱ πόνοι µου, τὴν ψυχὴν κατέβαλον, καὶ ἐξέλιπεν ἰσχὺς σώµατός µου, διὸ Ἁγνή, φάρµακόν
µοι χορήγει, τὰς µητρικάς σου εὐχὰς καὶ τὴν δέησιν, δι᾿ ὧν τῆς κλίνη παρευθύς, ὑγιὴς
ἐγερθήσοµαι, Γιάτρισσα.
:
Στερέωσον, τὴν ψυχήν µου, Γιάτρισσα, ἐκ πολλῆς ἀπελπισίας πεσοῦσαν, οὐ γάρ ἐστίν, ἐξ
ἀνθρώπων ἐλπίς µοι, καὶ θεραπεία τῆς νόσου ἐλήλαται, διὸ ἐν πόθῳ καὶ κλαυθµῷ, τὴν
σεπτήν σου εἰκόνα ἀσπάζοµαι.

Οὐράνιος, γλυκασµὸς ἡ χάρις σου, καὶ χειρός ἡ µητρική σου θωπεία, διὸ πιστῶς,
συνεχόµενος πόνοις, τοὺς ὀφθαλµούς µου πρὸς σὲ αἴρω, Γιάτρισσα, ὡς τέκνον σου
ἁµαρτωλόν, ἀναµένων τὴν θείαν παράκλησιν.

Ὑγείωσον, νεολαίαν, Γιάτρισσα, ἐµπλακεῖσαν οὐσιῶν ἐξαρτήσει, καὶ γονικάς, µὴ παρίδῃς


δεήσεις, συµπεφυρµένας δακρύων τοῖς πλήθεσιν, ἐὰν γὰρ θέλῃς παρευθύς, ἀφανίζεις τὴν
λύπην προβλήµατος.

Διάσωσον, ἀπὸ κινδύνων παντοίων, Γιάτρισσα θεία, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ
καταφεύγοντας, καὶ αἰτουµένους ἐκ ψυχῆς, ἰατρείαν τῶν νοσηµάτων.

Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερµηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡµερῶν, τεκοῦσα
δυσώπησον, ὡς ἔχουσα µητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.


Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ὀδυνώµενοι βίου ταῖς θλίψεσι, καὶ τῷ ἄλγει τῶν νόσων βαρούµενοι, τῆς καρδίας, τοὺς
ὀφθαλµοὺς ἐκτείνοµεν πρὸς σέ, καὶ νοῦν ἔχοντες δεινῶς, ἐπὶ τῆς κλίνης τῶν παθῶν,
κατακείµενον κράζοµεν· ἴασαι τοὺς σοὺς δούλους, ἐξ ἀσθενείας πάσης, καὶ τὴν εἰρήνην ταῖς
ψυχαῖς, δὸς πανάµωµε Γιάτρισσα.

Προκείµενον·
Μνησθήσοµαι τοῦ ὀνόµατός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος· Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλίνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ
τοῦ οἴκου του πατρός σου καὶ ἐπιθυµήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Τῷ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριὰµ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν µετὰ σπουδῆς εἰς πόλιν
᾿Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο ὡς
ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασµὸν τῆς Μαρίας ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς.
Καὶ ἐπλήσθη Πνεύµατος Ἀγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ µεγάλῃ καὶ εἶπεν·
Εὐλογηµένη σὺ ἐν γυναιξὶ καὶ εὐλογηµένος ὁ καρπὸς τῆς κοιλίας σου! Καὶ πόθεν µοι τοῦτο,
ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου µου πρός µε; ᾿Ιδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασµοῦ σου
εἰς τὰ ὦτά µου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ µου. Καὶ µακαρία ἡ
πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαληµένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάµ·
Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί
µου. ῞Οτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ᾿Ιδοὺ γὰρ ἀπὸ τοῦ νῦν
µακαριοῦσί µε πᾶσαι αἱ γενεαί. ῞Οτι ἐποίησέ µοι µεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ῎Ονοµα
αὐτοῦ. ῎Εµεινε δὲ Μαριὰµ σὺν αὐτῇ ὡσεὶ µῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.

Δόξα.
Γιάτρισσας πρεσβείαις, Δέσποτα Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων.

Στίχος. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου
ἐξάλειψον τὸ ἀνόµηµά µου.
Καὶ τὸ προσόµοιον.
Ἦχος πλ.β΄. Ὅλην ἀποθέµενοι.
Παναγία Γιάτρισσα, ἡ οἰκουµένην σῷ τόκῳ, παραδόξως σώσασα, καὶ ἡµᾶς ἐν θλίψεσι νῦν
ὑπάρχοντας, σῶσον ἱκεσίαις σου, καὶ ὑγιείαν δίδου, ἀσθενοῦσι καὶ ἀνάῤῥωσον, νόσους
διώκουσα, καὶ ψυχαῖς γαλήνην παρέχουσα· εἰ µὴ γὰρ σὺ Πανάχραντε, χεῖράς σου ὑψώσῃς
πρὸς Κύριον, ἕτερος τίς σώσει; διὸ τὴν µητρικήν σου ἀῤῥωγήν, παράσχου ὅπως εἰκόνα σου,
πίστει ἀσπαζώµεθα.
:
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.


Σπείρας πάθη ποικίλα, νῦν θερίζω τῶν νόσων τοὺς πόνους, Γιάτρισσα, διό σε ἱκετεύω, τὰ
ἄλγη κουφισόν µοι, καὶ ἰατρείαν παράσχου µοι, ἵνα ἀπαύστως τιµῶ, τὴν πάνσεπτον µορφήν
σου.

Ἡ ψυχὴ ὑποφέρει, ἐκ τοῦ ἄγχους καὶ θλίβεται, µῆτερ Γιάτρισσα, ὅθεν τὴν σὴν εἰρήνην, δός
µοι τῷ ταλαιπώρῳ, καὶ γαλήνην ἰσόβιον, ὅπως προσκυνῶ εὐλαβῶς, εἰκόνα σου ἁγίαν.

Μετὰ πόθου καρδίας, ὡς παράλυτος ἔρχοµαι πρὸς σέ, Γιάτρισσα, καὶ γὰρ ἐκ βάρους νόσου,
οὐ δύναµαι σταθῆναι, καὶ ἐκ κλίνης ἐγείρεσθαι, ὅθεν τὴν σὴν δωρεάν, ὡς φάρµακόν µοι
δίδου.

Ὤσπερ νὺξ βαθυτάτη, καὶ σκοτώδης µοι φαίνεται βίος, Γιάτρισσα, ἐκ τῆς ἀπελπισίας, ἥτις
διακατέχει, τὴν ἀθλίαν µου ὕπαρξιν, διὸ τὸ φῶς τῆς Χριστοῦ, ἐλπίδος χάρισαί µοι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.


Νοὸς κινήσεις, τὰς παρὰ φύσιν διόρθου, µῆτερ Γιάτρισσα, θερµαῖς σου ἱκεσίαις, ἵνα καὶ αἱ
πράξεις, ὦσι µου κατὰ φύσιν.

Ἀπάλλαξόν µε, τοῦ ἀσθενοῦς λογισµοῦ µου, καὶ σκανδάλων, ὦ Γιάτρισσα, ἐκλύτρου, ὅπως
ἐν καρδίας, ἁπλότητι βιώσω.

Πῦρ τὸ ἐλέγχον, τῆς συνειδήσεως σβέσον, καὶ ἀξίωσον, Γιάτρισσα, πλουτῆσαι, τὴν Χριστοῦ
εἰρήνην, ἐκ πράξεων ἀρίστων.

Ἀγκάλαις θείαις, σῶν πρεσβειῶν βάστασόν µε, καὶ βεβαίαν τὴν σωτηρίαν δός µοι,
Γιάτρισσα, ἀλγοῦντι, καὶ βαρουµένῳ νόσοις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.


Σωµάτων ἀσθενείας, καὶ ψυχῶν τὰς νόσους, ἐκ τῶν ὑµνούντων σε δίωκε, Γιάτρισσα, ὑγιείαν
πᾶσι δὲ δίδου, τὴν πολυπόθητον.

Ἀπελπισίας νέφη, πόῤῥω τῆς ψυχῆς µου, σαῖς ἱκεσίας διάλυσον Γιάτρισσα, καὶ τῇ χαρᾷ τοῦ
Δεσπότου, πάντοτε εὔφρανον.

Σταυρὸν ψυχωφελίµως, τὸν τῆς ἀσθενείας, ἐν εὐχαρίστῳ ψυχῇ αἴρειν, Γιάτρισσα, καὶ τὸν
Δεσπότην δοξάζειν, ἡµᾶς ἀξίωσον.

Ἀγάπῃ µητρικῇ σου, ἴασαι τὰς νόσους, ψυχῆς καὶ σώµατος, πάναγνε Γιάτρισσα, καὶ
Παραδείσου πολίτας, δεῖξον τὰ τέκνα σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, µακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον
καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβείµ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ
µεγαλύνοµεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,


Ὑπὸ τῶν πτερύγων σου θαλπωρήν, Γιάτρισσα, σοὶ δοῦλοι, καταφεύγοµεν ὡς στρουθοί, καὶ
ἐπιζητοῦµεν, ἀσθενειῶν τὴν λύσιν, καὶ ἄλγους βαρυτάτου, ταχεῖαν λύτρωσιν.

Τῆς ψυχῆς νοσήµατα χαλεπά, ἴασαι εὐχαῖς σου, καὶ εἰρήνην τὴν ποθητήν, δίδου ἀσθενοῦσιν,
ὦ Γιάτρισσα παρθένε, ὅπως σεπτὴν µορφήν σου, κατασπαζώµεθα.

Τοὺς ἐξηρτηµένους πολυειδῶς, οὐσιῶν καὶ χάριν, σοῦ ζητούντων ἀπὸ ψυχῆς, Γιάτρισσα,
ἀγάπῃ, στήριξον καὶ τοῦ σκότους, τούτους σῇ µεσιτείᾳ, ταχέως µάκρυνον.

Κλίνῃ κατακείµενοι νοσερῶς, αἴροµεν καρδίας, πρὸς σέ, Γιάτρισσα, ὀφθαλµούς, τοῦ δεινοῦ
καρκίνου, τὴν ἴασιν αἰτοῦντες, καὶ πάσης ἄλλης νόσου, τὴν ἀπολύτρωσιν.

Θείαν σου εἰκόνα πανευλαβῶς, Γιάτρισσα, τιµῶντες, ἀσπαζόµεθα νοερῶς, τὸν γλυκὺν Υἱόν
σου, ὃν αἴτει ἀενάως, ἡµῖν τοῦ Παραδείσου, χάριν δωρήσασθαι.
:
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδροµε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι
Πάντες, µετὰ τῆς Θεοτοκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡµᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύµατι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Παναγία Τριάς, ἐλέησον ἡµᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνοµίας ἡµῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόµατός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.


Δόξα Πατρί…

Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω
τὸ θέληµά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν
σήµερον· καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν·
καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναµις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.


Ἐλέησον ἡµᾶς, Κύριε, ἐλέησον ἡµᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν
ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁµαρτωλοὶ προσφέροµεν, ἐλέησον ἡµᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡµᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαµεν. Μὴ ὀργισθῆς ἡµῖν σφόδρα, µηδὲ µνησθῆς τῶν
ἀνοµιῶν ἡµῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡµᾶς ἐκ τῶν ἐχθρῶν
ἡµῶν. Σὺ γὰρ εἶ Θεὸς ἡµῶν καὶ ἡµεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνοµά Σου
ἐπικεκλήµεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡµῖν, εὐλογηµένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ µὴ
ἀστοχήσοµεν, ῥυσθείηµεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν
Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, µεθ’ ἣν ψάλλοµεν τὰ ἑξῆς·

Ἦχος β΄.Ὅτε ἐκ τοῦ ξύλου σε.


Γιάτρισσα, εἰκόνα σου σεπτήν, τοὺς ἀσπαζοµένους ἐκ πόθου, νόσων ἀπάλλαττε, καὶ ὑγείαν
χάρισαι, τοῖς αἰτουµένοις πιστῶς, τὸν δὲ βίον εὐλόγησον, σεπταῖς σου πρεσβείαις, πρὸς
Φιλανθρωπότατον, Χριστὸν ὃν ἔτεκες, ἵνα εὐγνωµόνως τιµῶµεν, σὲ τὴν οὐρανῶν
Πλατυτέραν, καὶ Χριστιανῶν τὸ καταφύγιον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡµᾶς, ἀπὸ πάσης ἀνάγκης
καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα µου, εἰς σὲ ἀνατίθηµι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν µε ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡµῶν,


Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡµᾶς.
Ἀµήν.

Στίχοι·
Χριστὸν Ἰησοῦν ψυχῶν τε καὶ σωµάτων,
Ἰατρόν, ὦ Γιάτρισσα, ἐκδυσώπει.

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γιάτρισσα


Λουτρακίου
:
Ποίημα Γεωργίου Γαλανόπουλου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόµεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλµόν.


Κύριε εἰσάκουσον τῆς προσευχῆς µου, ἐνώτισαι τὴν δέησίν µου ἐν τῇ ἀληθείᾳ σου,
εἰσάκουσον µου ἐν τῇ δικαιοσύνῃ σου· καὶ µὴ εἰσέλθης εἰς κρίσιν µετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν µου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν µου, ἐκάθισέ µε ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ
ἠκηδίασεν ἐπ’ ἐµέ τὸ πνεῦµά µου, ἐν ἐµοί ἐταράχθη ἡ καρδία µου. Ἐµνήσθην ἡµερῶν
ἀρχαίων, ἐµελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήµασι τῶν χειρῶν σου ἐµελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς µου ἡ ψυχή µου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν µου,
Κύριε, ἐξέλιπε τὸ πνεῦµά µου· µὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐµοῦ, καὶ
ὁµοιωθήσοµαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν µου τὸ πρωΐ τὸ ἔλεός σου,
ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν µοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσοµαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν
µου· ἐξελοῦ µε ἐκ τῶν ἐχθρῶν µου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν µε τοῦ ποιεῖν τὸ
θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεὸς µου· τὸ Πνεῦµά σου τὸ ἀγαθὸν ὁδηγήσει µε ἐν γῇ εὐθείᾳ.
Ἕνεκεν τοῦ ὀνόµατός σου, Κύριε, ζήσεις µε, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν µου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς µου καί ἀπολεῖς πάντας τοὺς
θλίβοντας τὴν ψυχήν µου, ὅτι ἐγὼ δοῦλός σού εἰµι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου.


Στίχος α΄. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε καὶ τὸ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυµαστή ἐν ὀφθαλµοῖς ἡµῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.


Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, ἐν Λουτρακίῳ ἀσπασµοῦ τιµὴν δῶµεν, ὅτι θαυµάτων χάριτας
παρέχει ταχύ· πᾶσαν νόσον φυγαδεύει γάρ, πυρετοὺς ἀλγηδόνας τε, µολυσµοὺς καὶ
τραύµατα, ἐκ ψυχῶν καὶ σωµάτων, καὶ θεραπείαν δίδωσιν ἀεί, τοῖς χαῖρε ταύτῃ, βοῶσιν ἐκ
πίστεως.

Δόξα.
Ἀπολυτίκιον τῆς Εἰκόνος. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰκόνι προσπέσωµεν θαυµατουργῷ εὐλαβῶς, ἁγνῆς Θεοµήτορος, ἐν Λουτρακίῳ πιστοί, τὰ
κρείττω αἰτούµενοι· νέµει γὰρ τοῖς νοσοῦσι, θεραπείαν καὶ ῥῶσιν, ὅτι Γιάτρισσα αὕτη,
φερωνύµως καλεῖται, ὑπὲρ ἡµῶν δ’ ἱλάσκει Υἱον, χάριν δωρήσασθαι.

Καὶ νῦν.
Οὐ σιωπήσοµέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ µὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡµᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶµεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
:
Ὁ Ψαλµὸς Ν´(50)
Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου
ἐξάλειψον τὸ ἀνόµηµά µου· ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας
µου καθάρισόν µε. Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω, καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µού ἐστι
διαπαντός. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν
τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην, καὶ ἐν
ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια
τῆς σοφίας σου ἐδήλωσάς µοι. Ῥαντιεῖς µε ὑσσώπῳ, καὶ καθαρισθήσοµαι· πλυνεῖς µε, καὶ
ὑπὲρ χιόνα λευκανθήσοµαι. Ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωµένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς
ἀνοµίας µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοί, ὁ Θεός, καὶ πνεῦµα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀποῤῥίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦµά
σου τὸ Ἅγιον µὴ ἀντανέλῃς ἀπ’ ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ
πνεύµατι ἡγεµονικῷ στήριξόν µε. Διδάξω ἀνόµους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαί µε ἐξ αἱµάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας µου· ἀγαλλιάσεται ἡ
γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ
τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσίᾳ
τῷ Θεῷ πνεῦµα συντετριµµένον, καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ
ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδοµηθήτω τὰ τείχη
Ἱερουσαλήµ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώµατα· τότε
ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·


Βροτῶν Γιάτρισσα, δέξαι ᾠδήν. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.


Βραδεῖς δοῦναι αἶνον Θεῷ ἐσµέν, διὸ ἐλθὲ τάχει, εἰς ἡµῶν ἀρωγὴν Ἁγνή, τῶν πόθῳ
ὑµνούντων σὲ καὶ δίδου, τὴν θεραπείαν ἐκ νόσων, ὡς Γιάτρισσα.

Ῥαδίως περαίνονται τὰ ἐν σοί, ὡς οὖσα Παρθένε, τοῦ Θεοῦ Μήτηρ ἀληθῶς, οὐ γὰρ
ἀδύνατον ὑπάρχει, τῇ νικησάσῃ καὶ ὅρους τῆς φύσεως.

Ὀδύνην ψυχῇ µου τῇ ῥυπαρᾷ, προὐξένησε Κόρη, ἡ διάνοια πρὸς ῥοπήν, ὠθοῦσα τὴν φύσιν
ἁµαρτάνειν, ἀλλ’ εἰς χαρὰν ταύτης ἄλγος µετάτρεψον.

Τὸ θεῖόν σου πρόσωπον Μαριάµ, οἱ πλούσιοι ὄντως, λιτανεύσουσι τοῦ λαοῦ, ὡς ἔφη ἐν
βίβλῳ Προφητάναξ, τὰ περὶ σοῦ· ὅθεν πρόσδεξαι ᾄσµατα.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωµα.


ᾨδὴν δέξαι Γιάτρισσα, τῶν προσδραµόντων ἀσπάσασθαι, πανευλαβῶς, σὴν σεπτὴν Εἰκόνα,
καὶ δὸς πᾶσι τὴν χάριν σου.

Νοσηµάτων ἴασαι, τοὺς ψαλµικῶς ἀνυµνοῦντάς σε, ἐν τῷ ναῷ, καθ’ ἑκάστην ὥραν, Θεοτόκε
πανύµνητε.

Γλύκανον σῇ χάριτι, κατ’ ἄµφω τὰ αἰσθητήρια, Κόρη σεµνή, καὶ τὰ κρείττω νέµει, µητρικαῖς
σου ἐντεύξεσιν.

Ἰσχυρὰν προστάτιδα, σὲ Θεοτόκε ἐπέγνωµεν, ἐκ πειρασµῶν, σοὺς ἀχρείους δούλους,


ἀπαλλάττουσα πάντοτε.

Ἐκλύτρωσαι, ἀνάγκης βλάβης καὶ νόσων, ἁγνὴ Θεόπαις, τοὺς ἀνυµνοῦντας ᾀσµατικῶς τὸ
σὸν θεῖον ἐκτύπωµα, ὡς ταχινὴ ἰατὴρ πιστῶν δούλων.

Ἐπίβλεψον, ἐν εὐµενείᾳ πανύµνητε Θεοτόκε, ἐπὶ τὴν ἐµὴν χαλεπὴν τοῦ σώµατος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς µου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισµα.


Ἦχος β΄. Πρεσβεία θερµή.
Ὦ Μῆτερ Θεοῦ ἀντίληψις βοήθεια, καὶ καταφυγὴ ἡµῶν πάντων ἐπάκουσον, τῶν πιστῶς
βοώντών σοι· Θεοτόκε Δέσποινα ἴασαι, τοὺς σῇ Εἰκόνι δίδοντας τιµήν, ἐν Λουτρακίῳ, πόθῳ
προστρέχοντας.
:
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀνυµνοῦµέν σε Γιάτρισσα, οἱ ἐν ἀσθενείαις δοκιµαζόµενοι, καὶ ἐν δίνῃ βίου ἔχοντες, ἐξελοῦ
κινδύνων Κόρη λέγοντες.

Τοὺς νοσοῦντας θεράπευσον, ἐξ ἀσθενειῶν καὶ δεινῶν κακώσεων, Θεοτόκε ἀπειρόγαµε, τῇ


ἐναργεστάτῃ ἀντιλήψεί σου.

Ῥῦσαι πάντας ἐκ θλίψεως, καὶ σαρκὸς κινήσεις παῦσον Πανάµωµε, τὰς ἀτάκτους
ἱκετεύοµεν, σὲ τὸ ἀπαθείας ἐνδιαίτηµα.

Ἱλαρῶς οὖν ἐπίβλεψον, ἐφ’ ἡµᾶς Παρθένε τοὺς µεγαλύνοντας, τὰ παράδοξά σου θαύµατα, ἃ
ἐκβλύζεις σῇ δοθείσῃ χάριτι.

ᾨδὴ ε΄. Φώτισον ἡµᾶς.


Στῆθι µεθ’ ἡµῶν, κηδεµών τε καὶ ἀντίληψις, ἰατρὸς νοσούντων πέλουσα Ἁγνή, τῇ ὀξυτάτῃ
καὶ θείᾳ βοηθείᾳ σου.

Σκόρπισον ἐχθρῶν, τὰ πυρφόρα βέλη Ἄχραντε, ἀπὸ τῶν πόθῳ ὕµνοις διδόντων σοι,
ἐπωφελοῦσα, ψυχὰς ταῖς θερµαῖς πρεσβείαις Σου.

Ἄκουε Σεµνή, τῆς καρδίας τὰ σκιρτήµατα, τῶν τιµώντων σου ἀεὶ θείαν µορφήν, καὶ τὸν
Σωτῆρα εὐχαῖς σου παράσχου ἵλεων.

Δὸς τοῖς ταπεινοῖς, τοῦ βελίαρ φεύγειν ἔνεδρα, καὶ χαρὰν ἣν εἴληφας Μονογενοῦς, ἰδοῦσα
Μῆτερ, τὴν ἐκ τάφου Τούτου ἔγερσιν.

ᾨδὴ στ΄. Ἱλάσθητί µοι Σωτήρ.


Ἐπάκουσον εὐµενῶς, ἡµῶν Κόρη τῶν ὑµνούντων σε, καὶ φωλέας τῶν παθῶν, πυρὶ σβέσον
Δέσποινα, ταχὺ θεραπεύουσα, ἀσθενείας πάσας, ὡς ἀκέστωρ ἡ ἀνάργυρος.

Ξενήκουστα τὰ ἐν σοί, σηµεῖα πέλει Μητρόθεε, ἃ ἐκ µορφῆς σου σεπτῆς, πιστοῖς βλύζει
πάντοτε· διὸ ἀνυµνοῦµέν σου, τὴν κηδεµονίαν, ἐν ᾠδαῖς καὶ µελῳδήµασιν.

Ἀνίατα ἀλγεινά, Ἁγνὴ ἰᾶσαι νοσήµατα, καὶ διασώζεις πιστούς, ἐκ πάσης κακώσεως, ὡς
ἀρίστη Γιάτρισσα, τῶν σοὶ προστρεχόντων, καὶ παρθένων τεῖχος ἄῤῥηκτον.

Ἱκέτευε τὸν Χριστόν, ὃν ὑπὲρ φύσιν ἐκύησας, τεκοῦσα σωµατικῶς, Θεόν τε καὶ ἄνθρωπον,
ἀπείρανδρε Ἄνασσα, τῶν πιστῶν προστάτις, καὶ µεσίτης ὥρᾳ Κρίσεως.

Ἐκλύτρωσαι, ἀνάγκης βλάβης καὶ νόσων, ἁγνὴ Θεόπαις, τοὺς ἀνυµνοῦντας ᾀσµατικῶς τὸ
σὸν θεῖον ἐκτύπωµα, ὡς ταχινὴ ἰατὴρ πιστῶν δούλων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερµηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡµερῶν τεκοῦσα
δυσώπησον, ὡς ἔχουσα µητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.


Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς ἰατρὸν καὶ συναντίληψιν σὲ ἔχοµεν, οἱ ἐν πάθεσι τοῖς χαλεποῖς κυλινδούµενοι, καὶ
ἀσθενείαις κατ’ ἄµφω κράζοντες µετ’ εὐχῶν· Μῆτερ τοῦ Θεοῦ πρόσχες ἡµῖν, καὶ
ἐλευθέρωσον λαόν, ἐκ δεινῶν περιστάσεων, ῥῦσαι δ’ ἐκ πάσης βλάβης, αἱρετικῶν καὶ

µανίας, τὸ γένος τῶν Χριστιανῶν, ἀεὶ πρεσβεύων πρὸς τὸν Τόκον σου.

Προκείµενον.
Μνησθήσοµαι τοῦ ὀνόµατός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἐξηρεύξατο ἡ καρδία µου λόγον ἀγαθόν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡµέραις ἐκείναις, ἀναστᾶσα Μαριάµ, ἐπορεύθη µετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς
πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο
ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασµὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς.
Καὶ ἐπλήσθη Πνεύµατος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ µεγάλῃ καὶ εἶπεν·
:
εὐλογηµένη σὺ ἐν γυναιξί καὶ εὐλογηµένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν µοι τοῦτο,
ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου µου πρός µε; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασµοῦ
σου εἰς τὰ ὦτά µου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ µου. Καὶ µακαρία ἡ
πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαληµένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάµ·
µεγαλύνει ἡ ψυχή µου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί µου·
ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν µακαριοῦσί µε
πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ µοι µεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνοµά Αὐτοῦ. Ἔµεινε δὲ
Μαριὰµ σὺν αὐτῇ, ὡσεὶ µῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων.

Στίχος. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου
ἐξάλειψον τὸ ἀνόµηµά µου.
Προσόµοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέµενοι.
Μὴ οὖν ἀποῤῥίψης µε, σαρκὸς τὸν µεµολυσµένον, καὶ παθῶν τὸν ἄστατον, σὲ νῦν
καταφεύγοντα ὑπερένδοξε· Γιάτρισσα σῶσόν µε, πιστῶς προσπίπτοντα, τῇ Εἰκόνι σου
ἀσπάσασθαι, ἴασιν ἄµφω δὸς τάχιστα, καὶ ῥῦσαι κακώσεων, θλίψεων ἐξαιρούµενον, καὶ τῶν
δυσµενῶν συµφορῶν τοῦ βίου, ἵνα µεγαλύνω, τὰς θείας ἀρετὰς καὶ θαυµαστά, ἃ κατεργάζῃ
Θεόνυµφε, χαίροις σοι φθεγγόµενος.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.


Ὠκύπους σῇ Εἰκόνι χαριτόβρυτε Γιάτρισσα, ἀεὶ σπεύδω πιστῶς, µετὰ Δαυΐδ συµψάλλων· τὸ
πρόσωπόν σου Κόρη λιτανεύσουσι πλούσιοι· ἀλλὰ καὶ νῦν ὧδ’ ἡµεῖς, προσφέροµέν σοι
ὕµνους.

Δεινῶν νόσων ἰᾶσαι ἀπειληφυῖα χάριν κατὰ παθῶν ἐξ Υἱοῦ, τοὺς σοὶ Μῆτερ ἰόντας, καὶ
πόθῳ ἐκβοώντας· πειρασµῶν ἐλευθέρωσον, ὀδυνηρῶν συµφορῶν, ἀνάγκης τε καὶ βλάβης.

Ἡ Λουτρακίου πόλις καὶ χώρα Κορινθίων ὕµνοις τιµᾷ σου Ἁγνή, Γενέθλιον τὸ θεῖον, βοᾷ
σὺν σοὶ δ’ ἀπαύστως, ὁ λαὸς ἀγαλλόµενος· ὁ τῶν Πατέρων ἡµῶν, Θεὸς εὐλογητὸς εἶ.

Νεκρώσας ἰσχὺν ᾅδου ὁ τεχθεὶς ἐκ σοῦ Μῆτερ ἐν τῷ Σπηλαίῳ Χριστός, ἐδέξατο τὰ δῶρα,
τῶν Μάγων Νόων ὕµνον, καὶ Ποιµένων προσκύνησιν, τὰς δ’ ἁµαρτίας ἡµῶν, αἰτεῖ τοῦ
συγχωρῆσαι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.


Γάννυται µέγα, πλῆθος ἐν σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ πανευφροσύνως· σῶσον ἡµᾶς
Σῶτερ, τῆς Μητρός σου ἱκεσίαις.

Ἐλέους θείου, καὶ δωρεῶν ἡµᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυµνοῦµεν, σὲ τὰς
ἀσθενείας, ἁπάσας ἰωµένην.

Ὤφθης πολλάκις, σκέπουσα Κόρη οἰκέτας, ἐκ πυρφόρων τόξων τῶν δαιµόνων· ὅθεν ἡµᾶς
σκέπε, ἐκ πάσης ἐπηρείας.

Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν Ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς
ὑµνοῦντας, τὴν σὴν κηδεµονίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.


Γαλήνιον παράσχου, Θεοτόκε βίον, πᾶσιν ἡµῖν Ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ
λαὸν Τούτου, βλάβης αἱρέσεων.

Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων ἁµαρτιῶν ἀπάλλάξῃ, ἡµᾶς καὶ παθῶν, τοὺς ψαλµικῶς
τὴν σὴν γένναν, πανηγυρίζοντας.
:
Ὁδοὺς δεῖξον εὐθείας, µετανοίας Κόρη, τοῖς τὸν Υἱόν σου λυποῦσι δουλείᾳ παθῶν, καὶ ἔσο
πρόµαχος πάντων τῶν εὐφηµούντων σε.

Ὑψίστου χρυσοῦς θρόνος, πέλεις σὺ ἐν πόλῳ· διὸ δυσώπει σὸν Τόκον σωθῆναι ἡµᾶς, τοὺς
ἀληθῶς Θεοτόκον ὁµολογοῦντάς σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς µακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον
καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ
µεγαλύνοµεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,


Χαίροις Λουτρακίου δόξα λαµπρά, σκέπη Κορινθίων, Θεοτόκε καταφυγή, Γιάτρισσα ἐν
νόσοις, τῶν χαλεπῶς νοσούντων, ἀντίληψις πενήτων, καὶ κόσµου Σώτειρα.

Ἄστρον τηλαυγοῦς σὺ ἀνατολῆς, νοητοῦ Ἡλίου, πᾶσιν ἔλλαµψας τοῖς πιστοῖς· ὅθεν ταῖς
ἀκτῖσιν, Ἁγνὴ τῆς χάριτός σου, δεῖξον φωτὸς τὴν τρίβον, τοῖς σὲ γεραίρουσιν.

Ἴασαι νοσοῦντας, θρέψον πτωχούς, ῥῦσαι αἰχµαλώτους, καὶ γενοῦ χεῖρ ὀρφανῶν, ἄχραντε
Παρθένε, ἡ ὀλετὴρ δαιµόνων, τῶν Ὀρθοδόξων σκέπη, πιστῶν βοήθεια.

Ῥῶσιν δὸς τοῖς πάσχουσιν ἀλγεινῶς, νέκρωσον τὰ πάθη, καὶ κατ’ ἄµφω τοὺς µολυσµούς,
µητρικαῖς πρεσβείαις, Υἱὸν ἐκδυσωποῦσα, τῶν θλίψεων δὲ νέφη, τάχει διάλυσον.

Εὔχου ἐγκληµάτων δοῦναι ὀφλήν, καὶ ἡµῶν πταισµάτων, ὁ δοξάσας σε Ἰησοῦς, οὗ τοὔνοµα
µέγα, ἐτράνωσας ὡς Μήτηρ, ἀεὶ διακονοῦσα, χρείας τοῦ Τόκου σου.

Γλύκανον βαλσάµῳ τῷ σῷ ψυχάς, τῶν πιστῶς ὑµνούντων, µεγαλεῖᾳ σου Ἀγαθή, ἔπαρον τὰς
θλίψεις, σὺν νόσους καὶ ἀνάγκαις, ἀφ’ ἡµῶν Θεοµῆτορ, τῇ ἐπεµβάσει σου.

Ἱλασµὸν πταισµάτων εὖξαι Χριστός, δοῦναι ἡµῖν πᾶσιν, ὁ τεχθεὶς ἐκ σοῦ Μαριάµ, σαῖς
θερµαῖς πρεσβείαις, καὶ ἔλεος τὸ µέγα, πρὸς σωτηρίας ὅρµον, τὴν ναῦν ἰθύνουσα.

Ἆρόν σου τὰ ὄµµατα εὐµενῶς, ἐφ’ ἡµᾶς Παρθένε, τοὺς κυκλοῦντας τὴν σὴν µορφήν, καὶ
ἐξαιτουµένους, δαψιλεστάτην χάριν, ὑγείαν τὴν κατ’ ἄµφω, ῥῶσιν καὶ δύναµιν.

Τὴν ἀρὰν τῆς Εὔας καὶ τοῦ Ἀδάµ, ἔλυσας καὶ ᾖρας, τῇ Γεννήσει σου Μαριάµ, ἐκ
Θεοπατόρων, Ἰωακεὶµ καὶ Ἄννης· διὸ ψαλµοῖς ὑµνοῦµεν, τὴν σὴν ἐµφάνειαν.

Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, πάντας τοὺς τιµῶντας, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἐν τῇ
Λουτρακίῳ, εὐφήµῳ λουτροπόλει, ὦ Γιάτρισσα Παρθένε, κόσµου διάσωσµα.

Ἴασαι τὰ τραύµατα τῆς ψυχῆς, τοῦ νοὸς τὴν ζάλην, καὶ τοῦ σώµατος ἐκτροπάς, τῶν Ἁγνὴ ἐκ
πόθου, σὲ ἐπικαλουµένων, ὡς θείαν ἰατῆρα, Χριστοῦ τῇ χάριτι.

Σκέπε Κορινθίας εὔκληρον γῆν, πόλιν Λουτρακίου, ᾗ οἰκεῖ ἐν ναῷ σεπτῷ, Κόρη ἡ Εἰκών
σου, Γιάτρισσα καλουµένη, καὶ ὥρᾳ θείας δίκης, πάντων µνηµόνευσον.

Σῶτερ σὺ εἶ Κτίστης Δηµιουργός, Σύµπαντος καὶ γένους, θείῳ λόγῳ σου καὶ χερσίν, ὁ
ἐνανθρωπήσας, σῶσαι ληστὰς καὶ πόρνας· διὸ εὐχαῖς Μητρός σου, σῶσον τοὺς δούλους
σου.

Ἄµεσος Παρθένε εἶ ἰατήρ, λύµης ἀσθενείας, σαρκικῆς τε καὶ ψυχικῆς· ὅθεν δὸς ὑγείαν,
ἰσχὺν ῥῶσιν καὶ χάριν, τοῖς σοῖς προσερχοµένοις, τύπον ἀσπάσασθαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδροµε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι


Πάντες µετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡµᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύµατι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
:
Παναγία Τριάς, ἐλέησον ἡµᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνοµίας ἡµῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόµατός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.


Δόξα Πατρί…

Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω
τὸ θέληµά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν
σήµερον· καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν·
καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναµις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.


Ἐλέησον ἡµᾶς, Κύριε, ἐλέησον ἡµᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν
ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁµαρτωλοὶ προσφέροµεν, ἐλέησον ἡµᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡµᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαµεν. Μὴ ὀργισθῆς ἡµῖν σφόδρα, µηδὲ µνησθῆς τῶν
ἀνοµιῶν ἡµῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡµᾶς ἐκ τῶν ἐχθρῶν
ἡµῶν. Σὺ γὰρ εἶ Θεὸς ἡµῶν καὶ ἡµεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνοµά Σου
ἐπικεκλήµεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡµῖν, εὐλογηµένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ µὴ
ἀστοχήσοµεν, ῥυσθείηµεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν
Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, µεθ’ ἣν ψάλλοµεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.


Χαῖρε, Μαριὰµ Μῆτερ Θεοῦ, τῶν παρθένων ἄῤῥηκτον τεῖχος, πιστῶν ἀεὶ στηριγµός,
αἰχµαλώτων λύτρωσις, χειµαζοµένων λιµήν, ἀσθενούντων ἡ ἴασις, ἐκ βλάβης καὶ νόσων,
πυρετοῦ φλογώσεως, τῶν σοὶ βοώντων τρανῶς· φρούρει, ἐξ ἐχθρῶν κακοδόξων, πᾶσαν τὴν
Ἑλλάδα καὶ τήρει, ἄτρωτον λαὸν τὸν χριστεπώνυµον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡµᾶς, ἀπὸ πάσης ἀνάγκης
καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα µου, εἰς σὲ ἀνατίθηµι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν µε ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡµῶν,


Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡµᾶς.
Ἀµήν.

Πηγή (http://orthodoxhymnography.blogspot.com/)

(https://twitter.com/intent/tweet?text=%CE%A0%CE%B1%CF%81%CE%AC%CE%BA%CE%BB%CE%B7%CF%83%CE%B7%20%CE%B5%CE%B9%CF%82%20%CF%84%CE%B7%CE

(https://pinterest.com/pin/create/button/?url=https%3A%2F%2Fwww.proseyxi.com%2Fparaklisi-eis-tin-panagia-giatrissan%2F&media=https%3A%2F%2Fwww.proseyxi.com%2Fwp-content%

(https://api.whatsapp.com/send?text=%CE%A0%CE%B1%CF%81%CE%AC%CE%BA%CE%BB%CE%B7%CF%83%CE%B7%20%CE%B5%CE%B9%CF%82%20%CF%84%CE%B7%C

(viber://forward?text=%CE%A0%CE%B1%CF%81%CE%AC%CE%BA%CE%BB%CE%B7%CF%83%CE%B7%20%CE%B5%CE%B9%CF%82%20%CF%84%CE%B7%CE%BD%20%CE

Copyright 2012 - 2024 - Proseyxi.com Powered by Nefos Ltd Αρχική (Https://Www.proseyxi.com/) |


(https://nefosltd.gr) Επικοινωνία (Https://Www.proseyxi.com/Epikoinonia/) |
Σχετικά Με Το Ιστολόγιο (Https://Www.proseyxi.com/Sxetika-Me-
Toi-Stologio/) |
Όροι Χρήσης (Https://Www.proseyxi.com/Oroi-Xrisis/)
:

You might also like